<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι-
κῶν τόμος ιζ΄.
αὐτοῖς καὶ τὰ ἑξῆς
εως του· καὶ τῇ τρίτη ἡμέρᾳ ἀναστήσεται (20, 17 — 19). τὰ δὲ ἰσοδυναμοῦντα
τούτοις καὶ παρὰ τῷ Μάρκῳ ἀναγέγραπται τοῦτον τὸν τρόπον· »ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ‘Ιεροσόλυμα, καὶ 1 2 3 ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται«. καὶ ὁ Λουκᾶς δὲ δόξει τούτοις συνᾴδειν γράψας·
»παραλαβὼν δὲ τοὺς δεκαδύο εἶπε πρὸς αὐτοὺς« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα«.
ἐμιμήσατο, καὶ εἰπών· »μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ«, ἰδὼν Χριστὸν ὁμόσε τοῖς προφανέσι κινδύνοις χωροῦντα καὶ 〈προθύμως〉
ἀναβαίνοντα εἰς Ἱεροσόλυμα μετὰ τοῦ προεγνωκέναι ὅτι παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ κατακριθήσεται θανάτῳ
καὶ τὰ ἑξῆς, τὸ παραπλήσιον πεποίηκεν. ὁ μὲν γὰρ Ἄγαβος λαβὼν αὐτοῦ »τὴν
ζώνην«, δήσας ἑαυτὸν χειρῶν καὶ ποδῶν ἔλεγε· »τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τὸν ἄωδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτω δήσουσιν« ἀπελθόντα εἰς »Ἱεροσόλυμα«.
μαθὼν δὲ ταῦτα ὁ Παῦλος, ὡς τὸν διδάσκαλον μιμούμενος ἀνέβαινε προθύμως εἰς τὰ Ἱεροσόλυμα. 4 5 παθὸ)ν δέ τι ἀνθρώπινον ὑπὸ τῶν διὰ τὴν πρὸς αὐτὸν ἀγάπην κλαιόντων καὶ κωλυόντων »αὐτὸν ἀναβαίνειν εἰς ‘Ιεροσόλυμα« εἶπε· »τί
ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι εἰς ‘Ιεροσόλυμα γενόμενος ἑτοίμως ἔχω, ἀλλὰ καὶ ἀποθανεῖν
ὑπέρ τοῦ ὀνόματος τοῦ κυρίου μου Ἰησοῦ«. ταῦτ’ οὖν κατανοοῦντες, ἔστιν ὅτε καὶ γινώσκοντες ἐπικειμενους επιπονους πειρασμους, ομοσε αὐτοῖς 〈ἡμεῖς αὐτοὶ> κατὰ τὸ
χωρήσωμεν, λαβόντες παράδειγμα τῶν τοιούτων προηγουμένως μέν τὸν σωτῆρα, μετὰ δέ τοῦτον καὶ τὸν ἀπόστολον αὐτοῦ. μὴ νομίσῃς δὲ ἐναντιοῦσθαι ταῦτα καὶ τὰ ἐπ
αὐτοῖς ὑφ’ ἡμῶν εἰρημένα τῷ »ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν«
καὶ τοῖς ἑξῆς, καὶ τῷ τὸν Ἰησοῦν ἀκούσαντα »ὅτι Ἰωάννης παρεδόθη« εἰς φυλακὴν ἀνακεχωρηκέναι. φαμὲν γὰρ ὅτι οὔτε πάντοτε καθήκει ἐκκλίνειν
τοὺς κινδύνους οὔτε ἀεὶ ὁμόσε χωρεῖν πρὸς αὐτούς · σοφοῦ δέ τινος ἐν Χριστῷ Χρεία εἰς τὸ δοκιμάζειν, 6 7 8 ποῖος μὲν ἀπαιτεῖ καιρὸς ἀναχώρησιν, ποῖος δέ τὴν εἰς τὸν ἀγῶνα προθυμίαν χωρὶς ἀναχωρήσεως καὶ πολλῷ πλέον
χωρὶς φυγῆς. καὶ ταῦτα μὲν κατὰ τὸ βούλημα τῆς ἐκκειμένης γραφῆς λελέχθω εἰς προτροπὴν τὴν περὶ τοῦ <ποτε> θανάτου κινδύνων καταφρονεῖν.
ἦν, καὶ τὸν Ἰούδαν παρέλαβε κατ᾿ ἰδίαν· ἔτι γὰρ γὰρ εἰκὸς) ἄξιος ἦν τοῦ μετὰ τῶν λοιπῶν ἕνδεκα παραλαμβάνεσθαι κοτ’ ἰδίαν.
καὶ ὅτε ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς τὸ ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα καὶ τὰ ἑξῆς, δηλονότι καὶ τοῦτον ἔκρινεν ἕνα εἶναι τῶν ἀκουόντων ἃ πείσεται ὁ διδάσκαλος,
οὐκ ἀπογινώσκων ὅτι ἔτι Ἰούδας ἠγνόει ἃ ποιήσει, ὡς ἕκαστος ἡμῶν καὶ γὰρ πᾶσιν ἡμῖν λέλεκται· »μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα«) · οὔπω
γὰρ οἶμοι) βεβλήκει ὁ διάβολος »εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἶνα παραδῷ« τὸν Ἰησοῦν. 9 10 11 καὶ ἐπεὶ τὸ κατὰ Ματθαῖον πρόκειται νῦν ἐξετάζειν, ἐπιμελέστερον ὁ δυνάμενος ἀρχῆθεν τοῦ εὐαγγελίου ἐπιστῆσαι τοῖς μέχρι τῶν
προκειμένων ζητησάτω μήποτε οὐδέπω Ἰούδας κατηγόρηται ὑπὸ τοῦ Ματθαίου, ἀλλὰ μόνον ἐν τῷ καταλόγῳ τῶν δώδεκα εἶπε τὸ > Ἰούδας Σίμωνος Ἰσκαριώτου,
ὃς καὶ παρέδωκεν αὐτόν«. πλείονα δὲ εἰς κατασκευὴν τοῦ καὶ Ἰούδαν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις πρότερον γεγονέναι λέλεκται ἡμῖν, ἡνίκα ἐξητάζομεν τὸ
τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων« τὰ ἀναγεγραμμένα. συγκριτέον δὴ τὰ ἐνταῦθα λελεγμένα τοῖς ἀνωτέρω παραπλησίως ἀναγεγραμ-
μένοις · ἐπείπερ ἐκεῖ μέν ἐπὶ τοῖς τοιούτοις λόγοις προφητευομένοις ὑπὸ τοῦ σωτῆρος προσλαβόμενος αὐτὸν ὁ Πέτρος
ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων · ἴλεώς σοι, κυριε· ου μη εσται σοι τουτο«, ἐνταῦθα δὲ οὐδὲν ἀνεγράφησαν οἱ μαθηταὶ εἰρηκότες ἢ πεποιηκότες ἐπὶ τοῖς περὶ τῶν ἀπαντησομένων
σκυθρωποτέρων ἀπηγγελμένοις. καὶ 12 13 14 οἶμαι ὅτι διὰ τοῦτο ἐσιώπησαν νῦν οἱ μαθηταί, ἐπείπερ ἐν τοῖς ἀνωτέρω, ὅτε »προσλαβόμενος« τὸν Ἰησοῦν »ὁ Πέτρος ἤρξατο αὐτῷ ἐπιτιμᾶν
λέγων· ἵλεώς σοι, κύρις· οὐ μὴ ἔσται σοι τοῦτο«, »στραφεὶς« ὁ Ἰησοῦς »εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ·
σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων«. εἰκὸς οὖν αὐτοὺς μεμνημένους τῶν πρὸς τὸν Πέτρον λελεγμένων πεφυλάχθαι ταὐτὰ ἢ καὶ χείρονα
ἀκοῦσαι ἀπὸ τοῦ διδασκάλου.
ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός« καὶ τὰ ἑξῆς
ἕως τοῦ »καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι«. ἐπὶ τούτοις γὰρ εἴρηται τὸ »καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος«
καὶ τὰ ἑξῆς. ἔτι δὲ ἀνωτέρω μὲν εἴρηται »ἀποκτανθῆναι« μέλλειν τὸν σωτῆρα· ἐνταῦθα δὲ <καὶ> τὸ εἶδος τῆς ἀναιρέσεως γέγραπται, τὸ σταυρωθῆναι. 15 16 17 ἕως μὲν οὖν Ἰησοῦς οὐ παρεδίδοτο ἐν Ἱεροσολύμοις τοῖς ἀρχιερεῦσι
καὶ γραμματεῦσιν οὐδέ κατεκρίνετο θανάτῳ οὐδὲ ἐνεπαίζετο ἢ ἐμαστιγοῦτο ἢ ἐσταυροῦτο, Ἱεροσόλυμα συνειστήκει καὶ τό καλούμενον ἁγίασμα οὐ κατεβάλλετο.
ὅτε δέ ταῦτα τῷ Ἰησοῦ ποιῆσαι τετολμήκασι, τότε οἱ παραδόντες αὐτὸν ἐγκατελείφθησαν καὶ οἱ ἀρ- Χιερεῖς τοῦ εἶναι ἀρχιερεῖς ἐπαύσαντο ὡς
μηδὲ μετ’ αὐτοὺς εἶναι ἀρχιερεῖς, τότε δὲ καὶ οἱ κατακρίναντες τὸν Ἰησοῦν θανάτῳ γραμματεῖς πωρωθέντες τὴν διάνοιαν καὶ τυφλωθέντες τὸν λογισμὸν
οὐκ ἔβλεπον τὸ βούλημα τῶν ἁγίων γραμμάτων. καὶ πάντες ἐκεῖνοι <οἱ> τὸν Ἰησοῦν θανάτῳ παρεδόθησαν τῷ ἐχθρῷ Χριστοῦ
θανάτῳ, καὶ ἀμπαίξαντες τῷ Ἰησοῦ εἰς ἐμπαιγμὸν γεγόνασι κυκλωθείσης »ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ« ὅτε καὶ »ἤγγισεν ἡ ἐφήμωσις αὐτῆς«, ἀλλὰ καὶ τὸν Ἰησοῦν
μαστιγώσαντες αὐτοὶ ἐμαστιγώθησαν καὶ μαστιγοῦνται ἕως »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«· ὁ γὰρ »βάλλων λίθον εἰς ὕφος ἐπὶ 18 19 20 τὴν κεφαλὴν αὐτοῦ βάλλει«. καὶ πάντα ταῦτα γεγένηται, ἵν' ἐκείνων μὲν ἀποστῇ ἡ ἐπισκοπή, ἐπὶ δέ τοὺς ἀπὸ τῶν ἐθνῶν μεταστῇ, σῳζομένους
ἅμα τῷ »κατ' ἀκλογὴν« λείμματι· »εἰ μὴ« γὰρ »κύριος Σαβαὼθ ἐγκατέλιπεν« αὐτοῖς »σπέρμα, ὡς Σόδομα ἄν« ἐγενήθησαν, »καὶ ὡς Γόμορρα ἂν« ὡμοιώθησαν. ἐγὼ
δ’ οἶμαι ὅτι ὥσπερ <ἡ> »ὑποδείγματι καὶ σκιᾷ« λατρεία πάλαι ἐπιτελουμένη »τῶν ἐπουρανίων« κατελύθη διὰ τὰ ἐπουράνια καὶ ἐλθόντος <τοῦ> ἀληθινοῦ ἀρχιερέως ὁ συμβολικὸς
ἀρχιερεὺς ἐπαύσατο καὶ τῶν ἀληθινῶν ὑπέρ ἁμαρτιῶν θυσιῶν ἐπιτελουμένων αἱ συμβολικαὶ <θυσίαι> καθῃρέθησαν, οὕτως ὅτε ἡ ἀληθινὴ Ἱερουσαλὴμ τὸν Ἰησοῦν
ἐδέξατο ἀναβάντα ἐπὶ τὸ ὑποζύγιον ἑαυτοῦ σῶμα (ἐφ’ ᾧ καὶ ἔχαιρε σφόδρα θυγάτηρ Σιὼν καὶ ἐκήρυσσεν ἡ θυγάτηρ τῆς ἄνω Ἱερουσαλήμ), τότε καθῃρέθη Ἱερουσαλὴμ
ἡ σκιὰ καὶ καταπέπτωκεν ὁ ναὸς ὁ ἐκ νεκρῶν λίθων διὰ τὸν ἐκ ζώντων λίθων ναὸν <ἐγερθησόμενον> κατεσκάφη δὲ καὶ τὸ κάτω θυσιαστήριον, ἐπείπερ ἐχρημάτισε
τὸ ἐπουράνιον, τὰ ἐγκαίνια αὐτοῦ Ἰησοῦ ἐν τῇ ἀληθινῇ λατρείᾳ ποιήσαντος. 21 22 23 Εἰ δὲ κατά τι τῶν σημαινομένων οἱ ἄνθρωποι ἡ πόλις εἰσί, καὶ νῦν ἐν Ἰεροσολύμοις (οὕτω δὲ τοὺς ἔχοντας τὰς ἀλπίδας ἐπὶ τὸν ἐπὶ γῆς τόπον) Παραδίδοται ὁ Ἰησοῦς τοῖς ἐπαγγελλομένοις τὴν τοῦ θεοῦ
θεραπείαν Ἰουδαίοις, καὶ > ὡσπερεὶ ἀρχιερεῖς τυγχάνοντες καὶ οἱ τὰ θεῖα γράμματα αὐχοῦντες διηγεῖσθαι γραμματεῖς κατακρίνουσι δανάτῳ τὸν Ἰησοῦν δι’ ὧν κακῶς λέγουσιν
γουσιν αὐτόν, καὶ οὐκ ἔστιν ὅτε οὐ παραδιδόασι τοῖς ἔθνεσιν Ἰησοῦν ἐμπαίζοντες αὑτῷ καὶ τῇ διδασκαλίᾳ αὐτοῦ παρ’ αὐτοῖς, καὶ ἀεὶ ταῖς γλώσσαις αὐτῶν μαστιγοῦσι
τὴν διὰ Ἰησοῦ Χριστοῦ θεοσέβειαν. καὶ αὐτοὶ μὲν αὐτὸν σταυροῦσι δι ὧν ἀναθεματίζουσι καὶ ἀναιρεῖν θέλουσι τὴν διδασκαλίαν αὐτοῦ. ὁ δὲ
κρείττων αὐτῶν <πάντων> ἀλίγον διαλιπὼν ἐγείρεται καὶ ζῶν τοῖς 〈ἔθνεσι τοῖς> εἰδηφόσι βλέπειν φαίνεται.
νῦν γὰρ »τίς τυφλὸς ὡς ‘Ησαΐας ἐκ προσώπου τοῦ θεοῦ φησιν) <ἀλλ᾿> ἢ οἱ παῖδές μου, κοὶ τίνες κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν«; 24 25 26 φησὶ γὰρ μετὰ μεγάλου καὶ προφητικοῦ ἤθους καὶ πνεύματος· »οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέματε ἰδεῖν. καὶ τίς
τυφλὸς ἀλλ' ἢ οἱ παῖδές μου, καὶ τίνες κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ«· ἦλθε γὰρ Ἰησοῦς »εἰς κρίμα εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ
μὴ βλέποντες εἰσὶ δ’ οὗτοι τὰ ἔθνη) βλέπωσι καὶ οἱ βλέποντες ὁ Ἰσραὴλ) ἐκεῖνοι τυφλοὶ γένωνται«. τηλικούτου γοῦν φωτὸς ἀληθινοῦ ἀνατείλαντος καὶ δεικνύντος τοῦ
λόγου αὑτὸν καὶ φάσκοντος · »ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ«, οὐκ εἶδον τὸ φῶς, ἐπεὶ ἐτύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ«, καὶ παράδοξον γεγένηται
τῷ λαῷ ἐκείνῳ καὶ τοῖς ἔθνεσι. λύχνον μέν γὰρ ἕκαστον τῶν προφητῶν τυγχάνοντα ἐώρα ὁ λαός, ἀνατείλαντα δὲ τὸν τῆς δικαιοσύνης ἥλιον οὐκ ἔγνωσαν· διὸ
καὶ εἴ τινα ἐδόκουν ἔχειν λύχνον, ἀφῃρέθη ἀπ’ αὐτῶν. »λαὸς« δέ ὁ τῶν ἐθνῶν »ὁ καθήμενος ἐν σκότει εἶδε φῶν«, οὐχ ὁποῖον ὁ Ἰσραὴλ μικρόν μικρὸν γὰρ φῶς ἕκαστος ἦν
τῶν προφητῶν), ἀλλὰ »λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα«, τὸν κύριον καὶ σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν, οὗ τὸ μέγεθος φαίνεται διατείνοντος »ἀπὸ πέρατος
τῆς λεγούσης προφητείας, »ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς« ἔσεσθαι »τὸ ὄρος τοῦ θεοῦ«· καὶ νῦν »πορεύονται ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη«, καὶ ἔστι τοῦτο Χριστὸς
Ἰησοῦς.
ἕως τοῦ |
ἀκούσαντες δὲ οἱ δέκα ἠγα
29 30 31 νάκτησαν περὶ τῶν δύο ἀδελφῶν (20, 20 — 24). τὸ δ᾿ ὅμοιον αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραφε τοῦτον τὸν τρόπον· »καὶ προσπορεύονται
αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου καὶ λέγουσιν αὐτῷ« καὶ τὰ ἑξῆς ἕως τοῦ »ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου«.
ἁπλουστέροις καὶ πάντη ἀκεραίοις καὶ βάθη θεοῦ καὶ τῶν γραφῶν αὐτοῦ μὴ ἐπισταμένοις ζητεῖν ἐμφαίνει ἁπλότητα ἀξιώσεώς 〈τινος〉
καὶ τῆς πρὸς αὐτὴν τοῦ Ἰησοῦ ἀποκρίσεως. τοῖς δὲ κἂν ἐπὶ ποσὸν δυναμένοις βασανίζειν προβλήματα
ὁ αὐτόθεν ἐμφαινόμενος νοῦς βραχύς ἐστι καὶ εὐτελὴς καὶ οὐδὲν ἔχων <μέγα>,
μάλιστα ὅτε Ἰησοῦς ἀποκρίνεται 32 33 34 ἁρμόζον αὐτοῦ τῇ μεγαλονοίᾳ. ὥσπερ γὰρ ἐπὶ κοσμικῆς βασιλείας έν προαγωγῇ δοκοῦσιν εἶναι οἱ συγκαθεζόμενοι τῷ βασιλεῖ ἐν τῇ
βασιλικῇ ἐσθῆτι καθεζομένῳ καὶ ὁτιποτοῦν τῶν τῆς βασιλικῆς πραγμάτων διέποντι οὕτω δόξει κατὰ τὴν λέξιν) φανταζομένη ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου
ἢ ὡς ὁ Μᾶρκος ἀνέγραψεν Ἰάκωβος καὶ Ἰωάννης) ἐξιοῦν ἀπὸ τοῦ σωτῆρος τὸ καθεσθῆναι τὸν μἐν ἕτερον ἐκ δεξιῶν αὐτοῦ ἐν τῇ βασιλείᾳ τυγχάνοντος,
τὸν δέ λοιπὸν ἐξ ἀριστερῶν. καὶ οὐδέν μέν ἦν παράδοξον, γυναῖκα <γυναικείας> ἀπὸ καὶ ἰδιωτείας τοιαῦτα νομίζειν <δεῖν> ἀξιοῦν. δεδόσθω δέ ὅτι καὶ οἱ δύο
ἀπόστολοι, ὡς ἄνθρωποι ἔτι ἀτελεῖς κοὶ μηδὲν νοοῦντες βαθύτερον περὶ τῆς βασιλείας Χριστοῦ, τοιαῦτα ὑπελάμβανον περὶ τῶν συγκαθεζομένων τῷ
Ἰησοῦ· ἐπὰν δὲ κοὶ ὁ Ἰησοῦς ὡς συγκατατιθέμενος τῷ μέγα εἶναι τὸ καθεσθῆναί τινα ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ ἐπαίρῃ τὴν ἀξίωσιν κοὶ λέγη· οὐκ οἴδατε τί
αἰτεῖσθε καὶ οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου, ζητήσοι τις ἃν συνετὸς δοκῶν εἶναι ἀκροατὴς τῆς γραφῆς, τί βούλεται τὸ 35 36 37 καθέζεσθαι ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων Ἰησοῦ ἐν τῇ βασιλεία αὐτοῦ.
γε περιεργότερον ἠμᾶς ταῦτα ζητεῖν συνακτέον τὰ περὶ καθίσεων ἀναγεγραμμένα θεοῦ ἢ τοῦ Χριστοῦ, ἵνα τῇ βασάνῳ τῶν εἰς τοῦτο συνγομένων
καὶ παραθέσει αὐτῶν πρὸς ἄλληλα ἀνατεῖλαι δυνηθῇ μέγεθός τι δόγματος ἀπὸ ἁπλουστέρου παραδείγματος ληφθέντος. οἷον ἐν μὲν τῇ τρίτη τῶν Βασιλειῶν γέγραπται
ὅτι »εἶπε Μιχαίας«· »εἶδον θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, κοὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων
αῦτοῦ« καὶ τὰ ἑξῆς· ἐν δέ τῇ δευτέρᾳ τῶν Παραλειπομένων ό αὐτὸς Μιχαίας φησὶ παραπλήσια τούτοις ἐν τῷ· »ἀκούσατε λόγον κυρίου. εἶδον κύριον
καθήμενον ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ« καὶ τὰ ἑξῆς. καὶ ἐν ‘Ησαΐᾳ δέ γέγραπται· »καὶ
ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίος ὁ βοσιλεὺς εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑφηλοῦ καὶ ἐπηρμένου« καὶ τὰ έξῆς. ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ τοιαῦτα γέγραπται·
»ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκά- 38 39 40 θητο« καὶ τὰ ἑξῆς. παραπλήσια τούτοις ἔστιν εὐρεῖν καὶ ἐν τῷ Ἰεζεκιὴλ κατὰ τὴν ἀρχὴν τῆς προφητείας αὐτοῦ, ὅτε φησίν · »ὑπεράνω
τοῦ στερεώματος τοῦ ὑπέρ κεφαλῆς αὐτῶν δῆλον δ’ ὅτι τῶν χερουβὶμ) ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα Πρόνου ἐπ' αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου
ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν«. ἐν δὲ τῶ ἑκατοστῶ ἐννάτω ψαλμῷ τὸ »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου · κάθου ἐκ δεξιῶν μου« ἐμφαίνει κάθισιν τοῦ πατρὸς
καὶ ἄλλην τοῦ σωτῆρος καθεζομενου ἐκ δεξιῶν αὐτοῦ. καὶ πόλιν ἐν ἄλλῳ ψαλμῷ εὐχόμενος ὁ προφήτης φησίν· ὁ καθήμενος ἐπὶ τῶν ερουβὶμ ἐμφάνηθι«, κοὶ πάλιν · ὁ θεὸς
κάθηται ἐπὶ θρόνου ἀγίου αὐτοῦ« εἰ δέ κοὶ ἀπὸ τῶν εὐαγγελίων παράδειγμα βούλει λαβεῖν, ἄκουε Ματδαίου ἀναγράφοντος τίνα τρόπον ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς· »ἀμήν
λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀλοκουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὂταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ« καὶ τᾶ ἑξῆς καί· »ἀπάρτι ὄψεσθε τὸν υἱὸν
τοῦ ἀνθρώπου 715 ἐκ καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως«]. καὶ ὁ Ματθαῖος <καὶ> ταῦτάφησιν· »ὂταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξη
καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως«. τὸ δὲ ἰσοδυναμοῦν αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραψεν ἐν τῷ καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ
ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ«, καὶ ὁ Λουκᾶς δὲ τὸ ὅμοιόν φησιν ἐν τῷ »ἀπὸ γὰρ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ
θεοῦ«.
βασιλείᾳ καθίσεως τοῦ Χριστοῦ καὶ τῶν ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ καθεδουμένων παραστῆσαι <καὶ> μυστικωτέραν ἲν' ἵν’ εὐλόγως ὑπὸ τῶν ἐπὶ rd θεῖα νοήματα
ἀναβαίνειν οἴων τε ὄντων ἐξετασθῆναι καὶ εὐρεθῆναί τι ἄξιον τοῦ ἀνακρίνοντος »πάντα« πνευματικοῦ καὶ »ὑπ' οὐδενὸς« ἀνακρινομένου, ἀνάλογον τοῖς τοῦ Παύλου περὶ
πνευματικῶν φωναῖς 〈καὶ περὶ> εὐαγγελικῶν ἐροῦντος. ὡς γὰρ Παῦλος κατὰ τὸν πενυματικὸν ἐκλαβὼν νόμον τὰ περὶ τοῦ μάννα καὶ τῆς 43 44 πέτρος καὶ τοῦ ἀπ' αύτῆς ὕδατός φησι · καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον
γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρος, ἡ δὲ Πέτρα ἦν ὁ Χριστός«, οὕτως εἴποι ἄν ὁ ἐπὶ τὴν πέτραν ταύτην ἑστὼς πνευματικος
καὶ ἐπὶ τούτῳ εύχαριστῶν τῷ θεῷ καὶ λέγων καὶ περὶ ἑαυτοῦ· »ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατεύθυνε t]a διαβήματά μου«, ὅτι πνευματική ἐστιν ἡ κάθισις θεοῦ ἐπὶ πνευματικοῦ θρόνου καὶ ἡ Χριστοῦ ὁμοίως, καὶ τὸ ἐκ δεξιῶν τῆς δυνάμεως«
καθέζεσθαι τὸν Χριστὸν πνευματικόν ἐστιν. οὐδὲν γὰρ κατὰ ταῦτα
δηλοῦται περὶ σωματικῆς καθίσεως, ἢν ὡρίσαντο ἑδρασμὸν εἶναι ἐπὶ τῶν ἰσχίων ἑδραζομένων ἐπί τινος ἒδρας)·
καὶ γὰρ γελοῖον διὰ τὸ σωματικῶς ταῦτα ὠνομάσθαι νομίζειν θρόνους τινὰς <σωματικῶς> εἶναι δεδημιουρ- 45 46 47 γημένους, οὐκ οἶδα ἐκ ποίας ὕλης, δεκτικοὺς τῆς καθίσεως τοῦ θεοῦ ἢ τοῦ Χριστοῦ ἢ τῶν καθεζομένων ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων
Χριστοῦ, οἶς ἡτοίμασε τὸ τοιοῦτον ὁ πατήρ. οὐκ οἶδα δὲ εἰ εὐαγές ἐστι σωματικὸν νομίζειν εἶναι τὸ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων« τοῦ θεοῦ ἑστηκέναι τὴν στρατιὰν τοῦ
οὐρανοῦ« σωματικῶς, ἢ πόλιν οἴεσθαι τοὺς μέν σῳζομένους καὶ ἐπαινουμένους ἐν τοῖς σωματικοῖς εἰναι δεξιοῖς τοῦ βασιλέο)ς ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς δέ ψεκτοῦς καὶ ἀπολουμένους
ἐν τοῖς ἀνάλογον τούτοις σωματικοις ευωνυμοις.
