νήθησαν οὕτως ἕως τοῦ
ὁ δυνάμενος χωρεῖν χωρείτω (19, 12).
διηγήσεως ἐκθέμενοι Καὶ μετὰ τοῦτο ὡς δυνατὸν ἡμῖν ἀνα- Τρέψαντες αὐτάς, ἵν’ ὅσον ἐπὶ τοῖς Λεχθησομένοις πᾶν σφάλμα φυλαξά- Μενοι τὸ ἀληθὲς βούλημα τῶν κατὰ
τὸν τόπον ἐὰν χωρῶμεν, τό<τε> Κρεῖττον βιώσωμεν, οὕτως ἤκωμεν ἐπὶ τὸ προκείμενον.
μησαν ἑαυτοὺς παρασχεῖν απὸ φόβου μὲν τοῦ πρὸς θεόν, ἀνεπιστημόνως δέ, εὐνουχισμῷ ὁμο- γενεῖ τοῖς δύο προτέροις
καὶ ἑαυτοῦς ὑποβεβλήκασιν ὀνει- Δισμῷ, τάχα δὲ καὶ αἰσχύνῃ οὐ Παρὰ μόνοις τοῖς ἀλλοτρίοις τῆς Πίστεως, ἀλλὰ καὶ παρὰ τοῖς πᾶσι Μᾶλλον τοῖς ἀνθρωπίνοις πράγμασι
συγγινώσκουσιν ἤ τῷ (φανταςίᾳ φόβου δεοῦ καὶ σωφροςύνης ἀμέτρῳ ἔρωτι) γεν- νήσαντι πόνους καὶ σώματος ἀκρω- τηριασμὸν καὶ εἴ τι ἔτερον πάθοι
ἂν ὁ τηλικούτῳ ἑαυτ[ον παρασχὼν Πράγματι. ἕτεροι δὲ καὶ οἱ πολλοὶ οὕτω νενοή- κασι, μὴ βασανίσαντες τρόπον ἀκο- λουθίας λόγων· τοὺς μὲν προτέρους
δύο Αὐτόθεν καὶ Σωματικῶς ἐξειλήφασιν εἰρῆσθαι Τῷ σωτῆρι ὡς οὐδὲν πλέον τῶν Αἰσθητῶν ἐμφαίνοντι, τὸν δὲ τρίτον
οὐκέτι κατὰ τὴν λέξιν λελέχθαι Νενομίκασιν, 2 ἀλλ’ εὐνουχισμὸν ἡγήσαντο τὸν ἀπὸ λόγου ἐν τῷ τρίτῳ σημαίνεσθαι, ὅτε προθέσει τῆς τῶν οὐρανῶν βασιλείας τῷ τμητικωτάτῳλόγῳ
ἐκτεμόντες τὸ τῶν τοιούτων ἐπιθυ- Μητικὸν Καταπεφρονήκασι τῶν ὕβρεων τοῦ Σώματος, μὴ δυναμένων ἔτι νικῆσαι Ψυχὴν τῷ λόγῳ ἐκτετμηκυῖαν τὴν
ἐπιθυμίαν. Χρὴ δὲ εἰδέναι ὅτι Οἱ μὲν πρότεροι τοῦ εὐαγγελικοῦ Γενόμενοι φίλοι γράμματος καὶ μὴ ἐπιστήσαντες ὅτι καὶ ταῦτα ἐν παραβολαῖς ἐλάλησεν ὁ Ἰησοῦς
καὶ πνεύματι εἴρηται, ἀκολουθότερον μὲν νενοήκασι τὰ κατὰ τὸν τόπον τοῖς ὁμολογοῦσι τοὺς προτέρους δύο εὐνουχισμοὺς σωματικῶς λελέχθαι,
ἐξωμάλισαν γὰρ ἀκολούθως τοῖς Προτέροις δύο Τὸν τρίτον, οὐ πταίοντες μὲν ὡς πρὸς Τὸ ἀκόλουθον τοῖς τριςίν, ἀναγκαίως Δὲ πταίσαντες τῷ τὴν ἀρχὴν
Τῶν κατὰ τὸν τόπον παρεωρακέναι· Τῷ γὰρ σωματικῶς λελέχθαι τοὺς
δύο ἕπεται καὶ τὸν τρίτον εἶναι σω- Ματικόν. ὁ δὲ δεύτεροι τῷ μὲν τρίτῳ ὑγιῶς ἐπιβεβλήκασι
τὴν ἀπὸ λόγου νομίσαντες δηλοῦ- Σθαι ἐκτομὴν 3 Τοῦ παθητικοῦ ἀπὸ τῆς ψυχῆς. Οὐκέτι δὲ τεεωρήκασιν ὅτι ἁρμόζον ἦν τῇ τοιαύτῃ ἐκδοχῇ καὶ τοὺς προτέρους δύο εὐνουχισμοὺς ὁμοίως
τῷ τρίτῳ ἀλληγορῆσαι, ἢ ἐξομαλίασι παραπληςίως τοῖς προτέροις δυςὶ καὶ τὸν τρίτον. Εἴπερ οὖν ἐπ’ ἄλλων τινῶν οὐ
μόνον τῆς διαθήκης τῆς παλαιᾶς ῥητῶν ἀλλὰ καὶ τῆς καινῆς ἁρμόζει λέγειν· »τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ«, τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὸν προκείμενον τόπον
ὁμολογητέον· τηρηθὲν γὰρ τὸ γράμ- Μα τῶν δύο εὐνουχισμῶν εἴποι τις ἂν ὅτι ἀπέκτεινε τοὺς ἀκολούθως τοῖς προτέροις τὸν τρίτον νοήσαντας καὶ τολμήσαντας εἰπεῖν (ὡς κατὰ
τὸν λόγον τοῦ κυρίου χωροῦντας Αὐτὸ νοεῖν) ἐπὶ τῷ διὰ τὴν βασι- Λείαν τῶν οὐρανῶν ὁμοίως τοῖς Προτέροις εὐνυχισθεῖσιν εὐνου- Χίσαι ἑαυτούς.
ἀποστόλους εἶπεν· »ὅτε ἀπέστειλα ὑμᾶς ἔτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὐστερήσατε;« οἷς ἐπιφέρεται τὸ 4 »οἱ δὲ εἶπον· οὐδενός. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωληςάτω
τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοραςάτω μάχαιραν«. εἴ τις γὰρ διὰ τὸ ταῦτα εἰρηκέναι τὸν Ἰησοῦν μὴ ἐνιδὼν τῷ βουλήματι τῶν λελεγμένων πωλήσαι τὸ αἰσθητὸν ἑαυτοῦ
ἱμάτιον καὶ ἀγοράσαι μάχαιραν ἀνδροφόνον, ὡς λαβὼν »μάχαιραν« τοιαύτην καὶ παρὰ τὸ βούλημα τοῦ Ἰησοῦ ποιήσας, παρεκδεξάμενος αὐτοῦ τὸν λόγον ἀπολεῖται μέν, τάχα
δὲ καὶ »ἐν μαχαίρᾳ« ἀπολεῖται. ποδαπὴ δὲ ἡ μάχαιρα, οὐ τοῦ παρόντος ἐστὶ καιροῦ διηγήσασθαι. ἀλλὰ καὶ τὸ »μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε« εἴ τις μὴ ἐξετάσας,
τί βουλόμενος ὁ Ἰησοῦς τοῦτο προςέταξεν, ὡς ζηλῶν ἀποστολικὸν βίον »μηδένα κατὰ τὴν ὁδὸν« ἀσπάσοιτο, ἀπάνθρωπος <καὶ μωρὸς> ἂν εἶναι δόξαι τοῖς θεωροῦσιν
αὐτὸν τοιοῦτον· οἵτινες τὴν αἰτίαν τοῦ οὕτως νοήσαντος ἐπὰν ἀναφέρωσιν ἐπὶ τὸν λόγον, δι’ ὃν ἐκεῖνος ἔδοξε τοῦτο πράττειν,
ἐναχθεῖεν ἂν πρὸς τὸ μισεῖν τὸν 5 λόγον τοῦ θεοῦ, ὡς ἀγρίους καὶ ἀπανθρώπους κατασκευάζοντα τοὺς ἐν αὐτῷ. καὶ τούτου τὴν αἰτίαν λαβὼν ὁ
»μηδένα κατὰ τὴν ὁδὸν« ἀσπαζόμενος πάθοι ἂν προφάσει τοῦ γράμματος θάνατον, τοῦ γράμματος αὐτὸν ἀποκτείνατος.
εἰ δὲ καὶ τὸν δεξιὸν ὀφθαλμόν τις ἐκκόπτοι ὡς αἴτιον τοῦ κακῶν βλέπειν, ἢ τὴν δεξιὰν τοῦ σώματος χεῖρα
ἢ τὸν δεξιὸν κατὰ σάρκα πόδα, πάθοι ἂν μετὰ *** τῶν ἀποκτιννυμένων διὰ τὸ γράμμα,
ὡς καὶ αὐτὸς μείνας ἐπὶ τοῦ γράμματος, δέον ἀναβαίνειν αὐτὸν ἐπὶ τὸ πνεῦμα τοῦ λεγομένου.
παρασχεῖν τοῦ τὸν τρίτον εὐνουχισμὸν τολ\μῆσαί τινας παθεῖν προφάσει 654 βασιλείας οὐρανῶν, παραπλήσιον ὄντα τοῖς ποοτροις δυσίν.
ὡς καλῶς ἐξειληφόσι τοῖς καὶ τὸν τρίτον εὐνουχισμὸν ἑαυτοῖς προφάσει τῆς βασιλείας τῶν οὐρανῶν ἐπάγουσι. καὶ οὐκ ἂν ἐπὶ πλεῖον προσδιετρίψαμεν τῇ ἀνατροπῇ
τοῦ τὸν τρίτον παραπλησίως τοῖς προτέροις δυσὶ σωματικῶς ἐκλαβεῖν θέλοντος, εἰ μὴ καὶ ἑωράκειμεν τοὺς τολμήσαντας καὶ ἐντετεύχειμεν τοῖς δυναμένοις θερμοτέραν
κινῆσαι ψυχὴν (καὶ πιστὴν μὲν οὐ λογικὴν δὲ) πρὸς τὸ τοιοῦτον τόλμημα. φηςὶ δὴ Σέξτος ἐν ταῖς Γνώμαις, βιβλίῳ φερομένῳ παρὰ πολλοῖς ὡς δοκίμῳ· »πᾶν μέρος τοῦ σώματος
τὸ ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον· ἄμεινον γὰρ χωρὶς τοῦ μέρους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέρους ὀλεθρίως«. καὶ πάλιν προβὰς ἐν τῷ αὐτῷ βιβλίῳ ἀφορμὴν διδοὺς ἐπὶ
τὸ παραπλήσιον λέγει· »ἀνθρώπους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας αὐτῶν καὶ ῥίπτοντας μέρη· πόσῳ βέλτιον ὑπὲρ τοῦ σωφρονεῖν;«
καὶ Φίλων δέ, ἐν πολλοῖς τῶν εἰς τὸν Μωςέως νόμον συντάξεων αὐτοῦ εὐδοκιμῶν καὶ παρὰ 7 συνετοῖς ἀνδράσι, φηςὶν ἐν βιβλίῳ ᾧ οὕτως ἐπέγραψεν· Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι, ὅτι »ἐξευνουχισθῆναι μὲν
ἄμεινον ἢ πρὸς συνουςίας ἐκνόμους λυττᾶν«.
εἰ γὰρ ἐν τοῖς καρποῖς »τοῦ πνεύματος« κατείλεκται μετὰ ἀγάπης καὶ χαρᾶς καὶ μακροθυμίας καὶ τῶν λοιπῶν καὶ ἡ ἐγκράτεια, καρποφορητέον μᾶλλον τὴν ἐγκράτειαν
καὶ τὸ δεδομένον ἀπὸ θεοῦ σῶμα ἄρρεν τηρητέον, ἤπερ ἄλλο τι τολμητέον, ἵνα καὶ παραβαίνῃ τις τὸ καὶ ὡς πρὸς τὸ ῥητὸν χρηςίμως λέγον· »οὐ φθερεῖς τὴν ὄψιν τοῦ
πώγωνός σου«. χρήσιμον εἰς ἀποτροπὴν θερμῶν μὲν τῇ <δὲ> πίστει νεωτέρων, οἷς ὁμολογεῖν χρὴ ὅτι ἔρωτα σωφροςύνης ἔχουσιν »ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν«, καὶ τὸ »ἐὰν δὲ μάχωνται
ἄνθρωποι ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδεκφοῦ ἑαυτοῦ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῇ«. εἰ γὰρ ἀποκόπτεται χεὶρ ἐπιλαβομένη διδύμων
ἀνδρός, πῶς οὐχὶ καὶ ὁ ἑαυτὸν δι’ ἄγνοιαν ὁδοῦ φερούσης ἐπὶ σωφροσύνην τοιαύτῃ περιστάσει ἐπιδεδωκώς; ἐπιλογισάσθω 655 οὖν ὁ μέλ- 8 λων τὸ τοιοῦτον τολμᾶν, ἃ πείσεται ὑπὸ τῶν ὀνειδιζόντων καὶ συγχρωμένων τῷ »οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν
κυρίου«, συναριθμούντων αὐτὸν τοῖς ἀποκεκομμένοις τὸν ἄνδρα. οὔπω λέγω καὶ ἃ πάθοι ἄν τις παρὰ καιρὸν ἐμποδισθέντων τῶν (ὡς ἰατρῶν παῖδές φασιν) ἀπὸ
κεφαλῆς καταβαινόντων ἐπὶ τοὺς ἄρρενας τόπους σπερμάτων καὶ ἐν τῷ καταβαίνειν διά τινων περὶ τὰς παρειὰς φλεβῶν τῇ φυσικῇ τῶν καταβαινόντων θερμότητι τρίχας ποιούντων
φύειν τοὺς ἄνδρας περὶ τὰ γένεια· ὧν τριχῶν στέρονται καὶ οἱ νομίζοντες ἑαυτοὺς δεῖν σωματικῶς εὐνουχίζειν διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. τίνα δ’ ἂν
πάθοιεν, ἢ καρηβαρίας ἢ σκοτώσεις ἔσθ’ ὅτε φθανούσας καὶ ἐπὶ τὸ ἡγεμονικὸν καὶ ταραττούσας τὸ φανταστικὸν ἀλλόκοτα φαντασιούμενον άπὸ τῆς τοιᾶσδε ὕλης; πρὶν
δὲ ἔλθω ἐπὶ τὴν διήγησιν τῶν κατὰ τὸν τόπον, λεκτέον ὅτι, εἴπερ τι ἀκόλουθον ἑαυτῷ ὁ Μαρκίων πεποίηκε φάσκων μὴ δεῖν ἀλληγορεῖν τὴν γραφήν, καὶ τοὺς τόπους
τούτους ἠθέτησεν ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος εἰρημένους, νομίσας δεῖν 9 ἤτιο παραδέξασθαι (μετὰ τοῦ φάσκειν τὸν σωτῆρα ταῦτα εἰρηκέναι) τὸ καὶ ἐπὶ τὰ τοιαῦτα τολμᾶν ἑαυτὸν παραδιδόναι πεισόμενον τὸν
παπιστευκότα, ἢ μὴ ἂν εὐλόγως τολμήσαντα τὰ τηλικαῦτα, ἐσόμενα εἰς δυσφημίαν τὴν κατὰ τοῦ λόγου, μηδὲ πιστεύειν εἶναι τοῦ σωτῆρος τοὺς λόγους, εἴ γε μὴ
ἀλληροροῦνται.
τῶν τριῶν εὐνουχισμῶν καὶ εὐδοκοῦντες τῇ τροπολογίᾳ τοῦ τρίτου. τοιαῦτα φήσομεν καὶ περὶ τῶν προτέρων δύο. εὐνοῦχοι τροπικῶς νῦν οἹ ἀργοὶ
πρὸς ἀφροδίδια λέγοιντ’ ἂν καὶ μὴ ἐπιδιδόντες ἑαυτοὺς ταῖς κατὰ ταῦτα ἀσελγείαις καὶ ἀκαθαρσίαις ἢ τοῖς παραπλησίοις αὐταὶς. εἰσὶ δὲ τῶν πρὸς ταῦτα ἀργούντων
διαφοραὶ (οἶμα) τρεῖς. οἱ μὲν γὰρ ἐκ κατασκευῆς εἰσι τοιοῦτοι. περὶ ὧν λέγοιτ’ ἂν τὸ εἰσὶν εὐνοῦχοι οἴτινες ἐκ κοιλίας μητρὸς
ἐγεννήθησαν οὕτως. οἱ δὲ ἐκ λόγων μὲν <ἀνθρωπίνων> ἀσκοῦσι 10 προτραπέντες τὴν τῶν ἀφροδισίων ἀποχὴν καὶ πάσης τῆς περὶ τὸν τόπον ἀκολασίας· οὐ μὴν τὸ γεννῆσαν αὐτοῖς τὴν τοιαύτην πρόθεσιν
καὶ ἄσκησιν καὶ τὴν (Ἵν’ οὕτως ὁνομάσω) κατόρθωσιν λόγος γέγονε θεοῦ, ἀλλ]\α ἀνθρώπινοι λόγοι εἴτε τῶν φιλοσοφησάντων παρ’ Ἕλλησιν εἴτε »τῶν κωλυόντων γαμεῖν,
ἀπέχεσθαι βρωμάτων« ἐν ταῖς αἱρέσεσιν· οὗτοι δή μοι δοκοῦσι δηλοῦσθαι ἐν τῷ εἰδὶν εὐνοῦχοι οἽτινες εὐνουχίσθησαν
ὑπὸ τῶν ἀνθρώπων. τὸ δ’ ἀποδοχῆς ἄξιον, εί τὸν λόγον τις ἀναλαβὼν τὸν εἰ τὸν λόγον τις ἀναλαβὼν τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτερον
»ὑπὲρ πᾶσαν μάχαιραν δίστομον« καὶ »τὴν« (ὡς ὠνόμασεν ὁ ἀπόστολος) »μάχαιραν τοῦ πνεύματος« ἐκτέμνοι τὸ τῆς ψυχῆς παθητικὸν μὴ ἁπτόμενος τοῦ σώματος, καὶ
τοῦτο ποιοῖ * * * καὶ νοήσας βασιλείαν οὐρανῶν
καὶ μέγιστον συμβαλλόμενον πρὸς τὸ κληρονομῆσαι βασιλείαν οὐρανῶν τὸ ἐκτεμεῖν λόγῳ τὸ παθητικὸν τῆς ψυχῆς αὐτοῦ. τοῖς δὲ 11 τοιούτοις ἀρμόζοι ἄν, καὶ οὐχ ὠς οἵονται οἱ σωματικῶς τὰ κατὰ τὸν τόπον ἐξειληφότες. τὸ εἰσίν εὐνοῦχοι οἵτινες εὐνούχισαν
ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.
εὐνουχισμόν, ὃν οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται· δέδοται· δὲ πὰσι τοῖς αἰτήσασιν ἀπὸ θεοῦ τὴν λογικὴν μάχαιραν ακὶ δεόντως αὐτῇ χρησαμένοις. ἵν’
εὐνουχίσωσιν ἑαυτοὺς διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. εἰ δὲ χρὴ καὶ ἱστοριῶν ἐφάψασθαι τῶν κατὰ τὰς γραφὰς μετὰ τῆς ὑποφαινομένης ἡμῖν εἰς αὐτὰς ἀναγωγῆς,
φήσομεν ὅτι εἰσί τινες εὐνοῦχοι τοῦ Φαραὼ ἄγονοι παντὸς καλοῦ, ἵν’ οἰκοδομήσωσι πεσοῦσαν τὴν Ἱερουσαλήμ. περὶ μὲν οὗν τῶν προτέρων ἐν τῇ Γενέσει γέγραπται·
τῶν δὲ δευτέρων παράδειγμα ὁ ὅς φησι· »καὶ ἐγὼ ἤμην εὐνοῦχος 657 τῷ βασιλεῖ. 12 καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ ἀρσαθερθᾷ βασιλεῖ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ
με«. καὶ σὺ δὲ ἐντυγχάνων τῷ δευτέρῳ Ἔζρα εὑραήσεις ὅλα τὰ κατὰ τὸν τόπον καὶ ἐπιστήσεις
διὰ τί ἄξιός ἐστιν εὐνοῦχος γενόμενος ἀρχηγὸς τοῦ ἀνοικοδομηθῆναι τὸν ναὸν τοῦ θεοῦ. φασὶ γὰρ Ἑβραίων παῖδεσ τὸν Δανιὴλ καὶ τοὺς τρεῖς σὺν αὐτῷ (Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ)
ἐν Βαβυλῶνι εὐνουχίσθαι, πληρουμένης τῆς πρὸς τὸν Ἐζεκίαν εἰρημένης προφητείας ὑπὸ ἡσαΐου ἐν τῷ »ἀπὸ τοῦ σπέρματός σου λήψονται, καὶ ποιήσουσι σπάδοντας
ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος«. φασὶ δὲ ὅτι περὶ τούτων καὶ Ἡσαΐας προεφήτευσε φάσκων· »μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος κυρίῳ· ἀφοριεῖ με ἄρα κύριος
ἀπὸ τοῦ λαοῦ αὐτοῦ« καὶ τὰ ἑξῆς ἕως τοῦ »κρείττονα υἱῶν καὶ θυγατέρων«.
