πέμπτον τεσσαρακοστὸν ἐπόψεαι, ὁππόθι Πενθεὺς
ταῦρον ἐπισφίγγει κεραελκέος ἀντὶ Λυαίου.
ὣς φαμένου Βρομίοιο δόμων ἐξέδραμε νύμφη
1
χάρματι λυσσήεντι κατάσχετος, ὄφρα νοήσῃ
νυμφίον Ἀκταίωνα παρήμενον ἰοχεαίρῃ·
καί οἱ ἐπειγομένῃ σφαλερῷ ποδὶ σύνδρομος αὔραις
εἰς ὄρος ἀκρήδεμνος ὁμάρτεε μαινὰς Ἀγαύη,
5
καὶ Κρονίης μάστιγος ἱμασσομένη φρένα κέντρῳ
ἄσκοπον ἐρροίβδησε μεμηνότι χείλεϊ φωνήν·
Οὐτιδανῷ Πενθῆι κορύσσομαι, ὄφρα δαείη,
θαρσαλέην ὅτι Κάδμος Ἀμαζόνα τίκτεν Ἀγαύην.
ἔμπλεος ἠνορέης καὶ ἐγὼ πέλον· ἢν ἐθελήσω,
10
καὶ γυμναῖς παλάμῃσιν ὅλον Πενθῆα δαμάσσω,
καὶ στρατιὴν εὔοπλον ἀτευχέι χειρὶ δαΐξω.
θύρσον ἔχω· μελίης οὐ δεύομαι, οὐ δόρυ πάλλω·
ἔγχεϊ δʼ ἀμπελόεντι δορυσσόον ἀνέρα βάλλω·
οὐ φορέω θώρηκα, καὶ εὐθώρηκα δαμάσσω.
15
κύμβαλα δʼ αἰθύσσουσα καὶ ἀμφιπλῆγα βοείην
κυδαίνω Διὸς υἷα, καὶ οὐ Πενθῆα γεραίρω.
Λύδιά μοι δότε ῥόπτρα· τί μέλλετε, θυιάδες ὧραι;
ἵξομαι εἰς σκοπέλους, ὅθι Μαινάδες, ἧχι γυναῖκες
ἥλικες ἀγρώσσοντι συναγρώσσουσι Λυαίῳ.
20
ζῆλον ἔχω, Διόνυσε, λεοντοφόνοιο Κυρήνης·
φείδεό μοι Βρομίοιο, θεημάχε, φείδεο, Πενθεῦ·
εἰς σκοπέλους ἀκίχητος ἐλεύσομαι, ὄφρα καὶ αὐτὴ
εὔιον ἀείδουσα χοροίτυπον ἴχνος ἑλίξω·
οὐκέτι βοτρυόεντος ἀναίνομαι ὄργια Βάκχου,
25
οὐκέτι Βασσαρίδων στυγέω χορόν· ἀλλὰ καὶ αὐτὴ
δειμαίνω Διόνυσον, ὃν ἤροσεν ἄφθιτος εὐνή,
ὃν Διὸς ὑψιμέδοντος ἐχυτλώσαντο κεραυνοί.
ἔσσομαι ὠκυπέδιλος, ὁμήλυδος ἰοχεαίρης
δίκτυα κουφίζουσα, καὶ οὐ κλωστῆρας Ἀθήνης.
30
ὣς φαμένη πεπότητο νέη σκαίρουσα Μιμαλλών,
ληναίης μεθέπουσα φιλεύιον ἅλμα χορείης,
Βάκχον ἀνευάζουσα καὶ ἀείδουσα Θυώνην·
καὶ Σεμέλην ὑπάτοιο Διὸς κίκλησκε γυναῖκα,
καὶ σέλας εὐφαέων γαμίων ἐλίγαινε κεραυνῶν.
35
καὶ χορὸς ἐν σκοπέλοισιν ἔην πολύς· ἀμφὶ δὲ πέτραι
ἴαχον· ἑπταπύλου δὲ πέδον περιδέδρομε Θήβης
ἠχὴ ποικιλόμορφος· ὁμογλώσσῳ δʼ ἀλαλητῷ
μελπομένων βαρύδουπος ἐπεσμαράγησε Κιθαιρών·
καὶ δροσόεις κελάδησεν ἁλὸς κτύπος· ἦν δὲ νοῆσαι
40
δένδρεα κωμάζοντα καὶ αὐδήεσσαν ἐρίπνην.
