μεμνῆσθαι τῆς Θρᾴκης. ἐγὼ δὲ οὕτω μὲν ἔφην ποι- ήσειν, ἐποίουν δὲ τὰ πάλαι δεδογμένα μένων τε καὶ τῆς πατρίδος ἐχόμενος. καίτοι τῶν τε ὑποσχέσεων ἔργον οὐδὲν ὅς τέ με ἐπὶ διαδοχὴν ἐκάλει τῶν περὶ τοὺς νέους πόνων ὁ Ζηνόβιος ἕτερος ἐγεγόνει πόνων
τε αὐτὸς ἐρᾶν λέγων καὶ ἐμὲ μὴ δεῖν ἐπείγεσθαι.
Oratio 1. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.