καλὸν οὖν, ὡς πρὸς τὸν μυστικὸν τόπον. τὸ μὴ γεννᾶν ἐν Βαβυλῶνι, ἀλλὰ ἄγονον εἶναι πρὸς τὴν Βαβυλῶνα ὡς ὁ Δανιήλ, ἵνα γεννή- 13 σωμεν συλλαβόντες ἀπὸ τοῦυ θείον πνεύματος (ὡς ἐκεῖνος καὶ οἹ σὺν αὐτῷ) ὁράματα καὶ προφηττείας.
δεῖ δὲ εἰδέναι ὅτι οὐκ ὀλίγας εὕροι ἂν πιθανότητας εἰς κατασκευὴν τοῦ τοὺς τρεῖς σωματικοὺς εἶναι εὐνουχισμοὺς ὁ βουλόμενος 658 παραστῆναι τῷ λόγῳ καὶ συναγορεῦσαι καὶ
τοῖς προειρημένοις καὶ <τοῖς> διὰ τῶν συγγραμμάτων τοῦτο διδάξασιν. οὐκ ἐβουλήθημεν δὲ ἐκθέσθαι αὐτάς, μὴ γυμνασίας εἴνεκεν τιθέντες τοὺς λόγους καὶ τὴν λύσιν ἑκάστου ἐκθέμενοι,
πρόφασις γενώμεθα τοῖς μὴ ὡς βούλεται ὁ Ἰησοῦς χωροῦσι τὸν περὶ εὐνουχίας λόγον πρὸς τὸ ἐν ἑτέρῳ <ἢ> δεῖ <νοΐ> νοεῖν τὸ χωρεῖν, καὶ σωματικῶς αὐτὸ ὑπολαμβάνειν,
δέον »πνεύματι« ζῶντα »καὶ πνεύματι« στοιχοῦντα καὶ τοὺς τρεῖς εὐνουχισμοὺς πνευματικῶς πεπεῖσθαι λελέχθαι.
αὐτῷ παιδία καὶ τὰ ἑξῆς 14 ἔως τοῦ καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν (19, 13—15).
ἱστορία γέγονε τοῦ καὶ προσενηνέχθαι παιδία τῷ Ἰησοῦ; βουλομένων τῶν προσφερόντων ἐπιθεῖναι αὐτὸν τὰς χεῖτας αὐτοῖς καὶ προσεύξασθαι.
ἰστέον δὲ ὄτι οὐκ ἔστιν ὄτε οὐ προσφέρεται παιδία τὴν ψυχὴν τῷ Ἰησοῦ, ἐφ' οἶς λέγοι ἄν (ὡς παρακαταθήκην αὐτὰ ἀπὸ θεοῦ λαβὼν) τὸ »ἰδοὺ ἐγὼ καὶ τὰ παιδίαα
ἄ μοι ἔδωκεν ὁ θεός«. καὶ ἀπὸ τῶν πα ιδίων γε τούτων τινὰ μὲν χρηματιζέτω νήπια ἄλλα δὲ λεγέσθω θηλάζοντα ὡς τῶν νηπίων ὑποδεέστερα, καὶ ὁ κύριος ἡμῶν »ἐνκ στόματος«
ἀμφοτέρων καταρτιζέτω »αἶνον«, ἴνα ᾐσθημένοι τῆς τοιαύτης αὐτοῦ εἰς ᾐσθημένοι τῆς τοιαύτης γωμεν τὸ »ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον«.
παισία δὲ λεκτέον τοὺς ἐν Χριστῷ σαρκίνους καὶ νηπίους, ὁποίους Κορινθίους ἐπιστάμενος ὁ ἀπόστολος Παῦλος .ἔλεγε· »κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ'
ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ«. τὰ τοιαῦτα δὴ παιδία προσηνέχθη χθη <καὶ> τότε καὶ ἀεὶ προσάγεται 15 τῷ Ἰησοῦ. σημεῖον τῆς τῶν νηπίων προσαγωγῆς οἱ πολλοὶ τῆς ἐκκλησίας ἐν Χριστῷ νἠπιοι καὶ θηλάζοντες, »χρείαν ἔχοντες γάλακτος.
οὐ στερεᾶς τροφῆς«, πρὸς οὔς λεγοι ἄν <ὁ λέγων> (»ὡς ἄν τροφὸς θάλπουσα τὰ ἑαυτῆς τέκνα« θάλπων αὐτοὺς) τὸ »γάλα
ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, <ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε«>.
(ὡς ὁ Ματθαῖός φησι) προσηνἐχθη παιδία τῷ Ἰησοῦ ἤ (ὠς ὁ Μᾶρκος) »προσέφερον αὐτῷ <παιδία« ἤ (ὡς ὁ Λουκᾶς) »προσέφερον δὲ αὐτῷ> καὶ βρέφη«
ἀνέγραψαν, ὑπὸ τίνος δὲ προσηνέχθη ἤ τίνες προσέφερον, ἄμα <πάντες>παραλελοίπασιν, ἡμῖν καταλιπόντες ἐξετάζειν τὸ παραλελειμμένον,
ἄξιον ἰδεῖν πότερον κατὰ συντυχίαν ὑπὸ τῶν τριῶν τὸ τοιοῦτον παραλέλειπται (δυναμένων ἀναγράψαι· προσηνέχθη αὐτῷ ἀπὸ τῶν γονένων ἤ
ἀπὸ τῶν μητέρων, ἤ· »προσέφερον αὐτῷ βρέφη« ἤ »παιδία« αἱ μητέρες ἂὐτῶν), ἤ γνώσεως λογισμῷ καὶ 16 σοφίᾳ τὸ τοιοῦτον πεποιήκασιν εἰς παράστασιν τοῦ ὅτι προσελθόντες ἄγγελοι τῷ Ἰησοῦ
καὶ διακονοῦντες αὐτῷ, αὐτοὶ νῷ θειοτέρῳ τὰς τῶν παιδίων ὁρῶντες διαφορὰς ἢ βρεφῶν οἴδασι τίνας προσφέρειν δεῖ τῷ Ἰησοῦ,
ἴνα προσενεχθέντες αὐτῷ χειροθετηθῶσιν ὑπ' αὐτοῦ, καὶ πότε· οἴδασι δὲ καὶ τίνας οὐ χρὴ ἤ ὅτι ἐπί τινα χρόνον οὐ χρή· οὐ γὰρ ἄτερ ἡγοῦμαι ἀγγελικῆς οἰκονομίας τὰ τοιαῦτα
παιδία παροσέρχεσθαι τῷ Ἰησοῦ. τὸ δὲ βούλημα τῶν προσφερόντων τὰ παιδία ἐστὶ κατὰ μὲν τὸν Ματθαῖον ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς
ὁ Ἰησοῦς καὶ προοσεύξηται, κατὰ δὲ τὸν Μᾶρκον »ἵνα ἅψηται αὐτῶν«, κατὰ δὲ τὸν εἰπόντα »βρέφη« αὐτὰ εἶναι Λουκᾶν »ἵνα αὐτῶν« ἅπτηται«.
τῇ γὰρ προσευχῇ τοῦ Ἰησοῦ καὶ τῇ ἁφῇ αὐτοῦ τὰ παιδία καὶ τὰ βρίεφη, οὐ δυνάμενα ἀκούειν ἄπερ ἀκούουσιν οἱ ἤδη πνευματικοί, ἀρκεῖται εἰς βοήθειαν καὶ ἣν χωρεῖ
ὠφέλειαν· ἅπτεται γὰρ αὐτῶν ἡ δύναμις Ἰησοῦ, μόνον χεῖρας ἐπιθέντος τὰς τῆς ἑαυτοῦ ἐπισκοπῆς αὐτοῖς, καὶ οὐκέτι αὐτῶν ἅπτεταί τι τῶν χειρόνων. τάχα δὲ καὶ (ὡς
πρὸς τὸ ῥητὸν) τὸ βούλημα τῶν 17 18 19 προσφερόντων αὐτῷ βρέφη καὶ παιδία τοιοῦτον ἦν, διαλαβόντων ὅτι οὐχ οἷόν τε ἦν, ἁψαμένου Ἰησοῦ βρεφῶν ἤ παιδίων καὶ δύναμιν διὰ
τῆς ἁφῆς ἐναφιέτος αὐτοῖς, σύμπτωμα ἤ δαιμόνιόν [ἤ] τι ἅψασθαι οὖ φθάσας ὁ Ἰησοῦς ἥψατο.
πολλαὶ πονηραὶ δυνάμεις περὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀρχῆθεν ἀσχολοῦνται ποικίλως αὐτῇ ἐπιβουλεύουσαι, διὰ τοῦτο ὡς ἤδη ἐκ τῶν προτέρων τὴν δύναμιν αὐτοῦ μαθόντες
οἱ προσφέροντες τῷ σωτῆρι τὰ <παιδία ἤ τὰ> βρέφη τοῦτ' ἐποίουν, ἴνα διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτοῦ καὶ τῆς περὶ τῶν παιδίων καὶ τῶν βρεφῶν εὐχῆς <καὶ>
διὰ τῆς ἀφῆσ ἀπελαύνηται μὲν τὰ χείρονα, δύναμις δὲ ἐγγινομένη διαφέρουσα καὶ πρὸς τὰ ἑξῆς διαρκῇ ὡς κωλυτικὴ
τυγχάνουσα ἐπαφῆς τῶν ἐναντίων. καὶ ὁ σωτὴρ οὖν οὐχ <ὡς> ἁπλοῦν τι καὶ ἄκαιρον ἐπιστάμενος τὸ τοιοῦτον, ἀλλὰ σωτήριον τοῖς ὑπ' αὐτοῦ χειροθετουμένοις ὧν ἤπτετο,
φησὶ τοῖς ἐπιτιμῶσι μαθηταῖς καὶ διὰ τοῦ ἐπιτιμᾶν κωλύουσιν αὐτῷ προσφέρεσθαι τὰ παιδία <ἤ τὰ βρέφη> 20 21 22 τὸ ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἰ μὲν οὖν ἔχει λόγον τὰ ἀποδεδομένα περὶ τοῦ ὑπὸ τίνων
προσηνέχθη ἤ τίνες προσέφερον, ἀκολούθως ἄν ἐκείνοις μαθηταί τινες ἐξαίρετοι νοοῖντο τοῦ Ἰησοῦ δυνάμεις ἄγιαι μεμαθητευμέναι τῷ υἱῷ τοῦ· φθάνειν γὰρ καὶ ἐπὶ
τοιαύτας τὸ τῶν μαθητῶν Ἰησοῦ ὄνομα εὔλογον, ἴνα μὴ μόνον οἱ ἄνθρωποι αὐτῷ μαθητεύωνται, ἀλλὰ καὶ ἄγγελοι, οἴς ὤφθη, καὶ εἴτις αὐτῷ πιστεύειν
βούλεται ἀπὸ »παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι«. εἰ μέντοι τὸ τοιοῦτόν τις βίαιον νομίζοι, θέλων μὴ ἐπ' ἄλλων τάσσεσθαι
ἤ ἀνθρώπων τὸ τῶν μαθητῶν ὄνομα, ἐπιτιμώντων τοῖς προσφέρουσι τῷ Ἰησοῦ τὰ βρέφη καὶ τὰ παιδία,
εἶεν ἄν οἱ τῶν διδάσκειν τὸν λόγον ἐπιχειρούντων ἁπλούστεροι καὶ μέχρι παισδίων λόγον ἔχοντες, γάλακτι ἐοικότα ποτίζοντι
τοὺ γάλακτος χρῄζοντας, 23 προσφέροντες τῷ Ἰησοῦ βρέφη καὶ παιδία· οὐ γὰρ δύνανται λόγῳ πνευματικωτέρῳ τῆς τούτων καταστάσεως *** πείθεν ***
ὡς ὁ δυνάμενος λέγειν· »Ἕλληςί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμέ«. τούτων δὴ προσφερόντων τῷ Ἰησοῦ βρέφη καὶ
παιδία <τοιαῦτα, τουτέστι νηπίους πίστεως καὶ ἧττον ἔτι μεμαθητευμένους, οἱ> λογικώτεροι νομιζόμενοι εἶναι τῶν διδασκόντων <ἐκείνων τῶν ἁπλουστέρων>
καὶ διὰ τοῦτο μαθηταὶ χρηματίζοντες Ἰησοῦ, πρὶν μάθωσι τὰ περὶ τῶν βρεφῶν καὶ τῶν παιδίων <τοιούτων>, ἐπιτιμῶσι τοῖς ἁπλούστερον διδάσκουσι
καὶ παιδία <καὶ βρέφη τῷ Ἰησοῦ> προσφέρουσι.
»βλέπετε γὰρ τὴν κλῆσιν ὑμπων, ἀδελφοί, ὅτι οὐπολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεὶς· ἀλλὰ τὰ μωρὰ τοῦ
κόσμου ἐξελέξατο9 ὁ θεὸς « <«τὰ ἀσθενῆ« καὶ »τὰ ἀγενῆ« καὶ> 24 »τὰ μὴ ὄντα, ἵνα τὰ ὄντι καταργήσῃ«. βλεπέτω τις οὗν τινα τῶν ἐπαγγελλομένων κατήχησιν ἐκκλησιαστικὴν καὶ διδασκαλίαν προσφέροντα
»τὰ μωρὰ τοῦ κόσμου«, καὶ »τὰ ἐξουδενωμένα« »καὶ τὰ ἀγενῆ«*** καὶδιὰ τοῦτο λεχθηςόμενα ἂν καὶ παιδία <καὶ βρέφη>, καὶ βλέπων ἐπιτιμάτω (ὡς ἀκρίτως ποιοῦντι) τῷ προσφέροντι
τηλικαῦτα τῷ σωτῆρι καὶ διδασκάλῳ βρέφηυ καὶ παιδία. καὶ πρόσχες εἰ μὴ ἁρμόζει ἀναφέρειν τὰ νῦν ἐξεταζόμενα ἐπὶ τὰ τοιαῦτα, τῶν μὲν προσφερόντων παιδία,
ἵνα τὰς χεῖρας αὐτοῖς ἐπιθῇ Ἰησοῦς καὶ προσεύξηται, τῶν δὲ μαθητῶν ἐπιτιμώντων αὐτοῖς. εἴποι δ’ἂν πρὸς τοὺς ἐπιτιμῶντας ἐπὶ παιδίοις προσαγομένοις τῷ
Ἰησοῦ <ὁ> διδάσκαλος καὶ σωτὴρ καὶ κύριος· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἶτα προτρέπων τοὺς μαθητὰς <αὐτοῦ ἤδη> ὄντας ἄνδρας συγκαταβαίνειν
τῇ ὠφελείᾳ τῶν παιδίων (ὅπως γένωνται τοῖς παιδίοις <ὡς> παιδία, ἵνα τὰ παιδία κερδήσωσι) λεγέτω ὁ σωτὴρ τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν·
καὶ γὰρ αὐτὸς »ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγή- 25 σατο τὸ εἶναι ἴσα θεῷ«, γέγονε παιδίον, ὥστε λελέχθαι τοῖς μάγοις ὑπὸ τοῦ Ἡρώδου περὶ αὐτοῦ· »πορευθέντες ἀκριβῶς ἐξετάσατε
περὶ τοῦ παιδίου«, καὶ ὑπὶ τοῦ Ματθαίου ὅτι »ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς ἕως οὗ ἐλθὼν ἐστάθη οὗ ἦν τὸ παιδίον«·
καὶ μετ’ ὀλίγα »ἐλθόντες (φηςίν) εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας 662 τῆς μητρὸς αὐτοῦ«. καὶ ὁ φανεὶς δὲ τῷ Ἰωσὴφ ἄγγελος παιδίον ἐκάλεσε τὸν <τοιοῦτον καὶ>
τηλικοῦτον ἡμῶν σωτῆρα εἰπών· »ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον«. πάλιν τε αὖ τελευτήσαντος τοῦ
Ἡρώδου ἄγγελος κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωςὴφ ἐν Αἰγύπτῳ λέων · ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ«. καὶ ὁ Ἰησοῦς οὖν οὐ μόνον κατὰ τὴν
ἱστορίαν, ἀλλὰ καὶ κατὰ τὴν ἀναγωγὴν ἐταπείνωσεν »ἑαυτὸν ὡς παιδίον«, ὥστ’ ἂν εἰπεῖν ὡς τὸ »μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός
εἱμι καὶ ταπεινὸς τῇ καρδίᾳ«, οὕτῶς καὶ τὸ »μάθετε ἀπ’ ἐμοῦ« γενομένου ὡς παιδίον, πῶς λέγω τὸ *** τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, τοιού- 26 των ὁποῖά ἐστι τὰ παιδία, περὶ ὧν οὐκ ἐπιτρέπει τοὺς μαθητὰς ἐπιτιμᾶν τοῖς προσφέρουσιν αὐτά. καὶ Παῦλος δὲ ὡς ἐπιστάμενος τὸ
τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, δυνάμενος »ἐν βάρει εἶναι ὡς Χριστοῦ« ἀπόστολος, ἐγένετο νήπιος καὶ παραπλήσιος τροφῷ θαλπούσῃ τὸ ἑαυτῆς
παιδίον καὶ λαλούσῃ λόγους ὡς παιδίον διὰ τὸ παιδίον.
καὶ τοῦ διαβεβηκέναι καταφρονῶμεν ὡς μεγάλοι τῶν ἐν τῇ ἐκκληςίᾳ μικρῶν ἀλλ’ εἰδότες πῶς εἴρηται τὸ τῶν γὰρ
τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν τοιοῦτοι γενώμεθα, ἵνακαὶ δι’ ἡμῶν σώζηται τὰ παιδία. οὐ μόνον δὲ [οὐκ] ἀφιέντες τὰ παιδία προσφέρεσθαι τῷ Ἰησοῦ
οὐδὲ μόνον μὴ κωλύοντες αὐτὰ προσφέρεσθαι αὐτῷ, ἀλλὰ καὶ αὐτοὶ μετὰ τῶν παιδίων γενόμενοι παιδία <ἐν ταπεινότητι>
τὸ βούλημα τοῦ σωτῆρος ποιήσωμεν, ἵνα σῳζομένων καὶ δι’ ἡμᾶς τοιούτους γενομένους τῶν παιδίων, ὡς ταπεινώσαντες ἑαυτοὺς ὑπὸ τοῦ θεοῦ ὑψωθῶμεν· 27 καὶ τοιοῦτον γάρ τι δύναται νοεῖσθαι εἰς τὸ »πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται«, μάλιστα ἐπεὶ ἐν τοῖς ἀνωτέρω γέγραπται τὸ »ὅστις οὖν
ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὑτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«. καὶ ταῦτα μὲν ἔστω χρήσιμα πρὸς τοὺς ἐπιτιμῶντας μαθητὰς παιδίων προσφεομένων
τῷ Ἰησοῦ τοῖς προσφέρουσιν. ἴστω δὲ τὰ παιδία, κἂν μὴ πᾶσιν (ὡς παιδία) παρακολουθεῖν δύνηται τοῖς λεγομένοις, ὅτι ἐπέθηκε
μὲν τοῖς παιδίοις ὁ Ἰησοῦς τὰς χεῖρας, ἐπιθεὶς δὲ ἐπορεύθη ἐκεῖθεν. καὶ δύναμιν ἐναφεὶς τοῖς παιδίοις διὰ τῆς ἁφῆς ἐπορεύθη ἀπὸ τῶν παιδίων, *** μὴ
δυνηθέντων ὁμοίως τοῖς *** μαθηταῖς ἀκολουθεῖν τῷ Ἰησοῦ. Εἴπερ δὲ »λόγια κυρίου« ἐστὶ καὶ τὰ εὐαγγελικά, καὶ »λόγια ἀγινὰ« καὶ »ἀργύριον πεπυρωμένον«, »δοκίμιον«,
ἀπεσταλμένον «τῇ γῇ« καὶ ἀκριβῶς »κεκαθαρμένον« καὶ »ἑπταπλαςίως«, ὀφείλει τις εἶναι εὔλογος αἰτία, δι’ ἣν ἐκτιθέμενος τὰ κατὰ τὸν τόπον ὁ Ματθαῖος δύο μὲν
εἶπε τὰ βουλήματα τοῦ προσενη- 28 νέχθαι τῷ Ἰησοῦ τὰ παιδία, οὐκέτι δὲ πρὸς τὰ δύο τὰ ἑξῆς ἐπιφέρει. προσηνέχθη μὲν γὰρ τὰ παιδία, οὐκέτι ἵνα μόνον
τὰς χεῖρας αὐτοῖς ἐπιθῇ ὁ Ἰησοῦς, ἀλλὰ πρὸς τούτῳ ἵνα καὶ προσεύξηται.