καί τις ἑοῦ θαλάμοιο χοροίτυπος ἔκθορε κούρη,
αὐλὸς ὅτε τρητοῖσι πόροις ἰάχησε κεράστης·
καὶ κτύπος ἀμφιβόητος ἀδεψήτοιο βοείης
παρθενικὰς βάκχευσεν, ἀπʼ εὐτύκτων δὲ μελάθρων
45
εἰς ὄρος ὑψικάρηνον ἐρημάδας ἤλασε Βάκχας.
καί τις ἀνοιστρηθεῖσα θυελλήεντι πεδίλῳ
κούρη λυσιέθειρα διέσσυτο παρθενεῶνος,
κερκίδα καλλείψασα καὶ ἱστοτέλειαν Ἀθήνην·
καὶ πλοκάμων ἀκόμιστον ἀπορρίψασα καλύπτρην
50
μίσγετο Βασσαρίδεσσι καὶ Ἀονὶς ἔπλετο Βάκχη.
Τειρεσίας δʼ ἱέρευσεν ἀλεξικάκῳ Διονύσῳ
βωμὸν ἀναστήσας, ἵνα Πενθέος ὕβριν ἐρύξῃ
καὶ χόλον ἀπρήυντον ἀποσκεδάσειε Λυαίου·
ἀλλὰ μάτην ἱκέτευσεν, ἐπεὶ λίνον ἤλυθε Μοίρης.
55
καὶ Σεμέλης γενέτην ἐκαλέσσατο μάντις ἐχέφρων,
ὄφρα μετασχήσωσι χοροστασίην Διονύσου.
βριθομένοις δὲ πόδεσσι γέρων ὠρχήσατο Κάδμος
στέψας Ἀονίῳ χιονώδεα βόστρυχα κισσῷ·
Τειρεσίας δʼ ὁμόφοιτος ἑὸν πόδα νωθρὸν ἑλίσσων,
60
Μυγδονίῳ Φρύγα κῶμον ἀνακρούων Διονύσῳ,
εἰς χορὸν ἀίσσοντι συνέμπορος ἤιε Κάδμῳ
γηραλέον νάρθηκι θεουδέι πῆχυν ἐρείσας.
ἀθρήσας δὲ γέροντας ὁμήλυδας ὄμματι λοξῷ
Τειρεσίαν καὶ Κάδμον ἀτάσθαλος ἴαχε Πενθεύς·
65
Κάδμε, τί μαργαίνεις; τίνι δαίμονι κῶμον ἐγείρεις;
Κάδμε, μιαινομένης ἀποκάτθεο κισσὸν ἐθείρης,
κάτθεο καὶ νάρθηκα νοοπλανέος Διονύσου·
Ὀγκαίης δʼ ἀνάειρε σαόφρονα χαλκὸν Ἀθήνης.
νήπιε Τειρεσία, στεφανηφόρε, ῥῖψον ἀήταις
70
σῶν πλοκάμων τάδε φύλλα, νόθον στέφος· ἀντὶ δὲ θύρσου
Φοίβου μᾶλλον ἄειρε τεὴν Ἰσμηνίδα δάφνην.
αἰδέομαι σέο γῆρας, ἀμετροβίων δὲ καὶ αὐτῶν
μάρτυρα σῶν ἐτέων πολιὴν πλοκαμῖδα γεραίρω·
εἰ μὴ γὰρ τόδε γῆρας ἐρήτυε καὶ σέο χαίτη,
75
καί κεν ἀλυκτοπέδῃσιν ἐγὼ σέο χεῖρας ἑλίξας
δέσμιον ἀχλυόεντι κατεσφρήγισσα μελάθρῳ.
σὸς νόος οὔ με λέληθε· σὺ γὰρ Πενθῆι μεγαίρων
μαντοσύναις δολίῃσι νόθον θεὸν ἀνέρα τεύχεις,
δῶρα λαβὼν Λυδοῖο παρʼ ἀνέρος ἠπεροπῆος,
80
δῶρα πολυχρύσοιο φατιζομένου ποταμοῖο.
ἀλλʼ ἐρέεις, ὅτι Βάκχος ἐποίνιον εὗρεν ὀπώρην·
οἶνος ἀεὶ μεθύοντας ἐφέλκεται εἰς Ἀφροδίτην,
εἰς φόνον ἀσταθέος νόον ἀνέρος οἶνος ἐγείρει.
ἀλλὰ Διὸς γενετῆρος ἔχει δέμας ἠὲ χιτῶνας·
85
χρύσεα πέπλα φέρων, οὐ νεβρίδας, ὑψιμέδων Ζεὺς
ἀστράπτει μακάρεσσι· καὶ ἀνδράσι μάρναται Ἄρης
χάλκεον ἔγχος ἔχων, οὐκ οἴνοπα θύρσον ἀείρων·
οὐ βοέοις κεράεσσι κερασφόρος ἐστὶν Ἀπόλλων.
