δὲ αὐτὸν ἀπατῆσαι, καὶ τούτου χάριν πεποιηκέναι σταυρωθῆναι· οὗ τὸ πνεῦμα ἀνεληλυθέναι πρὸς τὸν ἀγαθὸν λέγει. καὶ πάντων δὲ τῶν οὕτως τοῖς μωροῖς καὶ ἀδρανέσι λόγοις πειθομένων 〈τὸ μὲν πνεῦμα〉 σωθήσεσθαι, τὸ δὲ σῶμα καὶ τὴν ψυχὴν τῆς Ἐδὲμ καταλείπεσθαι, ἣν καὶ γῆν Ἰουστῖνος ὁ ἄφρων καλεῖ.
Refutatio Omnium Haeresium (= Philosophumena). Hippolytus. ed. Paul Wendland. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.