ἐκεῖθεν, οὐ γὰρ προσέθηκε· καὶ προσευξάμενος (ἠδύνατο γὰρ λελέχθαι· καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς καὶ προσευξάμενος ἐπορεύθη ἐκεῖθεν).
ὄρα οὖν εἰ δύνασαι μείζοσι μὲν τῶν παιδίων τηρε<ῖσθαι λέγε> ιν τὴν προσευχὴν τοῦ Ἰησοῦ, δυναμένοις χωρῆσαι καὶ τὴν ἐπίθεσιν τῶν
χειρῶν αὐτοῦ αὐτοῦ ἐπ’αὐτοῦς, καὶ τὴν περὶ αὐτῶν πρὸς τὸν πατέρα εὐχήν, μικροτέροις δὲ παιδίοις ἀρκεῖν λέγειν τὴν ἐπίθεσιν τῶν χειρῶν αὐτοῦ. εἰς δὲ τὰ ἀποδεδομένα περὶ τοῦ τῶν γὰρ
τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, προτρεόμενα καὶ τὸν σοφώτατον μὴ ὑπερηφανεῖν τοὺς ἐν τῇ ἐκκλησίᾳ μικροὺς μηδὲ καταφρονεῖν τῶν παιδίων καὶ νηπίων ἐν
Χριστῷ, χρήσιμον παραλαβεῖν ἀπὸ τοῦ κατὰ Λουκᾶν τὸ »ἀμὴν λέγω ὑμῖν, ὅς ἐὰν 29 μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον«, ὁ οὐ παιδίον μὲν ὤν ἀλλὰ ἀνὴρ »τὰ τοῦ νηπίου« καταργήσας, γινόμενος δὲ τοῖς παιδίοις
<»ὡς> παιδίον«, καὶ λέγων αὐτοῖς· »οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα«.
ὅλη γοῦν ἠ σύμφρασις τοῦ κατὰ Λουκᾶν τοιαύτη ἐστίν· »προσέφερον δὲ αὐτῷ καὶ βρέφη, ἵνα αὐτῶν ἅπτηται»
καὶ τὰ ἑξῆς,
ἕως τοῦ »ὅς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλῃ εἰς αὐτήν«.
σχεδὸν δὲ ταῖς αὐταῖς λέξεσι καὶ ὁ Μᾶρκος μάλιστα τὰ τελευταῖα ὡσαύτως ἐξέθετο.
τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον; 30 καὶ τὰ ἑξῆς, ἕως τοῦ πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι
(19, 16–30).
γλῶσσάν σου ἀπὸ ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν«.
ἐνταῦθα δὲ ὁ σωτὴρ πρὸς τὸν εἰπόντα· τί ἀγαθὸν ποιήσω, ἵνα
ζωὴν αἰώνιον καληρονομήσω; εἶπεν, ὡς τοῦ κυρίως ἀγαθοῦ ἐπὶ μηδὲνα ἀναφερομένου ἤ τὸν θεόν, τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός. χρή δὲ
εἰδέναι, ὅτι ἐνταῦθα μὲν κυρίως τὸ ἀγαθὸν ἐπὶ τοῦ θεοῦ τέτακται μόνου, ἐν ἄλλοις δὲ καταχρηστικῶς καὶ ἐπὶ ἔργων ἀγαθῶν καὶ ἐπὶ ἀνθρώπου ἀγαθοῦ καὶ ἐπὶ δένδρου
ἀγαθοῦ, καὶ σὺ δ’ ἄν εὕροις καὶ ἐπ’ ἄλλων πλειόνων τασσόμενον τὸ ἀγαθόν· οὐ νομιστέον οὖν μάχεσθαι 31 τὸ »ποίησον ἀγαθὸν« πρὸς τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθὸς λελεγμένον πρὸς τὸν πυθόμενον καὶ εἰπόντα διδάσκαλε,
τί ἀγαθὸν ποιήσω; ὁ μὲν οὖν Ματθαῖος, ὡς περὶ ἀγαθοῦ ἔργου ἐρωτηθέντος τοῦ σωτῆρος ἔν τῷ τί ἀγαθὸν ποιήσω; ἀνέγραψεν. ὁ δὲ Μᾶρκος καὶ Λουκᾶς
φασι τὸν σωτῆρα εἰρηκέναι· »τί με λέγεις ἀγαθόν; οὐλεὶς ἀγαθός, εἰ μὴ εἶς, ὁ θεός«, ὡς τὸ τεταγμένον »ἁγαθὸς« ὄνομα ἐπὶ τοῦ θεοῦ μὴ ἄν ταχθῆναι καὶ ἐφ’
ἑτέρου τινός· οὐ γὰρ ᾖ ἀγαθὸς ὁ θεός. ταύτῃ λέγοιτ’ ἄν »ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ <τῆς καρδίας αὐτοῦ>« προφέρων τὰ ἀγαθά.
Καὶ ὁ σωτὴρ δὲ ὡς ἔστιν »εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου«, οὕτως καὶ »τῆς ἀγαθότητος αὐτοῦ εἰκών«· καὶ <ἐπὶ> παντὸς δὲ τοῦ ὑποδεεστέρου, ᾧ
ἐφαρμόζεται ἡ »ἀγαθὸς« φωνή, ἄλλο σημαινόμενον ἔχει τὸ ἐφ’ αὑτοῦ λεγόμενον, εἴπερ ὠς μὲν πρὸς τὸν πατέρα »εἰκών« ἐστιν »ἀγαθότητος«, ὡς δὲ πρὸς τὰ
λοιπὰ ὄπερ ἡ τοῦ πατρὸς ἀγαθότης πρὸς αὐτόν. ἤ καὶ μᾶλλον ἔστι τινὰ ἀναλογίαν προσεχῆ ἰδεῖν ἐπὶ τὴς ἀγαθότητος τοῦ θεοῦ πρὸς τὸν 32 σωτῆρα ὄντα εἰκόνα »τῆς ἀγαθότητος αὐτοῦ«, ἤπερ ἐπὶ τοῦ σωτῆρος ρπὸς ἀγαθὸν ἄνθρωπον καὶ ἀγαθὸν ἔργον καὶ ἀγαθὸν δένδρον.
πλείων γὰρ ἡ ὑπεροχὴ πρὸς τὰ ὑποδεέσερα ἀγαθὰ ἐν τῷ σωτῆρι, καθό ἐστιν »εἰκὼν ἐν τῷ σωτῆρι, αὐτοῦ τοῦ θεοῦ, ἤπερ ἡ ὑπεροχὴ τοῦ θεοὺ ὄντος ἀγαθοῦ πρὸς τὸν εἰπόντα
σωτῆρα· »ὁ πρατὴο ὁ πέμψας με μείζων μού ἐστιν«, ὄντα πρὸς ἑτέρους καὶ εἰκόνα »τῆς ἀγαθότητος« τοῦ θεοῦ. τάχα δὲ τοῦ βουλήματος ἔχεται τῶν
λελεγμένων πρὸς τὸ τί ἀγαθὸν ποιήσω; (λέλεκται δὲ πρὸς αὐτό· τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς
ἐστιν ὁ ἀγαθὸς) τὸ »ὅταν παιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, ὀφείλετε λέγειν, ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν. ὅ ὠφείλομεν
ποιῆσαι πεποιήκαμεν«, ἐὰν γὰρ ποιήσωμεν πάντα τὰ διαταχθέντα, οὐδ’ οὕτως (ὡς πρὸς τὰς ἐνθάδε λέξεις) ἀγαθόν τι πεποιήκαμεν· οὐκ ἄν γάρ, ἀγαθῶν ὄντων ὧν ποιοῦμεν,
ἐλέλεκτο δεὶν λέγειν ἐπὶ τῷ πεποιηκέναι τὰ διαταχθέντα τὸ »δοῦλοι ἀχρεῖοί ἐσμεν«. 33 ἔστι δὲ καταχρηστικῶς αὐτὰ εἰπεῖν εἶναι ἀγαθὰ ὁμοίως τῷ »ἔκκλινον ἐπὸ κακοῦ καὶ ποίησον ἀγαθόν«.
οἶμαι δ’ ὅτι ὁ ποιῶν τὸ προστε- ταγμένον ἐν τῷ »ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν« ὡς μὲν πρὸς τὰ ὑπὸ τῶν λοιπῶν ἀνθρώπων
ἐπιτελούμενα ποιεῖ ἀγαθόν, ὡς δὲ πρὸς τὸ ἀληθῶς ***
ἀγαθόν. ὥσπερ <δ’> »οὐ δικαιωθήσεται ἐνώ- πιον τοῦ θεοῦ πᾶς ζῶν«, πάσης ἀν- θρωπίνης δικαιοσύνης ἀλεγχομένης ὡς οὐ δικαιοσύνης, ἐπὰν θεωρηθῇ
ἡ τοῦ θεοῦ δικαιοσύνη, οὕτως οὐδὲ ἀγαθὸς χρηματίσει[εν] ἐνώπιον τοῦ ἀγαθοῦ θεοῦ πᾶς,
ὅς πρὸς τὰ ὑποδεέστερα συγκρίσει ἐκείνων ἀγαθὸς ἄν λεχθείη.
πυνθανομένου ἕξιν καὶ προαίρεσιν πάνυ ἀποδέουσαν τοῦ ποιεῖν τὸ ἐφικτὸν ἀνθρώποις ἀγαθὸν εἶπεν αὐτῷ (πυνθανομένῳ· τί ἀγαθὸν ποιήσω;) τὸ τί με ἐπερωτᾷς 34 περὶ τοῦ ἀγαθοῦ; ὡσεὶ ἔλεγε· μὴ παρεσκευασμένος ὤν πρὸς τὰ λεχθησόμενα ἄν περὶ τοῦ ἀγα- θοῦ πυνθάνῃ τί ἀγαθὸν ποιήσας
ζωὴν αἰώνιον κληρονομήσεις; εἶτα διδάσκει ὅτι ἀληθῶς ἀγαθὸς εἷς ἐστι, περὶ οὗ καὶ ὁ νόμος λέγει τὸ »ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς ἡμῶν κύ-
ριος <εἷς> ἐστι«· κυρίως γὰρ [ὁ] σωτὴρ καὶ κυρίως κύριος καὶ κυρίως ἀγαθὸς οὗτός ἐστιν, ὅν πείθομαι πάντα ὡς ἀγαθὸν ποιεῖν. ζητήσεις δὲ πῶς τῆς ἀγαθότητος
αὐτοῦ πνεῖ καὶ τὰ μὴ νοούμενα ὑπὸ τῶν ὅσον ἐφ’ ἑαυτοῖς συκοφαν- τούντων τὸν τοῦ νόμου θεὸν καὶ κατηγορύνταων αὐτοῦ ἅ οὐδὲ περὶ
ἀνθρώπου τάχα λέγειν εὔκοόν ἐστι· πείθομαι γὰρ θεοῦ ἀγαθότητος πωεῖν καὶ τὸ »ἐγὼ ἀποκτενῶ« οὐκ ἔλαταον τοῦ »καὶ ζῆν ποιήσω«, ὁμοίως δὲ καὶ τὸ
»πατάξω« οὐχ ἧττον τοῦ »κἀγὼ ἰάσομαι«. εἰ δὲ καὶ »αὐτὸς ἀλγεῖν ποιεῖ«, ἰστέον ὅτι πολλάκις καὶ ἀτρὸς ἀλγεῖν ποιεῖ, ποιήσας δὲ ἀλγεῖν ὁ θεὸς »πάλιν ἀπκαθάστη-
σιν«. οὕτω δὲ καὶ ἀπὸ ἀγαθότητος 35 oὕς ἔπαισεν »ἔπαισεν«· »ὡς« γὰρ »υἱοῖς« τοῖς παιδευομένοις »προσφέρεται ὁ θεός· τίς γὰρ υἱὸς ὅν οὐ παιδεύει πατήρ«;
ἀλλὰ καὶ »πᾶσα παιδεία πρὸς <μὲν> τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρη- νικὸν τοῖς δἰ αὐτῆς γεγυμνασμέ- νοις ἀποδίδωσι δικαιοσύνης«. διόπερ
ὡς ἔπαισεν ὁ θεὸς οὕτως καὶ ἰάσατο· ἀληθὲς γὰρ τὸ »ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο«. εἰ καὶ παράδοξον δὲ τὸ λεχθησόμενον, ὅμως λεχθή- σεται· ἀγαθοῦ θεοῦ <ἐστιν καὶ ἀυτὸς
ὁ> ἀνομαζόμενος θυμὸς (<αὐτοῦ, ὅς> ἔργον σωτήριον ποιεῖ ἐλέγχων) καὶ ἡ λεγομένη ὀργὴ αὐτοῦ (ἐπεί ἐστιν ἁγαθοῦ θεοῦ) παιδεύει, <ἵνα διορ- θοῖ>.
πολλὰ δ’ ἄν λέγοιτο πρὸς τοὺς δυναμένους μὴ βλάπτε- σθαι περὶ ἀγαθότητος θεοῦ καὶ »τοῦ
πλήθους τῆς χρηστότητος αὐτοῦ«, ἥν εὐλόγως ἔχρυψε »τοῖς φοβου- μένοις« αὐτόν, ἵνα μὴ »τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας« κατα-
φρονήσαντες, κατὰ τὴν ἑαυτῶν »σκλη- ρότητα καὶ ἀμετανόηταον καρδίαν« θησαυρίσωσιν ἑαυτοῖς »ὀργὴν« πλεί- 36 ονα, ἥν οὐκ ἄν ἐθησαύριζον κρυπτο- μένου »τοῦ πλήθους τῆς χρηστό- τητος« τοῦ θεοῦ αὐτοῖς. περὶ μὲν οὖν τοῦ τίς ὁ ἀγαθὸς καὶ πρὸς τὸ
τί ἀγαθὸν ποιήσω; λελέχθω ἅ δεδυνήμεθα εἰς τὸν τόπον ἰδεῖν.
ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς. ἐν ᾧ πρόσχες ὅτι ὡς ἔξω τῆς ζωῆς ἔτι τυγχάνοντι τῷ πυνθανομένῳ περὶ τοῦ ἀγαθοῦ φησι τὸ εἰ εέλεις εἰς τὴν
ζωὴν εἰσελθεῖν. ἔνθα δὴ ζητῶ ποσαχῶς ἔστι νοῦσαι τὸ ἔξω τῆς ζωῆς εἶναι καὶ τὸ εἰσελθεῖν εἰς τὴν ζωήν. μήποτε οὖν καθ’ ἕνα μὲν τρόπον ἔξω τῆς ζωῆς ἐστιν
ὁ ἔξω τυγχάνων τοῦ εἰπότος· »ἐγώ εἰμι ἡ ζωή«, καὶ ἀλλότριος ὤν αὐτοῦ· καθ’ ἕτερον δὲ πᾶς ὁ ἐπὶ γῆς (κἄν δικαιότατος ᾖ) δύναται μὲν εἶναι
ἐν τῇ σκιᾷ τῆς ζωῆς λέγων· »πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν«,
οὐ μὴν ἐν αὐτῇ τῇ ζωῇ, ἅτε σῶμα θανότου περικείμενος καὶ λέγων· »τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανότου τούτου;« καί· »κα- θήμενος ἐν χώρᾳ καὶ σκιᾷ θανά- 37 του« καὶ μηδέπω ἐλθῶν ἐπὶ τὴν τῶν ζώτων γῆν. καὶ γὰρ ἡ ζωὴ οὐ μόνον τῶν φαύλων, ἀλλὰ καὶ τοῦ ἔτι ἐπὶ γῆς Παύλου
καὶ τῶν ἀποστόλων κεκρυμμένη ἦν ἐν τῷ θεῷ. φηςὶ γοῦν· 668 »ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χρι- στῷ ἐν τῷ θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ
ἡμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ«. τηρήσεις δὲ πάντα τὰ περὶ τοῦ »ἔσω« καὶ τοῦ »ἔξω«, ἵνα ἀναλέξῃ τὰ κατάλληλα τῷ εἰ θέ- λεις εἰς τὴν ζωὴν εἰσελθεῖν
οἷον· »δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβόλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ«· ζητήσεις γάρ· »ἐκβάλῃ« πόθεν; καὶ εἴπερ ἐν- δάδε εἰσὶν οἱ ἐργάται ἐκβεβλημένοι
εἰς τὸν θερισμὸν τοῦ κυρίου, ἔξω εἰσὶν οὗ ἐξεβλήθησαν χωρίου, καὶ τὰ τοῦ θερισμοῦ καλῶς ποιήσαντες ἔργα εἰσελεύσονται εἰς τὴν ζωήν, καθαρισθέντες μὲν »ἀπὸ νεχρῶν
ἔργων« τὰ δὲ ἐναντία ἐκείνοις πράττοντες ἔργα ζῶντα, καὶ μη- κέτι μὲν νεκρὰ λαλοῦντες λέγοντες δὲ κατὰ τὸν ζῶντα λόγον »τοῦ θεοῦ« <ζῶντα>
καὶ ἐνεργῆ. 38 οὕτω δέ ἐστιν ἀνάλογον ῥήμασι <νεκροῖς καὶ ῥήμασι> ζωῆς αἰνωίου
ἐναντία*** λογισμοῖς τοῖς κατηγοροῦσιν, ὅτε »τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων« ἐν ἡμέρᾳ κρίσεως,
σωθήσεται μὲν ἐκεῖνος οὗ οἱ λογισμοὶ ἀπολογοῦνται, ἀπολεῖται δὲ οὗ οἱ λογισμοὶ γίνονται κατήγοροι. εἰ
τοίνυν καὶ ἠμεῖς, ἀκούσωμεν τοῦ λέγοντος Ἰησοῦ· εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς καὶ κατὰ τὴν ἀναλογίαν γε τῆς τῶν ἐντολῶν τηρήσεως
εἰς τὴν ζωὴν εἰσελευσόμεθα, γινόμενοι αὐτῆς ἤτοι εἰς τὰ ἐνδότατα καὶ μακαριώτατα ἢ <εἰς τὰ μέσα ἢ> ὅπου ποθ᾿ ἡμᾶς φέρει τῆς ζωῆς ἡ ἐλαττόνων καὶ
ἀμυδροτέρων τῶν ἐντολῶν τήρησις.
ἡμᾶς ἐντολὰς ὁ Ἰησοῦς βούλεται· εἶπε γὰρ πρὸς τὸ ποίας; τὸ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ 39 κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί· ἀγαπήσεις πὸν πλησίον σου ὠς ἑαυτόν. καὶ
τάχα <ταῦτ᾿> ἀρχεῖπρὸς τὸ (ἵν᾿ οὕτως ὀνομάσω) εἰς τὴν ἀρδήν τινα τῆς ζωῆς εἰσελθεῖν, οὐκ ἀρκοῦντα πρὸς <τὸ εἰσάγειντινὰ εἰς>τελιότητα ταῦτα καὶ τὰ τούτοις παραπλήσια, ὠς τὸν
ἔνοχον [παραπλήσια] μιᾶς τούτων τῶν ἐντολῶν μηδὲ εἰς τὴν ἀρχὴν τῆς ζωῆς εἰσελθεῖν δύνασθαι. καθαρευτέον οὖν τῷ κἂν ἐλθεῖν βουλομένῳ εἰς τὴν <ἀρχὴν τῆς> ζωῆς
ἀπὸ μοιχείας καὶ φόνου καὶ πάσης κλοπῆς. ὠς γὰρ μοιχὸς καὶ φονεὺς οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν, οὕτως οὐδὲ ὁ κλέπτων· τῇ τοιαύτῃ δὲ ἁμαρτίᾳ πολλοὶ τῶν λεγομένων
πιστεύειν τῷ Χριστῷ ἔνοχοί εἰσειν ἐλεγχόμενοι ἐν ταῖς πραγματείαις τοῦ βίου καὶ οἷς πιστεύνοται χρηματικοῖς καὶ ταῖς μέσαις τέχναις τέχναις ἃς ἐργάζονται, ὡς οὐ καθαροὶ κλοπῆς.