μὴ ποταμὸς Σεμέλην νυμφεύσατο, καὶ τέκε νύμφη
90
υἷα νόθον κερόεντα βοοκραίρῳ παρακοίτῃ;
ἀλλʼ ἐρέεις·
γλαυκῶπις ἐς ἄρσενα δῆριν ἱκάνει
σύγγονον ἔγχος ἔχουσα καὶ ἀσπίδα Παλλὰς Ἀθήνη
αἰγίδα καὶ σὺ τίταινε τεοῦ Κρονίδαο τοκῆος.
ὣς φαμένου Πενθῆος ἀμείβετο μάντις ἐχέφρων·
95
Τί κλονέεις Διόνυσον, ὃν ἤροσεν ὑψιμέδων Ζεύς,
ὃν Κρονίδης ὤδινε πατὴρ ἐγκύμονι μηρῷ,
παιδοκόμῳ δὲ γάλακτι θεητόκος ἔτρεφε Ῥείη,
ὃν πάρος ἡμιτέλεστον ἔτι πνείοντα τεκούσης
ἀφλεγέες σπινθῆρες ἐχυτλώσαντο κεραυνοῦ;
100
οὗτος ἀμαλλοτόκῳ Δημήτερι μοῦνος ἐρίζει
ἀντίτυπον σταχύεσσιν ἔχων εὔβοτρυν ὀπώρην.
ἀλλὰ χόλον Βρομίοιο φυλάσσεο· δυσσεβίης δὲ
σοί, τέκος, ἢν ἐθέλῃς, Σικελόν τινα μῦθον ἐνίψω.
Τυρσηνῶν ποτε παῖδες ἐναυτίλλοντο θαλάσσῃ,
105
ξεινοφόνοι, πλωτῆρες ἀλήμονες, ἅρπαγες ὄλβου,
πάντοθεν ἁρπάζοντες ἐπάκτια πώεα μήλων·
καὶ πολὺς ἔνθα καὶ ἔνθα δορικτήτων ἀπὸ νηῶν
εἰς μόρον ὑδατόεντα γέρων ἐκυλίνδετο ναύτης
ἡμιθανής, ἕτερος δὲ προασπίζων ἕο ποίμνης
110
ἀμφιλαφὴς πολιῇσι φόνῳ φοινίσσετο ποιμήν.
ἔμπορος εἰ τότε πόντον ἐπέπλεεν, εἴ ποτε Φοῖνιξ
ὤνια Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης
εἶχεν, ὑπὲρ πόντοιο λαβὼν Τυρσηνὸς ἀλήτης
ἀπροϊδὴς πεφόρητο ῥυηφενέων ἐπὶ νηῶν·
115
καί τις ἀνὴρ νήποινον ἀπείρονα φόρτον ὀλέσσας
εἰς Σικελὴν Ἀρέθουσαν ἀνὴρ πορθμεύετο Φοῖνιξ
δέσμιος, ἁρπαμένοιο λιπόπτολις ἄμμορος ὄλβου.
ἀλλὰ δόλῳ Διόνυσος ἐπίκλοπον εἶδος ἀμείψας
Τυρσηνοὺς ἀπάφησε· νόθην δʼ ὑπεδύσατο μορφήν,
120
ἱμερόεις ἅτε κοῦρος ἔχων ἀχάρακτον ὑπήνην,
αὐχένι κόσμον ἔχων χρυσήλατον· ἀμφὶ δὲ κόρσην
στέμματος ἀστράπτοντος ἔην αὐτόσσυτος αἴγλη
λυχνίδος ἀσβέστοιο, καὶ ἔγχλοα νῶτα μαράγδου,
καὶ λίθος Ἰνδῴη χαροπῆς ἀμάρυγμα θαλάσσης·
125
καὶ χροῒ δύσατο πέπλα φαάντερα κυκλάδος Ἠοῦς
ἄρτι χαρασσομένης, Τυρίῃ πεπαλαγμένα κόχλῳ.
ἵστατο δʼ αἰγιαλοῖο παρʼ ὀφρύσιν, οἷα καὶ αὐτὸς
ὁλκάδος ἱμείρων ἐπιβήμεναι. οἱ δὲ θορόντες
φαιδρὸν ἐληίσσαντο δολοπλόκον υἷα Θυώνης
130
καὶ κτεάνων γύμνωσαν· ὑποτροχόωσα δὲ σειρὴ
χερσὶν ὀπισθοτόνοισιν ἐμιτρώθη Διονύσου.