καταργηθείσης τῆς βασιλευούσης ἐν τοῖς θνητοῖς σώμασι τῶν ἀνθρώπων ἁμαρτίας καὶ πόσης τῆς ἀρχούσης τῶν πονηρῶν ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, τοῦτ' ἔστι
τὸ καθεσθῆναι αὐτὸν ἐπὶ θρόνου δόξης αὐτοῦ«· τὸ δὲ καὶ δεξιὰ <καὶ εὐώνυμα> ποιῆσαι ποιῆσαι πάντα τῷ θεῷ, ἴνα μηκέτι ᾖ σκαιόν τι πρὸς αυτον,
τοῦτ' ἔστι τὸ ἐσόμενον ἐν τοῖς ἐκ δεξιῶν τῆς δυνάμεως« ἐσομένοις, πρὸς παράδειγμα μέλλουσι βλέπειν τὸ ἐκ δεξιῶν τῆς δυνάμεως« 48 49 50
καθέζεσθαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ
Χριστοῦ τοῦ λόγου· οὓς άποκαθίστησιν ὁ θεὸς συνεργήσας αὐτοῖς καὶ ἑτοιμάσας τὸ ἐγγίζειν τῇ Χριστοῦ ὑπεροχῇ, ἵν’ ὁ μὲν προηγούμενος τῶν ἄλλων τῶν Χριστῷ>
ᾖ ἐκ δεξιῶν καὶ οἶον ἁπτόμενος αὐτοῦ καὶ κολλώμενος τοῖς τοῦ λόγου δεξιοῖς, ὁ δὲ ὑποδεέστερος ἐγγὺς τῶν ἀριστερῶν αὐτοῦ. δεξιὰ δὲ ὅρα εἰ δύνασαι νοῆσαι Χριστοῦ τὰ ἀόρατα ὀνομαζόμενα
κτίσματα, ἀριστερὰ δὲ τὰ ὁρατὰ κοὶ σωματικά. ἀλλὰ Χριστὸς μὲν πόντων βασιλεύει· ἤδη δέ τῶν ἐγγιζόντων αὐτῷ οἱ μέν κεκλήρωνται τὰ δεξιὰ καὶ νοητά, οἱ δέ τὰ
ἀριστερὰ καὶ αἰσθητά. καὶ μήποτε ἡ ἀληθινὴ μήτηρ τῶν υἱῶν Ζεβεδαίου οὓς ἐκάλεσε Βοανεργὲς ὁ σωτήρ, ὅ ἐστιν υἱοὺ βροντῆς«), ἡ βροντὴ <αὐτή>,
μεγάλα κρίνασα περὶ τῶν υἱῶν 51 52 53 αὑτῆς Ἰακώβου καὶ Ἰωάννου καὶ γὰρ ἦσαν μεγάλοι) καὶ ὑπολαβοῦσα αὐτοὺς τὰ πρωτεῖα δύνασθαι ἔχειν πορὰ πᾶσαν γεννητὴν φύσιν ὡς
χωρήσοντας τὴν μεγαλοφωνίαν αὐτῆς , προσελθοῦσα ἠξίου τὸν κύριον, ἶνα ἱδρύσῃ τὸν μὲν ἕτερον αὐτῶν ἐκ δεξιῶν, τὸν δ’ ἄλλον ἐξ εὐωνύ- μων. ὁ δὲ σωτὴρ διελέγχο)ν καὶ τὴν
τηλιγαύτην μεγαλόφωνον μητέρα τοῦ Ἰακώβου καὶ Ἰωάννου ὡς ἀγνοοῦσαν, τίνες οἱ ὑπερέχοντες καὶ ὅτι ἡ τηλικαύτη δωρεὰ χάρις ἐστὶ <μόνου> τοῦ ἐπὶ πᾶσι θεοῦ συμπνέον
τος κοὶ συνεργοῦντος καὶ ἱδρύοντος ἐν τῇ τοιαύτῃ ὑπεροχῇ, οὓς εἶδεν ἐπιτη- δείους, εἶπε τὸ οὐκ οἴδατε τί αἰτεῖσθε καὶ· τὸ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων
οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρος μου. ἐπιστήσει δὲ ὁ δυνάμενος τίνα μέν ὑπὸ τοῦ σωτῆρος δίδοται, τίνα δὲ
ὑπὸ τοῦ πατρός, ὁρῶν ὅτι ἔστι τινὰ ἃ οὐ δοίη ἂν ὁ υἱός. ἀλλ’ αὐτὸς ὁ ποτήρ. εἰ δὲ τοιοῦτόν τι παρίστησι καὶ τὰ εὐαγγέλια, ὅπου μὲν εἰσάγοντα τὸν σωτῆρα εὐχόμενον
περί τινων δυνάμεων ἵνα αὐτῷ ὑπαρχθῇ τὰ αἰτήματα ἀπὸ τοῦ πατρός, ὅπου δὲ χωρὶς εὐχῆς ποιοῦντα ὡς ἤδη ἔχοντα ἐκεῖνα περὶ ὧν ἠξίωτο, τολμηρὸν μὲν 54 55 ζητῆσαι, ὅμως δέ ὁ δυνάμενος μετὰ εὐλαβείας καὶ ταῦτα ἐξεταζέτω. παραστῆσαι δ’ οἶμαι βουλόμενος τῇ
μητρὶ τῶν υἱῶν Ζεβεδαίου καὶ αὐτοῖς, ὅτι καὶ ἔλειπεν αὐτοῖς πρὸς τὸ τελειοῦσαι τὰ ἐν ἀνθρώποις ἐφικτὰ οὐ τὰ τυχόντα, ἀποκριθεὶς εἶπε μετὰ τὸ οὐκ οἴδατε τί αἰτεῖσθε
τὸ δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν ἢ ὡς ὁ Μᾶρκος ἀνέγραφε · »δύνασθε τὸ ποτήριον πιεῖν ὃ ἐγὼ
πίνω ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; «)
βαπτισθησομένου, κοὶ πιομένου οὐκλλο ποτήριον ἢ ὁ ἔμελλε πίνειν ὁ Ἰησοῦς βαπτισθησομένου τε παραπλησίως βάπτισμα, ὃ αὐτὸς ἔμελλε βαπτίζεσθαι ὁ κύριος.
οἱ πολλοὶ μέν οὖν τὰ ἀμφότερα ἄγουσιν εἰς τὴν κατὰ τὸ μαρτύριον οἰκονομίαν, οὐ παριστάντες οὔτε εἰ δύο ἐπινοίας ἔχει δηλουμένας διὰ τῶν δύο ὀνομάτων ἔν τῇ ὑποστάσει
τυγχανόντων, οὔτ’ εἰ δύναται καὶ δύο δηλοῦσθαι ἐν τούτοις πράγματα. ἡμεῖς δὲ οὑκ ἀποδοκιμάζομεν μέν καὶ ταύτην τὴν ἐκδοχήν, ἐφίστα- μεν δέ
εἰ δύναται καὶ ἄλλο τι δηλοῦν παρὰ ταῦτα τὰ δύο ὀνόματα. κοὶ ἐπεὶ πολύ ἐστι τὸ νῦν ἀκριβῶς διαλαβεῖν περὶ αὐτῶν, ὀλίγα εἰς τὸ στῆναι τὰ ἐμφαινόμενα ἡμῖν παραστήσομεν
εἰς τὸν τόπον. καὶ εἰς μὲν τὸ δηλοῦσθαι ἐν τούτοις τὸ μαρτύριον οὐ μόνῳ χρήσεταί τις τῷ »πάτερ, εἰ δυνατόν, παρένεγκε 59 60 61 τοῦτο τὸ ποτηριον απ εμου«, ως ἐπιπόνως πινόμενον ὑπὸ τοῦ ἀναδεχομένου τοὺς ἐν τῷ μαρτυρίῳ ἀγῶνας, ἕως τις ἐκπίῃ ὑπομείνας
τὰ κατὰ τὸν ἐν τῷ μαρτυρίῳ πειρασμὸν πάντα τὰ προσαγόμενα αὐτῷ, ἀλλὰ καὶ τῷ ἐν ἑκατοστῷ πεντεκαιδεκάτῳ Ψαλμῷ εἰρημένω̣ · τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πόντων
ὧν ἀνταπέδωκέ μοι; ποτήριον σω- τηρίου λήψομαι, καὶ τὸ ὄνομα κυ- ρίου ἐπικαλέσομαι«. τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς του λαου αυτου. «τιμιος εναντιον
γυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ«. οὐδὲν γὰρ δυνάμεθα πλεῖον ἀποδοῦναι τῷ κυρίῳ ἐφ’ οἶς εὐηργετήθημεν ἢ τὸ τοῦ σωτηρίου πο- τήριον προθύμως λαβεῖν καὶ ἐπικαλέσασθαι
τὸ τοῦ κυρίου ὄνομα εἰς τὸ πιεῖν αὐτό · ἐν ᾧ ἐκπινομένῳ ἀπᾴδωσί τις τὰς εὐχὰς αὑτοῦ πάσας τῷ κυρίῳ ἐναντίον πιστὸς τοῦ λαοῦ αὐτοῦ«. σαφῶς δὲ ἐδίδαξεν
ἐν τούτοις ὅτι τὸ ποτήριον <τὸ μαρτύριόν> ἐστιν ὁ ἐπαγαγὼν κατὰ τὸ ποτήριον τὸ τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ«. τῇ δέ ἐπινοίᾳ τὸ μαρτύριον
δύο ἐστίν, ὧν τὸ μὲν ἔν καλεῖται ποτήριον σωτηρίου«, τὸ δὲ λοι- πὸν βάπτισμα. καὶ καθὸ μὲν ὑπομένει τις τους πονους, ποτη- 62 63 64 ριόν ἐστιν εκπινομενον υπο του φέροντος πάντα τὰ Προσαγόμενα εἰς εουτον, ἀναλαμβάνοντος καὶ οἱονεὶ πνίγοντος
τὰς ἀλγηδόνος καὶ μὴ ἀνωθουμένου αὐτὰς μηδέ ἀποβάλλοντος ἢ ἐμοῦντος. καθὸ δέ ἄφεσιν λαμβάνει ἁμαρτημάτων ὁ ὑπομείνας, βάπτισμα ἐστιν· εἰ
γὰρ τὸ βάπτισμά ἄφεσιν ἁμαρτημάτων ἐπαγγέλλεται, καθὼς παρειλήφαμεν περὶ τοῦ ἐν ὕδατι καὶ πνεύματι βαπτίσματος, ἄφεσιν δὲ λαμβάνει ἁμαρτημάτων καὶ ὁ τὸ Ι
τοῦ μαρτυρίου ὑπομείνας βάπτισμα, βάπτισμα τὸ μαρτύριον εὐ- λόγως λέγοιτ’ ἂν.
ὑπομείναντι, δῆλον ἐκ τοῦ »πᾶς ὃς ἐὰν ὁμολογήση έν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς«. ὁμολογεῖ δὴ
ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς Πα- τρὸς ὁ σωτὴρ πάντα τὸν ὁμολογήσαντα, κἂν τύχῃ πρὸ τῆς ὁμολογίας ὁτιποτοῦν
ἁμαρτών· εἰ γὰρ τοὺς ὁτιποτοῦν 65 66 67 ἁμαρτ<όντας ὁμολου> ήσαντας οὐχ ὁμολογήσει, οὐκ ἔσται ἀληθές τὸ »πᾶς οὖν ὅστις
ὁμολογήσει ἐν ἐμοὶ« κοὶ τὰ ἑξῆς. οὐκ οἶμοι δ’ ὅτι ἔμπροσθεν τοῦ ἐν οὐρανοῖς πατρὸς ὁμολογήσει ὁ σω- τὴρ τὸν ὁποιῳποτοῦν ἔνοχον ἁμαρτήματι· παρρησιαζομένουγὰρ <υἱοῦ>
ἐνώπιον πατρός ἐστιν ἡ ὁμολογία ἐπὶ τῷ ὁμολογουμένῳ ὡς ἀξίῳ τῆς <Χριστοῦ> ἐπὶ τοῦ πατρὸς μὴ σαινέτω δέ ἡμᾶς εἰ ὁ σωτὴρ πορὰ τῷ Μάρκῳ καὶ τὸ ποτήριον πίνει,
καὶ τὸ βάπτισμα βαπτίζεται· κοὶ γὰρ ἡνίκα ὁ Ἰωάννης ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν«, καὶ Ἰησοῦς »παραγίνεται
πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ ἀὐτοῦ« οἱονεὶ ἀπολουόμενος τὰ ἡμέτερα ἁμαρτήματα, ἵν ἡμεῖς τῷ λουτρῷ αὐτοῦ καθαρισθῶμεν. μᾶλλον δὲ ἐμφαίνεται τὸ καθαρίζεσθαι
ἡμᾶς ἐπὶ τῷ μαρτυρίῳ αὐτῷ, καθὸ ἐβαπτίζετο ἀναλαβὼν ἡμῶν τὰς ἁμαρτίας, ἵνα αὐτὰς λύσῃ καὶ ἀφ’ ἡμῶν καὶ ἀφ’ ἑαυτοῦ· διόπερ »ὃ <ἀπέθανεν,> ἀπέθανε τῇ ἁμαρτίᾳ« ἡμῶν,
ἐπεὶ αὐτὸς ἀπέθανε τῇ ἁμαρτίᾳ« οὐ τῇ ἑαυτοῦ ἀλλὰ τῇ ἡμετέρᾶ, εἴ γε ἔχειν λόγον τὸ τοιοῦτον δόξει τισί. 68 69 70 πεπώκασι δέ <κατὰ ταῦτα, ὡς ἐμοὶ δοκεῖν, καὶ τὸ> ποτήριον καὶ τὸ βάπτισμα ἐβαπτιίσθησαν οἱ τοῦ Ζεβεδαίου υἱοί, ἐΠείπερ Ἡρώδης μέν
ἀπέκτεινεν »Ἰάκωβον τὸν <ἀδελφὸν> Ἰωάννου μαχαίρᾳ«, ὁ δὲ Ῥωμαίων βασιλεὺς ὡς ἡ παράδοσις διδάσκει) κατεδίκασε τὸν Ἰωάννην μαρτυροῦντα διὰ τὸν τῆς ἀληθείας
λόγον εἰς Πότμον τὴν νῆσον. διδάσκει δέ τὰ περὶ τοῦ μαρτυρίου ἑαυτοῦ Ἰωάννης, μὴ λέγων τις αὐτὸν κατεδίκασε,
φάσκων ἐν τῇ Ἀποκαλύψει ταῦτα· ἐγὼ Ἰωάννης, ὁ ἁδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενό- μην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ
διὰ τὸν λόγον τοῦ θεοῦ«
καὶ τὰ ἑξῆς. καὶ ἔοικε τὴν ἀποκάλυψιν ἐν τῇ νήσῳ τεθεωρηκέναι.
εἰς τὸ Ποτήριον καὶ τὸ βάπτισμα τοιαῦτά φησιν· 71 72 73 ὥσπερ ἔστι τι βρῶμα τοῦ σωτῆρος, περὶ οὗ λέγει· »ἐμὸν βρῶμά βστιν ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με κοὶ τελειώσω αὐτοῦ τὸ ἔργον«,
οὕτως ἀνάλογόν ἐστι ποτήριον ἐκείνῳ τῷ βρώματι. ὁ τολμηρὸν μὲν διορίσαι ἀπὸ τοῦ βρώματος καὶ παραστῆσαι πραγματικῶς, ὅμως δὲ ὁ δυνάμενος ἐπιστησάτω μήποτε τὸ
μὲν προετικόν ἐστι τὸ βρῶμα τὸ δέ θεωρητικὸν τὸ πόμα. κατὰ γὰρ τὸ ἐσυίειν τὸν Χριστόν, ἐν τῷ ποιεῖν τὸ θέλημα τοῦ πέμψαντος« αὐτὸν καὶ τελειοῦν ἐκείνου τὸ ἔργον«, τὸ κοὶ
πίνειν αὐτόν ἐστι , ἐν τῷ νοεῖν> θέλημα τοῦ πέμψαντος« αὐτὸν καὶ τελειῶσαι αὐτοῦ τὴν γνῶσιν. εἰ δὲ δύναται ἢ μὴ εἰς ταύτην τὴν διαφορὰν ἀναφέρεσθαι <καὶ> τὸ ἡ σάξ
ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις«, καὶ σὺ κρινεῖς. λέγοι γὰρ ἄν τις ὅτι ἀληθῶς μέν βρῶσις ἡ πρᾶξις, ἀληθῶς δὲ πόσις ἡ θεωρία,
καὶ ὁ τοῦτο φάσκων ἐρεῖ ὅτι διὰ τοῦτο πρῶτον δίδωσι τὸν »ἄρτον εὐλογήσας« καὶ κλάσας »τοῖς μαθηταῖς« — ἐπεὶ πρώτη ἐστὶν ἡ πρᾶξις,
καὶ μετὰ τοῦτο »λαβὼν ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· 74 75 76 πίετε ἐξ αὐτοῦ πάντες« — ἐπεὶ δεῖ τὰ τῶν πράξεων ῥυθμίσαντα καὶ τὸ πρακτικὸν κατορθώσαντα οὕτως ὁδεύειν διὰ τῶν προγνόντων καὶ ἐπὶ
θεωρίαν αὐτῶν. καὶ γὰρ κατὰ τὸν προφήτην λέγεται τὸ »σπείρατε ἐαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζο)ῆς«, ἶνα πρῶτον πράξωμεν τὸ δέον· καὶ μετὰ τοῦτό φησι·
»φωτίσατε ἑαυτοῖς φῶς γνώσεως«, <ὡς> ὁδῷ γὰρ τις μετὰ τὸ τὰ καθᾶραι ὁδεύοι ἂν ἐπὶ τὴν γνῶσιν καὶ φωτίζοιτο
ἐν αὐτῇ.
πρῶτον μέν τὸ »ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με«, ἑξῆς δὲ καὶ τό· ποτήριόν σου μεθύσκον
με ὡσεὶ κράτιστον«. μὴ ὑπο- λαμβανέτω δ’ ἡμᾶς ὁ ἐντυγχάνων τῇδε τῇ γραφῇ κροτεῖν ὅτι ἐχρῆν Πως διηγήσασθαι τὰ περὶ τῶν ἀναγεγραμμένων καθίσεων τοῦ θεοῦ ἢ
τοῦ Χριστοῦ. ἀπολογούμεθα γὰρ ὅτι δυσωπῆσαι μόνον ἀπὸ τῶν ῥητῶν προέκειτο Ta περὶ καθίσεως καὶ 77 78 79 αποστησαι του εντυγχανοντα απο τῆς ταπεινοτέρας ἐκδοχῆς. ἄλλῳ γὰρ καιρῷ ἐχρῆν Προηγουμένην τινὰ σκέψιν ποιήσασθαι περὶ καθίσεως
Λ·αὶ στάσεως καὶ περιπάτου θεοῦ ἢ τοῦ Χριοτοῦ, ὅπερ οὐκ ἀπαιτεῖ ἡ ποροῦσα διήγησις· μεγίστη γὰρ ἂν καὶ ἄκαιρος ἐγένετο ἡ παρέκβασις.
ὑπὸ τοῦ σωτῆρος πρὸς τὴν ἀξίωσιν τῆς μητρὸς Ἰωάννου καὶ Ἰακώβου ἢ αὐτῶν τῶν υἱῶν Ζεβεδαίου ἀκούσαντες (φησὶν) οἱ δέκα
ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν ὡς ἀξιωσάντων προτιμηθῆναι τῶν λοιῶν. παρατήρει δ’ ὅτι καὶ Ἰούδας ἐν τοῖς ἀγανακτοῦσιν ἠν
(καὶ ανέγραψε τοῦτο καὶ ὁ Μᾶρκος). εἰ δὲ ἐν τοῖς ἀγανακτοῦσιν ἦν μετὰ τῶν λοιπῶν ἐννέα, μήποτε ἔτι οὐδέ- πω βεβλήκει ὁ διόβολος εἰς τὴν καρδίαν« αὐτοῦ, ἵνα αὐτὸν« τὸν κύριον
ἡμῶν »παρδῷ«, ’ ἔτι γΑ τῇ προαιρέσει εἷς τοῖν ποστόλων ὁ Ἰούδος ἦν. πολλὰ δέ περὶ αὐτοῦ ἐν τοῖς πρὸ τού- των εἰπόντες, νῦν οὐκ ἐποναλαμβό-
νομεν περὶ τοῦ κατασκευάοοι ὅτι Ἰούδας προαιρέσεως έὸν ὁποίας Λ́αὶ οἱ λοιποὶ πέπτωκε κοὶ ἐνέπεσεν εἰς τὴν παγίδα τοῦ πονηροῦ, γΑ φιλαρ- γυρήσας καὶ προδοὺς τὸν σο)τῆρα.
καὶ <τὰ>
ἔως τοῦ καὶ δοῦναι τὴν Ψυχὴν αὑτοῦ λύτρον ἀντὶ πολλῶν (20, – 28). τούτοις τὰ ἰσοδυναμοῦντα καὶ ὁ Μᾶρκος ἀνέγραφεν. ἐτηρήσαμεν δὲ
ὥνπερ ἐπ’ ἄλλων πλεόνων καὶ τὴν τάξιν τῶν ἀναγεγραμμένο)ν τη- ροῦντας Ματθαῖον καὶ Μάρκον, ἕτε θεραπειῶν ἕτε λόγων, οὕτο)ς καὶ ἐνταῦθα. ἑξῆς γὰρ τὰ ἀπὸ τοῦ »μέλλων
δέ ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα κοὶ] παρέλαβε τοὺς δώδεκα κατ’ ἰδαν« μέχρι τοῦ »εὐθέως δέ ἀποστέλλει αὐτοὺς« πάντα τῇ τάξει τετήρηκε καὶ ὁ Μάρκος ἀπὸ τοῦ
ἦσαν δέ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα« μέχρι τοῦ »εὐθέως αὐτὸν ἀποστέλλει πάλιν ὧδε«. σὺ δέ πορευθεὶς τὰ εὐαγγέλια ἀλλήλοις κατὰ τοὺς τόπους τούτους καὶ συγκρίνων
αὐτοὺς εὑρήσεις τὸ λεγόμε- νοι·. καὶ ὁ Λουκᾶς μέντοι ἐκ μέρους τὸ ὅμοιον ἀνέγραφε προτάξας αὐτῶν τὸ ἐγένετο δέ φιλονεικία αὐτῶν, τὸ 83 84 85 τίς αὐτῶν <ὰν εἴ> η μείζων«. ἐν τούτοις γὰρ ἐπιφέρει· »ὁ δέ εἷπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν
εὐεργέται καλοῦνται. ὑμεῖς δέ οὐχ οὕτως« καὶ τὰ ἑξῆς. ταῦτα μέν οὖν λελέχθω, ἵν’ ἡμᾶς μὴ λανθάνῃ τὰ περὶ τῆς ἰσοδυναμίας τῶν κατὰ τὸν τόπον τετηρημένης Ματθαίῳ καὶ
Μάρκῳ, καὶ ἐκ μέρους τῷ Λουκᾷ. ἤδη δὲ καὶ τὴν διάνοιαν τῶν λεγομένων ἡμῖν ἐξεταστέον. Προείρηται ὅτι τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπεδικάζοντο Ἰάκωβος
καὶ Ἰωάννης, καὶ ἠξίουν λαβεῖν τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἢ ἡ μήτηρ αὐτῶν τοῦτο ᾔτει περὶ αὐτῶν), καὶ λέλεκται
ὅτι ἐπὶ τούτοις, ὡς καὶ αὐτοὶ τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπιδικαζόμενοι, οἱ λοιποὶ »ἠγανάκτησαν δέκα«, εἰ ὑφαρπάζειν βούλονται Ἰάκωβος κα
Ἰωάννης, ὡς ὑπὲρ τοὺς λοιποὺς δέκα ὄντες, τὴν πρὸς τὸν Ἰησοῦν κατὰ τὴν δόξαν ἐγγύτητα. τούτων δὲ προειρημένων
κατὰ τὸ εὔλογον ὁ Ἰησοῦς προσκαλεπιται ἤτοι τοὺς ἀγανακτήσαντας δέκα, ἢ καὶ μετὰ τῶν λοιπῶν δύο,
κοὶ διδάσκει τὴν ὁδὸν καθ’ ἣν μέγας καὶ πρῶτός τις ἔσται παρὰ τῷ θεῶ. 86 87 88 τὸ δὲ λεγόμενον τοιοῦτον ἦν ὅτι οἱ μέν τῶν ἐθνῶν ἄρχοντες ἢ δοκοῦντες« αὐτῶν »ἄρχειν«) οὐκ ἀρκούμενοι τῷ κυριεύειν τῶν
ὑποτεταγμένων, βιαιότερον αὐτῶν κρατεῖν θέλοντες καὶ κατακυριεύουσιν αὐτῶν. ὁμοίως δὲ καὶ οἱ ὡς κατὰ τὴν ἐν τῷ βίῳ τούτῳ ἀξίαν ἐν τοῖς ἔθνεσι
μεγάλοι οὐχ ἵστανται ἐπὶ τοῦ ἐξουσιάζειν τῶν ὑπηκόων, ἀλλὰ κατεξανιστάμενοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. ἐν ὑμῖν δὲ τοῖς ἐμοῖς γνωρίμοις μὴ
ἔστω ταῦτα, μηδὲ οἱ ἀρχήν τινα ἐγκεχειρισμένοι τῶν εἰς ἐμέ πιστευόντων ἢ ἐξουσίαν ἐν ἐκκλησίᾳ τοῦ πατρός μου καὶ θεοῦ ἔχειν νενομισμένοι
κατακυριευέτωσαν τῶν ἰδίων ἀδελφῶν ἢ κατεξουσιαζέτωσαν τῶν ἐπὶ τὴν δι’ ἐμοῦ θεοσέβειαν καταπεφευγότων.