οὐ μόνος δὲ ὁ κλέπτης οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν, ἀλλὰ καὶ ὀ κοινωνὸς αὐτοῦ καὶ ὁ συντρέχων αὐτῷ· ἐν μὲν γὰρ τῷ Ἡσαΐᾳ γέγραπται· »κοινωνοὶ κλεπτῶν ἀγαπῶντες
δῶρα«, ἐν δὲ τεσσαρακοστῷ ἐννάτῳ Ψαλμῷ κωλύεται διηγεῖσθαι »τὰ δικαιώματα« τοῦ δεοῦ« καὶ 40 ἀναλαμβάνειν ἐπὶ χειλέων ἑαυτοῦ »τὴν διαθήκην« αὐτοῦ ὁ ἐλεγχόμενος ἐν τῷ »εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ« (ὥσπερ πρῶτον
εἴρηται) καὶ τῷ »μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις«. καὶ <ὅρα ὅτι> οὔτε κλέπτην οὕτε μοιχὸν εἶπε τὸν τοιοῦτον, ἀλλὰ συντρέχοντα μὲν κλέπτῃ »μετὰ μοιχῶν« δὲ τιθέντα
ἑαυτοῦ »τὴν μερίδας«. τὸν δὲ ἐλευ σόμενον εἰς τὴν ζωὴν οὐδὲ ψευδομαρτυρεῖν δεῖ, ἐκβάλλεται δὲ τῆς ζωῆς καὶ ὁ μὴ πληρῶν τὴν λέγουσαν ἐντολήν· τίμα τὸν πατέρα καὶ
τὴν μητέρα, ἀλλὰ τούτων μὲν ἴσως κρατῆαι τῶν ἐντολῶν οὐ πάνυ χαλεπόν· ἔργον δέ ἐστιν <πᾶσαιν> ὡς μεῖζον καὶ χρήσιμον τοῖς διὰ τῶν προτέρων <ἐντολῶν> εἰσαχθεῖσιν ἐν αὐτὴν τὸ
ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν πληρῶαι, ἐπειδὴ καὶ κατὰ τὸν ἀπόστολον τὸ »οὐ ψονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ
τούτῳ ἀνακεφαλαιοῦτια, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἐαυτόν«. <καὶ εἰ πᾶσα ἐντολὴ »ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγα- 41 42 43 πήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν«> , τέλειος δὲ ὁ πᾶσαν πληρώσας ἐντολήν, δηλονότι τέλειος ἄν εἴη ὁ πληρώσας <καὶ> τὴν ἀγαπήσεις τὸν
πλησίον σου ὠς ἑαυτὸν ἐντολήν.
ζητήσαι τις ἂν πῶς τοῦ νεανίσκοθ εἰπόντος ταῦτα πάντα μου· τί ἔτι ὑστερῶ; ἀπεκρίνατο ὁ σωτὴρ ὡς μή- <πω> τελείου ὄντος τοῦ ταῦτα πάντα
πεποιηκότος, καὶ ὡς συγκαταιθέμενος τῷ ταῦτα πάντα ἐποίησα, τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ
ἕχεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. πρόσχες οὖν, εἰ δυνάμεθα πρὸς τὴν τρόπον οὕτως ἀπαντῆσαι, ὅτι μήποτε
τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ὑπονοεῖσθαι δύναται ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος ἐνταῦθα παρειλῆφθαι, ἀλλ᾿ ὑπό τινος τὴν ἀκρίβειαν μὴ νοήσαντος τῶν
λεγομένων προστεθεῖσθαι. συναγορεύσει δὲ τῇ ὑπονοήσει τοῦ προστεθεῖσθαι ἐνταῦθα τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν
ἡ τῶν ὁμοίων παρὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ ἔκθεσις, ὧν οὐδέτερος 44 προστέθεικε ταῖς κατὰ τὸν τόπον ὑπὸ τοῦ Ἰησοῦ παραληθείαις ἐντολαῖς τὸ ἀγαπήσεις τὸν πλησίον σου
ὡς ἑαυτόν. καὶ φήσει γε ὁ κρατύνων τὸ περὶ τοῦ προσερρίφθαι ἀκαίρως τὴν ἀγαπήσεις τὸν πλησίον σου ὠς ἑαυτὸν ἐντολὴν ὅτι, εἰ τὰ αὐτὰ διαφόροις λέξεσι παρὰ
τοῖς τρισὶν ἀναγέγραπται, οὐκ ἂν τὸ »ἕν σοι ὑστερεῖ« ἢ «ἔτι ἕν σοι λείπει« εἰρήκει ὁ Ἰησοῦς τῷ ἐπαγγειλαμένῳ πεπληρωκέναι τὴν ἀγαπήεις τὸν πλησίον σου ὠς
ἑαυτὸν ἐντολήν· μάλιστα εἰ κατὰ τὸν ἀπόστολον τὸ »οὐ φονεύσεις« καὶ τὰ <ἑξῆς »καὶ> εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς
ἑαυτόν«. ἀλλ᾿ ἐπεὶ καὶ κατὰ τὸν Μᾶρκον »ἐμβλέιψας« τῷ πλουσίῳ τούτῳ (εἰπόντι· »πάντα ταῦτα ἐφύλαξα ἐκ νεότητός μου«) »ἠγάπησεν αὐτόν«,
ἔοικεν συγκατεθεῖσθαι τῷ <ἐπαγγειλαμένῳx003E; πεπεοιηκέναι ἃ ἐπηγγείλατο πεπληρωκέναι. ἐνατενίσας γὰρ
αὐτοῦ τῇ διανοίῳ, εἶδεν ἄνθρωπον εὐσυνειδήτως ἐπαγγειλάμενον πεπληρωκέναι τὰς προκειμένας ἐντολάς, οὐκ 45 ἂν δὲ εἰρημένου πρὸς ταῖς ἑτέραις ἐντολαῖς καὶ τοῦ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν τὴν κεφαλαιωδεστέραν καὶ διαφέρουσαν
παρέλιπον ἐντολὴν ὁ Μᾶρκος καὶ ὁ Λουκᾶς, ἐὰν μὴ ἄρα τις ὅμοια μὲν φήσῃ εἶναι τὰ γεγραμμένα, οὐ περὶ τοῦ αὐτοῦ δὲ λελέχθαι. πῶς δὲ κἂν ὡς οὐδέπω τελείῳ τῷ πρὸς ἑτέροις
[ἐπαγγειλαμένῳ] καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν πεπληρωκότι ἔφη ὁ Ἰησοῦς τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου
τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ τὰ ἑξῆς;
κατὰ Ματθαῖον μὴ συνᾀδειν ἀλλήλοις, ὁμοίως δὲ καὶ τὰ λοιπὰ εὐαγγέλια, κἂν ἀσεβής τις ἔδοξεν εἶναι ὁ ὑπονοῶν ἐνταῦθα προσερρίφθαι οὐκ εἰρημένην ὑπὸ τοῦ σωτῆρος πρὸς
τὸν πλούσιον τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν. νυνὶ δὲ δῆλον ὅτι πολλὴ γέγονεν ἡ τῶν ἀντιγράφων διαφορά, εἴτε ἀπὸ ῥᾳθυμίας τινῶν 46 γραφέων, εἴτε ἀπὸ τόλμης τινῶν μοχθηρᾶς <εἴτε ἀπὸ ἀμελούντων> τῆς διορθώσεως τῶν γραφομένων,
εἴτε καὶ ἀπὸ τῶν τὰ ἑαυτοῖς δοκοῦντα ἐν τῇ διορθώσει <ἢ> προστιθέντων ἢ ἀφαιρούντων. τὴν μὲν οὖν ἐν τοῖς ἀντιγράφοις τῆς παλαιᾶς διδαθήκης διαφωνίαν θεοῦ διδόντος
εὕρομεν ἰάσασθαι, κριτηρίῳ χρησάμενοι ταῖς λοιπαῖς ἐκδόσεσιν· τῶν γὰρ ἀμφιβαλλομένων παρὰ | τοῖς Ἑβδομήκοντα διὰ τὴν τῶν ἀντιγράφων διαφωνίαν τὴν κρίσιν
ποιησάμενοι ἀπὸ τῶν λοιπῶν ἐκδόσεων τὸ συνᾷδον ἐκείναις ἐφυλάξαμεν, καὶ τινὰ μὲν ὠβελίσαμεν <ὡς> ἐν τῷ Ἑβραϊκῷ μὴ κείμενα (οὐ τολμήσαντες αὐτὰ πάντη περιελεῖν),
τινὰ δὲ μετ' ἀστερίσκων προσεθήκαμεν, ἵνα δῆλον ᾖ ὅτι μὴ κείμενα παρὰ τοῖς Ἑβδομήκοντα ἐκ τῶν λοιπῶν ἐκδόσεων συμφώνως τῷ Ἑβραϊκῷ προσεθήκαμεν,
καὶ ὁ μὲν βουλόμενος προ<σ>ῆται αὐτά, ᾦ δὲ προσκόπτει τὸ τοιοῦτον ὃ βούλεται (περὶ τῆς παραδοχῆς αὐτῶν
ἢ μὴ) ποιήσῃ. 47 48
ὁ τοίνυν θέλων μὴ παρερρῖφθαι ἐνταῦθα τὴν ἀγαπήσεις τὸν πλησίον
σου ὡς ἑαυτὸν ἐντολήν, ἀλλ' ἀληθῶς ὑπὸ τοῦ κυρίου μετὰ τὰς προτέρας εἰρῆσθαι τότε, ἐρεῖ ὅτι ἠρέμα καὶ ἀμισῶς ἐλέγξαι
βουλόμενος ὁ σωτὴρ ἡμῶν τὸν πλούσιον ἐκεῖνον ὠς οὐκ ἀληθεύοντα ἐν τῷ εἰρηκέναι καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν τετηρηκέναι, ἔφη αὐτῷ τὸ
εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς· οὕτως γὰρ φανήσῃ ἀληθεύων περὶ τοῦ τὴν ἀγαπήσεις τὸν πλησίον σου
ὡς ἑαυτὸν ἐντολὴν τετηρηκέναι.
ποιῆσαι καταφρονῇ μὲν τῆς λέξεως τράπηται δὲ ἐπ' ἀλληγορίας, δυσωπηθήσεται ἔκ τινων καὶ Ἑλληνικῶν ἱστοριῶν, ἐν αἶς διὰ τὴν παρ' Ἕλλησι σοφίαν ἱστοροῦνταί
τινες τὸ ἐνταῦθα τῷ πλουσίῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένον πεποιηκέναι. Κράτητα γὰρ τὸν Θηβαῖον ἑλόμενον δι' ἐλευθερίαν <τῆς ψυχῆς αὐτοῦ> καὶ παράδειγμα
εὐτελοῦς βίου καὶ (ὡς ᾤετο) μακάριον ἑαυτὸν παραστῆσαι βουλόμενον τοῖς ιΕλλησι μηδενὸς <»τοῦ κόσμου τούτου«> χρᾐζοντα, φασὶν ἀποδόμενον πᾶσαν τὴν οὐσίαν τῷ
Θηβαίων δήμῳ δεδωρῆσθαι, μετὰ τοῦ εἰρηκέναι ὅτι »σήμερον ὁ Κράτης Κράτητα ἐλευθεροῖ«. εἴπερ δὲ δι' Ἑλληνικὴν σοφίαν καὶ δόγματα ἐλευθεροῦντα τὴν ψυχὴν
τοῦ ἀνθρώπου τὸ τοιοῦτόν τις πεποίηκε, πῶς οὐχὶ μᾶλλον δυνατὸν τὸ τοιοῦτον
πρᾶξαί τινα μνώμενον <δέχεσθαι Χριστοῦ ἐν> ἑαυτῷ τὴν τελειότητα; εἰ δὲ καὶ ἀπὸ τῆς θείας γραφῆς πεισθῆναί 50 τις βούλεται περὶ τοῦ πρᾶγμα δυνατὸν εἶναι τὸ τοιοῦτον, ἀκουςάτω τῶν ἰστορουμένων ὑπὸ τοῦ Λουκᾶ ἐν ταῖς τῶν ἀποστόλων Πράφεσι
περὶ τῶν προτραπέντων ὑπὸ τῆς ἐν τοῖς ἀποστόλοις δυνάμεως πιστεύειν καὶ βιοῦν τελέιως κατὰ τὸν Ἰησοῦ λόγον. οὕτως δ´ ἔχειν τὰ ῥήματα· »πάντες δὲ
οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινὰ« καὶ τὰ ἑξῆς,
ἕως τοῦ »αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες
χάριν πρὸς ὅλον τὸν λαόν«. καὶ μετ’ ὀλίγα πάλιν ἐν τῇ αὐτῇ γέγραπται βίβλῳ ὅτι »τοῦ πλήθους τῶν πιστευόντων ἦν καρδία καὶ ψυχὴ μία«
καὶ τὰ ἑξῆς, ἕως του »ἤγαγε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς ἀποστόλους«.
εἶτα ἐπιφέρεται τούτοις τὰ περὶ τοῦ Ἀνανίου καὶ τῆς Σπαφείρας, ἀποδομένων μὲν »κτῆμα« ἑαυτῶν, νοσφισαμένων δὲ »ἀπὸ τῆς τιμῆς«
καὶ οὐχ ὅλον ἀλλὰ μέρος ἀποθεμέ- 51 νων παρὰ τοῖς »τῶν ἀποστόλων« ποςί, καὶ διὰ τοῦτο ἐπὶ ἁμαρτίᾳ παθόντων τὰ ἀναγεγραμμένα. ἄξιοι γὰρ ἦσαν
τοῦ ἐκ θείας ἐπισκοπῆς ἀπολαβεῖν ἐνταῦθα τὸ ἡμαρτημένον διὰ τὸν νοσφισμόν, ἵνα καθαρώτεροι ἀπαλλαγῶσιν ἀπὸ τοῦ βίου τούτου, καθρθέντες τῇ ἀπαντηςάσῃ αὐτοῖς
παιδεύσει ἐν κοινῷ θανάτῳ, διὰ τὸ καὶ πεπιστευκέναι καὶ »μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων« τεθεικέναι. Δοκεῖ δέ μοι ὅτι »ἀκούων
Ἀνανίας τοὺς λόγους τούτους« διὰ βασανιζόμενς τοσοῦτον ἐκολάσθη ὡς καὶ ἐκψῦξαι, καθικομένων τῶν λόγων
Πέτρου τῆς ψυχῆς αὐτοῦ. καὶ οὐ Πέτρον γε νομιστέον ἐνταῦθα ἀνῃρηκέναι τὸν Ἀνανίαν, ἀλλ’ ἐκεῖνον μὴ ὑπομεμενηκέναι τὴν σφοδρότητα τοῦ εἰπόντος πρὸς αὐτὸν Πέτρου·
»διὰ τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου;« καὶ τὰ ἑξῆς, 52 ἕως τοῦ »καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας«.
εἰκὸς δὲ πρὸς τὴν τοῦ Ἀνανίου ἀπόδοσιν, ἐν ᾗ περὶ τοῦ Πέτρου 674 ἀπελογηςάμεθα, ἐνστήσεσθαί τινα διὰ τὴν Σάπφειραν, ἐπεὶ αὕτη »μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθε.
καὶ ἀπεκρίθη πρὸς αὐτὴν ὁ Πέτρος λέγων· εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; εἰπούσης αὐτῆς· τοσούτου, ὁ Πέτρος πρὸς αὐτήν φησι·
πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουςί σε«. »πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν«. ἀλλὰ
λεχθείη ἂν ὅτι κἀκείνη, ἐπιπλησσομένη καὶ βαρηθεῖσα τὴν ψυχὴν (πῆ μὲν ὑπὸ τοῦ ἐπὶ τῇ ἁμαρτίᾳ ἐλέγχου, πῆ δὲ ἐπὶ τῇ τοῦ ἀνδρὸς συμφορᾷ καὶ δὲ ἐπὶ τῇ περὶ αὐτοῦ, πῆ δὲ
ἐπὶ τῇ κατὰ τὸν θεὸν λύπῃ) ἐξέψυξε, προεωρακότος τοῦ Πέτρου τῷ πνεύματι τὸ ἀπαντηςόμενον αὐτῇ. ταῦτα δὲ ἡμῖν ὅλα εἴρηται βουλομένοις κατασκευάσαι τὸ δυνατὸν
εἶναι, βουληθέντα τινὰ τέλειον γενέσθαι πεισθῆναι τῷ Ἰησοῦ λέγοντι· ὕπαγε πώληςόν σου τὰ ὑπά ρχοντα δ´ οἶμαι καὶ ἐχόντων τὰ
χαρακτηρίζοντα τὸν ἐπίσκοπον πάντα ἔργον ἦν προτρέψασθαι τοὺς καὶ 53 δυναμένους καὶ πειθομένους τῇ προτροπῇ καὶ διὰ τοῦ παρέχειν ἐκ τοῦ κοινοῦ αὐτοῖς τὰ ἐφόδια καὶ ἄλλους ἐπὶ τοῦτο παρακαλεῖν· ἐγένετο γὰρ
ἂν εἰκών τις τοῦ κατὰ τοὺς ἀποστόλους] τῆς συμφωνίας τῶν πιστευόντων βίου.
πάσας ἔχων τὰς ἀρετὰς καὶ μηκέτι τι ἀπὸ κακίας πράττων, πῶς τέλειος γένοιτ’ ἂν ὁ πωλήσας ἑαυτοῦ τὰ ὑπάροντα καὶ δοὺς τοῖς πτωχοῖς. ἔστω γάρ τινα
τοῦτο πεποιηκέναι, πῶς δ’ αὖ καὶ ἀόργητος γένοιτ’ ἂν ἀθρόως, εἰ τύχοι εὐέμπτωτος ὢν εἰς ὀργήν; πῶς δὲ καὶ ἄλυπος
καὶ κρείττων παντὸς οὑτινοσοῦ συμβῆναι δυναμένου τοῦ τὴν λύπην προκαλουμένου; πῶς δὲ καὶ ἔξω φόβου πάντη ἔσται τοῦ περὶ πόνων ἢ θανάτου ἢ τῶν
ὅσα δύναται τὴν ἔτι ἐτελεστέραν ψυχὴν φοβῆσαι; τίνα δὲ τρόπον ὁ ἀποδόμενος τὰ ὑπάρχοντα καὶ διαδοὺς πτωχοῖς ἐκτὸς ἔσται πάσης ἐπιθυμίας; λέγοι γὰρ ἄν τις
ὅτι δυνατόν, παρ’ αὐτὸ τὸ ἀποδίδοσθαι πάντα τὰ ὑτάρχοντα παθόντα τι ἀνθρώπινον ὑπὸ τῆς πενίας, μετανοῆσαι μὲν ἐπὶ τῷ τετολμημένῳ ἐπιθυμῆσαι δὲ τῆς παραπλησίου 54 κτήσεως. εἰ δὲ καὶ ἡ λεγομένη ἡδονή, ἄλογος οὖσα ἔπαρσις τῆς ψυχῆς, πάθος ἐστί, πῶς ἄν τις ἅμα τε ἀπολοῖτο πάντα τὰ ὑπάρχοντα
χοντα καὶ διαδοίη πτωχοῖς, ἅμα δὲ ἀπαλλαγείη τοῦ ἀλόγως ἐπαίρεσθαι; προσθείη δ’ ἄν τις τῇ ἐπαπορήσει ὅτι πῶς δύναται παρὰ τὸ ἀποδεδόσθαι τὰ ὑπάρχοντα
καὶ πτωχοῖς [τις] διαδεδωκέναι σοφὸς γενέσθαι καὶ δέχεσθαι τὴν τοῦ θεοῦ σοφίαν, ὥστε λόγον διδόναι παντὶ τῷ ἐρωτῶντι αὐτὸν περὶ τῆς ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμμέως
τῶν πεπιστευμένων καὶ περὶ τῶν ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμέν ως εἰρημένων; ὅρα δὲ ὅτι γενική ἐστιν ἡ ἐπαπόρησις, ἤτοι γενναία καὶ οὐκ εὔλυτος.
εἲτε γὰρ παρ’ αὐτὸ τοῦτο μόνον φήσομέν τινα τέλειον γεγονέναι, κἂν μὴ ἀναλαβὼν ᾖ ἃ ἐξεθέμεθα, άτόπῳ περιπεσούμεθα λέγοντες εἶναί τινα καὶ τέλειον ἅμα καὶ ἁμαρτωλόν
(ἁμαρτωλὸς γὰρ ὁ ὀργίλος καὶ ὁ τὴν τοῦ κόσμου λύπην λυπούμενος καὶ ὁ τὰ ἐπίπονα ἢ θάνατον φοβούμενος καὶ ὁ ἐπιθυμῶν τῶν ἀπόντων καὶ ὁ ἀλόγως
ἐπαιρόμενος τὴν ψυχὴν ὡς ἐπ’ 55 ἀγαθοῖς τοῖς οὐκ ἀγαθοῖς). εἴτε ἅμα τῷ ἀποδόσθαι τινὰ τὴν οὐσίαν καὶ διαδοῦναι πτωχοῖς φήσομεν αὐτὸν ὡσπερεὶ θεόληπτον γενόμενον πάσας
τὰς ἀρετὰς ἀνειληφέναι καὶ πᾶσαν κακίαν ἀποτεθεῖσθαι, πιστῶς μὲν (ἵνα κοινότερον ὀνομάσω) ἐποῦμεν, οὐκ οἶδα δὲ εἰ ἀληθῶς· καὶ τάχα καταγελάσονται ἡμῶν, ὡς οὐ φρόνιμα
λεγόντων, οἱ ἀκούσαντες τοιαὐτης λύσεως προσαγομένης τῷ ἐπηπορημένῳ.