καὶ νέος ἐξαπίνης μέγας ἔπλετο θέσπιδι μορφῇ
ἀνδροφυὴς κερόεις ὑψούμενος ἄχρις Ὀλύμπου,
νύσσων ἠερίων νεφέων σκέπας· εὐκελάδῳ δὲ
135
ὡς στρατὸς ἐννεάχιλος ἑῷ μυκήσατο λαιμῷ.
μηκεδανοὶ δὲ κάλωες ἐχιδναῖοι πέλον ὁλκοί,
ἔμπνοα μορφωθέντες ἐς ἀγκύλα νῶτα δρακόντων·
καὶ πρότονοι σύριζον· ὑπηνέμιος δὲ κεράστης
ὁλκαίαις ἑλίκεσσιν ἀνέδραμεν εἰς κέρας ἱστοῦ·
140
καὶ χλοεροῖς πετάλοισι κατάσκιος ἠέρι γείτων
ἱστὸς ἔην κυπάρισσος ὑπέρτατος· ἐν δὲ μεσόδμῃ
κισσὸς ἀερσιπότητος ἀνήιεν αἰθέρι γείτων,
σειρὴν αὐτοέλικτον ἐπιπλέξας κυπαρίσσῳ·
ἀμφὶ δὲ πηδαλίοισιν ὑπερκύψασα θαλάσσης
145
Βακχιὰς ἀμπελόεντι κάμαξ ἐβαρύνετο καρπῷ·
πρύμνης δʼ ἡδυπότοιο βαρυνομένης Διονύσου
οἶνον ἀναβλύζουσα μέθης βακχεύετο πηγή.
ἀμφὶ δὲ σέλματα πάντα διὰ πρώρης ἀνιόντες
θῆρες ἀεξήθησαν· ἐμυκήσαντο δὲ ταῦροι,
150
καὶ βλοσυρὸν κελάδημα λέων βρυχήσατο λαιμῷ.
Τυρσηνοὶ δʼ ἰάχησαν, ἐβακχεύοντο δὲ λύσσῃ
εἰς φόβον οἰστρηθέντες. ἀεξιφύτοιο δὲ πόντου
ἄνθεα κυματόεντες ἀπέπτυον ὕδατος ὁλκοί·
καὶ ῥόδον ἐβλάστησε, καὶ ὑψόθεν, ὡς ἐνὶ κήπῳ,
155
ἀφροτόκοι κενεῶνες ἐφοινίσσοντο θαλάσσης,
καὶ κρίνον ἐν ῥοθίοις ἀμαρύσσετο. δερκομένων δὲ
ψευδομένους λειμῶνας ἐβακχεύθησαν ὀπωπαί,
καί σφιν ὄρος βαθύδενδρον ἐφαίνετο καὶ νομὸς ὕλης
καὶ χορὸς ἀγρονόμων καὶ πώεα μηλοβοτήρων,
160
καὶ κτύπον ὠίσαντο λιγυφθόγγοιο νομῆος
ποιμενίῃ σύριγγι μελιζομένοιο νοῆσαι,
καὶ λιγυρῶν ἀίοντες ἐυτρήτων μέλος αὐλῶν
μεσσατίου πλώοντες ἀτέρμονος ὑψόθι πόντου
γαῖαν ἰδεῖν ἐδόκησαν· ἀμερσινόῳ δʼ ὑπὸ λύσσῃ
165
εἰς βυθὸν ἀίσσοντες ἐπωρχήσαντο γαλήνῃ,
ποντοπόροι δελφῖνες· ἀμειβομένου δὲ προσώπου
εἰς φύσιν ἰχθυόεσσαν ἐμορφώθη γένος ἀνδρῶν.
καὶ σύ, τέκος, δολόεντα χόλον πεφύλαξο Λυαίου.
ἀλλʼ ἐρέεις·
μεθέπω δέμας ἄλκιμον, ἀμφιέπω δὲ
170
φρικτὸν ὀδοντοφύτων αὐτόσπορον αἷμα Γιγάντων.
δαιμονίην φύγε χεῖρα Γιγαντοφόνου Διονύσου,
ὅς ποτε Τυρσηνοῖο παρὰ κρηπῖδα Πελώρου
Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν Ἀρούρης,
μαρνάμενον σκοπέλοισι καὶ αἰχμάζοντα κολώναις·
175
μαινομένου δὲ Γίγαντος ὑποπτήσσων στίχα λαιμῶν
οὐ τότε κεῖνο κάρηνον ὁδοιπόρος ἔστιχε πέτρης·
εἰ δέ τις ἀγνώσσων ἀβάτῳ πεφόρητο κελεύθῳ
μαστίζων θρασὺν ἵππον, ὑπὲρ σκοπέλοιο νοήσας
χερσὶ πολυσπερέεσσι περίπλοκον υἱὸς Ἀρούρης
180
ἡνίοχον καὶ πῶλον ἑῷ τυμβεύσατο λαιμῷ.