ἀλλ’ εἴπερ βούλεταί τις παρὰ τῷ πατρί μου κριθῆναι μέγας καὶ συγκρίσει τῶν ἑαυτοῦ ἀδελφῶν ὑπερέχων,
πᾶσι διακονείτω ὧν βούλεται 89 90 91 εἶναι μεί(ων. εἰ δὲ καὶ τῶν παρ’ ἐμοὶ πρωτείων τις ὀρέγεται, ἴστω μηδενὸς ἔσεσθαι πρῶτος, ᾧ πορὸν δουλεύειν μὴ ἐδούλευσε δουλείαν τὴν
κοὶ ἐν μετριότητι καὶ τῇ ἐπαιντῇ ταπεινότητι, τόν τε δουλεύοντα ὠφελπῆσαι δυναμένην ὀνῆσαι δὲ ἢ ἀναπαῦσαι καὶ τοὺς δουλευομένους. ὁ δὲ Λουκᾶς βασιλεῖς καὶ ἐξουσιάζοντας
ἐθνῶν προλαμβάνει εἰς τὸν λόγον, ἀποτρέπον τόν βουλόμενον εἶναι ἐν τοῖς ἀδελφοῖς μείζονα μιμεῖσθαι τὴν βασιλικὴν ἐξουσίαν ἢ τὴν τῶν ἐξουσιαζόντων τῆς κολακείας
ἐπιθυμίαν, διδάσκων <δ᾿ > ἡμᾶς ἵν ὁ μὲν ἀληθῶς ἐν ἡμῖν »μείζων« γένη- ται ὡς ὁ νεώτερος« τουτέστιν ὡς παιδίον) ἁπλότητος κοὶ ἰσότητος χάριν, ὁ δὲ »ἠγούμενος οὕτω δὲ οἶμαι
ὀνομάζειν τὸν καλούμενον ἐν τοῖς ἐκκλησίαις ἐπίσκοπον) ὡς ὁ« τοῖς ὑπηρετουμένοις διακονούμενος.
μὴ νοοῦντες τό βούλημα τῆς διδασκαλίας ἐν τούτοις Ἰησοῦ ἢ καταφρονοῦντες τῶν τηλικούτων ὑποθηκῶν τοῦ σωτῆρος, τοιοῦτοί ἐσμεν ὡς ἐνίοτε κοὶ τὸν τῶν κακῶς ἀρχόντων
ἐν τοῖς ἔθνεσιν ὑπερβάλλειν τῶφον καὶ μονονουχὶ ζητεῖν ὅς οἱ βασιλεῖς δορυφόρους, κοὶ φοβεροὺς ἑαυτοὺς καὶ δυσπροσίτους μάλιστα τοῖς πένησι κατασκευάζοντες, τοιοῦτοί 92 93 94 εσμεν προς αυτους, ἐντυγχάνοντας ἡμῖν καὶ περί τινων ἀξιοῦντας, ὡς οὐδὲ οἱ τύραννοι καὶ ώμότεροι τῶν ἀρχόντων πρὸς τοὺς ἱκέτας. καὶ ἔστι
γε ἰδεῖν ἐν πολλαῖς νομιζομέναις ἐκλησίαις, καὶ μάλιστα ταῖς τῶν μει(όνων πόλεων, τοὺς ἡγουμένους τοῦ λαοῦ τοῦ θεοῦ μηδεμίαν ἰσολογίαν Ι <ἔχοντας ἢ πρὸς αὑτοὺς
ἔχειν> ἐπιτρέποντος, ἔσθ’ ὅτε κοὶ τοῖς καλλίστοις τῶν Ἰησοῦ μαθητῶν * * * εἶναι πρὸς αὐτούς. κοὶ ὁ μὲν ἀπόστολος τοῖς κυρίοις περὶ τῶν οἰκετῶν ἐντολὴν δίδωσι λέγων· »οἱ
κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ«· διδάσκει δέ καὶ ἀνιέναι τὴν ἀπειλὴν τοὺς δεσπότας κατὰ τῶν οἰκετῶν.
ἔστι δέ τινας ἰδεῖν <ἐπισκόπου> ὠμῶς ἀπειλοῦντας, ὁτέ μέν προφάσει ἁμαρτίας, ὁτέ δὲ τῷ καταφρονεῖν τῶν πτωχῶν, παρὰ τὸν ἀποστολικὸν λόγον ἐν ᾦλέλεκται·
»δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα. ἡμεῖς εἰς τὰ ἔθνην, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· μόνον τῶν πτωχῶν ἵνα μνημονεύω- μεν«, καὶ πόλιν τὴν πρὸς τοὺς ὑποχερίους
ἰσότητα μήτε ἐννοοῦντας μήτε φανταζομένους ὅτι καθήκει 95 96 97 ἀτυφίαν Λ·οὶ ἰσότητα μάλιστα Χριστιανοῖς ἐμπολιτεύεσθαι, κοὶ ἐξαιρέτως ἐν τοῖς ὑπεροχήν τινα ὀνόματος ἐκκλησιαστικοῦ φοροῦσι·
γέγραπται γάρ· »ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, κοὶ ἔνοντι κυρίου εὑρήσεις χάριν«. ἐχρῆν δ’ ἡμᾶς εἰδέναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον·
πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται«, ἐκκλίνειν δέ καὶ τὸ περιπεσεῖν τῷ <μέγα> φρονῆσαι ἢ εἰπεῖν λόγον, ὃν εἶπεν ὁ »θέλων ἑαυτὸν δικαιῶσαι«
πρὸς τὸν Ἰησοῦν διδάξαντα τὸ »ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν«, ὃς οὐκ ᾐδέσθη τῷ σωτῆρι εἰπεῖν· »καὶ τίς ἐντί μου πλησίον;« ἔδει δὲ καὶ ἀπὸ Παύλου ἀνεγνωκέναι
τὸ »δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα«. ἐχρῆν μιμήσασθαι καὶ τὸ »ἢ ἁμαρτίαν ἐποίησα
ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε«;
ἀλλὰ καὶ οἱ μεγάλοι μέν τῶν ἐθνῶν κατεξουσιαζέτωσαν αὐτῶν, τῶν δὲ πιστῶν ἀκουέτωσαν τοῦ 98 99 »μάθετε ἀπ’ ἐμοῦ. ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν«. παιδευώμεθα δέ καὶ πρὸς τὸ
μὴ ἀποδέχεσθαι κολακείας μηδὲ ἡδέο)ς καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ἐφ’ οἶς ἂν δόξωμεν εὖ τινας πεποιηκέναι, »ευεργεται«. οὐ ταῦτα δέ φαμεν
ἀνεπιστημόνως, ταπεινοῦν ἑαυτοὺς θέλοντες ὑΠὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ« καὶ κατὰ τόν λόγον αὐτοῦ ὑπὸ τὴν ἐκκλησιαστικὴν διακονίαν · ἔστι δ’ ὅτε χρὴ (κατὰ τὴν ἀποστολικὴν
φ(ονὴν) τοὺς ἁμαρτάνοντος ἐνώπιον πάντων« ἐλέγχειν, ἴνα καὶ οἱ λοι- ποὶ φόβον ἔχωσιν«. ἔστι δ’ ὅτε δεῖ χρησόμενον τῇ ἐξουσίᾳ »παραδοῦναί« τινα »τῷ σατανᾷ εἰς ὄλεθρον τῆς
σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«. σπανίως δὲ τὸ τοιοῦτο ποιητέον· νουθετητέον γὰρ τοὺς ἀτάκτους« καὶ παραμυθητέον »τοὺς ὀλιγοψύχους« καὶ ἀνθεκτέον
»τῶν ἀσθενῶν« καὶ πρὸς πάντας« δέ μακροθυμητέον καὶ οὐδενὶ κακὸν ἀντὶ κακοῦ« ἀποδοτέον. καὶ οὐ χρὴ ἡγεῖσθαι ἐχθρὸν εἶναι τὸν ἁμαρτάνοντα,
ἀλλ’ ἀκουστέον τοῦ ἀποστόλου λέγοντος· μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν«. κοὶ ταῦτα πάντα μοι λέλεκται βουλομέ- 100 101 102 νῳ κατὰ τὸν λόγον προστῆσαι ὅτι οὐ μιμητέον τῷ ἄρχοντι τῆς ἐκκλησίας τὸν ἄρχοντα τῶν Μνῶν, οὐδὲ ζηλωτέον τοὺς κατακυριεύοντας
κοὶ κατεξουσιάζοντος κοὶ βασιλεῖς· ἀλλ’ ὅση δύναμις καὶ ἐν τούτοις Χριστὸν μιμητέον τὸν εὐεντευκτοτατον κοὶ γυναιξὶν ὁμιλοῦντα καὶ
παιδίοις ἐπιτιθέντα χεῖρας. εἰ κοὶ μείονα δὲ ἔχει λόγον τὸ Ἰησοῦν βεβληκέναι ὕδωρ εἰς νιπτῆρα« καὶ »τοὺς πόδας τῶν μαθητῶν« κεκαθαρκέναι,
οὐδὲν ἧττον κοὶ κατὰ τὴν λέξιν ἀκουστέον αὐτοῦ περὶ τούτων λέγοντος· ὑμεῖς φωνεῖτέ με· ὁ διδάσκαλος καὶ ὁ κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γὰρ« καὶ τὰ ἐξῆς· διὰ τούτων γὰρ διδάσκει
μιμητὰς αὐτοῦ τῆς ἐπαινετῆς ταπεινότητος γίνεσθαι τοὺς μαθητάς. τάχα δὲ καὶ ἐπεὶ κύριος ὢν ἐδούλευσεν ὑπὲρ ἀνθρώπων σωτηρίας τῷ
γένει ἡμῶν, κατὰ τοῦτο λέγεται μορφὴν δούλου« ἀνειληφέναι καὶ τεταπεινωκέναι ἑαυτὸν γενόμενον ὑπήκοον μέχρι θανάτου«. καὶ εἴπερ διὰ τοῦτο ’ὁ θεὸς αὐτὸν ὑπερύψωσεν«,
ὁ βουλόμενος ὑψοῦσθαι τὰ παραπλήσια ποιησάτω τῷ διὰ τόδε τινὰ ὑπερυψοῦσθαι.
διηκονήθη ὑΠὸ τῆς Μάρθας, ἀλλ’ οὐ διὰ τοῦτο ἐλήλυθε τὸ διακονηθῆναι· ἐπεδήμησε γὰρ τῷ γένει τῶν ἀνθρώπω
ἶνα διακονήση̣ καὶ ἐπὶ τοσοῦτον ὀδεύσῃ διακονῶν ἡμῶν τῇ σωτηρίᾳ, ὡς δοῦναι τὴν ἑαυτοῦ Ψυχὴν λύτρον ἀντὶ πολλῶν τῶν πιστευσόντων εἰς αὐτόν.
κοὶ εἰ καθ’ ὑπόθεσιν πάντες ἐπίστευον εἰς αὐτόν, δεδώκει ἂν τὴν Ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πόντων. τίνι δέ ἔδωκε τὴν Ψυχὴν αὐτοῦ
λύτρον ἀντὶ πολλῶν; οὐ γὰρ δὴ τῷ θεῷ· μήτι οὖν τῷ πονηρῷ; οὗτος γὰρ ἐκρότει ἡμῶν, ἕως δοθῇ τὸ ὑπέρ ἡμῶν αὐτῷ λύτρον ἡ τοῦ Ἰησοῦ ψυχή, ἀπατηθέντι <δηλονότι
καὶ φαντασθέντι> ὡς δυναμένῳ αὐτῆς κυριεῦσαι καὶ οὐχ ὁρῶντι ὅτι οὐ φέρει τὴν ἐπὶ τῷ κατέχειν αὐτὴν βάσανον. διὸ καὶ »θάνατος αὐτοῦ« δόξας κεκυριευκεναι »ουκετι κυριευει« γενομενου
<μόνου> ἐν νεκροῖς« ἐλυθέρου καὶ ἰσχυροτέρου τῆς τοῦ θανάτου ἐξου- 106 107 108 σίος, καὶ επὶ τοσουτον ἰσχυροτέρου ὥστε καὶ πάντας τοὺς βουλομένους αὐτῷ ἀκολουθεῖν τῶν κρατουμένων ὑπὸ τοῦ θανάτου δύνασθαι ἐλευθεροῦν,
οὐδὲν ἰσχύοντος κατ’ αὐτῶν ἔτι τοῦ θανάτου. πᾶς γὰρ ὁ μετὰ τοῦ Ἰησοῦ <ὤν> ἀνεπίληπτός ἐστι θανάτω. ἐν μὲν οὖν τοῖς ἐξεταζομένοις τοῦ
εὐαγγελίου ῥητοῖς γέγραπται ὁ σωτὴρ ἡμῶν δεδωκέναι τὴν ἑαυτοῦ Ψυχὴν λύτρον ἀντὶ πολλῶν. παρὰ δὲ τῷ Πέτρῳ εἴρηται ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ καὶ χρυσίῳ, ἐλυτρώθημεν
ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι«· καὶ ὁ ἀπόστολος δέ φησι· »τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων«. οὐκοῦν ἠγοράσθημεν
μὲν τῷ τιμίῳ τοῦ Ἰησοῦ αἵματι, δέδοται δέ λύτρον ὑπέρ ἡμῶν ἡ Ψυχὴ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οὔτε τὸ πνεῦμα αὐτοῦ πρότερον γὰρ αὐτὸ παρέθετο τῷ πατρὶ λέγων·
»πάτερ, εἰς χεῖράς σου προτίθεμαι τὸ πνεῦμα μου«) οὔτε τὸ σῶμα οὐδὲν γὰρ εὕρομέν πω τοιοῦτον περὶ αὐτοῦ γεγραμμένον). καὶ ἐπεὶ δέδοται ἡ Ψυχὴ αὐτοῦ λύτρον
ἀντὶ πολλῶν, οὐκ ἔμενε δὲ παρ’ ἐκείνῳ ᾧ ἐδέδοτο λύτρον ἀντὶ πολλῶν, διὰ τοῦτό φησιν ἐν πεντεκαιδεκάτῳ Ψαλμῷ τὸ οὐκ ἐγκαταλείψεις τὴν
Ψυχήν μου εἰς ᾅδην«.
πάσης κτίσεως τοῖς περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος Ἰησοῦ, τάχα δέ κοὶ τοῦ πνεύματος 727 αὐτοῦ, κοὶ ἔν πάντη ἀσύνθετον οἰομένους εἶναι τὸ ὀφθέν καὶ ἐπιδημῆσαν τῷ βίῳ,
ὅτι μὴ ὑγιῶς λέγουσι. πυθώμεθα γὰρ αὑτῶν εἰ ἡ θειότης τῆς εἰκόνος τοῦ θεοῦ τοῦ ἀοράτου« καὶ ἡ ὑπεροχὴ τοῦ πρωτοτόκου πόσης κτίσεως«, εἰ ἐκεῖνος ἐν ᾧ »ἔκτισται τὰ πάντα τὰ
ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι« λύτρον ἐδόθη ἀντὶ πολλῶν· καὶ τίνι ἐδόθη ἐκείνη λύτρον πολεμίῳ
κατέχοντι ἡμᾶς αἰχμαλώτους ἕως λάβῃ τὸ λύτρον , καὶ εἰ ἐχώρει τὸ τηλικοῦτον κοὶ τοσοῦτον ἐκεῖνος λύτρον ἀντὶ τῶν αἰχμαλώτων λαβεῖν. κοὶ οὐ ταῦτά φημι ὡς καταφρονῶν
τῆς Ψυχῆς Ἰησοῦ κοὶ σμικρύνων αὐτήν, ἀλλὰ βουλόμενος τάυτην μὲν κατὰ τὸ ἐνδεχόμενον λύτρον δεδόσθαι ὑπὸ τοῦ ὅλου σωτῆρος, τὴν δέ ὑπεροχὴν καὶ τὴν θεότητα
ἐκείνην μηδ’ ἂν δεδυνῆσθαι λύτρον δοθῆναι. πλὴν σήμερον οὐ λύω τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, ἀλλὰ πολλῷ πλέον οἶδα ἔν εἶναι Ἰησοῦν τὸν Χριστὸν καὶ τὴν Ψυχὴν
αὐτοῦ πρὸς τὸν πρωτότοκον »πάσης 112 113 κτίσεως« ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ, ὡς πλέον εἰ δεῖ οὕτως ὀνομάσαι) εἶναι ἐν ὅλον τοῦτο, ἤπερ ὁ κολλώμενος τῷ κυρίῳ ἔν πνεῦμά ἐστιν«.
ἑΞῆς (20, 29- 30 [34]).
ἡκολουθηκέναι αὐτῷ ὄχλον πολύν. καὶ τυφλοὶ δύο παρὰ τὴν ὁδὸν καθεζόμενοι τῆς ἀπὸ Ἱεριχὼ ἐξόδου ἀκούσαντες ὅτι Ἰησοῦς παρέρχεται τὸν τόπον ἐκεῖνον, κοὶ αὐτοὶ
κράξαντες εἰρηκέτωσαν· ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυΐδ« καὶ συμπεφωνηκότων ἐν τῷ κεκραγότας τὸ ἀναγεγραμμένον εἰρηκέναι. καὶ διὰ τοὺς τυφλοὺς ἀξιώσαντας
ἐλεηθῆναι στὰς ὁ Ἰησοῦς πεφωνηκέτω αὐτούς, ἵνα μὴ παράγων καὶ παρερχόμενος αὐτοὺς καλῇ ἀλλὰ καὶ ἑστηκώς, καὶ πυνθανόμενος εἰρηκέτω αὐτοῖς· τέ θέλετε ἵνα ποιήσω
ὑμῖν; τήν τε ἀξίωσιν ἰδικώτερον ἤδη παριστάντες οἱ τυφλοὶ εἰρηκέτωσαν αὐτῶ θέλειν ἶνα ἀνοι- 114 115 116 γῶσιν ἀπὸ τοῦ Ἰησοῦ οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ ὁ φιλάνθρωπος ἡμῶν καὶ συμπαθὴς σωτὴρ σπλαγχνισθεὶς ἐπὶ τοῖς τυφλοῖς, σπλαγχνισθεὶς
δ’ οἶμαι) τῷ προειληφέναι ἐκείνους τὸ Προκαλούμενον τὸν ἴν’ οὕτως ὀνομάσω) ἔλεον τοῦ Ἰησοῦ, 728 ὅπερ ἦν τὸ κεκραγότας εἰρηκέναι· ἐλέησον ἡμᾶς, κύριε, υἱέ Δαυΐδ
καὶ πεπιστευκότας ἠξιωκέναι ἴνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν, ἁψάμενος αὐτά τῶν τῶν ὀφθαλμῶν <καὶ> δύναμιν διὰ τῆς ἰατικὴν ἐνιεὶς τοῖς ὀφθαλμοῖς πεποιηκέτω
τοὺς τυφλοὺς ἀναβλέπειν, κἀκεῖνοι εὐχαρίστως ἠκολουθηκέτωσαν τῷ Ἰησοῦ. καὶ πιστεύσας τις τούτοις καὶ γινώσκων δὲ τὸ »ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε«, ἐκ τοῦ
πεπιστευκέναι »κατὰ τὴν ἀναλογίαν τῆς πίστεως« τὸ συνιέναι εἰληφέτω, καὶ εἰληφὼς λεγέτω τὰ περὶ τούτων κατὰ τὸν περὶ αὐτῶν τῆς πίστεως θεμέλιον περὶ αὐτῶν ἑρμηνεύων
κατὰ τὸ ἐπίστευσα, διὸ ἐλάλησα«, καὶ ἔστω ὁ τοιοῦτος οὐ μόνον πιστεύων τῷ Ἰησοῦ καὶ τοῖς κατὰ τὸν τόπον τοῦτον ἀναγεγραμμένοις, ἀλλὰ καὶ γινώσκων τὸν περὶ αὐτῶν νοῦν.
ὁ γὰρ μένων ἐν τῇ τῆς πίστεως ἀληθείᾳ κοὶ διὰ τῶν ἔργο)ν τοῦ λόγου ἐμμένων »τῷ λόγῳ« κατὰ τὴν Ἰησοῦ ἐπαγγελίαν γινώσκει τὴν ἀλήθειαν« καὶ ὑπ’ αὐτῆς ἐλευθεροῦται.
φέρε τὰ ὑποπίπτοντα ἡμῖν εἰς τὸν τόπου. εὐξάμενοι τῷ ῥυομένῳ ἡμᾶς ἀπὸτοῦ κεκαλύφθαι ἡμῖν τὸ εὐαγγέλιον«, καθὸ χωροῦμεν παραστήσωμεν. καὶ πρῶτόν γε κατανοήσωμεν τί τὸ ἐκπορευομένων
ἀπὸ Ἱεριχὼ τῶν μαθητῶν τοῦ Ἰησοῦ μετὰ τοῦ σωτῆρος ἠκολουθηκέναι αὐτῷ πολὺν ὄχλον. ὅρα τοίνυν εἰ δύνασαι, μεμνημένος τῶν ἡμῖν ὑπαγορευθέντων εἰς
τὴν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ παραβολὴν τὴν »ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ περιέπεσε λῃσταῖς«, ἐπιστήσας λέγειν μήποτε κοὶ ἐνταῦθα
Ἱεριχὼ σύμβολόν ἐστι τοῦ περιγείου τόπου συνήθως καλουμένου κατὰ τὴν γραφὴν κόσμου. ὁ μὲν οὖν καταβαίνων »ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ« Ἀδὰμ (τουτέστιν
ἄνθρωπος) περιπέπτωκε »λῆσταῖς«. διὰ δὲ τοὺς ἐν Ἱεριχὼ πολλοὺς πολὺς γὰρ ὄχλος ἐν Ἱεριχὼ) ὁ Ἰησοῦς ἡμῶν ἅμα τοῖς μαθηταῖς γενόμενος ἐν αὑτῇ ἐκπορευέσθω πραγματευόμενος
(διὰ δὴ τοῦ εἰς τὴν Ἱεριχὼ εἰσεληλυθέναι) τὸ τοὺς βου- 119 120 121 λομένους ἕπεσθαι ὁδηγεῖν. οὐ γὰρ οἴδασιν οἱ ἐν Ἰεριχῶ ἐξελθεῖν ἀπὸ τοῦ κοσμικοῦ φρονήματος, ἐὰν μὴ θεόσδοτα οὐ μόνον τὸν Ἰησοῦν ἐκπορευόμενον
ἀπὸ τῆς Ἱεριχὼ ἀλλὰ κοὶ ἰοὺς μαθητὰς αὐτοῦ. ταῦτα δέ θεωρήσαντες ἀκολουθοῦσιν αὐτῷ ὄχλος Πολύς. καὶ ἔστι κατανοοῦντα τοὺς κατὰ τὸν λόγον βιοῦν θέλοντας
καὶ τοῦ κόσμου καὶτῶν περιγείων <ὅλων> καταφρονεῖν ἀκολουθοῦντας τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ καὶ κατ’ ἴχνη βαίνοντας αὐτοῖς ἐκπορευομένοις
ἀπὸ Ἱεριχώ, βλέΠειν τὰ κατὰ τὸν τόπον. ἀκολουθοῦσι μέντοι ὁ πολὺς ὄχλος τῷ Ἰησοῦ, ἵν’ ὀπίσω αὐτοῦ βαδίζοντες καὶ αὐτῷ ὁδηγῷ χρώμενοι ἀναβῶσιν εἰς τὴν
Ἱερουσαλήμ * * * .
Παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυΐδ. καὶ πρόσχες ἐν τούτοις τῷ καὶ ἰδοὺ
δύο τυφλοί, εἰ μὴ δεῖξιν περιέχει τὸ ἰδού. εἴπερ οὖν δεικνύντι τῷ λόγῳ 122 123 124 τοὺς δύο τυφλοὺς παρακολουθεῖν δυνάμεθα καὶ βλέπειν αὐτούς, φήσομεν ὅτι Ἰσραὴλ κοὶ Ἰούδας οἱ πρὸ τῆς Ἰησοῦ ἐπιδημίας τυφλοὶ
ἦσαν, πλὴν καθεζόμενοι παρὰ τὴν ὁδὸν τῷ ἐν νόμῳ καὶ προφήταις ποιεῖσθαι τὰς διατριβὰς · τυ φλοὶ μὲν τῷ μὴ βλέΠεσθαι αὐτοῖς πρὸ τῆς Ἰησοῦ εἰς τὰς ψυχὰς αὐτῶν
ἐπιδημίας τὸν ἐν νόμῳ καὶ τοῖς προφήταις ἀληθῆ λόγον· κεκραγότες δὲ τὸ ἐλέησον ἡμᾶς, κύριε, υἱέ Δαυΐδ παρὰ τὸ συναισθέσθαι ἑαυτῶν <τυφλῶν>, μὴ
βλεπόντων τὸ βούλημα τῶν γραμμάτων καὶ βουλομένων ἀναβλέπει καὶ ἰδεῖν τὴν ἐν αὐτοῖς δόξαν. ὡς ἔτι δὲ τυφλοὶ καὶ μηδέν μέγα περὶ τοῦ Ἰησοῦ φανταζόμενοι, ἀλλὰ τὸ
κατὰ σάρκα αὐτοῦ μόνον νοοῦντες, καλοῦσι τὸν γενόμενον ἐκ σπέρματος Δαυΐδ κατὰ σάρκα«, ἐπεὶ μηδέν τούτου πλέον συνιεσαν, υἱὸν Δαυΐδ καὶ πᾶσα αὐτῶν ἡ
δοκοῦσα διὰ τὴν θεοσέβειαν μεγαλοφωνία οὐδὲν πλέον ἤδει λέγειν περὶ τοῦ σωτῆρος ἢ ὅτι υἱὸς ἦν τοῦ Δαυΐδ. ἐὰν δέ λέγω δύο τυφλοὺς | τὸν πρὸ τῆς Ἰησοῦ εἰς τὴν ψυχὴν
αὐτῶν ἐπιδημίος Ἰσραὴλ καὶ Ἰούδαν, ἄναγε σαυτὸν ἐπὶ τὰς <δύο> βα- 125 126 127 σιλείας, καὶ κατανόησον κατὰ τοὺς χρόνους Ῥοβοὰμ διαιρούμενον τὸν λαὸν Ἰσραὴλ καὶ Ἰούδαν · καὶ ἑξῆς ὅρa τοὺς προφήτας. ὁτέ μὲν τῷ
Ἰσραὴλ ὁτέ δὲ Ἰούδᾳ Ἰούδᾳ προφητεύοντας, ὅΠου δέ ἅμα ἀμφοτέροις. ἰδίᾳ μὲν οὖν πῶς ἑκατέρῳ προφητεύουσιν εὕροις ἂν προσέχων τῇ ἀναγεννήσει τῶν προφητῶν, ἅμα δὲ
Ἰσραὴλ καὶ Ἰούδᾳ, ἡνίκα διὰ τοῦ Ἰησοῦ ἐπαγγέλλεται ὀ θεὸς συντελέσειν ἐΠὶ τὸν οἶκον <Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον> Ἰούδα διαθήκην κοινήν, οὐ κατὰ τὴν διαθήκην
ἣν ἐποίησεν« ὁ θεὸς τοῖς πατράσιν« ἐπιπορευομένοις ἐκ γῆς Αἰγύπτου. καὶ τυφλοὶ γε ὄντες ὁ Ἰσραὴλ Περὶ οὗ πολλάκις ἀποδεδώκαμεν ἀντιδιαστελλόμενοι αὐτὸν πρὸς τὸν κατὰ
σάρκα Ἰσραὴλ) κοὶ Ἰούδα ὁμοίως ἀκούσαντες φησὶν) ὅτι Ἰησοῦς παράγει, ἔκραξαν· ἀκούσοντες φησὶν ὅτι] γὰρ (οἶμαι) τῶν κηρυσσόντων
τὰ περὶ τῆς Ἰησοῦ ἐΠιδημίας καὶ ὅτι παράγει τὴν παρελευσομένην Ἱεριχὼ ἐπιδημῶν μέν <ἐν> αὐτῇ. ἐξελευσόμενος δέ ἀπ’ αὐτῆς), εὐλογοῦνται μὴ Παρέλθῃ
αὐτοὺς μὴ ἐλεηθέντας · διὸ κεκράγασι πρὸς αὐτὸν λέγοντες · ἐλέησον ἡμᾶς, κύριε, υἱὸς Δα- 128 129 υΐδ. εὐεργετῶν δέ ὁ σωτὴρ οὐ παράγει, ἀλλ’ ἵπταται, ἵνα στάντος αὐτοῦ μὴ παραρρέῃ ἡ εὐεργεσία καὶ παρέρχηται, ἀλλ’ ὡς ἀπὸ πηγῆς
ἑστώσης ἐγγένηται τοῖς εὐεργετουμενοις.
πληγεὶς ἀπὸ τῆς κραυγῆς αὐτῶν καὶ τῆς ἀξιώσεως καλεῖ αὐτοὺς πρὸς ἑαυτόν, τὴν ἀρχὴν τῆς εὐεργεσίας ἤδη ποιούμενος ὅτε ἐφώνησεν αὐτούς· οὐκ ἂν γὰρ κενῶς ἐφώνησε
καὶ ἐπὶ τῷ μηδέν ἀνυσθῆναι ἐν τοῖς φωνηθεῖσίν. ὡς εἴθε καὶ ἡμῶν πρὸς αὐτὸν κεκραγότων κοὶ λεγόντων · ἐλέησον
ἡμᾶς, κύριε, φωνήσοι ἡμᾶς ἀρχομένους ἀπὸ τοῦ υἱὸς Δαυΐδ καὶ στὰς γε φωνήσαι ἡμᾶς ὡς προσέχων ἡμῶν τῇ ἀξιώσει. εἶπεν οὖν ἐκείνοις· τί θέλετε ἵνα ποιήσω
ὑμῖν; ὅπερ τοιοῦτον εἶναι νομίζω· τί θέλετε παραστήσατε, δηλώσατε, ἵνα πάντες οἱ ἐκπορευόμενοι ἀπὸ Ἱεριχὼ καὶ ἀκολουθοῦντές | μοι ἀκούσωσι καὶ θεάσωνται τὸ 130 131 132 γινόμενον. aXK ἐκεῖνοι ἀπεκρίναντο · κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὁφθαλμοὶ ἡμῶν· ἥντινα ἀπόκρισιν οἱ εὐγενεῖς μέν (τῷ εἶναι
Ἰσραὴλ καὶ Ἰούδα) τυφλωθέντες δέ ὑπὸ τῆς ἀγνοίας καὶ συνῃσθημένοι αὐτῆς) καὶ ἀκούσαντες τῶν λεγόντων περὶ τοῦ σωτῆρος <κεκρά> γασι Πρὸς αὐτόν, καὶ
λέγουσι θέλειν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ μάλιστα τοῦτό φασιν οἱ ἐν τῷ ἐντυγχάνειν τῇ ἱερᾷ γραφῇ μὴ ἀναισθητοῦντες ἑαυτῶν τυφλωττόντων πρὸς τὸν ἐν
αὐτῇ νοῦν. οὗτοι γὰρ φασι τὸ ἐλέη - σον ἡμᾶς καὶ τὸ θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. ὡς εἴθε καὶ ἡμεῖς αἰσθανόμενοι, ἐν οἷς τυφλώττομεν καὶ οὐ βλέπομεν,
παρ’ αὐτὴν καθεζόμενοι τῶν γραφῶν τὴν ὁδὸν <καὶ> ὅτι Ἰησοῦς Παράγει. διὰ τῆς ἡμετέρας ἀξιώσεως στήσαιμεν αὐτὸν καὶ εἴποιμεν ὅτι θέλομεν ἵνα ἀνοιγῶσιν
οἱ ὀφθαλμοὶ ἡμῶν. ὅπερ ἐὰν εἴπωμεν ἀπὸ διαθέσεως ὀρεγομένης τοῦ βλέπειν ἃ χαρίζεται βλέπειν ἁλάμενος τῶν τῆς ψυχῆς ὀφθαλμῶν Ἰησοῦς, σπλαγχνισθήσεται
ὁ σωτὴρ ἡμῶν, καὶ ὡς δύναμις καὶ λόγος καὶ σοφία κοὶ πάντα ὅσα ἀναγέγραπται περὶ αὐτοῦ τυγχάνων, ἅψεται τῶν πρὸ αὐτοῦ μὴ βλεπόντων
ὀφθαλμῶν ἡμῶν. 133 134 καὶ ἁψαμένου αὐτοῦ φεύξεται μέν τὸ σκότος καὶ ἡ ἄγνοια, εὐθέως δὲ οὐ μόνον ἀναβλέψομεν ἀλλὰ κοὶ ἀκολουθήσομεν αὐτῷ, αὐτοῦ τοῦ
ἀναβλέπειν ἡμᾶς παρ’ αὐτὸν συνεργοῦντος πρὸς τὸ μὴ ἄλλο τι πρᾶξαι ἢ ἀκολουθεῖν τῷ ἀναβλέψαι ποιήσοντι, ἵνα ἀεὶ ἑπόμενοι αὐτῷ ὁδηγηθῶμεν ὑπ’ αὐτοῦ πρὸς τὸν
θεὸν κοὶ ὁρῶμεν τοῖς ἀναβλέψασι δι’ αὐτὸν ὀφθαλμοῖς ἡμῶν τὸν θεὸν μετὰ τῶν μακαριζομένων ἐπὶ τῷ καθαρὰν ἔχειν τὴν καρδίαν. ἔχομεν
οὖν τοὺς ἐκπορευομένους ἀπὸ Ἱεριχὼ καὶ ἀκολουθοῦντας τῷ Ἰησοῦ ὄντας ὄχλον πολύν, τοὺς οὐκ Ἰσραὴλ οὐδὲ Ἰούδαν· τοὺς δέ δύο τυφλοὺς ἀκούσαντας ἅτι Ἰησοῦς παράγει
καὶ ἐκδότης ὅτι υἱός ἐστι Δαυΐδ καὶ συναισθομένους τῆς ἑαυτῶν τυφλότητος καὶ ἀξιοῦντας ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς αὑτῶν, Ἰσραὴλ καὶ Ἰούδαν ἰοὺς ἀποδεδομένους,
ὧν κεκλεισμένοι οἱ ὀφθαλμοὶ κοὶ συμμεμυκότες διὰ τῆς ἁφῆς ἀναβλέπουσιν Ἰησοῦ. ταῦτα μὲν κατὰ τὸν Ματθαῖον.
κατὰ τινὰς μέν τὴν αὐτὴν ἱστορίαν ἐκτίθενται κατὰ δέ τινὰς ἑτέραν παραπλησίαν, ἄξιόν γε καὶ τὰ τούτων ἰδεῖν. καὶ πρῶτόν γε κατανοητέον τὴν κατὰ τὸν Μᾶρκον, οὕτως
ἀναγράφοντα τὰ κατὰ τόν τόπον· καὶ ἔρχεται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἐκεῖθεν καὶ τῶν μαθητῶν αὐτοῦ κοὶ ὄχλουἱκανοῦ, 135 136 137 ἰδοὺ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς« καὶ τὰ ἑξῆς, ἕως τοῦ »καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ«. ὁ μὲν οὖν τῇ ἱστορίᾳ Ψιλῇ παριστάμενος
καὶ μὴ βουλόμενος διαφωνεῖν τοὺς εὐαγγελιστάς, ἐρεῖ οὐχ ὅμα γεγονέναι τὸ κατὰ τόν Ματθαῖον καὶ τὸν Μᾶρκον, ἀλλὰ τινὶ μὲν ἐπιδημίᾳ τῇ ἐν Ἱεριχὼ γεγονέναι
τὰ κατὰ τοὺς ἀναβλέψαντας δύο τυφλούς, ἑτέρᾳ δέ τὰ κατὰ τὸν ἔνα τοῦτον υἱὸν Τιμαίου Βαρτιμαῖον, κα]]ι ἄλλῃ τὰ κατὰ τὸν Λουκᾶν. εἴπερ γὰρ ἀκριβῶς πιστεύομεν ἀναγεγράφθαι
συνενοῦντος καὶ τοῦ ἁγίου πνεύματος τὰ εὐαγγέλια, καὶ μὴ ἐσφάλησαν ἐν τῷ ἀπομνημονεύειν οἱ γράψαντες αὐτό, δῆλον ὅτι, ἐπεὶ μὴ δυνατὸν ἐν μιᾷ καὶ τῇ οὐτῇ ἐπιδημίᾳ
ἀληθὲς εἶναι δύο τυφλοὺς τεθεραπεῦσθαι καὶ ἕνα, ἑτέρα μέν ἐΠιδημία δεδήλωται ὑπὸ τοῦ Ματθαίου ἑτέρα δὲ ὑΠὸ τοῦ Μάρκου, ἤδη δὲ καὶ ἄλλη ὑΠὸ τοῦ Λουκᾶ, ὡς τῷ
ἐπιστήσαντι ἐκ τῆς πρὸς τοὺς λοιποὺς διαφορᾶς ἔστι καὶ τοῦτο τεθαρρηκότως ἀποφήνασαι. καὶ οὐδέν θαυμαστὸν ἐπιτηρήσαντά τινα τῶν ἐν Ἱεριχὼ τὴν προτέραν θεραπείαν διὰ
τῆς <αὐτῆς> λέξεως καὶ τῆς ὁμοίας ἀξιώσεως καὶ ἐν τῷ αὐτῷ τόπῳ βεβουλῆσθαι θεραπευθῆναι. εἴποι δ’ δ’ τις 138 139 140 <ὅτι> οὕτω καὶ ἄλλος ἐστὶν ὁ κατὰ τὸν λουκᾶν τυφλὸς θεραπευθείς. ὁ μέντοιγε ὅλων τούτων ζητῶν βοθυτέραν διήγησιν φήσει ὅτι ἔν καὶ
τό αὐτὸ πρᾶγμα διαφόροις λέξεσι παρισταται δύο μέν γὰρ τυφλοὶ εἰσιν ὡς ἀποδέδοται)
Ἰσραὴλ καὶ Ἰούδας, εἷς δέ ὁ ὅλος τούτων λαός, ὅτε εἶς δηλοῦται θεραπευόμενος τυφλός. ὄχλου« οὖν »ἱκανοῦ« τοῦ ἀπὸ τῶν ἐθνῶν συνεκπορευομένου ἀπὸ τῶν κοσμικῶν τῷ Ἰησοῦ
καὶ τοῖς μαθηταῖς αὐτοῦ, Ἰσραηλιτικόν τι λεῖμμα »παρὰ τὴν ὁδὸν« καθεζόμενον <τουτέστι παρὰ τὰς προφητικὰς γραφὰς> καὶ πενόμενον τοῖς νοήμασι καὶ ἐπαιτοῦν τὰ εἰς τὴν
χρείαν τῆς ψυχῆς, ἀκοῦσαν ὅτι 1 Ἰησοῦς ὀ Ναζαρηνός ἐστιν«, ἄρχεται μέγα βοῶν ἀξιοῦν τὸν σωτῆρα ὡς υἱὸν Δαυΐδ ἔλεον αὐτῷ παρασχεῖν.
καὶ ἐπὰν ἴδης τῶν ἀπὸ Ἰουδαίων πιστευόντων εἰς τὸν Ἰησοῦν τὴν περὶ τοῦ σωτῆρος πίστιν, ὁτὲ μὲν ἐκ Μαρίος καὶ τοῦ Ἰωσὴφ οἰομένων αὐτὸν εἶναι ὁτέ δὲ ἐκ Μαρίας
μέν μόνης καὶ τοῦ θείου πνεύματος, οὐ μὴν καὶ μετὰ τῆς περὶ αὐτοῦ θεολογίας, ὄψει πῶς οὗτος ὁ τυ- 141 142 143 φλὸς λέγει τὸ υἱὸς Δαυΐδ, ἐλέησόν με«, ᾧ ἐπιτιμῶσιν οἶ »πολλοί«· πολλοὶ γὰρ οἱ ἀπὸ τῆς Ἱεριχὼ ἐκπορευόμε- νοι ἀπὸ τῶν ἐθνῶν, ἐπιτιμῶντες τῇ
πτωχείᾳ τῶν ἀπὸ τῶν Ἰουδαίων πιστεύειν δολούντων. κοὶ ἀλόγων δὲ ἐπὶ τὴν εὐγενῆ Ψυχὴν τὰ τοιαῦτα πτωχεύσσσαν καὶ μέχρι ἐπαιτήσεως φθάσασαν, οὐ πόνυ τι
διαμαρτήσῃ τοῦ λόγου.
ζητοῦμεν μή πη ἐνενόησέ τι ὁ Μᾶρκος βαθύτερον κατὰ τὸν τόπον. καὶ ἀναλλοίως τάχα μέν ἀπὸ τῆς ἱστορίας λοβὼν προσέθηκε τό ὄνομα, εἴποι δ’ ἂν τις καὶ ποιήσας αὐτὸ ὡς
χρήσιμον. καὶ εἰ μὴ δόξομεν ψυχρεύεσθαι μέχρι τῆς τῶν τοιούτων ἐξετάσεως φθάνοντες. ζητοῦμεν τὸν τῆς τιμῆς ἐπώνυμον Τίμαιον καὶ τὸν υἱὸν αὐτοῦ Βαρτιμαῖον, ὅπερ ἐστὶν υἱὸν
Τιμαίου. μήποτε δὲ διὰ τὸ τίμιον τοῦ πατριάρχου Ἰακὼβ καὶ Ἰσραὴλ τροπικῶς ἐκεῖνός ἐστιν ὁ Τίμαιος · οἱ δὲ τὴν εὐγένειαν ἀπ’ ἐκείνου κεκτημένοι ὁ Βαρτιμαῖος τυφλὸς διὰ τὰ προειρημένα,
ὁμοίως δέ καὶ καθεζόμενος »παρὰ τὴν ὁδὸν« καὶ »ἐπαιτῶν. εἶτα ἐπείπερ| λέγοντι αὐτῷ · υἱὸς Δαυΐδ, ἐλέησόν με«, ἐπετίμων οἱ πολλοὶ ἵνασιωπήσῃ«, ζητῶ εἰ δύνασαι πολλοὺς
μὲν εἰπεῖν ἐπιτιμῶντος 144 145 146 »ἵνα σιωπήσῃ« τῷ Ἐβιωναίῳ καὶ πτωχεύοντι περὶ τὴν εἰς Ἰησοῦν πίστιν τοὺς ἀπὸ τῶν ἐθνῶν, οἵτινες παρ᾿
ὀλίγους ἅπαντες πεπιστεύκασιν αὐτὸν ἐκ παρθένου γεγενῆσθαι, καὶ ἐπιτιμῶσιν »ἵνα σιωπήσῃ« τῷ οἰομένῳ αὐτὸν ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς εἶναι, κατάγοντα
τὸ γένος ἀπὸ τοῦ Δαυΐδ. ἀλλὰ καίτοιγε τῶν πολλῶν ἐπιτιμώντων »πολλῷ μᾶλλον« κέκραγε, πιστεύων μὲν ἐπὶ τὸν Ἰησοῦν ἀνθρωπικώτερον δὲ πιστεύων, καὶ κεκραγὼς λέγει· »υἱὸς
Δαυΐδ, ἐλέησόν με«. ἀλλ᾿ ὁ φιλάνθρωπος σωτὴρ στάς, οὐκέτι (κατὰ τὸν Ματθαῖον) αὐτὸς αὐτὸν φωνεῖ, ἀλλ᾿ εἶπεν αὐτὸν φωνηθῆναι· οἱ δὲ προσταχθέντες εἶπον αὐτῷ·
»θάρσει, ἔγειραι« (καθεζομένῳ γὰρ αὐτῷ καὶ ἀναπεπτωκότι φασίν· »ἔγειραι«) καὶ λέγουσι· »φωνεῖ σε«. μετὰ ταῦτά φησιν ὁ Μᾶρκος ὅτι »ἀποβαλὼν
τὸν Ἰησοῦνα. ἆρ᾿ οὖν οὐδὲν ἐννοήσας ἀνέγραψε περὶ τοῦ ἀποβαλόντα αὐτὸν τὸ ἱμάτιον ἀναπεπηδηκότα ἐληλυθέναι πρὸς τὸν
την ταῦτα προσερρῖφθαι τῷ εὐαγγελίῳ; ἐγὼ μὲν οὖν ἰῶτα ἓν ἢ μίαν κεραίαν οὐ πιστεύω κενὴν εἶναι θείων 147 148 149 μαθημάτων, τὸ δὲ ἐπιτυγχάνειν ἑρμηνεύοντα ἡγοῦμαι πολλοῦ δεῖσθαι λόγου διὰ τὸ δυσερμήνευτον τῶν πραγμάτων.
μήποτ’ οὖν τὰ ὡς τυφλοῦ καὶ ἐπαίτου * * * ἐπιγαμβρεύματα καὶ περιβόλαια, οἷς περιβέβλητο ὁ Βαρτιμαῖος, δηλοῦται· ἅτινα ἀπέβαλεν ὁ τυφλὸς ἀκούσας·
»θάρσει, ἔγειραι, φωνεῖ σε« καὶ ἀποβαλὼν τὰ τῆς ἐπαιτήσεως καλύμματα καὶ περιβόλαια »ἀνεπήδησε καὶ ἀνέστη«, ἵνα
ἔλθῃ πρὸς τὸν Ἰησοῦν καὶ τυχὼν τῆς παρ’ αὐτοῦ ἀποκρίσεως εἰρημένης πρὸς τὴν ἀξίωσιν τῆς »τί θέλεις ποιήσω;« καὶ αὐτὸς εἴπῃ μείζονα φωνὴν τῆς »υἱὲ
Δαυΐδ, ἐλέησόν με« · μεῖζον γὰρ ἐπινενόηται τοῦ »υἱὲ Δαυΐδ« τῷ λέγοντι »Ῥαββουνὶ« καὶ τὸ εἶδος τοῦ ἐλέους παραστήσαντι
διὰ τοῦ ἵνα ἀναβλέψω«. καὶ ὁ σωτήρ γε διὰ μὲν τοῦ υἱέ Δαυΐδ, ἐλέησόν με« οὐ δίδωσι τὴν εὐεργεσίαν οὐδ’ ὅτε τὸ ἱμάτιον τῆς <τυφλότητος καὶ τῆς τῆς> ἐπαιτήσεως
οὐδ’ ὅτε ἐκαθέζετο παρὰ τὴν ὁδὸν ἐποικῶν. διὰ δέ τὸ »Ῥαββουνί, ἴνα ἀναβλέψω« εἶπεν αὐτῷ· »ὕπαγε, 150 151 152 η πιστις σου σεσωκε σε«. καὶ ὁ μέν σωτὴρ εἰπεν αὐτῷ·
»ὕπαγε«, ὁ δὲ τοῦ προστάγματος τούτου κρεῖττον πεποίηκεν· οὐ γὰρ ἀπελήλυθεν, ἀλλὰ »ἠκολούθει« τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ«, ἐπεὶ »εὐθέως ἀνέβλεψεν«.
καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῶ θεῶ«. καὶ τούτου δέ τὰ μέν κοινὰ πρὸς τοὺς λοιποὺς ἤδη τῆς κατὰ τὸ φανὲν ἡμῖν διηγήσεως
τετευχότα οὐκ ἐπαναληψόμεθα, τὰ δέ καίρια καὶ ἴδια κατὰ τὸ δυνατὸν ἡμῖν παραστήσομεν. καὶ πρῶτόν γε παρατήρει ὅτι Ματθαῖος μέν καὶ Μᾶρκος ἐκπορευομένου μετὰ τῶν
μαθητῶν τοῦ Ἰησοῦ ἀπὸ τῆς Ἱεριχὼ ἀνέγραφεν γεγονέναι τὰ περὶ τοὺς τυφλοὺς ἢ τὸν τυφλόν · ὁ δέ Λουκᾶς φησιν · ἐγένετο δὲ ἐν
τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ«. οὐκοῦν κατὰ τὸν Λουκᾶν εἰσερχόμενος εἰς τὴν Ἱεριχὼ καὶ ἐγγὺς αὐτῆς γενόμενος ἐπιτελεῖ τὴν κατὰ τὸν τυφλόν οἰκονομίαν. καὶ εἴποι τις ἂν κατὰ τὸν
μυστικὸν λόγον ὅτι πρῶτόν ἐστι τὸ τοῦ Λουκᾶ, δεύτερον δέ τὸ τοῦ Μάρ- 153 154 155 κου, καὶ τρίτον τὸ τοῦ Ματθαίου. πρῶτον γὰρ δεῖ ἐγγίσαι τῇ Ἱεριχώ εἶτα εἰσελθεῖν εἰς αὐτήν, καὶ <μετὰ ταῦτα δὲ> ἐκπορευθῆναι ἀπ’
ἀνέγραψε τοίνυν ὁ μὲν Λουκᾶς τὸ ἐγένετο ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ«, ὁ δὲ Μᾶρκος· » καὶ ἔρχεται εἰς Ἱεριχώ, καὶ εἰσπορευομένου αὐτοῦ ἐκεῖθεν«, ὁ δὲ Ματθαῖος οὔτε τὸ
ἐγγίζειν τῇ Ἱεριχώ ἀνέγραφεν οὔτε ὅτι ἔρχεται εἰς Ἱεριχώ, ἀλλὰ μόνον ὅτι ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
δύναται οἶν τὸ μὲν κατὰ τὸν Λουκᾶν ἐγγίσας τῇ Ἱεριχώ πεποιηκέναι, τὸ δὲ κατὰ τὸν Μᾶρκον ἐλθὼν εἰς Ἱεριχώ, τὸ δέ κατὰ τὸν Ματθαῖον ἐκπορευθεὶς ἀπ’ αὐτῆς.
