ἄγων, οὔπω δὲ ἦν ἐν τῷ τοῦ δημοσιεύοντος σχήματι, καὶ κατεῖχε μὲν ἀθυμία τοὺς ἐμούς, κατεῖχε δὲ αὐτὸν ἐμέ, καὶ τῷ ἀργεῖν, ὥσπερ ὁ τοῦ Πηλέως, ἀχθόμενος ἄχθος τε ἀρούρης ἐμαυτὸν ὀνομάζων εἰς τοῦτο ἀπε- 1 φερόμην, ὥστε φαρμάκων πόσει διεσωσάμην τὰς | 2 φρένας τοῖς μὲν χείροσι τῶν ἐλπίδων χρώμενος, ἐπὶ δὲ τοὺς οὐκ ἔχων ἄνευ γέλωτος ἐπανελθεῖν.
χωρίον προστεθέντων οἷς ἔφην ἄρτι πλειόνων ἢ <δὶς> τοσούτων νέων, τὸ Μούσειον δὲ τῶν ἄλλων ἦν, ῥοπὴ τοῖς ἔχουσι μεγάλη. λέγω δὴ πρὸς τὴν Καλλιόπην, ὅτι ω Μουσῶν μὲν ἀρίστη, τὴν πόλιν δὲ ἡμῖν ἄγουσα, τίνων ταύτας σὺ πράττῃ δίκας; τί με
ἐδελέαζες οὖσα θεός; τέ τῶν μὲν ἐξέβαλες, τὰ δὲοὐΙδίδως; ἀλλ’ ὁ μὲν ἠπατηκὼς τρυφᾷ,τὸν 5 ἠδικημένονδὲἀπερριμμένονπεριορᾷς;
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.