πολλάκι δʼ εὐδένδροιο διʼ οὔρεος εἰς νομὸν ἕλκων
μῆλα μεσημβρίζοντα γέρων δαιτρεύετο ποιμήν.
οὐ τότε δʼ αἰπολίοισι παρήμενος ἢ παρὰ μάνδραις
συμφερτοῖς δονάκεσσι μελίζετο μουσοπόλος Πάν,
185
οὐ κτύπον ὑστερόφωνος ἀμείβετο πηκτίδος Ἠχώ·
ἀλλά, λάλον περ ἐοῦσαν, ἐθήμονι σύνθροον αὐλῷ
Πανὸς ἀσιγήτοιο κατεσφρηγίσσατο σιγή,
ὅττι Γίγας τότε πᾶσιν ἐπέχραεν· οὐ τότε βούτης,
οὐ χορὸς ὑλοτόμων τις ὁμήλικας ἤκαχε Νύμφας
190
τέμνων νήια δοῦρα, καὶ οὐ σοφὸς ὁλκάδα τέκτων
δουροπαγὲς γόμφωσεν ὁδοιπόρον ἅρμα θαλάσσης,
εἰσόκε κεῖνα κάρηνα παρέστιχε Βάκχος ὁδεύων,
σείων Εὔια θύρσα· παρερχομένῳ δὲ Λυαίῳ
ὑψινεφὴς περίμετρος ἐπέχραεν υἱὸς Ἀρούρης,
195
ἀσπίδα πετρήεσσαν ἑοῖς ὤμοισιν ἀείρων·
καὶ σκόπελον βέλος εἶχεν, ἐπεσκίρτησε δὲ Βάκχῳ
γείτονα δενδρήεσσαν ἔχων ὑψίδρομον αἰχμήν,
ἢ πίτυν ἢ πλατάνιστον ἀκοντίζων Διονύσῳ.
ὡς ῥόπαλον πίτυν εἶχε, καὶ ὡς θοὸν ἆορ ἑλίσσων
200
πρυμνόθεν αὐτόρριζον ἐκούφισε θάμνον ἐλαίης.
ἀλλʼ ὅτε τηλεβόλους ὀρέων ἐκένωσε κολώνας,
καὶ σκιερῆς βαθύδενδρος ἐγυμνώθη ῥάχις ὕλης,
θυρσομανὴς τότε Βάκχος ἑὸν βέλος ἠθάδι ῥοίζῳ
εἰς σκοπὸν ἠκόντιζε, καὶ ἠλιβάτου τύχεν Ἄλπου
205
εἰς πλατὺν ἀνθερεῶνα, κατʼ ἀσφαράγοιο δὲ μέσσου
ὀξυτενὴς χλοάουσα διέσσυτο Βακχιὰς αἰχμή·
ἔνθα Γίγας ὀλίγῳ τετορημένος ὀξέι θύρσῳ
ἡμιθανὴς κεκύλιστο καὶ ἔμπεσε γείτονι πόντῳ,
πλησάμενος βαθύκολπον ὅλον κενεῶνα θαλάσσης·
210
ὑψώσας δὲ ῥέεθρα Τυφαονίης διὰ πέτρης
θερμὰ κασιγνήτοιο κατέκλυσε νῶτα χαμευνῆς,
ἔμπυρον ὑδατόεντι καταψύχων δέμας ὁλκῷ.
ἀλλά, τέκος, πεφύλαξο, μὴ εἴκελα καὶ σὺ νοήσῃς,
Τυρσηνῶν ἅτε παῖδες, ἅτε θρασὺς υἱὸς Ἀρούρης.
215
εἶπε καὶ οὐ παρέπεισεν· ἀταρβήτῳ δὲ πεδίλῳ
εἰς ὄρος ὑψικάρηνον ὁμόσσυτος ἤιε Κάδμῳ,
ὄφρα χοροῦ ψαύσειε. σιδηροφόροις δὲ μαχηταῖς
ἀσπίδα κουφίζων κορυθαιόλος ἴαχε Πενθεύς·
Δμῶες ἐμοί, στείχοντες ἐν ἄστεϊ καὶ μέσον ὕλης
220
ἄξατέ μοι βαρύδεσμον ἀνάλκιδα τοῦτον ἀλήτην,
ὄφρα τυπεὶς Πενθῆος ἀμοιβαίῃσιν ἱμάσθλαις
μηκέτι φαρμακόεντι ποτῷ θέλξειε γυναῖκας,
ἀλλὰ γόνυ κλίνειεν· ἀπὸ σκοπέλων δὲ καὶ αὐτὴν
μητέρα βακχευθεῖσαν ἐμὴν φιλότεκνον Ἀγαύην
225
φοιτάδος ἀγρύπνοιο μεταστήσασθε χορείης,
λυσσαλέης ἐρύσαντες ἀνάμπυκα βότρυν ἐθείρης.