ὁρᾷς δὲ ὅτι κοὶ ὁ κατὰ τὸν Λουκᾶν τυφλὸς »ἀκούσας ὄχλου διαπορευομένου (καὶ οὐ δήπου τοῦ Ἰησοῦ) τὶ ἂν εἴη«, ὁ δὲ κατὰ τὸν Μᾶρκον
»ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν«, οἱ δέ κατὰ τὸν ματθαῖον δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει,
ἔκραξαν. καὶ οὐκ ἔστιν ὁ κατὰ τὸν Ματθαῖον παρὰ τοῖς τυφλοῖς Ἰησοῦς Ναζαρηνός, ἀλλ’ ὁ παρὰ τοῖς λοιποῖς, ὧν ὁ μέν κατὰ τὸν Μᾶρκον <τυφλὸς> ἀκούει ὅτι Ἰησοῦς ὁ Ναζορηνός
ἐστιν«, ὁ δέ κατὰ τὸν Λουκᾶν, ὅτε 156 157 158 ἐπυνθάνετο παρὰ τοῦ ὄχλου »τί ἂν εἴη τοῦτο«, ἔμαθεν ἀπαγγειλάντων αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζαρηνὸς παρέρχεται.
τῷ λέγοντι· υἱέ »υἱὲ Δαυΐδ«, ἵνα σιγήσῃ καὶ μὴ ἀναγορεύσῃ αὐτὸν τῷ ἐλάττονι ὀνόματι. ἀλλ’ οἱονεὶ λέγῃ · υἱὲ θεοῦ, ἐλέησόν με. ἀλλ’ ἐκεῖνος »πολλῷ μᾶλλον ἔκρξεν· υἱέ Δαυΐδ,
ἐλέησόν με«. εἶτα φησὶ) σταθεὶς ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν«. καὶ ὅρα εἰ μὴ ὡς παρατετηρήκαμεν) ὑποδεέστερός ἐστιν οὗτος ὁ τυφλός · οὔτε γὰρ ὁ Ἰησοῦς
αὐτὸν ἐφώνησεν οὔτε εἶπεν αὐτὸν φωνηθῆναι, ἀλλ’ ὡς μὴ χωροῦντα ταῦτα »ἐκέλευσεν αὐτὸν« <ὠς> μὴ μὴ δυνάμενον καθ’ αὑτὸν αὑτὸν πρὸς αὐτὸν »ἀχθῆναι πρὸς αὐτόν«. εἶτα (φησίν)
»ἐγγίσαντος αὐτοῦ ἐπηρώτησεν αὐτὸν εἰπών· τί σοι θέλεις ποιήσω;« καὶ οὐ πρότερον ἐπηρώτησεν αὐτὸν ἢ ὁ ἐρωτώμενος ἤγγισεν αὐτῷ, ἀλλ’ ἐπεὶ ἤγγισε, διὰ τοῦτο ἐρωτηθεὶς
εἶπε τὸ ἶνα ἀναβλέψω, κύριε«. εἶτα φησὶν) ἀποτιθεὶς »εἶπεν αὐτῷ 159 160 161 Ἰησοῦς · ἀνάβλεψον · ἡ πίστις σου σέσωκέ σε«. πλεῖον δέ <τι> ἔχουσιν οἱ κατὰ τὸν Ματθαῖον τυφλοί, ἐφ’ ὧν γέγραπται ὅτι σπλαγχνισθεὶς
Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν· οὐχ ἥφατο δέ οὔτε τοῦ κατὰ τὸν Μᾶρκον οὔτε τοῦ κατὰ τὸν Λουκᾶν. ἔχει δέ πόλιν πλεονέκτημά τι ὁ κατὰ
τὸν Λουκᾶν, ἐπείπερ ἡνίκα »παραχρῆμα ἀνέβλεψεν«, οὐ μόνον ἠκολούθει αὐτῷ, ἀλλὰ πλεῖόν τι εἶχε παρὰ τοὺς λοιΠούς · »ἠκολούθει« γὰρ φησὶν) »αὐτῷ δοξάζων
τὸν θεόν«. καὶ ἦν τὸ τέλος τούτου, ἐν τῷ ἀκολουθεῖν καὶ δοξάζοντος τὸν θεόν, <τὸ> πάντα τὸν ὄχλον ἰδόντα δοῦναι »αἶνον τῷ θεῷ«. ταῦτα μέν ἐπὶ τοῦ πορόντος ἡμεῖς
εἰς τοὺς τόπους, <εἴτε γνόντες> εἴτε λαβόντες, εἴδομεν · θεὸς δὲ δοίη ᾧ βούλεται λόγον σοφίας πλουσιώτερον καὶ λόγον ἐν φωτὶ γνώσεως τρανότερον, ἵνα ταῦτα τοῖς ἀπὶ τοιούτων
χαρισμάτων συγκρινόμενα εὑρεθῇ ὡς λύχνος παρ’ ἥλιον.
καὶ ὁ Μᾶρος δέ κατὰ τὸν τόπον οὕτο)ς ἀνέγραφε · καὶ ὅτε εγγίζουσιν εἰς Ἱεροσόλυμα κοὶ εἰς Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν« καὶ <τὰ> ἐξῆς ἕως τοῦ καὶ εὐθέως
ἀποστελεῖ«· ὁ δὲ Λουκᾶς τοῦτον τὸν τρόπον · καὶ ταῦτα εἰπὼν ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα« καὶ τὰ ἑξῆς, ἕως τοῦ οὕτως ἐρεῖτε · ὅτι ὁ κύριος αὐτοῦ χρείαν
ἔχει«. Ἄξιόν ἐστι μάλιστα ἐπὶ τῶν τοιούτων τοῦ εὐαγγελίου ῥητῶν ἐπιστῆσαι τῷ βουλήματι τῶν ἀναγραφόντων κοὶ τῇ προαιρέσει αὐτῶν, τί σκοποῦντες
ἀνέγραψαν πρὸς τοῖς τεραστίοις καὶ παραδόξοις τῶν ὑπὸ τοῦ σωτῆρος γεγενημένων καὶ τὰ μηδὲν ἐμφαίνοντα τοιοῦτον.
ἔστω γὰρ περὶ τυφλῶν ἀναβλέψεως καὶ παρέτων ἰάσεως καὶ νεκρῶν ἀναστάσεως κοὶ λεπρῶν καθαρίσεως
πεπραγματεῦσθαι τοὺς εὐαγγελιστὰς εἰς οἰκοδομὴν τὴν περὶ τοῦ Ἰησοῦ τοῖς ἐντευξομένοις αὐτῶν τῇ γροφῇ, τί βούλεται αὐτοῖς τὸ προκείμενον 165 166 167 ῥητόν, καθὸ ἡνίκα τοῖς Ἱεροσολύμοις ἤγγισεν ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν καὶ ἐλήλυθεν εἰς Βηθφαγὴν πλησίον τοῦ ὄρους τῶν
Ἐλαιῶν, ἀπέστειλε δύο μαθητὰς ἐντελλόμενος αὐτοῖς περὶ ὄνου καὶ πώλου ἴνα λύσαντες ἀγάγωσιν αὑτῷ, τῷ ἔσθ’ ὅτε μὴ ὁκνήσαντι πλείονα ὁδὸν πεζευσαι,
καὶ τοῖς ἑαυτοῦ ποσὶ τὴν ὁδοιπορίαν εκτελεσαι, ὡς ὅτε ἀπὸ Ἱεροσολύμων διήρχετο διὰ τῆς Σαμαρείας <εἰς τὴν καὶ> φθάσας ἐπὶ τὸ
κοπιάσας ἐκ τῆς ὁδοιπορίας« ἐκαθέσθη παρ’ αὐτῷ; τί δέ καὶ αὐτῷ τῷ Ἰησοῦ πρόκειται ὄνον δεδεμένην μετὰ πώλου λύεσθαι κελεύοντι <καὶ> προστάσσοντι λέγειν τῷ
ἐπὶ τούτῳ φάσκοντι ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελεῖ αὐτούς; ὁ γὰρ τηλικοῦτος κύριος, χρείαν ἔχων ὄνου κοὶ πώλου τῶν πάλαι
δεδεμένων, ἐμφαινέτω * * * τι ἄξιον αὐτοῦ τῆς μεγαλοπρεπείας. Ἐπιτείνει δὲ τὴν κατὰ τὸν τόπον ζήτησιν προφήτης Ζαχαρίας ὁ τοῦ
Βαραχίου, προφητεύσας περὶ τούτων προφητείαν ἀξίαν ἐπιστάσεως, ἐν ᾗ αὐταῖς λέξεσι γέγραπται ταῦτα· 168 169 170 χοῖρε »χαῖρε θύγατερ Σιών· | κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχαταί σοι δίκαιος καὶ σῴζων, αὐτὸς πραΰς καὶ ἐπιβεβηκῶς
ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον«. εἰ δέ βούλει ἀπὸ τοῦ προφήτου μαθεῖν πῶς ἐστι χαῖρε σφόδρα] χαρᾶς ἄξια τῇ θυγατρὶ Σι(ὸν τὰ προφητευόμενα, ἄκουε τοῦ κοὶ
ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ
ποταμῶν διεκβολὰς γῆς. καὶ σὺ ἐν αἵματι διαθήκης ἐπαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι
τῆς συναγωγῆς, κοὶ ἀντὶ μιᾶς ἠμερας παροικίας σου διπλᾶ ἀνταποδώσω σοι«. κοὶ ἵνα μὴ μηκύνωμεν τὸν λόγον ἐπὶ πλεῖον, καταλίπωμεν τῷ βουλομένῳ συγκρῖναι τὴν προφητείαν
τῇ κατὰ τὸ εὐαγγέλιον ἱστορίᾳ ὅλα τὰ κατὰ τοὺς τόπους ἐξετάσαι παρακειμένης τῆς λέξεως. ἐσημειωσάμεθα δέ ὥσπερ ἐπ’ ἄλλων 171 172 173 ὅτι μὴ αὐτοῖς λέξεσιν ὁ Ματθαῖος καὶ ὁ Ἰωόννης ἐξέθεντο τὸ προφητικόν· οὐ γὰρ ταὐτὸν τὸ »χαῖρεσφόδρα, θύγατερ Σιών, <κήρυσσε,
θύγατερ Ἱερουσαλὴμ> « τῷ· εἴπατε τῇ θυγατρὶ Σιὼν <ἢ τῷ μὴ φοβοῦ, θυγάτηρ Σιών«>, ἀλλὰ <καὶ τὰ> μετὰ τὸ ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σου) προτεταγμένα
τοῦ »πραΰς« οὐκ ἐξέθετο ὁ Ματθαῖος, οὕτως ἔχοντα · δίκαιος καὶ σῲζων αὐτός«. ἔτι δέ ἀντὶ τοῦ καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου ’
»καὶ ἐιβεβηκὼς ἐπὶ ὄνον> καὶ πῶλον νέον« ἢ ὡς ἔν τισι πῶλον ὑποζυγίου«. ὁ δέ Ἰωάννης ἀντὶ τοῦ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον <καὶ πῶλον νέον>« πεποίηκε· »καθήμενος
ἔρχεται ἐπὶ πῶλον ὄνου« · ὅστις ἐμφαίνων ὅτι γνώσεως δεῖται τὸ κατὰ τὸν τόπον, ἐπιφέρει τὸ »ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρότερον«.
λέγων »Ἱερουσαλὴμ Ἱερουσαλὴμ,> ἡ ἀποκτείνουσα τοὺς προφήτας« καὶ τὰ ἑξῆς. πρόσχες οὖν εἰ δύνασαι Σιὼν νῦν δὴ λεγομένην θυγατέρα τοῦ προστάσσοντος αὐτῇ χαίρειν
καὶ Ἱερουσαλὴμ πόλιν θυγατέρα τοῦ κηρύσσειν αὐτῇ κελεύοντος, εἰπεῖν εἶναι <μὴ τὴν τόν κύριον σταυρώσασαν, άλλὰ τὴν δεομένην τὸν ἐσταυρωμένον,
Σιὼν> τὴν ἐπουρανίαν, περὶ ἧς ἐν μέν τῇ πρὸς Ἑβραίους γέγραπται τὸ »ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει κοὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.
καὶ μυριάσιν ἀγγέλων. πανηγύρει«, ἐν δὲ τῇ πρὸς Γαλάτας· ἡ δέ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν«. μήποτε γὰρ σύμβολά ἐστι ταῦτα τοῦ σωτῆρος
λύσαντος τῶν δεσμῶν διὰ τῶν μαθητῶν τὰ ἴδια ὀχήματα, τούς τε απὸ τοῦ λαοῦ πιστεύσαντας ἐκείνου τότε καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. δεδεμένη γὰρ ταῖς ἁμαρτίαις ἦν ἡ 177 178 179 τότε συναγωγή, δεδεμένος δὲ καὶ ὁ πῶλος μετ’ ἐκείνης ὁ ὕστερον γενόμενος νέος ἀπὸ τῶν ἐθνῶν <πιστεύων> λαός · καὶ τούτους ἀμφοτέρους
εγγίζων τῇ εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνόδῳ ὁ σωτὴρ ἐκέλευσεν ὑπὸ τῶν μαθητῶν διδασκόντων λυθῆναι, δοὺς αὐτοῖς
τὸ ἅγιον πνεῦμα καὶ εἰπών· »λάβετε πνεῦμα ἅγιον. ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται«. καὶ ἀεί γε οἱ μαθηταὶ <
στοῦ> οὓς »ἱκάνωσε διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος«, λύοντες τὴν δεδεμένην ὄνον κοὶ
τὸν πῶλον ἄγουσι πρὸς τὸν Ἰησοῦν βουλόμενον ὀχήμασι χρήσασθαι τοῖς ὑπὸ τῶν γνησίων αὑτοῦ μαθητῶν λελυμένοις ἀπὸ τῶν πάλαι <ἁμαρτιῶν δεσμοῦ. καὶ πρέπει γε τῷ υἱῷ
τοῦ θεοῦ οὕτω χρείαν ἔχειν φιλάνθρωπος γὰρ ἐστι) τῆς δεδεμένης ὄνου κοὶ τοῦ μετ’ αὐτῆς δεδεμένου πό)λου · χρείαν δ’ αὐτῶν ἔχει, ἶνα αὐτοῖς ἐπικαθίσας ἀναπαύσῃ
μᾶλλον ἤπερ ἀναπαύσηται τοὺς οἷς ἐπικαθέζεται.
ἤ »καὶ καὶ εὐθέως αὐτὸν ἀποστελεῖ πόλιν ὧδε«. λύσεις δέ τὸ ἐπηπορημένον ζητήσας
τὴν ἀποστολὴν ἢ τῶν κατὰ τὸν Ματθαῖον δύο ἢ τοῦ κατὰ τὸν Μᾶρκον πώλου. ὅτι δὴ κύριος οὐδεὶς ἄλλος ἦν τῶν δεδεμένο)ν <ἢ ἐκεῖνος περὶ οὗ
φησιν ὁ ἀπόστολος>· »ἀλλ’ ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«, ᾧ <ὅτι> μηδαμῶς ἀντλέγειν ἔμελλε τῶν λεγόντων τις · »εἰς τί λύετε τὸν Πῶλον ;« ἢ ὁτιποτοῦν
βοσκόντων, δῆλον · ὡς γὰρ μὴ ἀντερούντων αὐτῷ εἶπεν ὁ σωτὴρ τὸ καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει
ἤ· »ἐάν ἐόν τις ὑμῖν εἴπῃ· τί λύετε τὸν πῶλον; εἴποτε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει« · καὶ κατὰ τὸν Λουκᾶν δέ · ἐόν τις φησὶν) ὑμαῖς ἐρωτᾷ·
διὰ τί λύετε ; οὕτως ἐρεῖτε · ὅτι ὁ κύριος αὐτοῦ χρείον ἔχει«. 182 183 184 καὶ ζητήσεις εἰ μετὰ <τὸ εἰς > τὴν Ἱερουσαλὴμ καὶ τὸ ἐπιβεβηκέναι τούτοις ἢ τούτῳ τὸν σωτῆρα. ἀποστολή τις ἐπί τι ἔργον
ἀναγκαῖον πρὸς τὸν τόπον γίνεσθαι ἔμελλεν, ἶνα τι ποιήσωσιν ἡ ὄνος καὶ ὁ Πῶλος ἔργον κατὰ τὸ σιωπώ- μενον, ἐμφαινόμενον μὲν οὐ τρανῶς δὲ δεδηλωμένον. ἔννοιαν δέ τοῦ
τοιούτου λαμβάνω ἐπιστήσας τῇ τάξει τῶν ἐν τῷ κατὰ Ματθαῖον μακαρισμῶν. ἐν οἷς μετὰ τὸ »μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν«
ἑξῆς γέγραπται τὸ »μακάριοι οἱ προεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν«. τήρει γὰρ ἐν τούτοις ὅτι πρῶτον μέν τῶν μακαριζομένων ἡ βασιλεία« ἐστὶ τῶν οὐρανῶν«· δεύτερον
δὲ »καληρονομήσουσι τὴν γῆν«, οὐχ ὥστε τὸν πάντα αἰῶνα εἶναι ἐπ αὐτῆς · παρακληθέντες γὰρ καὶ διὰ τὸ πεπεινηκέναι καὶ δεδιψηκέναι δικαιοσύνης κορεσθέντες αὐτῆς καὶ
ἐλεηθέντες καὶ τὸν θεὸν ἰδόντες καὶ υἱοὶ αὐτοῦ κληθέντες πάλιν ἐπὶ τὴν βασιλείαν ἀποκαθίστανται τῶν οὐρανῶν.
ἀλόγοις ζῲοις ἀχθοφόροις τοὺς φέροντας τὸν Ἰησοῦν αὐτοῖς ὀχούμενον.
τάχα γὰρ τι τοιοῦτον νοήσας καὶ ὁ προφήτης εἶπε τὸ γενονέναι <ὡς> κτηνώδης, οὐχ ἁπαξαπλῶς ἀλλὰ παρὰ τῷ θεῷ ἢ παρὰ τῷ Χριστῷ,
κατὰ τὸ »κἀγὼ κτηνώδης ἐγενήθην παρὰ σοί«. ὡς γὰρ πρὸς τὸν αὐτόλογον καὶ πρὸς τὴν τοῦ θεοῦ μεγαλειότητα κτηνώδεις ἐσμὲν οὐχ ἡμεῖς μόνοι,
ἀλλὰ καὶ ἡμῶν πολλῷ λογικώτεροι καὶ σοφώτεροι · οὕτω δέ καὶ ὡς πρὸς τὸ λογικὸν τοῦ ποιμένος πρόβατά ἐσμεν αὐτοῦ, τῷ τὸν ἐν ἀνθρώποις καὶ τοῖς τελειοτάτοις λόγον
παραβαλλόμενον τῷ αὐτολόγῳ πλεῖον ἔχειν ἀπόστημα ἀπ’ ἐκείνου, ἢ ὅσον ἔχει ἀπόστημα ὄνου καὶ πώλου Ψυχὴ ἢ προβάτου πρὸς ἄνθρωπον. 188 189 190 καὶ τάχα ἀναβαίνοντα μὲν εἰς Ἱεροσόλυμα ἐποχουμένου τοῦ Ἰησοῦ) τὸ ὑποζύγιον ἢ καὶ ὁ πῶλος τοιαῦτά ἐστιν, γενόμενα δὲ ἐκεῖ οὐ μένει
ὑποζύγιον οὐδέ πῶλος, ἀλλὰ ἀπ[οστέλλεται μεταβαλόντα καὶ ὠφεληθέντα καὶ μετασχόντα τῆς τοῦ λόγου θειότητος καὶ ὑπεροχῆς τῆς γνώσεως, ὥστε εἰς δόξαν <ἀξιοῦσθαι
θεοῦ ἀποστέλλεσθαι αὐτὰ εἰς τὸν τόπον ὅθεν ἐλύθη πρότερον, τοῦ γυρίου μεταποιήσαντος αὐτὰ καὶ μισθὸν αὐτοῖς δεδωκότος τοῦ ἐνηνοχέναι αὐτὸν
τὴν τοιαύτην μεταβολήν, ὡς καὶ ἀποσταλῆναι αὐτὰ ἐπὶ τόν πρότερον
τόπον, οὐκέτι <δ᾿ > ἐπὶ τοῖς ἔργοις τοῖς πρότερον. οὐ γὰρ ἔμελλεν ὁ φιλάνθρωπος ἡμῶν <ὥν> κύριος, ἅπαξ
παραδεξάμενος τιμῆσαι τῇ τε ἀπὸτῶν δεσμῶν λύσει καὶ τῇ ἑαυτοῦ ὀχήσει, πόλιν αὐτὰ πέμπειν ἐπὶ τοὺς δεσμοὺς ἢ ἔργα ἐλάττονα ου πεποιηκεν εργου.
δεξάμενα τοῖς νώτοις τὸν υἱὸν τοῦ θεοῦ. πρέπον δέ ἦν ἐπὶ τῷ τοιούτῳ μυστηριω̣ 191 192 καὶ τοῖς μετ’ αὐτοῦ λεγομένοις σφόδρα χαίρειν καὶ ἐπιτείνειν χαρὰν τὸν καρπὸν» τοῦ πνεύματος«) τὴν θυγατέρα τοῦ βεοῦ Σιὼν καὶ θυγατέρα
οὐτοῦ τὴν Ἰερουσαλὴμ κηρύσσειν · ἤρχετο γὰρ ἀυτῇ »ὁ βασιλεὺς δίκαιος καὶ σῴζων«,<καὶ οὐχ ἁπλῶς »σῴζων«> ἀλλὰ <»δίκαιος καὶ σῴζων«, τουτέστι> μετà τοῦ τηρεῖν τὸ δίκαιος
εἶναι καὶ σῴζων μετὰ δικαιοσύνης, καὶ εὐτρεπίζων εἰς σωτηρίαν τοὺς σῳζομένους. αὐτὸς δέ ἤρχετο εἰς Σιὼν κοὶ Ἱερουσαλὴμ »πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον κοὶ πῶλον
νέον« ὡς ἀποδεδώκαμεν) ἐπισκοπῶν τὸν Ἰσραὴλ ἐν τῷ ἐξολοθρεύειν »ἃρματα ἐξ Ἐφραΐμ«, παραπλήσια τυγχάνοντα ἃρμασι Φαραώ,
ὅτε »ἃρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτου ἒρριψεν εἰς θάλασσαν«. ἤρχετο δέ καὶ ἵππον« ἐξολοθρεύων τὸ πολεμικὸν ζῷον ἀπὸ τῆς Ἱερουσαλήμ,
ἳνα εἰρήνην ποιήσῃ τῷ Ἰσραὴλ ἐπιστρέφων τὰ ἀπολωλότα αὐτοῦ πρόβατα, εἰρήνην δὲ καὶ τῇ Ἱερουσαλὴμ ἐπανάγων αὐτῆς ἐκπεσόντα τὰ τέκνα.
πῶς δέ οὐκ ἔμελλε μεγάλης χαρᾶς εἶναι ἂξιον τὸ οὕτως ἒρχεσθαι τὸν 193 194 195 δίκαιον βασιλέα καὶ σῴζοντα καὶ πρᾶον εἰς τὴν Ἱερουσαλήμ, ὅτε ἒμελλεν ἐξολοθρεύεσθαι πᾶν »τόξον Πολεμικόν«, ἴνα μηκέτι »οἱ ἁμαρτωλοὶ«
ἐκτείνωσι τόξα μηδέ ἑτοιμάζωσι βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνη τοὺς εὐθεῖς τῇ καρδίᾳ«; ἔμελλε δέ τότε καὶ πλῆθος καὶ εἰρήνη« εἶναι ἀπὸ τῶν πιστευόντων
καὶσῳζομένων»ἐθνῶν«, κατάρχοντος »ὑδάτων ἓως θαλάσσης« τοῦ σωτῆρος, κατάρχοντος δέ καὶ »ποταμῶν διεκβολὰς διεκβολὰς γῆς« καὶ διεξόδους ποιουμένων καὶ ποτιζόντων τὰ πολλὰ
αὐτῆς.
»θύγατερ Ἰερουσαλὴμ« φήσει ὅτι ὁ λόγος μέν προστάσσει χαίρειν τῇ θυγατρὶ Σιὼν καὶ κηρύσσειν τῇ θυγατρὶ Ἱερουσαλήμ· εἰ δέ τινες ἠπείθησαν οὐ τὰ τοῦ
χαίρειν ποιήσαντες ἒξια οὐδέ παραξάμενοι τὸ περὶ τοῦ κηρύσσειν Πρόσταγμα, αὐτοὶ γεγόνασιν ἑαυτῶν αἴτιοι τοῦ παθεῖν ἃ πεπόνθασιν, ὥστε λεχθῆναι αὐτοῖς· »ὑμῖν ἦν
ἀναγκαῖον καταγγεῖλαι τὸν λόγον 196 197 198 τοῦ θεοῦ· ἐΠεὶ δέ ἀναξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ
χρὴ δὲ καὶ τοῦτο εἰδέναι ὅτι πέντε περιτυχόντες ἐδδόσεσι τοῦ Ζαχαρίου παρὰ μὲν τοῖς Ἑβδομήκοντα καὶ τῷ Ἀκύλᾳ εὕρομεν τὸ αὐτὸς πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ
πῶλον νέον« ἢ ἐπὶ ὄνου καὶ πώλου υἱοῦ ὀνάδων«, παρὰ δὲ θεοδοτίωνι· »αὐτὸς ἐπακούων καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὄνου«, παρὰ δὲ Συμμάχῳ· »αὐτὸς πτωχὸς καὶ
ἐπιβεβηκὼς ἐπὶ ὄνον Λ·αὶ πῶλον υἱὸν ὀνάδος», ἐν δέ τῇ πέμπτη ἐκδόσει· αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον υἱὸν ὂνων«, καὶ δύναταί γέ τις ταῦτα
ἐφαρμόζειν τῇ κατὰ τὸν ἐξεταζόμενον τοῦ εὐαγγελίου τόπον ἱστορίᾳ, ὅτε πρᾶος καὶ ἐπακούων καὶ πτωχὸς ἐλήλυθεν εἰς τὴν Ἱερουσαλὴμ ὁ σωτήρ · »ἐπτώχευσε« γὰρ
»πλούσιος ὤν, ἳνα« οἱ ἀκούοντες αὐτοῦ τοῦ ἐπακούοντος ἡμῶν »τῇ πτωχείᾳ« αὐτοῦ πλουτήσωσιν.