ἂν <λέγειν>, τηρῶν τὰ τῆς λέξεως καὶ μηδαμῶς τροπολογῶν τὰ κατ’ αὐτήν, οὕτως ἀπαντῶν, ὡς πιστὸς μέν, εἰ δὲ καὶ ἀξίως τῶν κατὰ τὸν τόπον
νοῶν τὰ λεγόμενα ἢ μή, καὶ αὐτὸς κρινεῖς. φήσει οὖν ὅτι, εἴπερ βοηθεῖται ὁ τοῖς πένησι μεταδιδοὺς ὑπὸ τῆς ἐκείνων εὐχῆς πρὸς τὴν ἑαυτοῦ
σωτηρίαν, λαμβάνων τὸ ἐν τοῖς δεομένοις τῶν σωματικῶν ἐν πνευματικοῖς περίσσευμα εἰς τὸ ἑαυτοῦ <ἐνπνευματικοῖς> ὑστέρημα (ὡς ὑπέφηνεν ὁ ἀπόστολος ἐν τῇ πρὸς
Κορινθίους δευτέρᾳ), τίς ἂν ἄλλος τοῦτο πάθοι καὶ με- 56 γάλην βοήθειαν βοηθηθείη, ἐπακούοντος τοῦ θεοῦ ταῖς τῶν τοσούτων πενήτων ἀναπεπαυμένων εὐχαῖς, ἐν οἷς τάχα ἂν εἶέν τινες παραπλήσιοι
τοῖς ἀποστόλοις ἢ ὀλίγῳ ὑποδεέστεροι αὐτῶν, πένητες μὲν ἐν τοῖς σωματικοῖς ὡς ἐκεῖνοι, πλουτοῦντες δὲ ἐν τοῖς πνευματικοῖς; οὗτος δὲ ὁ ἀνθυπαλλασςόμενος ἀντὶ
πλούτου πενίαν ὑπὲρ τοῦ τέλειος γενέσθαι (πεισθεὶς τοῖς Ἰησοῦ λόγοις) ἀθρόως ἂν βοηθηθείη ὡς καὶ οἱ ἀπόστολοι τοῦ Χριστοῦ, πρὸς τὸ γενέσθαι σοφὸς ἐν Χριστῷ καὶ
ἀνδρεῖος καὶ δίκαιος καὶ σώωρων καὶ ἐκτὸς παντὸς πάθους. φήσει δὲ ὁ οὕτως ἀπολογούμενος ὅτι οὐκ ἀνάγκη τοῦτο νοηθῆναι αὐτῆς ἡμέρας ἀπαντῆσαι
τῷ ἀποδομένῳ τὰ ὑπάρχοντα καὶ διαδόντι πτωχοῖς, ἀλλ’ ἴσως ἀπ’ ἐκείνης μὲν τῆς
ἡμέρας ἄρξεται ἡ θεία ἐπισκοπὴ ἐπὶ τὰ τοιαῦτα αὐτὸν ἄγειν, λέγω δὲ τὴν ἐπαινετὴν ἀπάθειαν καὶ πᾶσαν τὴν ἀρετήν. »προβαίνων« δὲ ὡς ὁ Ἰσαὰκ διὰ τὴν ἀπὸ τοῦ
θεοῦ εἰς αὐτὸν ἐν Χριστῷ βοήθειαν 57 »μείζων« ἔσται, »ἕως οὗ« αὐξάνων »μέγας« γένηται »σφόδρα σφόδρα« ἐν πάσῃ ἀρετῇ, πάσης ἐξαφανισθείσης
τῆς κακίας ἀπὸ τῆς ψυχῆς αὐτοῦ. καὶ οὐκ ἀναγκασθήσεταί γε ὁ ταύτην ἀποδεδωκὼς τὴν διήγησιν εἰπεῖν τέλειον παρ’ αὐτὸ τοῦτο γενέσθαι ἄνθρωπον <, ὅτι παρέδωκε τὰ ὑπάρχοντα
τοῖς πτωχοῖς,> τὰ ἄλλα ἁμρτάνοντα.
οἶδα δὲ εἰ καὶ μέγεθός τε ζητήσας καὶ εὑρὼν εἰς τοὺς τόπους νοημάτων ἀξίων τοῦ θεοῦ) καταλιπὼν τὴν λέξιν ἐπὶ τροπολογίαν ἀναβήσεται
καὶ ἐρεῖ ὑπάρχοντα ἑκάστῶ | εἶναι τὰ ἑπόμενα αὐτῷ μετὰ τὴν ἔξοδον, ὡς ἑπόμενα αὐτῷ μετὰ τὴν δικαίοις μὲν ἀγαθὴν ὕπαρξιν, φαύλοις δὲ τὴν ἐναντίαν. ἐνταῦθα οὖν
φήσει τὸν πολλὰ ἔχοντα κτήματα πλούσιον σύμβολον εἶναι τοῦ πολλὰ κεκτημένου φαῦλα, ἐν οἷς εἶναι δύναται καὶ ἡ φιλοπλουτία καὶ ἡ φιλοδοξία καὶ ἄλλα γήϊν πράγματα
πεπληρωκότα ὐτοῦ τὴν ψυχὴν 58 ψεκτοῦ πλούτου. ἐπεὶ οὖν δύναταί ποτε ὁ οὕτως πλούσιος ἀπέχεσθαι μέν τινων φαύλων, ὡς μοιχείας καὶ φόνου καὶ
κλοπῆς καὶ ψευδομαρτυρίας, καὶ καθήκοντα δὲ ἀποδιδόναι πρὸς γονεῖς μετά τινος τιμῆς, εἶναι δέ τις καὶ φιλάνθρωπος πρὸς τὸν πληςίον οὐ μὴν καὶ τέλειος, συμβολικῶς
τῷ τοιούτῳ προστάσσει ὁ σωτὴρ ἀποδόσθαι τὰ μοχθηρὰ ὑπάρχοντα <πάντα> καὶ ὡσπερεὶ παραδοῦναι αὐτὰ ταῖς ἐνεργηκυίαις αὐτὰ δυνάμεσι πτωχευούσαις παντὸς καλοῦ καὶ διὰ
τοῦτο μὴ ὑφισταμέναις τὴν ἀπειλήν, κατὰ τὸ γεγραμμένον· »πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν«. ἀλλ’ εὖ οἶδ’ ὅτι σφόδρα βίαιος εἶναι δόξει ἡ τοιαύτη ἀπόδοσις, λύουσα μὲν
οὐκ ἀγεννῶς τὰ περὶ τελειότητος ἠπορημένα, οὐ πάνυ δὲ πείθουςά πως τὸ ἀποθέ<μενόν τινα νοεῖ>σθαι τὴν κακίαν καὶ τὴν ἀπὸ κακίας ἀποδόσθαι ὕπαρξιν καὶ δοῦναι πτωχοῖς.
<Ἐρῶ δ’ὡς> ἐν τοιούτῳ προκατειλημμένος τόπῳ· ὁ ταύτῃ παριστάμενος
τῇ δόξῃ φήσει πεπληρῶσθαι τὸν ἁμαρτωλὸν πνευμάτων κατὰ τὴν ἁναλογίαν τῶν 59 60 61 ἁμαρτημάτων· οἷον εἰ πόρνος εἴη τοῦ λεγομένου ἐν τοῖς προφήταις πνεύματος πορνείας, εἰ δὲ θυμικὸς πνεύματος θυμοῦ, οὕτω δὲ καὶ εἰ
κατάλαλος πνεύματος καταλαλιᾶς. ταῦτα οὖν τις ἐκτήσατο τὰ ὑπάρχοντα φαῦλος ὢν καὶ γενόμενος τῇ μετοχῇ τῶν χειρόνων πνευμάτων Τυφῶνος πολυπλοκώτερος.
ὥσπερ δ’ ἐκτήσατο αὐτὰ ὠνηςάμενος κπροαιρέσει εἰκούσῃ τοῖς φαύλοις, οὕτως ἀποδοῖτο ἂν <αὐτὰ καὶ δοίη ἂν> οἷς θέλει ὁ λόγος οὗτος
πτωχοῖς διὰ τοῦ πείθεσθαι τῷ Ἰησοῦ· ὡς γὰρ »ἡ εἰρήνη« τῶν ἀποστόλων πρὸς αὐτοὺς ἀνακάμπτει, ἐὰν μὴ
»υἱὸς εἰρήνης« τύχοι εἶναι ὁ ἀκούων τὸ »εἰρήνη« ὑμῖν, οὕτως ἡ πορνεία καὶ πάντα τὰ ἁμαρτήματα [πάντα] ἀνακάμψαι ἂν πρὸς τοὺς αἰτίους τῶν ἁμαρτημάτων
πτωχούς, καὶ ἔστι μὴ διστάσαι περὶ τοῦ <εὐθέως> τέλειον γίνεσθαι τὸν οὕτω πωλήσαντα
πάντα τὰ ἀποδεδομένα ὑπάρχοντα καὶ δόντα πτωχοῖς. εἰ δὲ χρόνῳ πολλῷ ἀποδίδοται τὰ 62 ὑπάρχοντα καὶ πολλοῦ δεῖται χρόνου πρὸς τὸ δοῦναι αὐτὰ οἶς εἴπομεν πτωχοῖς, οὐδὲν ἂν κωλύοιτο ὁ λόγος χρόνῳ διδοὺς (κατ᾿ ἀναλογίαν
ὦν ἀποδέδοται τοῖς πτωχοῖς) τέλειον γίνεσθαι τὸν ταῦτα ποιοῦντα. σαφῶς δὲ ὁ ταῦτα πράξας ἕξει θησαυρὸν ἐν οὐρανῷ καὶ αὐτὸς γινόμενος ἐπουράνιος· »οἶος« μὲν γὰρ
»ὁ χοϊκὸς (ὁ πονηρὸς δηλαδή), τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἶος ὁ ἐπουράνιος (τουτέστιν ὁ Χριστός), τοιοῦτοι καὶ οἱ ἐπουράνιοι«. ἐν τῷ οὖν αὐτοῦ μέρει οὐρανοῦ ἕξει
θησαυρὸν ὁ βουληθεὶς τέλειος γενέσθαι καὶ πωλήσας πάντα τὰ ὑπάρχοντα καὶ δοὺς τοῖς πτωχοῖς. ἀλλὰ μὴ ὑπολάβῃς τὸν τηλικοῦτον δύνασθαι ἐν τοῖς κατὰ τὰ
βιωτικὰ πλουσίοις εὑρεθῆναι. τίς γὰρ αὐτῶν ἀπέθετο τὴν φιλοπλουτίαν καὶ τὴν (ἵν᾿ οὕτως ὀνομάσω) φιλοκοσμίαν; τίς δὲ πάντη
ἀπέθετο τὸ πνεῦμα τῆς κενοδοξίας, ἵνα χωρήσῃ ἐν τῷ ἑαυτοῦ οὐρανῷ θησαυρὸν δόξης θεοῦ καὶ πλούτου τοῦ ἐν παντὶ λόγῳ καὶ πάσῃ σοφίᾳ θεοῦ; τίς δὲ ἀπέθετο τὸ πνεῦμα τῆς
ἐπιθυμίας καὶ τοῦ φόβου καὶ τῆς ἡδονῆς καὶ τῆς ὀργῆς; ἀγαπητὸν γὰρ ἐπὶ τῶν ἀποστόλων τὸ τοιοῦτον <καὶ τῶν ἐκείνοις ὁμοίων τὸν> φιλαλήθως ἐξετάχοντα τὰ πράγματα ἀποφήνασθαι.
οὗτος δὲ καὶ δύναται ἀκο- 63 λουθῆσαι τῷ Ἰησοῦ, ὁ (ὡς ἀποδεδώκαμεν) πάντα ἀποδόμενος καὶ ἔχων θησαυρὸν ἐν οὐρανῷ· οὐ γὰρ περιέλκεται
ὑπό τινος μοχθηροῦ κτήματος, ἵνα μὴ ἀκολουθῇ τῷ Ἰησοῦ.
ἧν γὰρ ἔχων κτήματα πολλά. καὶ ὄψει γε (ὡς πρὸς τὴν ἀναγωγήν), τίνα τρόπον δυσαποσπάστως ἔχομεν τοῦ φρονεῖν τὸν πλοῦτον ἀγαθὸν εἶναι ἢ τὴν
κάτω δόξαν, ἀλλὰ καὶ μᾶλλον θέλομεν, ἐπεὶ ἀγαπῶμεν τὴν ἐπιθυμίαν, τυχεῖν τῶν καὶ φαύλως ἐπιθυμουμένων ἢ ἀπαλλαγῆναι τῆς ἐπιθυμίας, καὶ μᾶλλον μὴ περιπεσεῖν οἶς
φανταζόμεθα φοβεροῖς ἤπερ ἀποθέσθαι τὸν ἐχθρὸν τῷ φόβῳ τοῦ θεοῦ φόβον. ἀλλ᾿ οὐδὲ πρεσβύτερός τις εἰσῆκται
καθεστηκὼς οὐδὲ ἀνὴρ καταργήσας »τ]ατοῦ νηπίου«, ἀλλὰ νεανίσκος ὁ τὸν λόγον ἀκούσας καὶ ἀπελθὼν λυπούμενος. τοιοῦτος γὰρ ἦν τὴν
ψυχήν, διὸ καὶ καταλιπὼν τὸν Ἰησοῦν ἀπῆλθεν (ἐπὶ ψόγῳ γὰρ εἴρηται τὸ ἀπῆλθε), καὶ ἀπῆλθε 64 λυπούμενος λύπην τὴν »τοῦ κόσμου«, τὴν »θάνατον« κατεργαζομένην. ἦν γὰρ ἔχων κτήματα πολλὰ ἅπερ ἠγάπα, ἀγαπῶν τὸ ὀργίζεσθαι
καὶ τὸ λυπεῖσθαι (διὸ ἀπῆλθε λυπούμενος) καὶ ὅσα ἀπὸ κακίας ἦν <αὐτῷ γεγεννημένα> κεκρατηκότα τῆς ψυχῆς αὐτοῦ, εἰ μέντοι ἐπὶ τῆς ἱστορίας μένοις κατά
τινα τῶν προαποδεδομένων διήγησιν ἐξ ἡμισείας εὕροις ἂν ἐπαινετὸν καὶ ἐξ ἡμισείας ψεκτὸν τὸν νεανίσκον τοῦτον.
ᾗ μὲν γὰρ οὐκ ἐμοίχευσεν οὐδὲ ἐφόνευσεν οὐδὲ ἔκλεψεν οὐδὲ ἐψευδομαρτύρησεν, ἀλλὰ καὶ ἤδη νεανίσκος ὢν ἐτίμησε τὸν πατέρα καὶ τὴν μητέρα
καὶ ἐλυπήθη ἐπὶ τοῖς τὴν τελειότητα ὑποτιθεμένοις λόγοις τοῦ Ἰησοῦ καὶ ἐπαγγελλομένοις αὐτήν, εἰ ἀποδοῖτο τὰ ὑπάρχοντα, ἀστεῖόν τι ἦν ἐν αὐτῷ.
ᾗ δὲ ἀπῆλθεν ἀπὸ τοῦ Ἰησοῦ λυπούμενος διὰ τὰ κτήματα, δέον αὐτὸν χαίρειν, ὅτι ἀντ᾿ ἐκείνων ἔμελλεν ἔχειν θησαυρὸν ἐν οὐρανῷ,
καὶ ἀκολουθῶν τῷ Ἰησοῦ κατ᾿ ἴχνη βαίνειν υἱοῦ θεοῦ, ψεκτὸς ἦν.
εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐφ᾿ ᾦ παρατηρητέον ὡς τοῦ σωτῆρος ἀκριβῆ λόγον τὸν ἀναγεγραμμένον. οὐκ εἶπε μὲν γὰρ ὅτι πλούσιος οὐκ εἰσελεύσεται
εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπείπερ εἰ τὸ τοιοῦτον εἰρήκει, ἀποκεκλείκει ἄν <πάντως> τὸν πλούσιον ἀπὸ τῆς τῶν οὐρανῶν βασιλείας. φησὶ δὲ ὅτι πλούσιος
δυσκόλως εἰσελεύσεται· τὸ χαλεπὸν μὲν πρὸς σωτηρίαν τοῦ πλουσίου παριστὰς οὐ μὴν <τὸ> ἀδύνατον ***, ὄπερ ἐπὶ μὲν τοῦ ῥητοῦ αὐτόθεν λόγον ἔχειν φαίνεται,
δυναμένων πλουσίων μετὰ δυσκολίας ἀντιστῆναι τοῖς πάθεσι καὶ ταῖς ἁμαρτίαις καὶ μὴ πάντη ὑπ᾿ αὐτῶν ἁλῶναι.
εἰ δὲ τροπολογούμενος <ὁ πλούσιος> παραλαμβάνοιτο,
ζητήσεις πῶς κἂν δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν 68 τῶν οὐρανῶν. τὴν δὲ δυσκολίαν τῆς εἰσόδου τοῦ ἑκατέρως νοουμένου <πλουσίου εἰς σωτηρίαν> ἐμφαίνει ἡ παραβολὴ τῷ εὐκοπώτερόν
ἐστι κάμηλον διὰ τρύπης ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐν ᾖ παραβολῇ ὁ μὲν πλούσιος παραβάλλεται καμήλῳ,
οὐ διὰ τὸ ἀκάθαρτον τοῦ ζῴου μόνον ὡς ὁ νόμος ἐδίδαξεν, ἀλλὰ καὶ <διὰ> τὴν ὅλην αὐτοῦ σκολιότητα, ἡ δὲ τῶν οὐρανῶν βασιλεία τρυμαλιᾷ ῥαφίδος, εἰς
παράστασιν τοῦ πάνυ στενὴν εἶναι καὶ εἰς ὑπερβολὴν τεθλιμμένην τὴν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἴσοδον τῷ ἑκατέρῳ πλουσίῳ.
δηλοῖ δ᾿ ὅ <ὡς> αὐτόθεν μὲν ἀδύνατον τὴν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν. <δυνατὸν δὲ ὅσον πρὸς τὸν θεόν, οὕτως καὶ τὸν πλούσιον ὅσον πρὸς
αὐτὸν ἀδύνατον εἰς τὴν βασι- 69 λείαν τῶν οὐρανῶν εἰσελθεῖν>. τῷ δὲ δυνατὰ εἶναι τῷ θεῷ πάντα καὶ τὸ τοιοῦτον αὐτῷ δυνατόν ἐστιν, ἀφάτῳ δυνάμνει <ἤ> τὴν
παχύτητα τοῦ φαύλου λεπτύνοντι ἤ τὴν στενότητα τῆς εἰσόδου χωρητὴν αὐτῷ ποιοῦντι. ὅτι γὰρ τοῦ δυσκόλως εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
τὸν πλούσιον παράδειγμα ἔλαβε τὴν τρυμαλιὰν καὶ τὴν κάμηλον ἀλλ' οὐ τοῦ ἀδυνάτου, δῆλον ἐκ τοῦ πρὸς τοὺς μαθητὰς εἰρῆσθαι (φήσαντας· τίς ἄρα
δύναται σωθῆναι;) τὸ παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ θεῷ πάντα δυνατά. οὐκοῦν δυνατὸν καὶ τὴν κάμηλον εἰσελθεῖν διὰ τρυμαλιᾶς
ῥαφίδος. ἀλλ' οὐ παρὰ ἀν θρώποις δυνατόν. <παρὰ δὲ θεῷ>· οὕτως δὲ καὶ τὸν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ. τὰς δὲ ἐφόδους τοῦ
πῶς ἄν τὰ τοιαῦτα ποιήσαι ὁ θεὸς δυνατά, αὐτὸς ἄν εἰδείη καὶ ὁ Χριστὸς αὐτοῦ καὶ ᾧ ἄν ἀποκαλύψῃ ὁ υἱὸς αὐτοῦ. Ὁ μὲν οὖν διαβεβηκὼς ἐν
σοφίᾳ καὶ λόγῳ ἐπιτολμήσαι ἄν ἐπὶ πλεῖον καὶ τῇ περὶ τῆς ῥαφίδος καὶ τῆς τρυμαιᾶς αὐτῆς σδιηγήσει. 70 ἡμεῖς δὲ τοσοῦτον παραθησόμεθα ὅτι ἐστί τινα ἐν τῷ νόμῳ γινόμενα τέχνῃ ῥαφιδευτοῦ χρῄζοντος ῥαφίδος, ἵνα κατὰ σοφίαν θεοῦ
ποιήσῃ τὰ ἔργα <τις> ἧς ἀνείληφε τέχνης. ὡς οὖν νοηθείη τὰ τοῦ ῥαφιδευτοῦ ἔργα κἀκείνη ἡ ῥαφίας,
νοηθήσεται καὶ τὰ νοηθήσεται καὶ τὰ τῇδε λελεγμένα· ἅπερ νῦν λέγειν καὶ σαφηνίζειν τάχα μὲν καὶ ὑπὲρ ἡμᾶς ἐστι, τάχα δὲ καὶ τῷ εἰδότι πολλῆς ἄν καὶ ἀκαίρου /ρχοιτο παρεκβάσεως.