ὣς φαμένου Πενθῆος ὀπάονες ὠκέι ταρσῷ
ἔδραμον ὑψικόμοιο δυσέμβατον εἰς ῥάχιν ὕλης
ἴχνια μαστεύοντες ὀριπλανέος Διονύσου.
230
καὶ μόγις ἀθρήσαντες ἐρημάδος ἀγχόθι πέτρης
θυρσομανῆ Διόνυσον ἐπερρώσαντο μαχηταί·
καὶ παλάμαις Βρομίοιο πέριξ ἔσφιγξαν ἱμάντας,
δεσμὰ βαλεῖν ἐθέλοντες ἀνικήτῳ Διονύσῳ·
ἀλλʼ ὁ μὲν ἦεν ἄφαντος, ἑῷ πτερόεντι πεδίλῳ
235
ἀίξας ἀκίχητος, ἐν ἀφθόγγῳ δὲ σιωπῇ
δαιμονίῃ θεράποντες ἐδουλώθησαν ἀνάγκῃ,
μῆνιν ἀλυσκάζοντες ἀθηήτοιο Λυαίου
ταρβαλέοι. καὶ Βάκχος ὁμοίιος ἀσπιδιώτῃ
ἄζυγα ταῦρον ἔχων ἐδράξατο χειρὶ κεραίης,
240
ὡς θεράπων Πενθῆος ἀπειλείων Διονύσῳ
ψευδομένῳ κερόεντι, καὶ ὡς κοτέοντι προσώπῳ
Πενθέος ἐγγὺς ἵκανε μεμηνότος, ἑζομένου δὲ
λυσσαλέου βασιλῆος ἀγήνορα κόμπον ἀθύρων
φρικαλέην ἀγέλαστος ἐπίκλοπον ἴαχε φωνήν·
245
Οὗτος ἀνήρ, σκηπτοῦχε, τεὴν οἴστρησεν Ἀγαύην·
οὗτος ἀνὴρ ἐθέλει βασιληίδα Πενθέος ἕδρην·
ἀλλὰ λαβὼν κερόεντα δολόφρονα Βάκχον ἀλήτην
δῆσον ἀλυκτοπέδῃσι τεῶν μνηστῆρα θοώκων,
καὶ κεφαλὴν πεφύλαξο βοοκραίρου Διονύσου,
250
μή σε λαβὼν πλήξειε τανυγλώχινι κεραίῃ.
ὣς φαμένου Βρομίοιο κατάσχετος ἔμφρονι λύσσῃ
μῦθον ἀπειλητῆρα θεημάχος ἴαχε Πενθεύς·
Δήσατε, δήσατε τοῦτον, ἐμῶν συλήτορα θώκων·
οὗτος ἐμοῖς σκήπτροισι κορύσσεται, οὗτος ἱκάνει
255
Καδμείην ἐθέλων Σεμέλης πατρώιον ἕδρην.
καλὸν ἐμοὶ Διόνυσον, ὃν ἤροσε λάθριος εὐνή,
ἀνδροφυῆ τινα ταῦρον ἔχειν ξυνήονα τιμῆς,
βουκεράῳ νόθον εἶδος ἐπαυγάζοντα μετώπῳ,
ὃν μετὰ Πασιφάην Σεμέλη τάχα γείνατο ταύρῳ,
260
βοσκομένῳ κερόεντι συναπτομένη παρακοίτη.
εἶπε καὶ ἀγραύλοιο πόδας ταύροιο πιέζων
σφίγξεν ἀλυκτοπέδῃσι λαβὼν δέ μιν ἀντὶ Λυαίου
ἤγαγεν ἱππείης πεπεδημένον ἐγγύθι φάτνης,
ὡς Σεμέλης θρασὺν υἷα καὶ οὔ τινα ταῦρον ἐέργων
265
Βασσαρίδων δὲ φάλαγγα περίπλοκον ἅμματι χειρῶν
δέσμιον εὐρώεντι κατεσφρήγισσε μελάθρῳ,
εἰς γλαφυρόν τινα κοῖλον ἀτερπέος οἶκον ἀνάγκης,
Κιμμερίων μίμημα δυσέκβατον, ἄμμορον Ἠοῦς,
ἀμφιπόλους Βρομίου θιασώδεας, ὣν ὑπὸ δεσμῷ
270
θλιβομέναις παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες,
χαλκείη δὲ πόδεσσιν ἐπεσφρηγίζετο σειρή.