ἄγεται τὰ λυόμενα ἢ τὸ λυόμενον,
ἧς ἔστιν εἰπεῖν λαβόντα ἀφορμὰς καὶ ἀπὸ τῶν Κριτῶν, ἐν οἷς πηγή ἐστιν ἐπίκλητος σιαγόνος. ἀφ᾿ ἧς ἔπιεν ὁ Σαμψὼν διψήσας, ἢ τάχα ἐπεὶ »τῷ τύπτοντι εἰς τὴν σιαγόνα«δεῖ παρέχειν
καὶ τὴν ἑτέραν, σύμβλον τῆς τῶν σῳζομένων ἀνεξικακίας ἡ Βηθγαγὴ ἦν,
καὶ οἱ ἀρχόμενοι δὲ καὶ εἰσαγόμενοι ἐν αὐτοῖς εἰσιν ὡσεὶ νεόφυτα ἐλαιῶν κύκλῳ τῆς« Χριστοῦ »τραπέζης«, τεκνία καὶ »υἱοὶ« ὄντες αὐτοῦ. εἰ δὲ δεῖ
ἐπιστῆσαι καὶ τοῖς δύο μαθηταῖς, οὓς ἀπέστειλεν ὁ Ἰησοῦς ἐπὶ τὴν δεδεμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον ἵνa λύσαντες ἀγάγωσιν αὐτῷ,
λεκτέον <τάχα οὐκ ἀλόγως> μήποτε δύο μαθηταὶ Πέτρος εἰσὶ καὶ Παῦλος, δεξιὰς διδόντες ἀλλήλοις »κοινωνίας«, ἵνα Πέτροςμέν εἰς τὴν περιτομὴν πρὸς τὸ ὑποζύγιον
γένηται, τὸν ὑπὸ τὸν ζυγὸν τοῦ νόμου γεγενημένον 〈λαόν〉, Παῦλος δέ εἰς τὰ ἔθνη, τὸν νέον καὶ ἀδάμαστον πῶλον. καὶ ἦσαν ἀμφότεροι λέγω
δέ· τὸ ὑποζύγιον καὶ ὁ πῶλος) πρὸ τοῦ Ἰησοῦ ἐν κώμη καὶ οὐ πόλει, ἔνθα ἦσαν δεδεμένοι.
ἀλλ᾿ οἱ τοῦ Ἰησοῦ μαθηταὶ λύουσι καὶ ἂλουσι πρὸς τὸν Ἰησοῦν ἀμφότερα.
ἐστὶ τῶν ἔργων αὐτῶν, λυόντων τὰ προστεταγμένα ὑπὸ τοῦ Ἰησοῦ λύεσθαι· ὧν λυόντων, ἐόν τις λέγη αὐτοῖς » τί λύετε τὸν πῶλον ;« ὁτιποτοῦν, λέγει περὶ ἀμφοτέρων·
κηρύσσομεν ὅτι ὁ κύριος αὐτῶν τῶν πρότερον δεδεμένων χρείαν ἔχει. χρείαν δὲ αὐτῶν ἔχει ἐπιβαίνων αὐτοῖς, λελυμένοις ἀπὸ τῶν ἁμαρτημάτων καὶ ἄφεσιν αὐτῶν
εἰληφόσι· δεδεμένοις γὰρ ἔτι καὶ σειροῖς τῶν ἰδίων ἁμαρτιῶν« σφιγγομένοις ὁ Ἰησοῦς οὐκ ἐπικαθέζεται. κατὰ μέντοι τὸν Μᾶρκον καὶ τὸν Λουδᾶν <καὶ> πῶλός
δεδεμένος, »ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν«· οὐδέν γὰρ λογικὸν καὶ κατὰ τρόπον <ἀνθρώπινον> ἐπέπρακό <ποτε> καὶ τῷ ἀπὸ τῶν ἐθνῶν πώλῳ. καὶ οὗτος
ἐφ’ ᾧ οὐδὲν λογικὸν πρότερον ἐφίδρυτο εὐτύχησε θεὸν αὐτοῷ ἐπικαθεσθῆναι λόγον,
τὸν υἱὸν τοῦ θεοῦ, ἳνα ὑπ᾿ αὐτοῦ ἀγόμενος ἡνιοχοῦντος 206 207 208 καταντήσῃ ἐπὶ τὴν Ἱερουσαλὴμ τοῦ Θεοῦ. τοσαῦτα μέν ἡμεῖς εἰς τὸν τόπον ἐπὶ τοῦ παρόντος εἲδομεν· ὁ δέ
δυνάμενος καὶ χο)ρῶν μείζονα εἰς τὸν τόπον χάριν λεγέτω μείζονα καὶ βελτίονα, κἀκεῖνος μᾶλλον ἀκουέσθω ὑπὸ τῶν διψώντων εὐαγγελικῆς σαφηνείας.
καὶ τὰ ἑξῆς ἓως τοῦ ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας (Matth. 21, — 11). ὁ δέ Μᾶρκος οὕτω κατὰ τὸν τόπον ἐξέθετο·
»καὶ ἀπελθόντες εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτὸν« καὶ τὰ ἑξῆς ἕως τοῦ »εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν
Δαθΐδ· εἰρήνη ἐν τοῖς ὑψίστοις«. καὶ ὁ Λουκᾶς δὲ τοιοῦτό φησιν · »ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς ἑστῶτα τὸν πῶλον« καὶ τὰ ἑξῆς ἕως τοῦ »ἐὰν οὗτοι
σιωπήσωσιν, οἱ λίθοι κεκράξονται«. Ἀκολούθως τοῖς ἀποδεδομένοις περὶ τῶν ἀποσταλέντων δύο μαθητῶν ἐπὶ τὸ λῦσαι τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον τὸν μετ’ αὐτῆς
καὶ πᾶσι τοῖς εἰς τὸν τόπον εἰρημένοις, διηγησόμεθα καὶ τὰ ἐκκεί- 209 210 μενα, ἐν οἷς λέλεκται ὅτι πορευθέντες οἱ δύο μαθηταὶ καὶ ποιήσαντες τὰ ὑπὸ τοῦ σωτῆρος αὐτοῖς προστεταγμένα
ἤγαγον Πρὸς αὐτὸν τὴν ὄνον καὶ τὸν πῶλον· οὓς οὐκ ἀφήκασι γυμνοὺς ἀλλὰ κόσμον αὐτοῖς περιέθηκαν ἐν ἱματίοις εὐσχημοσύνην περιποιοῦσι, δοσμήσασι τὴν ὑπ᾿
αὐτῆς λελυμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον οἶς κοὶ αὐτοὶ ἦσαν κεκοσμημένοι καὶ ἐσκεπασμένοι, καὶ] ἵνα κεκοσμημένοις τῇ ὄνῳ καὶ τῷ πώλῳ τοῖς ἐνδύμασι τῶν
διδαξόντων μαθητῶν βῇ καὶ παύσηται καὶ ἐφιδρυθῇ ὁ τοῦ θεοῦ λόγος, γινόμενος ἐπάνω μόνος καὶ ἡνίοχος τῶν λελυμένων καὶ βασταζόντων αὐτόν. ἀλλὰ τοῖς μέν
ἐκ τῶν διδαξάντων ἱματίοις ἐπιτεθεῖσι τῇ ὄνῳ καὶ τῷ πώλῳ ὁ Ἰησοῦς ἐπικαθέζεται, ἐπειδὴ ἓκαστον ἐχρῆν συμβαλέσθαι τι Χριστῷ πραεῖ βασιλεῖ ἐπιβεβηκότι
ὑποζυγίῳ καὶ πώλῳ νέῳ *** 211 212 213 <Ὁ δέ πλεῖστος ὄχλος ἒστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἂλλοι δέ ἒκοπτον κλάδους ἀπὸ τῶν δένδρο)ν καὶ
ἐστρώννυον ἐν τῇ ὁδῷ.> ἦν δὴ πλεπιστος ὂχλος ὁ συνεισερχόμενος εἰς Ἱερουσαλὴμ τῷ Ἰησοῦ, καὶ οὗτοι ἒδειξαν καρΠὸν τῆς τοῦ σωτῆρος ἀποδοχῆς ἐν τῷ τὰ
ἑαυτῶν ἱμάτια ὑποστρῶσαι, καὶ ὃν εἶχον κόσμον καὶ σκέπην, τῷ έπικαθεζομενῳ τῇ ὄνῳ κοὶ τῷ πώλῳ. ἐν τῇ ὁδῷ τοίνυν καθ’ ἣν ἦγε
τὴν ὄνον καὶ τὸν πῶλον ἐπὶ τὰ Ἱεροσόλυμα, ἔστρωσαν τὰ ἑαυτῶν ἱμάτια ὁ πλεῖστος ὄχλος, ἵνα καθαροῖς γῆς καὶ γηΐνων πραγμάτων
<ποσὶ> καὶ μηδαμῶς ἔχουσι κονιορτὸν ἡ ὄνος καὶ ὁ πῶλος ἐπιβῇ τῇ Ἱερουσαλήμ. καὶ τρίτον δέ τι τάγμα τὸ παρὰ τοὺς δύο μαθητὰς καὶ τὸν ὑποστρώσαντα Ι
πλεῖστον ὄχλον τὰ ἱμάτια ἐν τῇ ὁδῷ νῦν κατείλεκται· ἄλλοι γὰρ ὡραιότητά<τινα> περιεποίουν τῇ ὁδῷ δι᾿ ἧς ὥδευεν ἐπὶ τὰ Ἱεροσόλυμα ὁ Ἰησοῦς
ὀχούμενος τοῖς προειρημένοις· ἡ δὲ ὡραιότης ἦν κοπτομένων κλάδων ἀπὸ δένδρων καὶ στρωννυμένων 214 215 παρ᾿ ἑκάτερα τῶν ἐστρωμένων ἱματίων· εἰ μὴ ἂρα τοῦτο τέταρτον τάγμα ἦν. ἄλλοι γὰρ οἱ λύοντες μαθηταί, <καὶ> ἄλλη ἡ
ὄνος καὶ ὁ μετ’ αὐτῆς πῶλος, κοὶ τρίτοι ὁ πλεῖστος ὄχλος, καὶ τέταρτοι οἱ κόπτοντες τοὺς κλάδους ἀπὸ τῶν δένδρων καὶ στρωννύντες ἐν τῇ ὁδῷ. νόει δέ
μοι ἀπὸ τούτων καὶ πέμπτον καὶ ἓκτον τάγμα κατειλεγμένον τῶν τόν Ἰησοῦν προαγόντων κοὶ τῶν ἀκολουδούντων αὐτῶ.
καὶ προάγοντας μὲν φήσεις ἀπὸ τῶν
πρὸ τῆς παρουσίας εἶναι ἐκ τοῦ λαοῦ, δικαίων τάχα καὶ προφητῶν · ἀκολουθοῦντας δέ τοὺς ἀπὸ τῶν μετὰ τὴν παρουσίαν ἑπομένων τῷ λόγῳ κοὶ ἀκολουθούντων αὐτῷ εἲτε
δικαίων εἲτε καὶ ἀποστόλων χριστοῦ. πλὴν οὐκ ἂλλα μὲν ἔλεγον οἱ προάγοντες, ἄλλα δὲ οἱ ἀκολουθοῦντες· ἒκραζον γὰρ πάντες ἃμα ὡς χορὸς συνᾴδων καὶ σύμφωνος
καὶ ἔλεγον καὶ τὸ ἀνθρώπινον ὑμνοῦντες τοῦ σωτῆρος ἐν τῷ ὡσαννὰ τῷ υἱῷ Δαυΐδ καὶ τὴν δευτέ- 216 217 218 ραν αὐτοῦ ἐΠιδημίαν 〈ἐν τῷ> εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ τὴν εἰς τὰ ἂγια ἀποκατάστασιν ἐν τῷ ὡσαννὰ
ἐν τοῖς ὑψίστοις.
Τούτων δὴ τῶν τριῶν ἐκφωνήσεων λεγομένων ὑπὸ τῆς συμφωνίας τῶν προαγόντων καὶ ἀκολουθούντων τῷ Ἰησοῦ, ὁ μὲν
εἰσῄει εἰς τὰ αληθινὰ Ἱεροσόλομα· ξενισθεῖσαι δὲ αἱ οὐράνιαι δυνάμεις, αἳτινες λέγονται πᾶσα εἶναι ἡ πόλις, ἒφασκον τίς ἐστιν οὗτος; ἀνάλογον τοῖς προφητευθεῖσιν
ἐν εἰκοστῷ τρίτῳ Ψαλμῷ περὶ τῆς ἀναλήψεως τοῦ σωτῆρος καὶ τοῦ ξενισμοῦ τῶν οὐρανίων δυνάμεων ξενιζομένων ἐπὶ τῷ κοινῷ τοῦ σωματικοῦ αὐτοῦ ὁχήματος
θεάματι. ἔχει δέ οὕτως ἐν τῷ Ψαλμῷ· »ἂρατε πύλος, οἱ ἂρχοντες, ὑμῶν, κοὶ ἐπάρθητε, Πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης« 219 220 221 καὶ τὰ ἑξῆς. καὶ ἐν Ἡσαΐᾳ δέ παραπλήσια προφητεύεται
περὶ τῆς μετὰ τὴν οἰκονομίαν ἀνόδου τοῦ σωτῆρος· γέγραπται γάρ· »τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ· οὗτος
ὡραῖος ἐν στολῇ;« τὰ δὲ κατὰ τὸν τόπον ὃλα καὶ σὺ δυνήσῃ ἀναλεξάμενος κατανοῆσαι, τί τε λέγουσιν οἱ ξενιζόμεναι δυνάμεις ἐπὶ τῆς τοῦ σωτηρίου σώματος
ἀνόδου καὶ τί αὐταῖς ἀποκρινεται. ταῦτα δέ μοι παρείληπται βουλομένῳ σ[σαι τὴν ἀκολουθίαν τῆς κατὰ τὴν γραφὴν τροπολογίας ὅτι
εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος; μετὰ δέ τοῦτο ἑξῆς γέγραΠται ὅτι πολλοὶ ἔλεγον· οὗτός ἐστιν Ἱησοῦς
ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, ὁμολογοῦντες τὸν προφητευθέντα ὅτι »Ναζωραῖος κληθήσεται« ὁ κυρίως τῷ θεῷ ἀεὶ ἀνκείμενος. ἀλλὰ κατὰ
τὴν διήγησιν ταυτην περιγεγράφθω τὰ κατὰ τὸν τόπον ἀρχή ἀρχή τις ἔστω ἑτέρας περικοπῆς τὰ ἐπιγερόμενα, ἳνα μὴ ἀναγκάζηταί τις (συνάπτων καὶ τὴν περὶ ἐκείνων
διήγησιν τοῖς προτέροις) ζητεῖν 222 223 224 ἐκβαλλομένους ἀπὸ τοῦ ἱεροῦ τοῦ θεοῦ τινας τοὺς ἐπιπληττομένους ὡς πεποιηκότας τον »τῆς προσευχῆς« οἶκον »λῃστῶν σπήλαιον«. οὐκ οἶδα
δὲ εἰ, κἂν βιάσηταί τις, δύναται < ἀκολούθως τῷ »χαῖρε σφόδρα, θύγατερ Σιὸ)ν« σῶσαι τὴν πᾶσαν καὶ τῶν ἑξῆς τοῖς ἐκκειμένοις ἀκολουθίαν.
μὲν οὖν τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου αὐταῖς λέξεσι κεῖται ἐν τῷ πρὸ τοῦ μεγίστου ψαλμοῦ ψαλμῷ, λεγομένῳ ἔν τισιν ἀντιγράφοις ἑκαατοστῷ
ἑπτακαιδεκάτῳ· δοκεῖ δέ μοι τὰ ἀντὶ τοῦ ὢ κύριε, σῶσον δὴ« προτεταγμένα τοῦ »εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου« ἑβραϊκῶς ἐκκεῖσθαι ἐν τῷ » ὡσαννὰ τῷ υἱῷ Δαυΐδ«· ’
οὕτω δὲ καὶ εἶχεν ἡ ἑβραϊκὴ λέξις· ΑΝΝΑ ΑΔΩΝΑΙ ΩΕΙΑΝΝΑ. ΑΝΝΑ 748 ΑΛΩΝΑΙ ΑΣΛΙΑΝΝΑ, ΒΑΡΟΥΧ ΑΒΒΑ ΒΣΑΙΜ ΑΛΩ- 225 226 NAI. εἶτα δοκεῖ μοι ὑΠὸ Ἑλλήνων συνεχῶς γραφὀμενα τὰ ευαγγελια μὴ εἰδότων τὴν διάλεκτον, συγκεχύσθαι ἐν τοῖς κατὰ τὸν τόπον
ἔχουσι ταῦτα ἀπὸ τοῦ προειρημένου Ψαλμοῦ. εἰ δὲ τὸ ἀκριβὲς βούλει μαθεῖν τῆς λέξεως, ἂκουε Ἀκύλου ἑρμηνεύσαντος ὡδί· ὢ δὴ κύριε, σῶσον δή · ὢ δὴ κύριε, εὐόδωσον δή ·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου«. ἀλλὰ γὰρ ἐπανακεφαλαιω σώμεθα τὰ κατὰ τὸν τόπον καὶ λέγωμεν ὅτι ἤτοι Παῦλος καὶ Πέτρος ἢ ἂλλα δύο εἲδη τῶν διδασκόντων,
λύσαντες ἀπὸ τῶν δεσμῶν κατὰ τὴν τοῦ Ἰησοῦ πρόσταξιν τοὺς ἀπὸ περιτομῆς καὶ τοὺς ἀπὸ ἀκροβυστίας, ἐκόσμησαν αὐτοὺς καὶ πεποιήκασιν εὑπρεπεις προς το οχησασθαι
αὐτοῖς τὸν λόγον ἀνιοόντα εἰς τὴν Ἰερουσαλή. καὶ > τὰ λοιπᾶ κατὰ μέν μίαν ἔσται διήγησιν. κατὰ δὲ ἑτέραν ἀεὶ ἐνέστηκε *** τῶν ἀποδεχομένων τὸν
Ἰησοῦν στρωννύντων αὐτῷ διὰ τῶν ἰδίων ἐνδυμάτων τὴν ὁδὸν καὶ κοσμούτων αὐτὴν τοῖς κλάδοις καὶ προαγόντων καὶ ἐπακολουθούντων. καὶ ἂλλως δὲ ἓκαστος διὰ μὲν τῶν ἤδη
πεπραγμένων μένων προάγει τὸν Ἰησοῦν, διὰ δὲ τῶν πραχθησομένων ἐπακολουθεῖ αὐτῷ καὶ λέγει τὰ ἀναγε- 227 228 γραμμένα. καὶ εἰς ταῦτα δὲ ἡμεῖς μέν τοσοῦτα εἲδομεν· ὁ δὲ ἡμῶν διαφέρων πλείονα καὶ βλεπέτω καὶ διδασκέτω. πλὴν ἔν τινι τῶν εἰς τὸ κατὰ
Ἰωάννην εὐαγγέλιον ἐπὶ ποσὸν καὶ ταῦτα ἐξητάσαμεν, ὅτε προέκειτο διηγήσασθαια τὸ »τῇ ἐπαύριον οὖν ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτὴν« καὶ τὰ ἑξῆς.
ἐξεταζομένῳ εὐαγγελίῳ κατὰ τὸ δυνατὸν ἡμῖν σαφηνίσαι. τῶν τεσσάρων <δὲ> εὐαγγελιστῶν ἀναγραψάντων τὰ κατὰ τὸν τόπον, πλείονα τὰ] κατὰ τὸ δυνατὸν ἡμῖν ἐξήτασται
ὑπαγορεύουσιν εἰς τὸ κατὰ Ἰωάννην καὶ ὡς οἶόν τε ἦν σαφηνίζουσι τὸ »καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστε- 229 230 231 ρὰς « καὶ τὰ ἑξῆς. ἔνθα κατεσκευάζομεν οὐκ ἐλάττονα τῶν παραδόξων δυνάμεων εἶναι τοῦ Ἰησοῦ καὶ τὴν προκειμένην
ὅτι τέκτονος μέν νομιζόμενος εἶναι υἱὸς τοσαύτῃ παρρησίᾳ καὶ ἐξουσίᾳ ἐχρήσατο, ἐκβάλλων ἐν πανηγύρει ἀπὸ τοῦ ἱεροῦ τοὺς ἀναγεγραμμένους, ὁποίᾳ οὐδ’ ὁ τοῦ ἒθνους
ἡγούμενος χρώμενος εὐχερῶς ἂν ἤνυσε τοῦθ᾿ ὅπερ Ἰησοῦς πεποίηκε. καὶ ἐτροπολογήσαμεν γε δουλεύσαντες τῇ λέξει, ὡς ἐχωροῦμεν, τὸ Ἱωάννου βούλημα. ἀλλ᾿ ἐπεὶ καὶ νῦν ὁ
εἱρμὸς ἡμᾶς ἀπαιτεῖ εἰπεῖν κατὰ τὴν Ματθαίου λέξινπερὶ τῶν ἐκκειμένων , τὸν πάτέρα τῆς σοφίας ἐπικαλεσάμενοι φέρ’ ἴδωμεν εἰ ἂξιόν τι δυνάμεθα
τῆς Ἰησοῦ μετὰ θάρσους πράξεως εἰπεῖν εἰς τόν τόπον. καὶ πρῶτον <μὲν> λεκτέον τί τὸ ἱερὸν τοῦ θεοῦ, ὅπερ ὁμολογῶν ὁ θεὸς εἶπεν ἐν τῷ προφήτῃ ·
ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. ἀνάλογον μὲν οὖν τῇ κατὰ σάρκα περιτομῇ καὶ ταῖς σωματικαῖς τοῦ νόμου ἑορταῖς καὶ θυσίαις ἱερὸν ἐνομίζετο τοῦ θεοῦ εἶναι
τὸ ἐκ λίθων ἀναισθήτων κατασκεύασμα οἰκοδομηθὲν ὑπὸ Σολομῶντος πρῶτον καὶ ἀνοικοδομηθὲν ἔτι ὑπὸ Ἒσδρα, πλὴν μετὰ τὴν τοῦ σωτῆρος οἰκονομίαν ὑπὸ Ῥωμαίων καθαιρε- 232 233 234 θέν. καὶ οἶκος ἐκεῖνος ὑπελαμβάνετο εἶναι εὐχῆς, οὗ καθαιρεθέντος ἀναγκαῖον Ἰουδαίους, ὡς μηκέτι ἔχοντας οἶκον προσευχῆς , λέγειν
μηκέτι ἔχειν τὸ ἐξαίρετον τῆς ἐπισκοπῆς τοῦ θεοῦ, ὃ ἔχειν ᾢοντο παρὰ τὸ ἐν τῷ οἲκῳ τῆς προσευχῆς εὒχεσθαι, μηδὲ τὸ τὰ τῆς νομικῆς λατρείας
ἐπιτελεῖν. καὶ ἐκβεβληκέτω σωματικῶς ἀπ᾿ ἐκείνου ὁ καὶ σύμβολα ποιήσας τῶν ἰδί(ον πενευματικῶν πράξεων σωτὴρ ἡμῶν
τοὺς πωλοῦντας καὶ ἀγοράζοντας καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταβεβληκέτω καὶ τὰς καθέδρας τῶν πο)λούντων
τὰς περιστερὰς καὶ εἰρηκέτω τὰ ἐκκείμενα εἰς ἐπιστροφὴν τοῦ τότε λαοῦ, ἀντὶ σεμνῆς πανηύρεως ἐπιτελουμένης ἐν ὀνόματι θεοῦ σχολαζόντων τῷ πωλεῖν καὶ ἀγοράζειν,
οὐκ ἐν τῷ καθηκούσῃ χώρᾳ ἐν ᾗ ἔδει πωλεῖν καὶ ἀγοράζειν, ἀλλ᾿ ἐν τῷ ἱερῷ, ἒνθα ἐχρῆν μέν συνερχομένους εὒχεσθαι ὡς ἐν οἴκῳ προσευχῆς,
ἐποίουν δέ τὰ ἐναντία τῇ εὐχῇ ἐν αὐτῷ, ὡς ἐν οἲκῳ ἐπορικῷ πωλοῦντες καὶ ἀγοράσοτες καὶ ἀργύρια κολλυβίζοντες καὶ ἐπὶ καθεδρῶν καθεζόμενοι,
ἶνα πωλῶσι περιστεράς. 235 236 καὶ το ἄσεμνόν τῶν γινομένων πορa Ἰουδαίοις τότε ὁ Ἰησοῦς ἡμῶν καθῃρηκέτω, ἐλέγξας τοὺς ἀντὶ τοῦ κατὰ τὸν νόμον ἑορτάζειν ἐμπορευομένους
καὶ σωματικῶς τρυφῶντας.