δύο τὲ προκειμένων, τοῦ κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν καὶ τοῦ πλούσιον εἰς τὴνβασιλείαν τοῦ θεοῦ, εὐκοπώτερον εἶναι;φησι τὸ πρότερον.
καὶ ζητήσεις γε ἐν τοῖς ἀνθρώποις ἄλλον μὲν τὸν κάμηλον <γενόμενον> εἰσερχόμενον διὰ τρυμαλιᾶς ῥαφίδος, ἄλλον δὲ τὸν πλούσιον (ἀδυνάτως <μὲν> ἀμνθρώποις
δυνατῶς δὲ τῷ θεῷ) εἰσερχόμενον εἰς τὴν βασιλείαν τοῦ θεοῦ· οὕτως δὲ καὶ ἐπὶ τῆς καμήλου καὶ ἐπὶ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος, ὁστισποτοῦν ἐᾶν εὑρεθῇ κάμηλος
καὶ ἡτισοῦν ἐᾶν νοηθῇ [κάμηλος] 71 τρυμαλιὰ ῥαφίδος, [ἥ] εἰσελεύσεται δι' ἐκείνης· ὅτι ἀδύνατον μὲν ἀνθρώποις, παρὰ δὲ θεῷ καὶ τοῦτο δυνατόν.
εἰ δὲ ἐμφαίνει ταῦτα καὶ παρίστησι τελικά τινα μυστήρια καὶ ἐπί <τινατ> τέλος ἄγοντα διά τινων ὁδῶν θεῷ
μόνῳ δυνατῶν ἤ μή, ὁ δυνάμενος ἐξεταζέτω.
τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; καὶ ταῦτα δὲ ὁ μέν τις
τηρήσει κατὰ τὴν λέξιν, ὁ δέ τις ἀνασκευάσας τὸ τῆς λέξεως ὡς οὐ μεγαλοφυὲς τροπολογήσει. 72 73 74 ὁ μὲν οὖν τῇ λέξει παριστάμενος τοιαῦτα ἐρεῖ· ὥσπερ ἐπὶ τῆς δόσεως οὐ τὸ διδόμενον, ἀλλὰ τὴν <τοῦ διδόντος> προαίρεσιν ἀποδεχόμενος
ὁ θεὸς δικαιοῖ καὶ <μᾶλλον> ἀποδέχεται τὸν τὸ ἔλαττον προαιρέσει τελειοτέρᾳ δεδωκότα παρὰ τὸν τὸ πλεῖον ἐκ πλειόων καὶ διαθέσει ὑποδεεστέρᾳ (ὡς δῆλόν ἐστιν ἐκ τῶν ἀναγεγραμμένων
περὶ τῆς <μεγάλης> δόσεως τῶν πλουσίων καὶ τῶν δύο πεπτῶν, ἅτινα ἡ χήρα εἰς λόγον πενήτων ἔβαλεν εἰς τὸγαζοφυλάκιον).
οὕτως καὶ ἐπὶ τῶν διὰ τὴν πρὸς τὸ θεῖον ἀγάπην καταλιπόντων ἅ κέκτηνται, ἵνα ἀπερισπάστως ἀκολουθῶσι τῷ Χριστῷ τοῦ θεοῦ πάντα πράττοντες κατὰ τὸν λόγον αὐτοῦ,
οὐ πάντως μᾶλλον ἀπόδεκτος ὁ τὰ πλείονα καταλιπὼν τοῦ τὰ ἐλάττονα, καὶ μάλιστα ὅτε τύχοι ὅλῃ ψυχῇ τις καταλιπὼν τὰ ἐλάττονα, παρὰ τὸν δοκοῦντα καταπεφρονηκέναι τῶν
πλειόνων. εἰ καὶ μικρὰ οὖν καὶ εὐτελῆ ὁ Πέτρος καταλέλοιπεν ἅμα τῷ ἀδελφῷ αὐτοῦ Ἀνδρέᾳ, ἡνίκα ἀκούσαντες ἀμφότεροι τὸ »δεῦτε ἀκολουθεῖτέ μοι,
καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«, »εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολού- 75 θησαν αὐτῷ«, ἀλλ' οὐ μικρὰ λελόγισται παρὰ τῷ θεῷ κατανοήσαντι ὅτι ἀπὸ ἕξεως αὐτὸ τοιαύτης πεποιήκασιν, ὡς εἰ καὶ ἐκέκτηντο
πολλὰ κτήματα καὶ πλεῖστα ὑπάρχοντα, μὴ ἄν ὑπ' αὐτῶν κατασχεθῆναι μηδὲ ἐμποδισθῆναι τὴν ὁρμὴν
βουλομένων ἀκολουθῆσαι τῷ Ἰησοῦ. καὶ θαρρῶν (οἶμαι) ἐπὶ τῇ προαιρέσειμᾶλλον ἤ τῷ ὕλῃ ὧν καταλέλοιπενὁ Πέτρος παρρησιασάμενος εἶπε τῷ Ἰησοῦ τὸ ἰδοὺ ἡμεῖς ἀφήκαμεν
πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;εἰκὸς δὲ νοεῖν μὴ δίκτυα μόνον αὐτὸν καταλελοιπέναι | ἀλλὰ καὶ οἶκον καὶ γυναῖκα,
ἧς ἡ μήτηρ ἐπιστάντος τοῦ Ἰησοῦ ἀπήλλακται τοῦ πυρετοῦ· στοχάσαιτο δ' ἄν τις ὅτι δυνατὸν καὶ τέκνα αὐτὸν καταλελοιπέναι, οὐκ ἀδύνατον δὲ καὶ κτῆσίν
τινα βραχεῖαν.
ἁλιεῖς ἀνθρώπων« μηδὲν ἀναβαλλόμενοι »εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ«, οὐ μιμησάμενοι τὸν εἰπόντα· »ἀλλὰ πρῶτον 76 ἐπίτρεψόν μοι εἰς τὸν οἶκόν μου ἀπεελθεῖν καὶ ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου«, οὐδὲ παραττλήσιόν τι ποιήσαντες τῷ λέγοντι· »ἐπίτρεψόν
μοι πρῶτον ἀπελθεὶν καὶ θάψαι τὸν πατέρα μου«. καὶ πρόσχες ἐπιμελῶς ὅτι ἀξιολ ἀξιολόγως πληγέντες ὐπὸ τῆς προστάξεως τοῦ’ Ἰησοῦ καὶ τῆς ἐπαγγελίας αὐτοῦ, καὶ πιστεύσαντες
ὄτι ὀλίγην ἀλισυτικ]ν καταλιπ΄ντες τὴν ἰχθώων ἀνθρώπους ἔμελλον ἀγρεύειν πρὸς σωτηρίαν, καὶ οίονεὶ τρωθέντες ὐπότε τῆς εἰς τὸν Ἰησοῦν κὰι ἦς ἐπηγγεείλατο
αὐτοῖς διακονίας φιλανθρώπου μέλλουσιν ἀνδδρώπους θηρεύειν, »εὐθέως ἀφέντες τὰ δίκτυα« καὶ ὠσπερεὶ ἐπιλαθόμενοι τῶν οἴκοι »ἠκολούθησαν αὐτῷ«, ὠς ἄξιον γεγονέανι
<ἐπὶ ἐκείνῃ>ἐπ’ ἐκείηῃ τῇ ὁρμῇ τὸν Πέτρον σεμνύνασθαι καὶ εἰρηκέναι τὸ προειρημένον. ἄμα δὲ παρατηρητέον ὄτι τοῦτο
εἴρηχεν ὁ Πέτρος κατανοήσας μὲν τὴν εἰρημένην ὐπὸ τοῦ Ἰησοῦ φωνήν. εἰ θέλεις τέλειος εἶναι ὔπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ
ἔξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, θεασάμενος δὲ καὶ τὸν ἀκούσαντα 77 νεανίσκον καὶ μετὰ λύπης ἀπεληλυθότα, ἐπείπερ πρροκεκρρίκει τὰ πολλὰ ἐπὶ τῆς γὴς κτήματα τοῦ τέλειος ἐν θεῷ γενέσθαι,
νοήσας δὲ καὶ τὸ δύσκολον περὶ τοῦ εἰσελθεὶν ἐἰς τὴν τῶν οὐραῦνων βασιλείαν τοῦ πλουσίου, ὡσπερεὶ καὶ αὐτὸς οὐκ εὐχερὲς πρᾶγμα ποιῶν ἐν τῷ πάντα καταλελοιπέναι
καὶ ἡκολουθηκέενοι τῷ σωτῆρι, εἶπε τὰ προκείμενα. διὰ καὶ παρρησισαμένῳ τῷ Πέτρῳ
ἀποκρίνεται τὰ τῆς ἐπιφερομένης μεγάλης ἐπαγγελίας ὀ σωτὴρ πεερὶ τοῦ μέλλειν ἔνα τῶν κριτῶν τοῦ Ἰσραὺλ ἔσεσθαι τὸν πέτρον.
οὐχ ἰκανῆς πεῖσαι μεγαλοφυῆ ἀκροατὴν καταφρονήσας, ὠς καὶ ἄλλων λέζεων τῆς γραφῆς τὸ σεεμνὸν ἐν τῇ ἀναγωγῆ ἐχουσῶν, τοιαῦτα φήσει
ὅτι αὐτό τὸ τὸ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, δικτυδίου καταλειφθέντος καὶ πενιχρᾶς οἰκίας καὶ ἐπιπόνου ἐν πενίᾳ
βίου, οὐ πάνυ τι <μέγα ἐστὶν οὐδὲ> ἀξίως λέλεεκται τοῦ τηλικούτου μαθητοῦ, ᾦ »σὰρξ καὶ αἶμα οὐκ ἀπεκάλυψεν« ὅτι Ἰησοῦς εἴη »ὁ Χρι 78 στὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζπωντος«, »ἀλλ’ ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ« αὐτροῦ, καὶ ᾦ λέλεκται τὸ »σὺ εἶ ὁ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ
οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾄλου οὐ κατισχύσουσιν αὐτῆς«. ἀλλὰ οὐποτε τὰ <προ-> αποδελομένα εἰς τὴν διήγησιν τοῦ· ὔπαγε πύλησόν σου τὰ ὐπάρχοντα
καὶ τὰ ἐξῆς χρήσιμα <καὶ ἀληθινὰ> εἰς τὰ προκείμενά ἐστι. πέτρος γὰρ ἀφῆκε πάντα,
ἐφ’ οἶς ἀμαρτωλὸς ἦν καὶ δἰ ἄ εἶπεν· »ἔξελθε ἀπ’ ἐμοῦ, κύριε, ὄτι ἀνὴρ ἀμαρτωλὸς ἐγώ εἰμι«, καὶ μέγας αἰτοῦ ἔπαινος ἦν τεθαρρηκότος ἐπὶ τῷ μηκέτι ἀμαφτάνειν λέγειν·
ἀφήκαμεν πάντα, καὶ οὐ μόνον τὰ χείρονα καταλοίπαμεν ἀλλὰ καὶ ἠ κολουθήσαμέν σοι. τὸ δὲ
σοὶ ἠκολουθήσαμεν ἴσον δύναται εἶναι τῷ· ἀπολαύψαντος ἡμῖν <κατὰ πάντα, ὡς Πέτρῳ, τοῦ> πατρὸς ὅστις εἶ, καὶ ὄτι δικαιοσύνη τρὸς ὄστις εὶ, καὶ ὄτι δικαιοσύνη εἶ, ἠκολουήσαμέν σοι καθὸ
δικαιοσύνη τυγχάνεις, οὔτω δὲ καὶ καθὸ ἁγιασμὸς καὶ καθὸ σοφία καὶ 79 καθὸ εἰρήνη καὶ καθὸ ἀλήθεια καὶ καθὸ ὁδὸς ἡ φέρουσα πρὸς θεὸν καὶ καθὸ ζωὴ ἀληθινή διάπερ ὡς ἀθλη- <τὴς νικη> τὴς μετὰ τὸν ἀγῶνα
πυνθανόμενος τοῦ ἀγωνοθέτου, εἰ τύχοι μὴ ἐπιστάμενος τὰ ἐπὶ τῷ ἀγῶνι ἆθλα, πυνθάνεται τοῦ σωτῆρος λέγων μετὰ τῆς ἐπὶ τοῖς ἀνδραγαθήμασι παρρησίας τὸ
τί ἄρα ἐσται ἡμῖν; καὶ ἔἴπερ βουλόμεθα τὰ πρὸς Πέτρον εἰρημένα τὰ κατὰ τὴν πεῦσιν αὐτοῦ καὶ αὐτὶ λαβεῖν, ἀφῶ| μεν ὁμοίως πάντα, μηκέτι
περιεχόμενοι τῆς καίας καὶ τῆς κατ' αὐτὴν ἐνεργείας, καὶ ἀκολουθήσωμεν τῷ τοῦ θεοῦ λίγῶ, ἴνα ἡμῖν εἴπῃ καὶ πᾶσι τοῖς ἀκολουθήσασιν αὐτῷ τὰ ἐπιφερόμενα οἴτως
ἔχοντα· ὀ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὐμῖν ὄτι ἡμεῖς οἱ ἀκολουθήσαντές μοι καὶ τὰ ἐξῆς.
ἄπερ καὶ αὐτὰ καὶ ἀπλούστερον ἔχει τινὰ προτρεπτικὸν ἐπὶ τὸ καταλιπεῖν
πεῖν τὰ ὐπάρχοντα νοῦν, καὶ ἔτερον παρὰ τοῦτον βαθύτερον. ὁ μὲν οὖν κατὰ τὴν λέξιν ἐρμηνεύων 80 τὸν τόπον τοῦ εὐαγγελίου τοιαῦτα ἐρεῖ· <οὐ>πάντας εἶπεν ἀκολουθεῖν τῷ Ἰησοῦ ὁ λόγος, ἀλλὰ τοὺς μὲν τότε ἀποστόλους καὶ
<τοὺς> ὁμοίως ἐκείνοις ἐπιμόνως αὐτῷ ἀκολουθήσαντας <ἀκολουθήσαντας ἑαυτῷ> ὠνόμασεν· τοὺς δὲ μεταγενεστέρους ἐδήλωσε <τῷ> καὶ πᾶς ὄστις ἀφῆκεν ἀδελφοὺς ἤ
ἀδελφὰς καὶ τὰ ἐξῆς. ἀλλ’ ὠς βιαίως διηγγησάμενον τὸ ἀκολουθεὶν ἀνατρέψει τις λέγων περὶ πάντων εἰρῆςσθαι τὸ ἀκολου θεῖν ἐν τῷ »ὅς ἄν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἐστι μου ἄξιος εἶναι μαθητής«.
καθεδοῦνται ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ ταύτην
λήψονται τὴν ἐξουσίαν ἐν τῇ ἀνα στάσει τῶν νεκρῶν· αὕτη γάρ ἐστιν ἡ παλιγγενεσία καινή τις γένεσις οὖσα, ὄτε οὐρανὸς καινή τις γένεσις οὖσα, ὄτε οὐρανὸς καινὸς καὶ [ἡ] γῆ καινὴ τοῖς ἐαυτοῦς ἀνακαινώσασι
κατίζεται καὶ καινὴ διαθήκη παραδίδοται καὶ τὸ ποτήριον αὐτῆς.
πανεύματος«. τάχα δὲ καὶ κατὰ μὲν τὴν γένεσιν »οὐδείς ἐστι καθαρὸς ἀπὸ ῥύπου, οὑδ' εἰ μία ἡμέρα εἴη ἡ ζωὴ αὐτοῦ« διὰ τὸ περὶ τῆς γενέσεως
μυστήριον, ἐφ'ᾖ τὸ ὑπὸ τοῦ Δαυΐδ ἐν πεντηκοστῷ ψαλμῷ λελεγμένον ἕκαστος ἂν τῶν εἰς γένεσιν ἐληλυθότων λέγοι,
ἔχον οὕτως ὅτι »ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου«. κατὰ δὲ τὴν ἐκ λουτροῦ παλιγγενεσίαν πᾶς μὲν »καθαρὸς ἀπὸ ῥύπου« ὁ γεννηθεὶς
»ἄνωθεν« »ἐξ ὕδατος καὶ πνεύματος«, ἵνα <δὲ> τολμήσας εἴπω καθαρὸς »δἰ ἐσόπτρου« καὶ »ἐν αἰνίγματι. κατὰ δὲ τὴν ἄλλην παλιγγενεσίαν, ὅταν καθίσῃ ὁ υἱὺς τοῦ ἀνθρώπου
ἐπὶ θρόνου δόξης αὐτοῦ, πᾶς ὁ εἰς τὴν ἐν Χριστῷ παλιγγενεσίαν ἐκείνης φθάσας καθαρώτατός ἐστιν »ἀπὸ ῥ΄φπον« <καὶβλέπει>»πρόσωπον πρὸς πρόσωπον«, καὶ αὐτὸς »διὰ λουτροῦ
παλιγγενεσίας« φθάνων ἐπ' 82 σύνες πῶς Ἰωάννης, ὁ »ἐν ὅδατι« βαπίζων »εἰς μετάνοιαν« λέγει περὶ τοῦ σωτῆρος τὸ »αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί«.
ἐν δὲ τῇ τοῦ διὰ πυρὸς καὶ πνεύματος λουτροῦ παλιγγενεσίᾳ σύμμορφοι γινόμεθα »τῷ σώματι τῆς δόξης« τοῦ Χριστοῦ καθεφμένου ἐπὶ θρόνου δόξης αὐτοῦ
καὶ αὐτοὶ καθεζόμενοι ἐπὶ δώδεκα θρόνους, εἰ καὶ ἀφέντες πάντα (ὁποτερωσοῦν *** μᾶλλον δὲ κατὰ τὸ δεύτερον) ἠκολουθήσαμεν Χριστῷ. τότε δὲ ὅταν καθίςῃ
ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, πληροῦται ἡ λέγουσα προφητεία.»εἶπεν ὁ κύριος τῷ κυρίῳ μου. κάθου.ἐκ δεξιῶν μου ἕως ἂν θῶτοὺς ἐχθρούς σου
ὑποπόδιον τῶν ποδῶν σου«. καὶ τό<τε> »δεῖ αὐτὸν βασιλεύειν, ἄχρις οὖ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ«, ἕως οὗ »ὁ ἔσχατος ἔχθρὸς θάνατος« καταργηθῇ, οὗ
καταργηθέντος Οὑκέτι ἔσται πρὸ 83 προσώπου τῶν σωζομένων θάνταος ἀλλὰ μόνη ζωὴ ἡ πιστευομένη. θανάτου μὲν γὰρ ὄντος πρὸ προσώπου <ἀνθρώπων> δἰ ἐκεῖνον ἀπιστεῖται
ὐπὸ τῶν κρατουμένων ὑπ'αὐτοῦ ζωή· καταργηθέντος δὲ θανάτου πιστεύεται ὑπὸ πάντων ἡ ζωή. ἐν δὲ τῷ νόμῳ εὑρήσεις καὶ τὸ »τέθεικα τὴν ζωήν καὶ τὸν θάνατον πρὸ προσώπου
σου« καὶ τὸ »ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλκρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν« καί. »οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν«. καθέζεται δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου
δόξης αὐτοῦ, οὑδενὸς ἀτίμου καὶ ἀδόξου ἐνν θεῷ βασιλευομένου ὑπ'αὐτοῦ. πάντες γὰρ τότε οἱ μὴ »δόξαν παρὰ ἀνθρώπων« λαμβάνοντες μηδέ <τι> ποιοῦντες πρὸς
τὸ δοξασθῆναι »ὐπὸ τῶν ἀνθρώπων«, ἀλλὰ τὴν δόξαν τὴν ἀπὸ »τοῦ μόνου« ζητοῦντες, βασιλευθήσονται ὑπὸ τοῦ καθημένου ἐπὶ θρόνου δόξης αὐτοῦ. τότε δὲ
καὶ ἀποδίδοται τὰ τῆς εὐχῆς τῷ σωτῆρι εὐξαμένῳ καὶ εἰπόντι. »πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ κόσμον εἶναι«.
