ἀπείρους αἰῶνας, καὶ εἶναι τοὺς πάντας ἀρρενοθήλεας.
τῶν αἰώνων φῶς ὅλον, οὐδεμίαν ἐπιδεχόμενον κόσμησιν, ἔχον έν ἑαυτῷ πόντων τῶν ζώων ἰδέας· τοῦτο ἐπιφοιτῆσαν εἰς τὸ ὑποκείμενον χάος παρεσχηκέναι αἰτίαν τοῖς γεγονόσι καὶ οὖσι, καταβάν τε ἄνωθεν ἰδεῶν αἰωνίων ἀπεμάξατο κάτω <εἰς> τὸ χάος τὰς 1 2 ὁ γὰρ τρίτος αἰών, ὁ ἑαυτὸν τριπλασιάσας,
* * * καὶ αὐτοῦ τὸ ἐκτύπωμα κρατεῖσθαί f. 130v φησιν ὑπὸ τοῦ σκότους, πῦρ † ὢν αὖθις ζῶν ὑπὸ τοῦ φωτὸς γενόμενον ὑπῆρξεν, ἐξ ἧς φάσκουσι τὸν μέγαν ἄρχοντα γεγονέναι, περὶ οὑ Μωϋσῆς ὁμιλεῖ, λέγων εἶναι τοῦτον θεὸν πύρινον καὶ δημιουργόν, ὃς καὶ τὰς ἰδέας πάντων μεταβάλλει ἀεὶ εἰς σῶμα. † ταύτας τὰς ψυχάς.
τὸν σωτῆρα παραγενηθῆναι, ἐπιδεικνύντα τὴν ὁδόν, δι᾿ ἡς φεύξονται αἱ κρατούμεναι ψυχαί, ἐνδεδύσθαι δὲ τὸν Ἰησοῦν τὴν δύναμιν ἐκείνην τὴν μονογενῆ· διὸ μὴ δύνασθαι θεαθῆναι ὑπό τινος διὰ τὸ μεταβαλλόμενον μέγεθος τῆς δόξης. πάντα δὲ συμβεβηκέναι αὐτῷ φασι, καθὰ ἐν τοῖς εὐαγγελίοις γέγραπται.
Refutatio Omnium Haeresium (= Philosophumena). Hippolytus. ed. Paul Wendland. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.