τινας οὐχ ὡς ἐν ἐκκλησίᾶ ζῶντος ἀλλ᾿ ὡς »κατὰ σάρκα« στρατευομένους, οἳτινες καὶ ποιοῦσι τὸν τῆς προσευχῆς ἐκ ζώντων λίθων <οἰκοδομηθέντα> οἶκον λῃστῶν διὰ τὴν
αὐτῶν κακίαν σπήλαιον. τις γαρ κατανοησας τα ἐν τισιν εκκλησίαις ἁμαρτανόμενα ὑπὸ τῶν
<τοιούτων Χριστιανῶν τῶν> νομιζομένων » πορισμὸν εἶναι τὴν« ἑτέρων »εὐσέβειαν«, κοὶ δέον ἐκ τοῦ εὐαγγελίου« μόνον διαζῆν,
τοῦτο μέν μὴ ποιούντων, πλοῦτον δὲ καὶ πολλὴν κτῆσιν συναγόντων, οὐκ ἐρεῖ σπήλαιον λῃστῶν γεγονέναι τὸ τηλικοῦτον τῆς ἐκκλησίας μυστήριον;
ὣστ᾿ ἂν εἰπεῖν τὸν Ἰησοῦν 237 238 239 ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν ᾧ ᾠκοδόμησεν ἱερῷ ζῶντι τό τε ἀπὸ τῶν Ψαλμῶν οὕτως ἔχον· »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ
καταβῆναί με εἰς διαφθοράν;« καὶ τὸ ἀπὸ τοῦ (ὡς οἶμαι) Ὠσηέ, ἔνθα ἡ τοῦ Ἰησοῦ φυχὴ λέγει δυσαρεστουμένη τῷ βίῳ τῶν ἁμαρτανόντων καὶ ἐν τῷ ἱερῷ εἶναι δοκούντων
τὸ »οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φογεῖν τὰ πρωτόγονα. οἴμοι φυχή,
ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει«. καὶ ἐὰν προσκόπτῃς γε τῷ ταῦτο λέγειν τὸν Ἰησοῦν καὶ πενθοῦντα ἡμῶν τὰ πταίσματα φάσκειν
τὸ »οἴμοι φυχή«, συνεξέτασον τούτοις τὸ ἀπὸ τοῦ εὐαγγελίου, ἔνθα γέγραπται ὅτι ἰδὼν τὴν Ἱερουσαλὴμ »ἔκλαυσεν ἐπ᾿ αὐιῇ, καὶ εἶπε«. καὶ μᾶλλόν γε, εἴπερ εὐλόγως ἔκλαυσεν
ἐπὶ Ἱερουσαλήμ, εὐλογώτερον κλαύσεται ἐπὶ τὴν ἐκκλησίαν, οἰκοδομηθεῖσαν μὲν ἵνα οἶκος προσευχῆς ᾖ, γενομένην δὲ διὰ τὴν αἰσχροκέρδειαν δειαν καὶ τρυφήν τινων (ἀλλ᾿ εἴθε μὴ
καὶ τῶν ἡγουμένων τοῦ λαοῦ) σπήλαιον λῃστῶν.
ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταστρέψας μετὰ τῶν καθεδρῶν ἐν αἷς ἐκαθέζοντο οἱ πωλοῦντες τὰς περιστερός. νῦν δέ, ὅσον μέν οὐκ
ἐπισκοποῦνται, οἱ <ἐν> τῷ Ἰησοῦ Χριστοῦ γινόμενοι ἐπὶ τὸ αὐτὸ« ἐν συναγωγαῖς εἰσιν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ καὶ τὰ λοιπὰ <πάντα>
καὶ οὐδαμοῦ Ἰησοῦς αὐτοῖς ἐπιφαίνεται, ἳνα ἐκβαλὼν <αὐτοὺς> σώσῃ τοὺς λοιποὺς ἢ κἀκείνους ἐκβληθέντας ποιήσῃ συναισθηθῆναι τῆς ἁμαρτίας καὶ εἰσελθεῖν
εἰς τὸ ἱερόν, οὐκέτι μετὰ τοῦ πωλεῖν κοὶ ἀγοράζειν ἢ τὰ λοιπὰ ποιεῖν· ἐπὰν δὲ ἐπισκέψηται ἐπὶ τὰς ἁμαρτίας τίας ἡμῶν ὡς ἀγαπῶν ἡμᾶς ἐπιδημήσῃ, ἳνα παιδεύσῃ καὶ μαστιγώσῃ
ὡς υἱοὺς ὅπως ἡμᾶς παραδέξηται, τότε εἰσελεύσεται ἡ δύναμις Ἰησοῦ συναγομένων ἡμῶν καὶ τοῦ πνεύματος τοῦ ἁγίου, καὶ εἰσελθοῦσα ἐκβαλεῖ πάντας τοὺς πωλοῦντας
κοὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· πωλοῦντας μέν καὶ ὡσπερεὶ ἀπεμπολοῦντας εἰ καί τι χρηστὸν εἶχον, ἀγοράζοντας δέ ἀντ᾿ ἐκείνων τὰ φαῦλα, 243 244 245 καὶ ταῦτα ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῇ ἐκκλησίᾳ, πράττοντας. ἀλλ᾿ εἲθε εἰσελθὼν εἰς τὸ ἱερὸν τοῦ πατρός, τὴν ἐκκλησίαν, τὸν οἶκον τῆς προσευχης,
καταβάλοι ὁ Ἰησοῦς τὰς τῶν κολλυβιστῶν καὶ <αἰσχροκερδῶν καὶ> φιλαργύρων τραπέζας καὶ εἰς πολλὰ εὐτελῆ καὶ οὐδενὸς λόγου ἂξια κατακερματιζόντων
τὰ δόκιμα ἀργύρια, ἶνα βλάψωσι μὲν ἐκείνους οἷς κολλυβίζουσιν, αὐτοὶ δὲ μὴ εἰς δέον χρήσωνται τῷ ἀργυρίῳ. εἰσὶ δὲ καὶ ἂλλοι ἐν τῷ ἱερῷ πωλοῦντες καὶ ἀγοράζοντες
τὰς Χριστοῦ περιστερὰς καὶ παραδιδόντες τοὺς ἀκεραίους ὡς περιστερά, τοὺς εὐξαμένους καὶ εἰπόντας· »τίς τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι
καὶ καταπαύσω;« καὶ ἐπακουσθέντας ἂρχουσιν οἷς οὐ δεῖ.
ἐκκλησίας αἰσχροκερδέσι καὶ τυραννικοῖς καὶ ἀνεπιστήμοσι καὶ ἀνευλαβέσιν ἐπισκόποις ἢ πρεσβυτέροις ἢ 246 247 248 διακόνοις. διόπερ μόνων τῶν πωλούντων τὰς περιστερὰς καθέδρας ὠνόμασεν ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος, ἃς φασι κατεστράφθαι ὑπὸ
τοῦ Ἰησοῦ. ὡς εἲθε τούτων ἤκουον μετὰ τοῦ πρέποντος νοῦ τῇ θείᾳ γραφῇ οἱ ἐπὶ τῆς καθδρας Μωσέως« αὐχοῦντεσ καθέζεσθαι καὶ πωλοῦντες ὅλας ἐκκλησίας περιστερῶν καὶ
παραδιδόντες αὐτὰς τοιούτοις προεστηκόσι, περὶ ὧν λέγοιτ’ ἂν τὸ ἐν τῷ Ἱερεμίᾳ ὑπὸ τοῦ κυρίου λεγόμενον· » οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμέ οὐκ ᾒδεισαν· υἱοὶ ἂφρονές εἰσι καὶ οὐ
συνετοί, σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν« καὶ τὸ ἐν τῷ Μιχαίᾳ (οἶμαι) οὕτω λελεγμένον · »οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐκβληθήσονται ἐξ οἴκου τρυφῆς
αὐτῶν«. εἰ γὰρ ἤκουον, οὐκ ἂν ἐπώλησαν τὰς Χριστοῦ περιστεράς, ἀλλὰ κατέστησαν ἂρχοντας αὐτῶν φειδομένους τῶν περιστερῶν καὶ προνοουμένους τῆς σωτηρίας αὐτῶν
καὶ οὐ περιβλεπομένους τίνα ὡς παχεῖαν περιστερὰν θύσαντες καταθοινήσονται. λέγει δὲ Ἰησοῦς τοῖς ἐκβαλλομένοις ὡς πωλοῦσι καὶ ἀγοράζουσι καὶ τοῖς
κολλυβισταπις καὶ τοῖς πωλοῦσι τὰς περιστεράς, δυσωπῶν αὐτοῦς ἀπὸ τῶν ὡς ἐκ προσώπου τοῦ πατρὸς λεγομένων προφητειῶν, ὅτι τὸ μὲν γεγραμμένον ἐστίν· ὁ οἶκός μου 249 250 251 οἶκος προσευχῆς κληθήσεται. οὐδέν γὰρ ἂλλο δεῖ εἶναι ἐν ἐκκλησίᾳ θεοῦ ἢ εὐχὴν πάσης ἁγίας πράξεως καὶ προκαλουμένης τὴν τοῦ θεοῦ ἐπισκοπήν,
εἰς εὐχὴν παρὰ θεῷ λογιζομένης, μένης, καὶ τὸ »ἀδιαλείπτως προσετύχεσθε« δυνατόν ἐστιν. ὑμεῖς δέ, ὧ οὗτοι, ταῖς ὑμετέροις κακίαις τὸν τῆς προσευχῆς οἷκον οἶκον σπήλαιον
λῃστῶν πεποιήκατε. καὶ εὑρεῖν ἔστι πολλαχοῦ κατὰ βραχὺ οὕτως | εἰς διαστροφὴν ὁδεύσαντα τὰ τῆς νομιζομένης ἐκκλησίς πράγματα, ὡς μηδὲν σπηλαίου λῃστῶν διαφέρειν
τὸ ἂθροισμα συναγόμενον ἐν ὀνόματι Χριστοῦ, ὣστ᾿ ἂν λέγεσθαι αὐτοῖς· »δι᾿ ἡμᾶς διὰ παντὸς τὸ ὂνομά μου βλασφημεῖται ἐν τοῖς ἒθνεσιν«.
τῶν ἐνταῦθα κατειλεγμένων προσφιλονεικήσαντα τῇ σαφηνείᾳ τῆς γραφῆς ἐπιμελέστερον διηγήσασθαι, μήποτε οἱ μὲν ἐν τῷ λαῷ μηδενὶ ἐν τῷ κόσμῳ
σχολάζοντες ἢ περὶ τὸ πωλεῖν καὶ ἀγοράζειν μόνον τἀς διατριβὰς ἔχοντες καὶ σπανίως ταῖς προσευχαῖς προσκαρτεροῦντες
καὶ οἶς ἀπαιτεῖ ἔργοις ὁ θεῖος λόγος, εἰσὶν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ τοῦ θεοῦ. 252 253 254 οἱ δέ μὴ καλῶς διάκονοι διοικοῦντες τὰ τῆς ἐκκλησίας χρήματα, ἀλλ᾿ ἀεὶ
μὲν ταῦτα ψηλαφῶντες, οὐ καλῶς δὲ αὐτὰ οἰκονομοῦντες ἀλλὰ σωρεύοντες τὸν νομιζόμενον
πλοῦτον καὶ χρήματα, ἳνα πλουτῶσιν ἀπὸ τῶν εἲς λόγον πτωχῶν διδομένων, οὗτοί εἰσιν οἱ κολλυβισταὶ τραπέζας χρημάτων ἒχοντες, ἃς κατέστρεψεν ὁ Ἰησοῦς.
οἱ δέ τὰς πρωτοκαθεδρίς πεπιστευμένοι
τοῦ λαοῦ ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ ὡσπερεὶ ὰποδιδόμενοι ὅλας ἐκκλησίς οἷς οὐ χρὴ καὶ καθιστάντες οὓς οὐ δεῖ ἂρχοντας, οὗτοί εἰσινοἱπωλοῦτες τὰς περιστερός, 255 256 257 ὧν τὰς καθέδρας κατέστρεψενὁ Ἰησοῦς. ἒκαστος οὖν τῶν ἐπὶ καθέδρας καθεζομένων ἐκκλησιαστικῆς καὶ ἀγαπώντων »τὰς πρωτοκαθεδίας ἐν
ταῖς συναγωγαῖς« προσεχέτω, μήποτε οὕτω καθέζεται ἐπὶ τῆς ἑαυτοῦ καθέδρας ὣστε ἑλθόντα τὸν ἱησοῦν καταστρέψαι αὐτὴν ὡς ἀξίαν καταστροφῆς. ἀλλὰ καὶ ἕκαστος τῶν ἀπὸ
διακονίας συναγόντων <ἑαυτοῖς πλοῦτον> καὶ ἀποστερούντων πτωχῶν> χρήματα, νοήσας τὴν προκειμένην γραφὴν μηκέτι σωρευέτω εἰς τὰς τραπέζας ἀργύριον, ἵνα μὴ καταστρέψῃ
αὐτὰς ὁ Ἰησοῦς. ἀλλὰ καὶ οἱ ὑπὸ μεριμνῶν τε καὶ φροντίδων βιωτικῶν <ἀεὶ> ἀγόμενοι εἰς κοὶ πράσεις φροντιζέτωσαν, μήποτε ἐλθὼν ὁ Ἰησοῦς ἐκβάλῃ
αὐτοὺς ἐκ τοῦ ἱεροῦ >, ὅτε ὁ ἐκβεβλημένος οὐδέ ἐλπίδα τοῦ εἰσελθεῖν ἔχει ὃθεν ἐξεβλήθη. καὶ υποφαιεται μοι ἐρευνῶντί την ἐκκειμένην γραφήν, μήποτε ταῦτα ὁ
Ἰησοῦς ποιήση καὶ] κατὰ τὴν δευτέραν ἐπιδημίαν ἢ κατὰ τὴν προσδοκωμένην θείαν κρίσιν. εἰσελθὼν 258 259 260 γὰρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ ὅλον, τὴν πᾶσαν ἐκκλησίαν, τὴν (ἐξ οὖ συνέστη ἐκκλησία) ἐν ὀνόματι Χριστοῦ συνεστηκυῖαν μέχρι τῆς συντελείας
τοῦ αἰῶνος, οὓς ἄν εὕρῃ τῷ πωλεῖν καὶ ἀγοράζειν σχολάσαντας τῶν νομιζομένων εἶναι ἐν τῷ ἱωερῷ <ὡς ἀναξίους τοῦ ἱεροῦ> τοῦ θεοῦ ἐκβαλεῖ. καὶ οὓς ἂν εὕρῃ τραπέζας
πήξαντας καὶ γινομένους κολλυβιστὰς ἐλέγξει καταστρέψας αὐτῶν τὰς τραπέζας καὶ τῷ λόγῳ δείξας οἶα περὶ τὸ ἀργύριον ἡμαρτήκασι. τότε δὲ καὶο τὰς (ὡς διηγησάμεθα)
καθέδρας τῶν πωλούντων τὰς περιστερὰς καταστρέψει. εἰ δέ τις οὑδὲν τῶν τριῶν τούτων εἰδῶν ἔχει καὶ ἐν τῷ ναῷ εὑρίσκεται τοῦ θεοῦ, θαρρείτω. οὔτε γὰρ ἐκβληθήσεται
ὑπὸ τοῦ Ἰησοῦ οὔτετι τῶν αὐτοῦ καταστραφήσεται οὔθ’ὡς ποιήσας τὸν οἶκον προσευχῆς σπήλαιον λῃστῶν ὁνειδισθήσεται
ὡς λῃστής, ὅτε κολασθήσονται οἱ ποιήσαντες τῇ ἑαυτῶν λῃστείᾳ καὶ ἀδικίᾳ τὸν οἶκον τῆς προσευχῆς σπήλαιον λῃστῶν.
τὴν ἐκκλησίαν διχῶς ἀποδεδομένης διηγήσεως, φέρε μετὰ ταῦτα ἲδωμεν εἰ δύναται καὶ οὓτω τὰ κατὰ τὸν τόπον νοηθῆναι. οὐκ ἒλαττον τῆς ἐκκλησίας φύσει
ἱερόν ἐστι θεοῦ πᾶσα λογικὴ φύσις, κατεσκευασμένη ἶνα χωρήσῃ δόξαν θεοῦ, περὶ ἡς γέγραπται (ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων καὶ τῇ τρίτῃ τῶν
Βασιλειῶν) ὀφθείσης μετὰ τὴν οἰκοδομὴν τοῦ νεὼ ἐν αὐτῷ. τοῦτο δὴ τὸ φύσει ἱερὸν τοῦ θεοῦ, τὴν ψυχήν, πεπληρώκαμεν οἱ ἁμαρτάνοτες
πο,λούντων κα]κι ἀγοραζόντων λογισμῶν | καὶ ἂλλων περὶ ἀργυρίου πάντα σκοπούντων διαλογισμῶν· πεπληρώκαμεν
δὲ ἁμαρτάνοντες καὶ ἂλλων πωλούντων καὶ ἀπεμπολούντων εἲ τι ἃγιον κατάλειμμα ἐν τῇ ψυχῇ ἡμῶν γεγένηται, ὅπερ ἦν περιστερά. λέγει οὖν τοῖς ἁμαρτάνουσιν ὁ Ἰησοῦς
καὶ πεπληρωμένοις λῃστῶν λο- 263 264 γισμῶν τὸ γέγραπται· ὁ οἰκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν πεποιήκατε σπήλαιον λῃστῶν. ὁ μὲν
οὖν Ἰησοῦς τοὺς ποιήσαντας σπήλαιον λῃστῶν τὸν οἶκον τῆσπροσευχῆς λῃστὰς ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ. οἱ δέ τὰ αὐτὰ τοῖς λῃσταῖς φρονοῦντες περὶ μὲν Ἰησοῦ εἰρήκασι·
»σταύρου σταύρου αὐτόν«, περὶ δέ τοῦ λῃστοῦ Βαραββᾶ · »άπόλυσον ἡμῖν τὸν Βαραββαᾶν«. διόπερ μέχρι σήμερον Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν οὐ γὰρ πεπιστεύκασιν εἰς
τὸν υἱὸν τοῦ θεοῦ), ἔχουσι δέ μεθ’ ἑαυτῶν τὸν ἀπὸ τῶν πνευματικῶν »τῆς πονηρίας« Βαραββᾶν τὸν λῃστὴν ἤδη κεκρατημένον κοὶ εἰς φυλακὴν« κατακεκλεισμένον, ὃν καθ’ ἑαυτῶν
ἠξίωσαν ἀπολυθπηναι. διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς ὁ λῃστής.
καὶ ἐθεράπευσεν αὐτοὺς καὶ τὰ ἑξῆς ἕως τοῦ ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. (Matth. 21 14-16).
τῷ οἴκῳ τῆς προσευχῆς, τῇ ἐκκλησίᾳ, οὐ πάντες εἰσὶ βλέποντες οὐδὲ (ἵν᾿ οὕτως ὀνομάσω) εἰσὶ γάρ τινες καὶ τυφλοὶ καὶ ἂλλοι χωλοὶ τῶν ἀθροιζομένων,
οἳτινες ἐκ τοῦ συναισθέσθαι τῆς ἑαυιτῶν τυφλότητος καὶ χωλότητος καὶ τοῦ γινώσκειν ὅτι οὐδενὸς ἢ τοῦ θεοῦ ἔργον ἐστὶ καὶ τοῦ λόγου τοῦ θεοῦ τὸ θεραπεῦσαι αὐτοὺς
προσελθόντες αὐτῷ θεραΠεύονται.
ἃ ἐποίησεν ὁ Ἰησοῦς, καὶ τῶν παίδων ἀκούοντες δοξαζόντων τὸν υἱὸν τοῦ θεοῦ ἐν τῷ ἱερῷ, τῇ ἐκκλησίᾳ, ἡγανάκτησαν καταφρονοῦντες τῶν ὑμνούντων τὸν Ἰησοῦν
παιδίων, καὶ ἀγανακτήσαντές φασι τῷ σωτῆρι· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ δυσωπῶν αὐτοὺς ἀπεδρίνατο ὅτι τοσούτῳ τοσούτῳ ἐν ταῖς θείαις ἀναστρεφόμενοι γραφαῖς μέχρι
τοῦ δεῦρο ἀνέγνωτε, ἳνα μὴ καταφρονήσητε τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ παιδίων ὑμνούντων ἐμέ καὶ τὸν ἐν τοῖς οὐρανοῖς πατέρα μου, ὅτι ἐκ στόματος νηπίων κοὶ
θηλαζόντων κατηρτίσω αἶνον;
ἀρχιερεῖς, τὸ ὄνομα τῆς ἐπισκοπῆς οὐ κοσμοῦντες τῷ ἑαυτῶν βίῳοὐδὲ ἐνδεδυμένοι τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὗτοι οὖν, καίτοιγε βλέποντες τὰ τοῦ θεοῦ θαυμάσια, οὐδὲν
ἧττον καταφρονοῦσι τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν μὲν καὶ νηπίων ὑμνούτων δὲ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ ἀγανακτοῦσιν ἐπὶ τῇ τούτων προκοπῇ καὶ κατηγοροῦσιν αὐτῶν
παρ' <ἀτῷ> τῷ Ἰησοῦ ὡς τῶν μὴ ἁμαρτανότων, καὶ ὡς <μὴ> ἀκουόντι <μηδὲ> τάξιν τηροῦντι λέγουσιν αὐτῷ ἀκούεις τί οὗτοι λέγουσι; καὶ τοῦτο
δὲ ἔτι μᾶλλον συνήσομεν ἐπιστήσαντες, τίνα τρόπον πολλάκις τοῖς ζέουσι τῷ πνεύματι καὶ μέχρι φυλακῶν πρὸς τοὺς ἀπίστους παραβαλλομένοις καὶ <παντὸς> κινδύνου καταφρονοῦσι
μετὰ πόσης εὐτονίας ἀσκοῦσιν ἁγνείαν καὶ παρθενίαν ἰδιώταις λέξει, ἐπιπλήσσουσιν ὡς ἀτάκτοις οἱ ψεκτοὶ ἀρχιερεῖς καὶ ἐγκαλοῦσιν 271 272 273 αὐτοῖς παρὰ τῷ Ἰησοῦ, ὡς αὐτοὶ δικαιότερον πράττοντες τῶν οὕτως <ἁπλῶν καὶ> σπουδαίων καὶ χρηστῶν παιδίων. ἀλλ᾿ ὁ Ἰησοῦς τοῖς
παισίοις μὲν μαρτυρεῖ, τοῖς δέ ἀρχιερεῦσιν ἀμαθίαν <γραφῶν> ἐγκαλεῖ διὰ τοῦ λέγειν· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω
αἶνον; καὶ ἐπὰν ἴδῃς ἐν τῆς ἐκκλησίᾳ τοὺς κατὰ τὸν Πέτρον »ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἂδολον γάλα« ἐπιποθοῦντας καὶ θηλάζοντας αὐτό,
γάά ποτιζομένους, ἔτι καὶ ὑμνοῦντας τὸν θεὸν τῇ πίστει καὶ τῷ βίῳ, θώρει ὅτι Πληροῦται ἐπ᾿ αὐτῶν τὸ ἐκ στόματος νηπίων καὰ θηλαζόντων κατηρτίσω αἶνον.
ἑαυτῷ γὰρ ὁ θεὸς αἶνον ἐν τοῖς τοιούτοις καταρτίζεται, ἐφ’ οἶς εὐχαριστῶν τῷ πατρὶ ὁ υἱὸς λέγει· »ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας
ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις · ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο« καὶ τὰ ἑξῆς.
ἦν ἢ τοὺς ἰδόντας μὲν ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ »τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κραζοντας ἐν τῷ ἑερῷ καὶ λέγοντος· ὡσαννὰ τῷ υἱῷ Δαυΐδ«.
οὐδέν δ’ ἧττον ἀγανακτήσαντας ἐπὶ τοῖς αἰνοῦσι τὸν Χριστόν, καὶ δαὶ τοῦτο ἐλεγχθέντας ὡς μὴ νενοηκότας τὸ ἐκ στόματος νηπίων καὶ
θηλαζόντων κατηρτίσω αἶνον; κοὶ ἐπεὶ κατέλιπεν έκεῖνα τὰ Ἰεροσόλυμα κακὶ ἔξω γέγονε τῆς πόλεως, δαὶ τοῦτο πέπτωκε κοὶ »λίθος ἐπὶ λίθον« ἢρξατο μὴ μένειν
ἀλλὰ καὶ καθαιρεῖσθαι ἓως πάντα καταλυθῇ. ἦλθε δ’ εἰς Βηθανίαν, τὸν τῆς 277 278 279 ΥΠΑΚΟΗΣ ΟΙΚΟΝ, τὴν ἐκκλησίαν, ἔνθα καὶ ηὐλίσθη καὶ ἀνεπαύσατο, ἐπεὶ μὴ εἶχεν έν Ἱεροσολύμοις » ποῦ τὴν κεφαλὴν κλίνῃ«, ἃτε
τοιούτων ἀρχιερέων καὶ γραμματεων ὂντων ἐν αὐτοῖς. ὃτε δέ ἀνεπαύσατο ἐν τῇ Βηθανίᾳ, τῷ τῆς YΠΑΚΟΗΣ ΟΙΚΩΙ μετὰ τὴν ἀρχὴν τοῦ συστῆναι
τὴν ἐκκλησίαν καὶ ἀναπαύσασθαι τὸν Χριστὸν ἐν οὐτῇ, τότε ἐπανάγει εἰς τὴν πόλιν ἣν καταλέλοιπε
καὶ ἧς ἒξω γέγονε, καὶ ἐπανάγων εἰς αὐτὴν πεινᾷ, καὶ μίαν ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, τὸ δένδρον τοῦ λαοῦ, ἦλθεν ἐπ αὐτήν , καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ
βρώσιμον ἀλλὰ μόνον ζωῆς ἒμφασιν· φύλλα γὰρ χωρὶς καρπῶν ἦν ἐν τῇ συκῇ. εἶτ᾿ ἐπεὶ ἒμψυχος ἦν αὓτη ἡ συκῆ, διὰ τοῦτο λέγει ὡς ἀκουούσῃ τὴν πρέπουσαν αὐτῇ ἀράν.