γένηται ὁποῖος »ἦν ἐν ἀρχῇ τὸν θεόν«, (θεὸς λόγος ὢν) ἐν τῇ ἰδίᾳ δόξῃ, ὡς λόγου τοιούτου δόξῃ. ὅψει αὐτὸν καθεζόμενον ἐπὶ θρονου
νου δόξης αυτοῦ, καὶ οὐχ ἔτερον αὐτοῦ τὸν υἰὸν τοῦφ ἀνθρώπου, τὸν κατὰ τὸν Ἰησοῦν ἄνθρωπον νοούμενον· ἓν γὰρ οὖτος τῷ λόγῳ γίνεται,
παντὸς μᾶλλον τῶν διὰ τὸ κολλᾶσθαι »τῷ κυρίῳ« γινομένων »ἓν πνεῦμα« πρὸς αὐτόν. τότε δέ, ἡνίκα ἂν ταῦτα ἐν τῇ ἀποκαταστάσει τοῦ σωτῆρος γένηται,
καὶ οἱ ἀφέντες πάντα καὶ ἀκολουθήσαντες αὐτῷ καθεδοῦνται, ὡς σύμμορφοι γενόμενοι »τῷ σώματι« καὶ τῷ θρόνῳ τῆς δόξης τοῦ Χριστοῦ, ἐπὶ θρόνους δώδεκα
κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ὁ γὰρ ὅλος βίος τῶν δικαίων κρινεῖ 87 88 τὰς μὴ πεπιστευκυίας δώδεκα φυλὰς τοῦ Ἰσραήλ, καὶ κρινοῦσί γε οἱ ἀπόστολοι καὶ οἱ τὸν ἀποστολικὸν ἐζηλωκότες βίον καὶ κατωρθωκότες
τοὺς εὐγενεῖς μὲν (διὰ τὸ εἶναι αὐτοὺς Ἰσραηλίτας) οὐ τὰ ἄξια δὲ τῆς εὐγενείας πεποιηκότας. τάχα δὲ τὸ μὲν »ἐν ὑμῖν κρίνεται ὁ κόσμος«
πρὸς Κορινθίους λελεγμένον λέγεται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν, τὸ δὲ καθίσεσθε καὶ αὐτοὶ ἐπὶ δώδεκα θρόνους
κρίνοντες τὰς δώδεκα φυλὰς τοὺ Ἰσραὴλ πρὸς τοὺς ἀποστόλους καὶ τοὺς τὸν ἀποστολικὸν βίον ἐζηλωκότας, κρινοῦντας τοὺς εὐγενεστέρους τοὺ ὅλου κόσμου ὄντας
τὸν Ἰσραήλ. ἀλλὰ νόησον ἐν τούτοις ἀξίως τῆς μεγαλονοίας τοῦ εὐαγγελίου τὸν Ἰσραὴλ εὐγενῆ μὲν καὶ πεφυκότα κρειττόνως, οὐ πεπιστευκότα δέ.
ἀνάγειν δὲ μετὰ τὸν περὶ τοῦ Ἰσραὴλ καὶ τὸν περὶ τῶν δώδεκα φυλῶν λόγον (ὥστε δώδεκα τάγματα εἰπεῖν γενικὰ ψυχῶν καὶ εὐγενεστέρων, ὧν αἱ μὲν διαφέρουσαι
ἐν ὑπεροχῇ εἰσιν αἱ δὲ καθ᾿ ἕνδεκα μοίρας τεταγμέναι λοιπαὶ <ἐν> τάξει δευτέρᾳ), ὑπὲρ ἧμᾶς ἐστι μὴ τηλικαῦτα θεωροῦντας, ὡς 89 δυνηθῆναι παραστῆσαι πῶς δώδεκά εἰσιν αστέρες οἱ πατέρες τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὥσπερ ἐδήλου τὸ προφητικὸν (ἵν’ οὕτως
ονομάσω) ὄναρ τοῦ Ἰωσήφ. οἱονεὶ δὲ καὶ ἕκαστος τῶν κρινομένων Ἰσραηλιτῶν ὑπό τινος ἢ συνωνύμου ἄστρου ἢ ἄστρῳ παραπλησίου ἀποστόλου καὶ τοῦ τὸν ἀποστολικὸν
βίον βιώσαντος κριθήσεται.
εἰ δὲ οὐ πάντα μὲν τὰ δὲ ἐπιφερόμεαν, ὁ τοιοῦτος πολλαπλασίονα λήψεται καὶ ζωὴν
αἰώνιον κληρονομήσει. τίνα δὲ οὐ πάντα ἀλλ’ εἰδικῶς λελεγμένα, κατανοητέον ἐκ τοῦ καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφὰς καὶ τὰ ἑξῆς.
καὶ τοῦτο δὲ ὅτι μὲν ἔχει οὐκ εὐκαταφρόνητον λόγον καὶ κατὰ
τὸ ἁπλοῦν τῆς ἐκδοχῆς καὶ προτρεπτικὸν τῆς ἐκδοχῆς καὶ προτρεπτικὸν ἐπὶ τὸ πάσης σαρκικῆς συγγενείας καταφρονεῖν καὶ πάσης τῆς κτήσεως. πᾶς ὁστισοῦν ὁμολογήσει. 90 εἰ δὲ καὶ τοῦτο ἐκιδέχεται ἀναγωγήν, ὁ μέν τις διστάσει ὁ δὲ καὶ ἀποφανεῖται ὅ τι ἔχει. καὶ σαφές γε κατὰ τὸ ῥητὸν
ὅτι πολλοὶ τῶν πιστευσάντων εἰς τὸν σωτῆρα ἡμῶν ἑμισήθησαν ὑπὸ συγγενῶν καὶ εἵλαντο τούτους καὶ πᾶσαν κτῆσιν καταλιπεῖν ὑπὲρ τοῦ
πεισθέντες ὅτι πᾶς ὅστις ἀφῆκε τοὺς κατὰ σάρκα ἀδελφοὺς καὶ τὰς συγγενεῖς μόνῳ τῷ σώματι ἀδελφὰς καὶ γονεῖς τῶν σωμάτων καὶ τὰ τέκνα τῆς σαρκὸς καὶ τοὺς
ἐν τῇ ἐπικαταράτῳ γῇ ἀγροὺς καὶ τὰς ἐν αὐτῇ οἰκίας, ἄλλο τι ἀλλ’ ἕνεκεν τοῦ ὀνόματος Ἰησοῦ, πολλαπλασίονα
λήψεται· πολλαπλασίονα γὰρ καὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἀπειροπλασίονα οὐκ ἐν προσκαίρῳ
ζωῇ, ἀλλ’ ἐν αἰωνίῳ γενόμενος, κληρονομήσει αὐτά. πολλαπλασίονας μὲν γὰρ ἀδελφοὺς καὶ ἀδελφὰς ὧν τις ἀφῆκε διὰ τὸν τοῦ θεοῦ λόγον,
εὐχερὲς διηγήσασθαι· καὶ γὰρ ἐν τῷ κόσμῳ τούτῳ πολλαπλασίους οἱ κατὰ τὴν πίστιν ἀδελφοὶ τῶν δι’ ἀπιστίαν καταλελειμμένων ὑπὸ τῶν 91 πιστευσάντων. οὕτω δὲ καὶ γονεῖς πάντας τοὺς ἀνεπιλήπτους ἐπισκόπους καὶ τοὺς ἀνεγκλήτους πρεσβυτέρους λαμβάνει τις, ἀνθ’ ὧν
καταλέλοιπε δού· ὁμοίως δὲ καὶ τέκνα πάντας τοὺς ἡλικίαν ἔχοντας τέκνων. πῶς δὲ πολλαπλασίονας ἀγροὺς ἢ οἰκίας ὧν
τις καταλέλοιπε κλγρονομεῖ, οὐκέτι ὁμοίως ἀποδοῦναι δύναται, ἂν μὴ ἄρα τις βιασάμενος ἐπ’ ὀλίγων τὸ τοιοῦτον παραστήσῃ, ὅπερ
οὐκ εὔλογον· ἅπαξ δὲ ἀλληγορῶν τοὺς ἀγροὺς καὶ τὰς οἰκίας ἀναγκασθήσεται κατὰ τὸ ἀκόλουθον καὶ τὰ ἀνωτέρω τούτων ἀπόδοῦναι.
ἁγίαις καὶ μακαρίαις δυνάμεσιν ἀδελφοὶ οἱ »εἰς ἄνδρα τέλειον« κατηντηκότες τῶν τὸ »μέτρον τῆς ἡλικίας τοῦ χριστοῦ« κεχωρηκότων
καὶ ἀδελφαὶ πάντες οἱ παρθένος ἀγνὴ παραστησάμενοι Χριστῷ οὐκ ἀπ’ ἀνθρώπων (οἶμαι) μόνον, ἀλλὰ καὶ τῶν λοιῶν δυνάμεων. γονεῖς δὲ τοιοῦτοι εἶεν ὰν τίνες
ἢ περὶ ὧν εἴρηται πρὸς τὸν Ἀβράμ· »σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς 92 ἐν γήρᾳ καλῷ«; εἰ δὲ γίνονταί ποτε οὗτοι (ἀνάλογον ἐκείνοις τοῖς πατράσιν) ἑτέρων πατέρες, τοῖς πατράσιν) ἑτέρων πατέρες,, πολλοαπλάσιον καὶ τέκνα λήψονται ὁμοίως
τῷ Ἀβραάμ. καὶ τοὺς ἀγροὺς δὲ καὶ τὰς οἰκίας πολλαπλασίονας τῶν καταλειπομένων νόει μοι ἐν τῇ ἀναπαύσει τοῦ θείου παραδείσου καὶ
τῇ πόλει τοῦ θεοῦ, περὶ ἧς »δεδοξασμένα ἐλαλήθη«. ἧς »ὁ θεὸς ἐν ταῖς βάρεσι γινώσκεται, ὅταν ἀντιλαμβάνηται λαμβάνηταί αὐτῆς«, ἧς »ὁ θεὸς ἐν πρὸς τοὺς τὰς ἐκεῖ οἰκίας κληρονομοῦντας·
»κααθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν«, περὶ ἧς λέγεται· »καταδιέλεσθε τὰς βάρεις αὐτῆς«. ἐπὶ τοιούτοις δὴ
κληρονομεῖν τὴν αἰώνιον ζωὴν μακάριον, τοσούτους ἔχοντας κληρονομ <ίαν αγρ>οὺς καὶ τοσαῦτα δένδρα ὑπὰθεοῦ γεωργούμενα καὶ οἰκίας ἐκ θεοῦ γεωργούμενα καὶ οὐκίας ἐκδοχῆς
λίθων ζώντων, ἐν αἷς ἀναπαύσεται πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺςἢ ἀδελφὰς καὶ τὰ λοιπά.
ἀναβῆναι παρὰ πολλοὺς τῶν νομιζομένων ἐγγεγηρακέναι τῇ πίστει ἐπὶ τὸν ὑπὲρ αὐτοὺς βίον καἲ λόγον, ὡς οὐκ ἐμποδίζοντος οὔτε χρόνου τοῖς ὕστερον πιστεύουσιν οὔτε γονέων
μοχθηρῶν τοῖς αὑτοὺς ἀνεγκλήτως ἀγωνιζομένους παραστήσασιν. ἀγὼν δέ ἐστι καὶ καθελεῖν οἴημα διὰ τὸ ἐκ πατέρων <Χριστιανῶν> ἀνατετράφθαι
ἐν Χριστιανισμῷ μέγα φρονούντων, καὶ μάλιστα ἐπὰν τύχῃ πατράσιν ἐπαυχεῖν καὶ προγόνοις προεδρίας ἠξιωμένοις ἐν τῇ ἐκκλησίᾳ, ἐπισκοπικοῦ θρόνου ἢ πρεσβυτερίου τιμῆς
ἢ διακονίας εἰς τὸν λαὸν τοῦ θεοῦ· ἀμφότεροι γὰρ διδαχθέντες τὸ πολλοὶ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι ὡπομνησθήσονται μέτε ἐπὶ τῷ νομίζειν
εἶναι πρῶτοι μέγα φρονεῖν μήτε συστέλλεσθαι καὶ ταπεινοῦσθαι, ὡς ἔλαττόν <τι> ἔχοντες τῶν προτέρων διὰ τὸ ἔσχατοι ἐκείνων τὰ τοῦ Χριστιανισμοῦ παρειληφέναι δόγματα.
πρώτοις χρηματίσασιν ἀπὸ τοῦ Ἰσραὴλ γενομένοις διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν καὶ προδοςίαν ἐσχάτοις, καὶ ἠμῖν τοῖς ἐσχάτοις τὰ πρωτεῖα δυναμέηοις λαβεῖν, ἐὰν
ἐπιμένωμεν τῇ πάστει »μὴ ὑμηλο- Φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συν- Σαντες τῇ ῥίζῃ τῶν πατριαρχῶν Καὶ τῇ ἀπὸ τοῦ λόγου τῶν πατέρων 15 πιότητι συμφυεῖς γενώμεθα τῷ βου- Λήματι τοῦ πνευματικοῦ νόμου καὶ Τῶν ἀνάλογον αὐτῷ νοουμένων προ- Φητῶν,
ἡμεῖς οἱ ἔσχατοι ἐσόμεθα πρῶτοι, Κἀκεῖνοι οἱ πρῶτοι, διὰ τὴν ἀπι- Στίαν ἐκκοπέντες ἀπὸ τῆς καλλιε- Λαίου Λεγόνασιν ἔσχατοι·
καὶ γὰρ διὰ τὴν Χριστοῦ ἐπιδημίαν »εἰς κρίμα« τῷ κόσμῳ ἐπιδημή- Σαντος, ἵνα (τὰ ἔθνη) »οἱ μὴ βλέ- Ποντες βλψωσι καὶ οἱ βλέποντες (Ἰσραὴλ) τυφλοὶ μένωνται« διὰ τὴν
ἀπιστίαν, »ὁ«μὲν» πρῶτοι, 95 ὁ δὲ πρὸ ἡμῶν Ἰσραὴλ ὁ πρῶτος γέγονεν ἔσχατος καὶ »κάτω κάτω«. Οὕτω δὲ δύναται
νοεῖσθαι καὶ τὸ »εἴ τις δέλει πρῶτος Εἶναι, ἔσται πάντων ἔσχατος«, ὡς Εἰ ἔλεγεν· ἐπεὶ νῦν τὰ πρωτεῖα Λαμβάνουσιν οἱ ἀπὸ τῶν ἐθνῶν εἰς ἐμὲ πιστεύοντες ἔσχατοι νομιζόμενοι
ἐν τῷ Ἰσραήλ, ἔσχατοι δὲ κρίνονται Παρὰ τῷ θεῷ ὅλος ὁ λαὸς Τῶν ἀπιστηςάντων ἐν Ἰσραήλ, Κἂν νομίζωνται »διὰ τὸν χρόνον«
εἶναι πρῶτοι. Εἴ τις <οὖν> βούλεται τὸ ἀληθινὸν πρῶτον ἀναλαβεῖν, γενέσθω ἐν τοῖς ὑπὸ τοῦ νῦν Ἰσραὴλ ἐσχάτοις εἶναι νενομισμένοις· ὃς ἂν γὰρ θέλῃ ἐν τοῖς οἰομένοις εἶναι πρώτοις, τῶν
μὲν πρωτείων ἐπὶ τὰ ἔθην μεταβε- Βηκότων ἀποπεσεῖται, ἐν δὲ ἐσχάτοις ἀριθμηθήσεται· καὶ γὰρ οἱ μὲν ἀπὸ τῶν ἐθνῶν
κεφαλὴ διὰ τὴν πίστιν γίνονται, ὁ Δὲ ἄπιστος Ἰσραὴλ διὰ τὴν ἀπιστίαν Οὐρά. Κατὰ τοῦτον τὸν λόγον πολλοὶ μὲν
(οὐ πάντες δὲ) ἔσονται ἐκ πρώ- Των ἔσχατοι καὶ πάλιν πολλοὶ Μὲν τῶν ἐσχάτων ἔσονται πρῶτοι. Οὐ μὴν εἴ τις ἔσχατος προσελήλυθε, Τοῖς ἀπὸ τῶν ἐθνῶν πιστέύουσι 96 Συναριθμεῖσθαι δοκῶν, οὗτος ἐν Πρώτοις λογισθήσεται. Εἰσὶ γὰρ καὶ πρῶτοι < γενόμενοι καὶ Οὐδὲν ἧττον διαμένοντες>
πρῶτοι, ὡς οἱ τοῦ Χριστοῦ ἀπόστο-| Λοι, Ἰσραηλῖται τυγχάνοντες καὶ ἀκ σπέρματος Ἀβραάμ. Καὶ εἰσὶν ἔσχατοι
<οὐδὲν ἧττον διαμένοντες> ἔσχατοι, οἱ πολλῷ ὑποδεέστερον βιοῦντες τῶν ἀπὸ τῆς ἐκκληςίας χρηματιζόντων ***.
νασαι τὸ τῶν ἀγγέλων γένος πρῶ- Τον ὡς τιμι <ώτερ> ον λέγειν εἶναι Τοῦ τῶν ἀνθρώπων γένο <υς νομι- Σο> μένων ἐσχάτων.
καὶ γὰρ ὡς ἐν τῷ Ἰὼβ γέγραπται· »ὅτε ἐγεννήθησαν ἄστρα, ᾔνεσαν Τὸν θεὸν πάντες οἱ ἅγγελοι αὐτοῦ«, ὡς πρεσβύτεροι καὶ τιμιώτεροι οὐ μόνον τοῦ ἀνθρώπου,
ἀλλὰ καὶ πάσης τῆς μετ’ αὐτοὺς κοσμοποιίας. <καὶ οὕτως ἄν τις> τολμήσαι ἀποφήνασθαι ὄτι πολλοὶ μὲν ἀγγέλων οἳ πρῶτοι ἦσαν ἀν- 30θρώπων γίνονταί τινων ἀνθρώπων ἔσχατοι, πολλοὶ δὲ καὶ τῶν ἀν- 97 Θρώπων οἳ ἔσχατοι τῇ φύσει τυγχάνουσι τῶν ἀγγέλων γίνονται διὰ τὸν βίον καὶ τὸν τοῦ θεοῦ λόγον τινῶν ἀγγέλων (ἐν πρώτοις μὲν τεταγμένων,
γενομένων δὲ ἔκ τινων αἰτιῶν ἐσχάτων) πρῶτοι. παραλαβὼν δὲ εἰς τοῦτο ἀπό τε τῆς <Πέτρου> πρώτης ἐπιστολῆς καὶ τῆς Παύλου πρὸς Κορινθίους προτέρας
ῥητὰ προσαχθήσῃ ὡς ὑγιῶς εἰρημένῳ τῷ λόγῳ. λέγει γὰρ ὁ μὲν Πέτρος· »εἰς ὃν ἄρτι μὴ ὁρῶντες (δηλονότι Ἰησοῦν Χριστὸν) πιστεύοντες δὲ ἀγαλλιᾶτε« καὶ τὰ ἑξῆς ἕως
τοῦ »εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«· ὁ δὲ Παῦλος· »ἢ οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά«;
ὄρα οὖν εἰ μὴ οὗτοι μέν, ὅσον ἐτήρουν »τὴν ἑαυτῶν ἀρχὴν« καὶ οὐκ ἀπέλιπον »τὸ ἴδιον οἰκητήριον«, πολλῷ
ἀνθρώπων διέφερον καὶ ἦσαν αὐτῶν πρῶτοι, ὧν ἀνθρώπων »ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ« γενομέ- 98 99 100 νων εν τῳ τῆς ταπεινωσεως σωματι καὶ μόγις ποτέ λεγόντων τὸ »ταλαίπωρος ἐγὼ ἐγὼ ἄνθωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου«
οἱ δέ ἄνθρωποι, ὅσον εἰς σύγκρισιν ἀγγέλων ἔσχατοι τυγχάνοντες, γίνονται ἀγγέλων πρῶτοι τῶν μὴ τηρησάντων »τὴν ἑαυτῶν ἀρχήν« ἀλλὰ ἀπολιπόντων »τὸ ἴδιον οἰκητήριον«,
λαμβάνοντες τὴν ἀρχὴν κατὰ τὸ »ἴσθι ἐξουσίαν ἔχων ἐπάνων δέκα πόλεων« ἣ »ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων«. γενόμενοι δὲ ἐν οἰκητηρίῳ ἀγγέλων τινὲς ἀπολελοίπασιν
ποσιν 〈οὐτό, γίνονται δέ πρῶτοι ἄνθρωποι,> ἐπὰν ποιήσωσι αὐτοῖς τῆς τῶν οὐρανῶν βασιλείας τὰ ἀνάγοντα αὐτοὺς ἐπ αὐτήν ·
καὶ γὰρ οἱ μέν ἐν γῇ τῶν οὐρανίων
ἔσχατοι, οἱ δέ ἐν οὐρανῷ τῶν ἐν γῇ πρῶτοι. καὶ γίνονται πολλοὶ μὲν τῶν οὐρανίων καὶ πρώτων ἔσχατοι, »εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ἐν ζόφῳ« τηρού-
μενοι· πολλοὶ δὲ τῶν ἐσχάτων καὶ ἐπὶ γῆς γένεσιν ἀνειληφότων 101 102 103 ἀναβαίνοντες, ὥστε τεθαρρηκότως λέγειν· ἡμῶν δέ τὸ πολίτευμα ἐν ουρανοις υπαρχει«, 〈πρῶτοι γίνονται〉.