ἀλλὰ ταχυστροφάλιγγος ὅτε δρόμος ἦλθε χορείης,
μαινάδες ὠρχήσαντο· θυελλήεσσα δὲ Βάκχη
ἄστατα δινηθεῖσα ποδῶν βητάρμονι παλμῷ
275
ἀρραγέων ἀνέκοπτε παλίλλυτον ὁλκὸν ἱμάντων,
καὶ παλάμαις κροτάλιζεν ἐλεύθερον Εὔιον ἠχὼ
εὐρύθμοις πατάγοισιν· ὑπὸ στροφάλιγγι δὲ ταρσῶν
χαλκοβαρὴς σφριγόωσα ποδῶν ἐσχίζετο σειρή.
καὶ δόμον ἀχλυόεντα θεόσσυτος ἔστεφεν αἴγλη
280
Βασσαρίδων ζοφεροῖο καταστάζουσα μελάθρου·
καὶ σκοτίου πυλεῶνες ἀνεπτύσσοντο βερέθρου
αὐτόματοι· τρομερῷ δὲ τεθηπότες ἅλματι ταρσῶν
Βασσαρίδων βρύχημα καὶ ἄγριον ἀφρὸν ὀδόντων
εἰς φόβον ἠπείγοντο φυλάκτορες. αἱ δὲ φυγοῦσαι
285
νόστιμον ἴχνος ἔκαμψαν ἐρημάδος εἰς ῥάχιν ὕλης,
ὧν ἡ μὲν βοέην ἀγέλην δαιτρεύσατο θύρσῳ
1
ῥινοτόρῳ, καὶ χεῖρας ἑὰς ἐμιήνατο λύθρῳ
ταυρείην ὀνύχεσσι διασχίζουσα καλύπτρην
τρηχαλέην, ἑτέρη δὲ δαφοινήεντι κορύμβῳ
290
εἰροπόκων ἄρρηκτα διέτμαγε πώεα μήλων,
ἄλλη δʼ αἶγας ἔπεφνεν· ἐφοινίσσοντο δὲ λύθρου
αἱμαλέαις λιβάδεσσι δαϊζομένης ἀπὸ ποίμνης.
ἄλλη δὲ τριέτηρον ἀφαρπάξασα τοκῆος
ἄτρομον ἀστυφέλικτον ἀδέσμιον ὑψόθεν ὤμων
295
ἵστατο κουφίζουσα μεμηλότα παῖδα θυέλλαις,
ἑζόμενον γελόωντα καὶ οὐ πίπτοντα κονίῃ·
καὶ γλάγος ᾔτεε κοῦρος, ἑὴν ἅτε μητέρα, Βάκχην,
στήθεα δʼ ἀμφαφάασκεν· ἀνυμφεύτοιο δὲ κούρης
αὐτομάτην γλαγόεσσαν ἀνέβλυον ἰκμάδα μαζοί.
300
παιδὶ δὲ πειναλέῳ λασίους πετάσασα χιτῶνας
χείλεσι νηπιάχοισι νεόρρυτον ὤρεγε θηλήν,
παρθενικὴ δʼ ἐκόρεσσεν ἀήθεϊ κοῦρον ἐέρσῃ·
πολλαὶ δʼ ἀρτιτόκοιο μετοχλισθέντα τεκούσης
τέκνα δασυστέρνοιο τιθηνήσαντο λεαίνης.
305
ἄλλη δίψιον οὖδας ἐπέκτυπεν ὀξέι θύρσῳ
ἄκρον ὄρος πλήξασα νεοσχιδές· αὐτοτελῆ δὲ
οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,
λειβομένου δὲ γάλακτος ἀρασσομένης ἀπὸ πέτρης
πίδακες αὐτοχύτοισιν ἐλευκαίνοντο ῥεέθροις.
310
ἄλλη ῥῖψε δράκοντα κατὰ δρυός· ἀμφὶ δὲ δένδρῳ
σπεῖραν ὄφις κύκλωσε, καὶ ἔπλετο κισσὸς ἀλήτης
πρέμνον ἑλισσομένῳ σκολιῷ μιτρούμενος ὁλκῷ,
ἀμφελελιζομένων μιμούμενος ἅμμα δρακόντων.