τὸ δέ λεγόμενον τοιοῦτον ἠν· ὅσον συνέστηκεν ὁ ἐνεστὼς αἰών, μηκέτι γένοιτο ἔν σοι καρπός. διὰ
τοῦτο ἂκαρπός ἐστιν ἡ Ἰουδαίων συναγωγή, καὶ τοῦτο γίνεται αὐτῇ ἕως τῆς συντελείας τοῦ αἰῶνος«, ἕως 280 281 282 »τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ«. ἐξηράνθη δὲ ἡ συκῆ, ἔτι ἐπιδημοῦντος τῷ βίῳ τῶν ἀνθρώπων καὶ ἐν οις ὡς ἀνθρώπου >
οῦντος Ἰησοῦ. ἰδόντες δὲ οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; τοῖς γὰρ τῆς ψυχῆς ὀφθαλμοῖς εἶδον
τὸ τῆς ξηρανθείσης συκῆς μυστήριον καὶ ἐθαύμασαν οὐχ οὕτως ἐπὶ τῷ ἐξηράνθαι αὐτήν, ὡς ἐπὶ τῷ παραχρῆμα ἐξηράνθαι, ἔβλεπον γὰρ ξηρὰν τὴν συκῆν,
τὸν λαὸν τὸν Ἰσραὴλ ἐκεῖνον. καὶ θαυμάζουσι τοῖς μαθηταῖς ἐν τῷ ἑωρακέναι παραχρῆμα τὴν συκῆνκκ ἐξηραμμένην, ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν
ἐμπεδῶν τὸ λεγόμενον τῷ ἀμὴν) ὅτι ἐὰν ἒχητε πίστιν κοὶ μὴ διακριθῆτε , οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἲπητε· ἂρθητι καὶ
βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. οὐκοῦν οἱ πιστεύοντες μαθηταὶ καὶ μὴ διακρινόμενοι ποιοῦσι καὶ τὸ τῆς συκῆς λέγοντες αὐτῇ »ὑμῖν ὑμῖν ἦν ἀναγκαῖον
τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δέ οὐκ ἀξίους κρίνετε ἑαυτούς, 283 284 285 ἰδοὺ στερφόμεθα εἰς τὰ ἒθνη«, καὶ καταλιπόντες αὐτὴν ξηραίνουσιν αὐτήν, ἵν’ ἡ ζωτικ]κη δύναμις αὐτῆς
μεταβῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ τὸ πρότερον συνέχον πνεῦμα τὸν λαὸν ἐκεῖνον μεταστῇ ἐπὶ τοὺς άπὸ τῶν Μνῶν.
τοὺς μαθητὰς <ἒτι> ἐπαγγέλλεται αὐτοῖς ὁ τοῦ Μοῦ λόγος, ἐὰν ἔχωσι πίστιν καὶ μὴ διακριθῶσιν, ὅτι <καὶ> τῷ <βλεπομένῳ> τε καὶ> δεικνυμένῳ ὑπ᾿ αὐτοῦ ὄρει, τῇ ἀντικειμένῃ
ἐνεργείᾳ ἐΠαιρομένῃ κατὰ τῶν ἀνθρώπων, λέγουσιν· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γίνεται. αἲρεται γὰρ ἀφ’ ἑκάστου τῶν ὠφελουμένων ὑπὸ μαθητῶν Ἰησοῦ
τὸ βαρὺ τῆς καίας ὄρος, ὁ σατανας, αἲροντος αὐτὸν τοῦ νικήσαντος αὐτον, καὶ βάλλεται εἲς τὴν θάλασσαν,
τὴν ἂβυσσον, βάλλοντος αὐτὸν εἲς τὸν ἂξιον αὐτοῦ τόπον τῆς κολάσες. καὶ περὶ ταύτης τῆς θαλάσσης ἐν ψαλμοῖς λέγεται τὸ »αὓτη ἡ θάλασσα ἡ μέγάλη καὶ εὐρύχωρος · ἐκεῖ πλοῖα Ι
διαπορεύεται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος ὃν ἒπλασας ἐμπαίζειν αὐτῷ«. καὶ ἐν ἂλλῳ ψαλμῷ· ἐκεῖ »συνέθλα- 286 287 288 σας τὰς κεφαλὰς τῶν δρακόν <των ἐπὶ τοῦ ὓδα>τος«, δῆλον δέ ὅτι ἐν τῇ θαλάσσῃ, κοί· ἐκεῖ »συνέδλασας τὴν κεφαλὴν
τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν«. αἲρεται οὖν καθ᾿ ἓκαστον τῶν ὑπὸ τοῦ λόγου καταρτιζομένων εἰς σωτηρίαν ὄρος τὸ ὑπὸ τοῦ Ἰησοῦ βλεπόμενον
καὶ δεικνύμενον, καὶ βάλλεται εἰς τὴν θάλασσαν κατὰ τὸν τοῦ ἐπιτυγχάνοντος μαθητοῦ Ἰησοῦ ἐν διδασκαλίᾳ λόγον, λέγοντος τῷ ἐν τῷ καθ᾿ ἓκαστον τῶν ἀκουόντων
ὂρει· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν , λέγοντος δέ μετὰ τοῦ ἒχειν πίστιν καὶ μὴ διακρίνεσθαι, ἶνα καὶ τὸ λεγόμενον γένηται. καὶ τὰ πάντα δὲ ὅσα ἐὰν ὁ ἔχων
πίστιν καὶ μὴ διακρινόμενος αἰτήσῃ ἐν τῇ προσευχῇ, πιστεύων λήψεται.
κατῴκει. καὶ πᾶς δέ ὁ ὑπακούων τῷ λόγῳ τοῦ θεοῦ καὶ τὸν λόγον τῆς ὑπακοῆς ἐνιδρυμένον <καὶ ἐναυλιζόμενον> ἔχων ἑαυτῷ, ΟΙΚΟΣ ἐστιν ΥΠΑΚΟΗΣ καὶ Βηθανία, ἐν ᾗ αὐλίζεται
ὁ Ἰησοῦς καὶ ἀναπαύεται. ἐπεὶ δὲ πράγματα δεῖ λαμβάνειν ἀπὸ τῶν λεγομένων ἂξια σοφίας θεοῦ ἀφ᾿ ἧς τὰ εὐαγγέλ·ια γέγραπται. πρόσχες εἰ μὴ κατὰ μέν τοὺς ἁπλούστερον
νοοῦντας παρέλκει τὸ καταλιπὼν 289 290 αὐτοὺς ἐξῆλθεν ἒξω τῆς πόλεως· πῶς γὰρ ἐδύνατο ἒξω τῆς πόλεως γενέσθαι μὴ καταλιπὸ)ν τοὺς προτέρους παρ᾿ οἷς ἦν; κατὰ δὲ τοὺς
συνετώτερον ἀκούοντας τῶν λεγομένων <οὐ> πάντως καταλείπει τοὺς προτέρους ὅτε παρ’ ἑτέροις γίνεται, ἀλλὰ φαύλους μέν καὶ ἁμαρτωλοὺς καταλείπει, δικαίοις δὲ συνὼν καὶ
παρ᾿ ἑτέροις γίνεται μετ’ ἐκείνους καὶ σὺν ἐκείνοις. ἀλλὰ καὶ εὶς Βηθανίαν θανίαν αὐλισθεὶς οὐ καταλιπὼν τὴν Βαηθανίαν εἰς τὴν πόλιν ἐπανάγει· ἦν γὰρ καὶ ἐν Βηθανίᾳ καὶ
ἐπανῆγεν εἰς τὴν πόλιν. ἐπείνα δέ ὁ Ἰησοῦς ἀεὶ τῶν ἐν τῷ δικαίῳ βουλόμενος μεταλααβεῖν καρπῶν τοῦ <ἐν αὐτοῖς ἁγίου> πνεύματος, καὶ ἔστιν αὐτοῦ <βρώματα> ἶν’ οὓτως
ὀνομάσω) τὰ σῦκα ὧν πεινῶν ἐσθίει ἡ ἀγάπη τοῦ καρποφοροῦντος αὐτήν, πρῶτος οὖσα »καρπὸς τοῦ πνεύματος«, καὶ ἡ χαρὰ καὶ ἡ εἰρήνη καὶ ἡ μακροθυμία καὶ τὰ λιπά.
ἃτινα ὅσον μὲν καρποφοροῦμεν οὐ ξηρανθησόμεθα, ἐπὰν δέ ἐπιστάντι αὐτῷ καὶ ζητοῦντι<τοιοῦτον> καρπὸν ἵνα φάγῃ μὴ παρέχωμεν. λελέξεται πρὸς ἡμᾶς· μηκέτι ἐκ σοῦ καρπὸς
γένοιτο εἰς τὸν αἰῶνα 291 292 293 χωρὶς γὰρ τῆς προαποδεδομένης περὶ συκῆς ὡς τοῦ λαοῦ διηγήσεως ἔστι καὶ ἐπὶ ἓκαστον ἀνάγειν τόν λόγον, συκῆν ὄντα ἤτοι ξηραινομένην ἢ
φέρουσαν καρπὸν καὶ ζῶσαν κοὶ γεωργουμένην, ἳνα πλείονα καρπὸν φερῃ.
καὶ »ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ ἧλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτά«, ἂλλα δὲ εἰς τὰς πέτρας καὶ ἄλλα εἰς »τὰς ἀκάνθας« καὶ ἂλλα εἰς »τὴν καλὴν«
καὶ ἀγαθὴν γῆν, οὕτως καὶ συκαῖ εἰσι διάφοροι. καὶ ἐὰν μὲν ᾖ συκῆ ἐπὶ τῆς καλῆς καὶ ἀγαθῆς γῆς, καὶ φέρει »καρπὸν« καὶ πεινῶντι τῷ Ἰησοῦ παρέχει αὐτόν. ἐπὰν δέ
ᾖ »παρὰ τὴν ὁδόν« ὡς αὕτη περὶ ἧς γέγραπται τὸ καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἐλθόντι τῷ Ἰησοῦ οὐ δίδωσι καρπόν· οὐδέν γὰρ εὑρίσκει ἐν τῇ »παρὰ τὴν ὁδὸν« συκῇ
εἰ μὴ φύλλα μόνον. διὸ λέγει αὐτῇ, ἐπεὶ »παρὰ τὴν ὁδὸν« ἦν καὶ φύλλα μόνον εἶχεν ἒμφασιν τοῦ ζῆν ἀλλ᾿ οὐ μετὰ καρποῦ,
το μηκετι ἐκ σου καρπος γενοιτο
εἰς τὸν αἰῶνα. ὅσον μὲν οὑν ουκ ερχeται επι τινα 294 295 συκῆν οὐδὲ ἤδη ζητεῖ τὸν καρπὸν αὐτῆς, ἀλλὰ μακροθυμεῖ περιμένων εἴ πως οἴσει καρπὸν ἡ συκῆ, οὐ ξηραίνεται. ραίνεται. ἐπὰν δὲ ἐπιστάντος τοῦ
παινῶντος <καὶ ἐπιζητοῦντος> ἡμῶν τοὺς καρποὺς εὑρεθῶμεν οὐδὲν ἔχοντες εἰ μὴ τὴν ἐπαγγελίαν τῆς πίστεως μόνην *** οὐ συνόντων αὐτῇ καρπῶν, παραχρῆμα ξηρανθησόμεθα καὶ
τὸ δοκεῖν εἶναι πιστοὶ ἀπολωλεκότες, καὶ ἔστιν εὑρεῖν τοιούτους τινὰς ἐπὶ πολὺν φορέσαντας χρόνον τὸ τῆς πίστεως ὄνομα καὶ ἐμφήναντας ὅτι ζῶσι, καὶ παντελῶς <δ᾿> εἰσὶ ξηροί·
οὓς διὰ τὸ μὴ καρποφορεῖν ἔστιν ἰδεῖν καὶ ἀφισταμένους παντελῶς τοῦ λόγου καὶ ξηρανθέντας.
ἐνθάδε μὲν οὖν ξηραίνεται ἡ μή δεδωκυῖα πεινῶντι τῷ Ἰησοῦ καρπόν· ἄλλη δὲ συκῆ ἐκκόπτεσθαι κελεύεται, ἵνα μὴ »τὴν γῆν« καταργῇ. εἶθ᾿ οἱ μαθηταί, ἐπὰν ἴδωσί τινα
μετὰ ζωτικὴν ἔμφασιν ζηρανθέντα, θαυμάζουσι λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; Ἔτι δὲ μᾶλλον νοήσομεν τοῖς καθ᾿ ἕνα ἐφαρμόζοντες τὰ
κατὰ τὸν τόπον, ἐπιστήσαντες τίνα τρόπον ἐν τοῖς πειρασμοῖς ὁ μὲν Ἰησοῦς αἰτεῖ τοὺς καρπούς, 296 297 298 φέρ’ εἰπεῖν ἐν διωγμῷ τὴν ὁμολογίαν κοὶ τὸ μαρτύριον, καὶ ἐν τῷ γυναῖκα
ἐπιμαίνεσθαί τινι τὴν τοῦ Ἰωσὴφ ἐγκράτειαν καὶ σωφροσυνην,
καὶ οὓτως καθ᾿ ἓκαστον πειρασμὸν
τὸν ἀκόλουθον αὐτῷ καρπόν. ὁ δέ μὴ παρασκευασάμενος διδόναι πεινῶντι τῷ Ἰησοῦ καὶ ἐφισταμένῳ τὴν ὁμολογίαν
ἢ τὴν ἐγκράτειαν, παραχρῆμα ξηραίνεται· ὁ γὰρ ἀρνησάμενος ξηραίνεται, ὁμοίως δέ καὶ ὁ πορνεύσας, καίτοι παρὰ τὸν πρὸ τῶν πειρασμῶν καιρὸν ζωτικὴν ἐμφαίνων δύναμιν
καὶ οἱονεὶ τὰ φύλλα τῆς συκῆς περικείμενος. κοὶ θαυμάζουσιν ἐπὶ τῶν τοιούτων οἱ μαθηταί, πῶς ὁ μὲν Ἰησοῦς ἐπέστη πεινῶν καὶ ζητῶν τὸν καρπόν, τῷ δέ μὴ εὑρηκέναι
εὐθέως »εἶπε« »καὶ ἐγένετο«, καὶ παραχρῆμα ἐξράνθη mox siccantur. ἡ μὴ παρεσκευασμένη εἰς τὸ φέρειν καρπὸν συκῆ. 299 300 301 καὶ πολλάκις τις γενόμενος συκῆ ἔτεσι πλείοσιν οὐ ξηραίνεται, ἐπιστάντος δέ Ἰησοῦ ἐν καιρῳ πειρασμου καὶ απαιτουντος τὸν καρπόν, οὐ δεδωκὼς αὐτῷπαραχρῆμα ἐξηράνθη καὶ τὴν τῶν τοσούτων ἀπολώλεκεν ἐτῶν ἐτῶν καὶ
τοῦτο γίνεται ἐπείπερ, κατὰ τὸν τοῦ σωτῆρος λόγον. »παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δέ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ«, ἳνα μὴ ἀργὸν
ᾖ ὁ δοκεῖ ἒχειν«. ἓκαστος δὲ τῶν μαθητῶν, ἐὰν ἔχη πίστιν καὶ μὴ διακριθῇ, καὶ τὸ τῆς συκῆς ποιεῖ καὶ τὸ ἑξῆς αὐτῷ ἐπιφερόμενον.
ὁ Ἰησοῦ μαθητὴς ζητήσας καρπὸν ἐν συκῇ κοὶ μὴ εὑρὼν λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα, ἳνα παραχρῆμα καὶ ἐπ᾿ αὐτῷ ξηρανθῇ ἡ συκῆ. καὶ
εἰς εἰς δέ νόησόν τινα τὰ τῆς πίστεως ἐπαγγελλόμενον καὶ οἰόμενον ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ ἐσθίειν καὶ πίνειν κοὶ τὸν Ἰησοῦν ἐν ταῖς πλατείαις« τῆς ψυχῆς αὐτοῦ δεδιδαχέναι.
εἶτα ἡκέτω μαθητὴς ζητῶν καρπὸν σοφίας καὶ λόγου ἐν αὐτῷ κατὰ τὴν περὶ τοῦ διδάσκειν τὰ θεῖα 302 303 304 ἐπαγγελίαν, καὶ ζητῶν καὶ ἐρευνῶν τῷ λόγῳ αὐτὸν μηδένα καρπὸν εὑρισκέτω· καὶ διὰ τοῦτο αὐτὸν παριστὰς τοῖς θεωροῦσι κενὸν τοῦ Χριστοῦ,
παριστάτω τῷ λόγῳ ὅτι οὐχ οἷόν τε τινὰ καρπὸν ἔτι γενέσθαι αὐτῷ εἰς τὸν αἰῶνα ὑπὸ τῆς οἰήσεως βεβλαμμένῳ.
ὅρα οὖν εἰ μὴ ἐν τοιούτῳ ὁ ἔχων πίστιν καὶ μὴ διακριθεὶς τὸ τῆς συκῆς παραπλησίως πως τῷ Ἰησοῦ ποιεῖ.
καὶ κρεῖττόνγέ ἐστι, τὴν ἀπατηλὴν συκῆν
καὶ νομιζομένην μὲν ζῆν μὴ καρποφοροῦσαν δέ, ἐλεγχθεῖσαν ὅτι ἄκαρπός ἐστι, ξηρὰν τοῖς λόγοις τῶν μαθητῶν Ἰησοῦ φανῆναι, ἢ ἀπατᾶν ἔτι τῇ νομιζομένῃ ζωῇ καὶ τῇ προσποιήσει
<τῆς ἐπαγγελίας> »τὰς τῶν ἀκάκων« καὶ εὐεξαπατήτων »καρδίας«. 305 306 307 καλὸν οὖν ἐξάνη καὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ ἔργον τὸ κατὰ
τὴν ξηραινομένην συκῆν. ἐν ἑκάστῳ δ’ οἶμαι) ἀπίστῳ καὶ ἀνόμῳ ὄρος ἐπίκειται κατὰ τὴν ἀναλογίαν τῆς ἀπιστίας καὶ τῆς ἀνομίας, τῷ λόγῳ τῶν μαθητῶν Ἰησοῦ αἰρόμενον
καὶ βαλλόμενον εἰς τὴν θάλασσαν τῆς κολάσεως αὐτοῦ. καὶ πάντα δὲ ὅσα ἐὰν αἰτῶσιν ἐν τῇ προσευχῇ πιστεύοντες οἱ Ἰησοῦ μαθηταὶ λήψονται, ὡς μαθηταὶ
οὐδὲν τῶν μὴ δεόντων αἰτήσοντες, καὶ ὡς πειθόμενοι τῷ διδασκάλῳ, μηδὲν ἂλλο αἰτοῦντες ἢ τὰ μεγάλα καὶ τὰ ἐπουράνια· εἶπε γὰρ ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· »αἰτεῖτε τὰ μεγάλα,
καὶ τὰ μικρὰ προστεθήσεται ὑμῖν· καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια προστεθήσεται ὑμῖν«.
ὡς πρὸς τὸ ῥητὸν) προσέθηκε ποιήσας ὅτι ἰδὼν« ὁ Ἰησοῦς »ἀπὸ μακρόθεν συκῆν ἔχουσαν φύλλα ἦλθεν« ὡς εὑρήσων τι ἐν αὐτῇ«· »ἐλθὼν« δέ »ἐπ᾿ αὐτὴν« καὶ μηδὲν εὑρὼν »εἰ μὴ
φύλλα« μόνον »οὐ γὰρ ἦν ὁ καιρὸς σύκων«) »ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς 308 309 310 καρπὸν φάγῃ«, εἲποι γὰρ ἂν τις· εἰ μὴ »ὁ καιρὸς σύκων ἧν«, πῶς ἦλθεν ὁ Ἰησοῦς ὡς εὑρήσων τι »ἐν αὐτῇ« καὶ πῶς δικαίως εἶπεν αὐτῇ· »μηκέτι εἰς
τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγῃ»; πρὸς τοῦτο δὲ λελέξεται ὅτι οἱ κατειλεγμένοι παρὰ τῷ ἀποστόλῳ καρποὶ τοῦ πνεύματος, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη,
πίστις, πραότης, ἐγκράτεια, ἔστι μέν ὅτε ἐν οἰκείῳ ἀποδίδονται καιρῷ. βέλτιον δὲ εἰ, τῶν περιεστηκότων ἐπὶ τὸ ἐναντίον τῷ καρποφορεῖν προκαλουμένων, δυνηθείη τις
καὶ διὰ τὸ πάνυ ὠφελεῖσθαι ἐκ τοῦ λόγου οὐδέν ἧττον κοὶ τότε διδόναι τοὺς καρποὺς τοῦ πνεύματος. ὃ δέ λέγω τοιοῦτόν ἐστιν· εἷς τῶν καρπῶν τοῦ πνεύματός ἐστιν ἀγάπη.
ταύτης δέ καιρὸς μέν ὅτε οὐ χαλεπὸν ἀποδοοῦναι τὸν καρπὸν τοῦ ἀγαπᾶσθαι· καὶ ἔστιν ἀγαπᾶν τὸν ἀγαπωντα καρπος μευ του πνευματος, οὐ μὴν ἐν οὐ καιρῷ ἳν᾿ οὕτως ὀνομάσω)
σύκων. ἐπὰν δέ ἐπὶ τὸ μισεῖν προκαλῆταί τις τὸν πιστεύοντα τοιοῦτον ἀπατῶν καὶ ἐπιβουλεύων καὶ 311 312 313 τοῖς ἤθεσι βεβλαμμένος ὤν, ὣστε δοκεῖν ἂξιος εἶναι τοῦ μισεῖσθαι, ὁ δέ δίκαιος μηθὲ τὸν τοιοῦτον μισῇ αλλ᾿ ὡς υἱὸς »τοῦ τὸν ἥλιον ἀνατέλλοντος
ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς«) καὶ τότε αὐτὸν ἀγαπᾷ, οἱονεὶ ἐν οὐ καιρῷ σύκων τῆς ἀγάπης διδοὺς τὸν καρπόν, πόν, μακάριός ἐστι. τὸ δ’ ὅμοιον νοήσεις καὶ ἐπὶ τῆς χαρᾶς. φέρειν μέν
γὰρ τὸν καρΠὸν τοῦ πνεύματος τὴν χαρὰν μηδενὸς ἐπὶ τὸ λυπεῖσθαι προκαλουμένου καὶ δυσαρεστεῖσθαι, οὐ χαλεπόν· ὃταν δέ τὰ μέν περιεστηκότα ἐπὶ λύπην καὶ ἀθυμίαν καὶ δυσαρέστησιν
προκαλῆται, ἀπὸ δέ τῆς κατὰ τὸν λόγον ὡφελείας τις ἐπὶ τοσοῦτον προκόπτῃ, ὡς <καὶ> ἐν τῆς δοκούσης δυσαρεστήσεως εὐαρεστεῖσθαι καὶ ἐν καιροῖς τοῦ
ἀτιμάζεσθαι καὶ τοῦ μαστιγοῦσθαι χαίρειν καὶ ἁπλῶς ἐν παντὶ περιστατικῷ καιρῷ μεμνῆσθαι τοῦ »πάντοτε χαίρετε«, μακάριος ἂν ὁ τοιοῦτος εἲη καρπὸν φέρο)ν τὴν χαρὰν
καὶ ἐν οὐ καιρῷ ἳν᾿ οὕτως ὀνομάσω) σύκων.
κρείττονα τῆς ἀνθρωπίνης φύσεως τὸν προσιόντα τῷ λόγῳ αὑτοῦ ὁ θεὸς 314 315 316 καὶ ἀπαιτεῖ αὐτὸν παράδοξα καὶ (ἳν᾿ οὕτως ὀνομάσω) θεοῦ μᾶλλον ἢ ἀνθρώπου ἒργα. διὸ κοὶ πᾶσι λέγει οὓς καλεῖ ἐπὶ τὴν μακαριότητα· ἐγὼ
εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«, μεμφόμενος δὲ τοῖς μὴ βουλομένοις ἀποθεωθῆναι καὶ υἱοῖς ὑψίστου γενέσθαι λέγει· »ὑμεῖς δὲ ὡς ἂνθρωποι ἀποθνῄσκετε«· κατὰ γὰρ
ἑκάστην ἁμαρτίαν, ὅτε ἐσμὲν »σάρκινοι καὶ κατὰ ἂνθρωπον« περιπατοῦντες, οὐδὲν ἂλλο ἐνεργοῦμεν ἢ τὸ ἀποθνῄσκειν, καὶ φανερὸν ὅτι »εἰ κατὰ σάρκα« ζῶμεν, μέλλομεν »ἀποθνῄσκειν«,
ὡς ἐδίδαξεν ὁ ἀπόστολος. ταῦτα καὶ διὰ τὸ »οὐ γὰρ ἦν ὁ καιρὸς τῶν σύκων«. ὁ δὲ κατὰ τὸν Μᾶρκον Πέτρος ἰδὼν τὴν συκῆν ἐξηραμμένην
ἐκ ῥιζῶν« εἶπε τῷ σωτῆρι· ἰδοὺ ἡ συκῆ ἣν κατηράσω ἐξηράνθη«· κατάρας γὰρ τῆς ἀπὸ τοῦ λόγου ἀξία ἡ μὴ φέρουσα τῷ λόγῳ καρπὸν ζητοῦντι. ἐπὶ τέλει δέ τι ἔχει ὁ λόγος
προτρεπτικὸν τοῦ πιστεύοντος λήψεσθαι· οὐχὶ ἄλλως γὰρ ληψόμεθα, εἰ μὴ αἰτήσομεν. ἔστω οὖν καὶ ἡ διάθεσις ἀξία τοῦ τυχεῖν ὧν αἰτοῦμεν καὶ ἡ εὐχὴ μετ᾿ ἐΠιστήμης ἀναπεμπομένη
ἀξία τοῦ ἐπιτευχθῆναι, καὶ τὰ αἰτήματα ἒστω ἐπουράνια καὶ μεγάλαλ καὶ ἂξια τοῦ δίδοσθαι ὑπὸ τοῦ θεοῦ.
Commentarium In Evangelium Matthaei (Lib. 12-17). Origen. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.