καὶ Σάτυρος πεφόρητο σεσηρότα θῆρα κομίζων
315
τίγριν ἀπειλητῆρα καθήμενον ὑψόθι νώτου,
ἄγριον ἦθος ἔχοντα καὶ οὐ ψαύοντα φορῆος·
καὶ συὸς ἄκρα γένεια γέρων Σειληνὸς ἐρύσσας
κάρχαρον ἠκόντιζεν ἐς ἠέρα κάπρον ἀθύρων·
ἄλλος ἀελλήεντι ποδῶν ἐπιβήτορι παλμῷ
320
εἰς λοφιὴν ἀκίχητος ἐπῃώρητο καμήλου·
καί τις ὑπὲρ νώτοιο θορὼν ἐποχήσατο ταύρῳ.
καὶ τὰ μὲν ἐν σκοπέλοισι· λυροδμήτῳ δʼ ἐνί Θήβῃ
θαύματα ποικίλα Βάκχος ἐδείκνυε πᾶσι πολίταις·
καὶ σφαλεροῖσι πόδεσσιν ἐβακχεύοντο γυναῖκες
325
χείλεσιν ἀφροκόμοισιν· ὅλη δʼ ἐλελίζετο Θήβη,
καὶ φλογεροὺς σπινθῆρας ἀπηκόντιζον ἀγυιαί·
σείετο πάντα θέμεθλα, καὶ ὡς βοέων ἀπὸ λαιμῶν
ἀκλινέες πυλεῶνες ἐμυκήσαντο μελάθρων·
καὶ δόμος ἀστυφέλικτος ἀναβρομέεσκε κυδοιμῷ
330
λαϊνέῃ σάλπιγγι χέων αὐτόσσυτον ἠχώ.
οὐδὲ χόλου Διόνυσος ἐπαύσατο· δαιμονίην δὲ
φθογγὴν ἠερόφοιτον ἐς ἑπταπόρων ἴτυν ἄστρων,
λυσσήεις ἅτε ταῦρος, ἑῷ μυκήσατο λαιμῷ·
καὶ κλονέων Πενθῆα μεμηνότα μάρτυρι πυρσῷ
335
μαρμαρυγῆς ἔπλησεν ὅλον δόμον· ἀμφὶ δὲ τοίχους
ἀντιπόρους σελάγιζε πολυσχιδὲς ἁλλόμενον πῦρ
δαιομένῳ σπινθῆρι κατάσσυτον, ἀμφὶ δὲ πέπλοις
πορφυρέοις καὶ στέρνον ἁλιχλαίνου βασιλῆος
πυρσὸς ἕλιξ πεφόρητο, καὶ οὐκ ἔφλεξε χιτῶνας·
340
κεκριμέναις δʼ ἀκτῖσιν ἀποσπάδες ἅλματι θερμῷ
ἐκ ποδὸς εἰς μέσα νῶτα, διʼ ἰξύος εἰς ῥάχιν ἄκρην
Πενθέος ἀμφὶ τένοντα μετήλυδες ἔτρεχον αὐγαί·
πολλάκι δʼ αὐτοπόροιο πυρὸς βητάρμονι παλμῷ
γηγενέος βασιλῆος ἐυστρώτων ἐπὶ λέκτρων
345
ἀφλεγέας σπινθῆρας ἀπέπτυε θέσκελος αἴγλη.
καὶ σέλας αὐτοέλικτον ἰδὼν βρυχήσατο Πενθεύς,
κέκλετο δὲ δμώεσσιν ἄγειν ἀλκτήριον ὕδωρ,
ὄφρα κατασβέσσωσιν ἀναπτομένην φλόγα πυρσοῦ
δῶμα περιρραίνοντες ἀλεξικάκοισι ῥεέθροις·
350
καὶ γλαφυρῶν γυάλων ἐφάνη γυμνούμενον ὕδωρ,
καί, μεγάλη περ ἐοῦσα, ῥόον τερσαίνετο πηγὴ
ἄγγεσι νηρίθμοισιν ἀφυσσομένου ποταμοῖο.
καὶ πόνος ἀχρήιστος ἔην καὶ ἐτώσιον ὕδωρ.
καὶ διεραῖς λιβάδεσσιν ἀέξετο βαλλόμενον πῦρ
355
θερμοτέραις ἀκτῖσι· καὶ ὡς πολέων ἀπὸ ταύρων
μυκηθμοῦ κελάδοντος ὑπωροφίη πέλεν ἠχώ,
βρονταῖς δʼ ἐνδομύχοισιν ἐπέκτυπε Πενθέος αὐλή.