καὶ αὐτός γε ό ὡς ἀστραπὴ »ἐκ τοῦ οὐρανοῦ« πεσὼν πρῶτος ἦν, ἡνίκα περιεπάτει »ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ« ἄμωμος, ἕως εὑρέθη ἀνομία ἐν αὐτῷ καὶ γέγονεν ἔσχατος εἰς ᾄδου
καταβάς, ὡς τοὺς ἰδόνοτας αὐτὸν θαυμάζειν ἐπ' αὐτῷ, καὶ λέγειν· »καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη
σου«. οὕτω δέ καὶ ἔσχατος ἦν πᾶς καὶ ἀνόητος καὶ ἀπειθής, δουλεύων »ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ« διάγων, στυγητὸς καὶ μισῶν, ἀλλὰ γέγονε πρῶτος,
»ὅτε ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ« »διὰ λουτροῦ παλιγγενεσίας κοὶ ἀνακαινώσεως πνεύματος ἁγίου«, κοὶ ἐδέξατο τὸν εἰπόντα· »ὁ δεχόμενος
ἐμὲ δέχεται τὸν ἀποστείλαντά με«.
τῶν σωθησομένων τάξεως ἀλλὰ κολάσεως καὶ τοῦ ἐγκαταλειφθῆναι, | ἤτοι ἔως »τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ« ἢ ἕως ἐκπληρώσωσι 104 105 106 τὰ περὶ τῶν ἰδίων ἁμαρτημάτων. ἡ μέντοι ἐπιφερομένη τῷ πολλοὶ δέ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι παραβολὴ
σῴζεσθαι μέν ἐπαγγέλλεται καὶ τοὺς <ἐσχάτους> τῆς παραβολῆς, μέν ἐργασαμένους, ἐσχάτους δὲ λαμβάνοντας τὸν μισθὸν κοὶ διὰ τοῦτο πρώτους ὄντας καὶ εἰς ἐσχάτους
λελογισμένους. διαφέρειν δὲ αὐτῶν λέγει τοὺς ἐσχάτους μέν ἐπὶ τὰ ἔργα κεκλημένους, ἀπολάβόντας δὲ τὸν μισθὸν οὐ μόνον πρώτους ἀλλὰ καὶ ἴσον τοῖς γογγύσασι κατὰ
τοῦ οἰκοδεσπότου καί εἰρηκόσιν· οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἐποίησας ἡμῖν τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα« καὶ πρῶτοί
γε οἱ ἔσχατοι κληθέντες ἐπὶ τὸ ἔργον λέγονται παρὰ τὸ πρώτους αὐτοὺς εἰληφέναι τὸν μισθόν. θεῷ δὲ εὐξάμενοι καὶ ἀπικαλεσάμενοι
»τὸ ὄνομα τοῦ κυρίου ἠμῶν Ἰησοῦ <Χριστοῦ> « ἐκθώμεθα τὴν παραβολὴν καὶ ἴδωμεν, τίνα ἡμῖν ἐξετάσαι καὶ εἰπεῖν εἰς αὐτὴν ἢ καὶ ὑπαγορεῦσαι δοθήσεται· ἔχει δέ οὕτω.
Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκο- 107 108 109 δεσπότη, ὅστις ἐξῆλθεν ἅμα μισθώσασθαι ἐργάτας καὶ τὰ ἐξῆς ἔως τοῦ 110
πολλοὶ γάρ εἰσι κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί. (20, 1—16)
καὶ τίνα τρόπον οἱ πρῶτοι κληθέντες ἐν ἐσχάτῃ χώρᾳ παρὰ τῷ οἰκοδεσπότῃ ἐτάχθησαν, διὸ καὶ τελευταῖοι τὸν μισθὸν ἀπειλήφασι. χρὴ δὲ εἰδέναι ὅτι, ὡς Ἰησοῦ παραβολὴ
»ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεώς εἰσιν ἀπόκρυφοι«) ἐξεταζομένη, τοσαῦτα δόγματα τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης σοφίας εὑρεθήσεται τοῖς τὰ τοιαῦτα εὑρίσκειν
δυναμένοις αἰνισσομένη, ὥστε εὐλόγως ἃν ἐπὶ ταύτῃ μάλιστα εἰπεῖν τῇ παραβολῇ τὸν σωτῆρα τὸ »ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ᾿ ἀρχῆς«
κοὶ »ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς«. ἀναγκαῖον γὰρ ἰδεῖν τὸν 111 112 113 μέλλοντα νοῆσαι τὴν παραβολὴν τὴν ἐν οὐτῇ δηλουμένην ἡμέραν καὶ τὰς ἐν αὐτῇ ὥρας, καὶ ὅτι οὐ κατὰ ἀποκλήρωσιν ό οἰκοδεσπότης πέντε
τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργα τοῦ ἀμπελῶνος, ἐξετάσει δέ ὁ δυνάμενος τὴν αἰτίαν τοῦ πρω ῒ μισθώσασθαί τινας ἀργάτας εἰς τὸν αμπελῶνα, καὶ μετὰ τοῦτο οὐ
περὶ δευτέραν μέν περὶ τρίτην δέ ὥραν ἄλλους, καὶ ἑξῆς ταύτῃ οὐ περὶ τετάρτην ἢ πέμπτην ἀλλὰ περὶ ἔκτην, εἶτα μετὰ τοῦτο 〈οὐ περὶ ἑβδόμην ἢ ὀγδόην, ἀλλὰ περὶ ἐννάτην,
την, εἶτα ἐπὶ τέλει οὐ περὶ δεκάτην, ἀλλὰ> περὶ τὴν ἐνδεκάτην. ὀφείλει γάρ τις λόγος εἶναι ἄξιος Ἰησοῦ <τοῦ> τὸν μετὰ τὸν ἐωθινὸν καιρὸν
τρία ἴσα διαστήματα τρίτης καὶ ἕκτης καὶ ἐννάτης ὥρας, καὶ μετ’ αὐτὸν ἔλαττον διάστημα τῶν περὶ τὴν
ἑνδεκάτην ἑστώτων, ὁπόσον ἦν διάστημα ἀπὸ τοῦ ἅμα πρω ῒ ἐπὶ τὴν τρίτην. οὐ παρέργως δὲ προσεκτέον καὶ τῷ συμπεφωνηκέναι μέν τὸν 114 115 οἰκοδεσπότην τοῖς ἅμα τῇ ἕῳ παραληφθεῖσι
τὸ ἀνὰ δηνάριον, οὓς ἀπέστειλεν εἰς τὸν ἀμπελῶνα αὐτοῦ, τοῖς δὲ περὶ τὴν τρίτην κληθεῖσιν οὐ τεταγμένως τὸν μισθὸν
ὠνομακέναι, ἀλλὰ τό ὃ ἂν ᾖ δίκαιον δώσω ὑμῖν. προσεκτέον δὲ ὅτι ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἔκτην καὶ ἐννάτην ὥραν κληθεῖσι, κοὶ ὅτι τοῖς περὶ τὴν
ἐνδεκάτην εἶπεν ἀπολογησαμένοις περὶ τῆς δι’ ὅλης ἡμέρας ἀργίας τὸ ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ἀλλὰ καὶ <ὅτι> ὡς τοῦ ἀμπελῶνος γενόμενος
καὶ εὑρὼν ἐκεῖ τοὺς ἐργάτας; τοὺς μὲν πρώτους ἀποστέλλει εἰς τὸν ἀμπελῶνα, τοῖς δέ δευτέροις φησίν· ὑπάγετε καὶ ὑμεῖς εἰς
τὸν ἀμπελῶνα, ὁμοίως δὲ τὴν αὐτὴν λέξιν καὶ τοῖς <περὶ> ἑνδεκάτην κεκλημένοις· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. ὁ δὲ δυνάμενος κατανοησάτω τίς ἡ
ἀγορά, ἐν ᾖ ἑστῶτας τοὺς ἀργοὺς εὗρε τοὺς δευτέρους ἐξελθὼν ὁ οἰκοδεσπότης. οὕτω δἐ καὶ ἐξετασθήτω τίνες οἱ εὐρεθέντες ἑστῶτες περὶ τὴν ἐν - 116 117 δεκάτην, οἶς λέγει ὁ οἰκοδεσπότης τὸ τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐπιστησάτω <δέ> τις καὶ τῇ ἀπολογίᾳ τῶν ὅλην τὴν
ἡμέραν ἑστώτων ἀργῶν καὶ τὸν πόνον τοῦ ἑστηκέναι τῶν τὸ ἀργοὶ ἐστηκέναι> δι' ὅλης ἡμέρας μετὰ παρρησίας εἰπόντων ὅτι πρόθυμοι μέν ἧσαν τοῦ ἐργάσασθαι,
οὐδεὶς δὲ αὐτοὺς ἐμισθώσατο, ὡς πολλῶν ὄντων τῶν μισθωσαμένων μέν ἂν οὐ μισθωσαμένων δέ.
τις καὶ τῷ ὀνίας <γενομένης> λέγειν τὸν τοῦ ἀμπελῶνος κυριον τῳ επιτροπῳ αυτου· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀθξάμενος
μενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τί δέ κεκίνηκε τὸν κύριον τοῦ ἀμπελῶνος, ὥστε κελεῦσαι τῷ ἐπιτρόπῳ καλέσαι τοὺς ἐργάτας καὶ ἀποδοῦναι τὸν μισθὸν
ἀρξάμενον ἀπὸ τῶν ἐσχάτων, καὶ οὕτως ἀναβαβίνειν ἕως τῶν πρώτων, ἵνα πρῶτοι μὲν ἀπολάβωσιν οἱ τὴν ἐνδεκάτην, δεύτεροι δέ οἱ τὴν ἐννάτην καὶ 118 119 τρίτοι οἱ τὴν ἕκτην καὶ μετὰ τούτους <τέταρτοι> οἱ τὴν τρίτην, καὶ τελευταῖοι οἱ πρωΐ; τοῦτο γὰρ σαφῶς δηλοῦται ἀπὸ τοῦ ἀπόδος τὸν
μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τίς δὲ παρὰ τὸν κύριον τοῦ ἀμπλῶνος ὁ τοῦ κυρίου ἐπίτροπος, διδοὺς τὸν μισθὸν κατὰ τὸ τοῦ
κυρίου πρόσταγμα; ἀλλὰ καὶ εἴπερ οἱ ἐν τῇ ἐννάτῃ κληθέντες ὥρᾳ οὐκ ἐβάστασαν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, δηλονότι οὐκ οὗτοι ἐγόγγυζον κατὰ
τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας
καὶ τὸν καύσωνα. ἀλλ᾿ οὐδὲ οἱ τῇ ἕκτῃ κληθέντες τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας, ἀλλ᾿ εἰ ἄρα τοῦ ἡμίσους τῆς ἡμέρας. καὶ οἱ τῇ τρίτῃ δὲ κληθέντες
οὐ τῆς ὅλης ἐβάστασαν ἡμέρας τὸ βάρος, ἀλλ᾿ (εἰ δεῖ ἀκριβῶς ἰνομάσαι) τοῦ ἡμίσους καὶ τοῦ τετάρτου τῆς ἡμέρας. μόνοι δὲ οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι
τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας καὶ τὸν καύσωνα ὅλον μὲν [οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι], οἱ δὲ λοιποὶ παρὰ τοὺς τελευταίους ἀνάλογον τῷ καιρῷ ᾧ ἐν τῷ ἀμ- 120 121 πελῶνι πεποιήκασιν <ἐβάστασαν>
ζητηθείη ἃν πότερον κατὰ διαφόρων πραγμάτων καθ’ ἕκαστον ὁ ἀμπελῶν παραλαμβάνεται ἢ κατὰ τοῦ αὐτοῦ Πράγματος. ἐγὼ νομί(ω δεῖν ἐξετάσαι <καὶ> διὰ τί οὐ πρὸς πάντας
τοὺς ἐλθόντος πρώτους καὶ νομίζοντας ὅτι πλέον λήψονται καὶ γογγ;σαντας κατὰ τοῦ οἰκοδεσπότου ἀπεκρίνατο ὁ οἰκοδεσπότης, ἀλλ᾿ ἑνὶ μόνῳ εἶπεν αὐτῶν
τὸ ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοί; καί· θέλω τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. ὅτι μέν οὖν ταῦτα καὶ τὰ τούτοις παραπλήσια
ἐπιδέχεταί ἡ ἐκκειμένη παραβολὴ ἃ ζητήσαι τις ἃν εἰς αὐτήν, διαβεβαιωσαίμην ἄν· ὅτι δὲ οὐκ ἔστιν κατ’ ἀξίαν εἰπεῖν εἰς τὴν παραβολὴν ἄλλον ἢ τὸν
φήσαντα ἃν μετὰ τοῦ ἀληθεύειν τὸ ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν«, καὶ τοῦτο θαρρῶν ἀποφανοῦμαι. »τίς« οὖν ἄρα »ἔγων« τὸν ἐν τῇ παραβολῇ ταύτῃ »νοῦν Χριστοῦ«
ἢ ὁ ἐμπαρασχὼν ἑαυτὸν τῷ παρακλήτῳ, περὶ οὗ φησιν ὁ σωτὴρ ὅτι 122 123 124 »ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὐμᾶς πάντα ὅσα εἶπον ὑμῖν«; μὴ διδάσκοντος γὰρ τοῦ παρακλήτου πάντα ἃ εἶπεν ὁ Ἱησοῦς
κοὶ ταύτην τὴν παραβολήν, οὐκ ἃν λέγοιτό τι ἄξιον Ἰησοῦ εἰς αὐτήν. καὶ εἰ τοιαῦτά γε ἐζήτουν κατὰ τὴν Ἰησοῦ φωνὴν ἀπὸ τοῦ παρακλήτου πάντες οἱ τὸ κατὰ
Ἰωάννην εὐαγγέλιον ἀναγινώσκοντες, οὐκ ἂν προσέσχον τινέ·ς ὡς παρακλήτῳ »πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει φευδολόγων, κεκαυτηριασμένων τὴν
ἰδίαν συνείδησιν«, ὥστε τὰ τῆς πλάνης πνεύματα καὶ τὰ δαιμόνια ἀναγορεῦσαι τῷ μεγάλῳ τοῦ παρακλήτου ὀνόματι, ὅπερ ὁ σωτὴρ τοῖς ἀποστόλοις κοὶ εἴ τις τοῖς
ἀποστόλοις παραπλήσιός ἐστιν ἐπηγγείλατο. καὶ πείθομαί γε ὅτι ὁ Ματθαῖος ᾔδει μέν τὰ κατὰ τὴν παραβολὴν ταύτην μυστήρια, ὡς καὶ τὰ κατὰ τὴν τοῦ σπόρου καὶ
τῶν ἐπεσπαρμένων τῷ σίτῳ ζιζανίων, οὐκ ἔκρινε δὲ εὔλογον εἶναι ὁμοίως ταῖς περὶ ἐκείνων διηγήσεσι καὶ τὴν περὶ ταύτης ἀναγράψαι, μὴ πιστεύσας γράμμασι κἂν τὴν
ἐπὶ ποσὸν τῆς παραβολῆς ταύτης σαφήνειαν, ὥσπερ ἐκείνων ἐξ ὅλων τὴν διήγησιν ἀνέγραψεν. εἰ δὲ εὐλόγως ὁ ματθαῖος τὴν περὶ τῆς
διηγήσεως, οὐ μὴν πάντα τὰ ἀποκαλυπτόμενα αὐτῷ σαφηνίζων καὶ γραφῇ πιστεύων ἔξω κινδύνου τοῦ περὶ τῆς ἐκθέσεως τῶν μυστηριων εσται.
πῆ μέν μετ' εὐχῆς τινα ἐκ μέρους ἀποδῶμεν, τινὰ δὲ ἐπ' ὀλίγον καὶ τῶν φαινομένων δείξαντες οὕτω παρέλθωμεν μετὰ τὸ εἰπεῖν καθηκόντως
εἰς τὴν παραβολὴν καὶ ἐπὶ τὰ ἐξῆς αὐτῆς. <καὶ> πρῶτον τοίνυν ἴδωμεν περὶ τῆς ἐν τῇ ζητουμένῃ παραβολῇ ἡμέρας. καὶ ὅρα εἰ δυνάμεθα
τὸν ὅλον ἐνεστῶτα αἰῶνα ἡμέραν τινὰ εἰΠεῖν, μεγάλην μὲν ὡς Πρὸς ἡμᾶς, μικρὰν δέ τινα καὶ ἀλιγοχρόνιον ὡς πρὸς τὴν τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου
πνεύματος ζωήν. ταχα γαρ και
τινων τῶν μακαρίων δυνάμεων καὶ 127 128 ἐπαναβεβηκυιῶν, συγκρίσει τῶν πολλῶν γένους τῶν ὐποκάτω τῆς ἀρχικῆς τριάδος. <τοῦτον γὰρ τὸν> ἔχει ὅλος ὁ ἐνεστὼς αἰὼν ὡς πρὸς
τὴν ζωὴν αὐτῶν, ὅν λόγον ἔχει ἡ παρ’ ἀνθρώποις ἡμέρα πρὸς ὅλον τὸν δυνατὸν ἀνθρώπῳ ζῆν χρόνον.
εἰ δὲ τοιοῦτόν τι μυστήριον ἐν
Δευτερονομίῳ δηλοῦται κατὰ τὴν ᾠδὴν ἐν ᾗ γέγραπται · »μνήσθητε ἡμέρας αἰῶνος« ἢ μή ζητήσει ὁ δυνάμενος. εἶτα εἰ τοιαῦται αἱ ἡμέραι αἰῶνός εἰσιν, ἀκόλουθον ἂν
εἴη τὴν παραπλήσιον ἐκδοχὴν ἐννοεῖν εἰς τὸ »ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα · νυκτὸς μετὰ τῆς καρδίας μου ἠδοδέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. κοὶ εἶπα· μὴ εἰς
τοὺς αἰῶνας ἀπώσεται κύριος;« καὶ τάχα ἵνα τολμηρότερον εἴπω) εἰς μὲν »τοὺς αἰῶνας« οὐκ »ἀπώσεται κύριος« πολὺ γὰρ καὶ εἰς ἕνα αἰῶνα ἀπώσασθαι κύριον), ἀπώσεται δὲ
τάχα καὶ εἰς δεύτερον αἰῶνα, ὅτε οὐκ ἀφίεται ἡ τοιάδε ἁμαρτία »οὔτε ἐν 129 130 131 τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«.
ἐβδόμην ἐπὶ τοιαύτας ἀναγαγεῖν ἡμέρας καὶ μετὰ τὰ σάββατα τὰς νουμηνίας καὶ τὰς ἐν τῷ πρὡτῳ μηνὶ ἑορτὰς καὶ <τὸν ἐν> τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ πάσχα
καὶ ταῖς ἐξῆς τῶν ἀξύμων; οὕτω δέ ἀνάλογον εἰς ἔβυσσόν τις ἐμπεσεῖται νοημάτων καὶ τὰς λοιπὰς ἐορτὰς ἐν τοιαύταις φανταζόμενος ἡμέροις καὶ ὅλον τὸν ἐβδομαδικὸν
ἐνιαυτόν, ἐν ἐν ᾦ πτωχοῖς καὶ προσηλύτοις καὶ τοῖς θηρίοις τῆς γῆς χαρίζεται ὁ θεὸς τοὺς ἐκ προτέρας γεωργίας ἀνατέλλοντας καρποὺς ἐν καιρῷ μὴ γεωργουμένης τῆς <τῆς γῆς>.
τις δἐ δύναται ἀναβῆναι ἐπὶ τὸν ἀριθμὸν τῶν τῆς ἀβύσσου ἐν τῇ πεντηκονταετηρίδι ἡμερῶν ἀβύσσου δέ λέγω διὰ τὸ βάθος τῶν δογμάτων), ἔνα τις ἀναβῇ καὶ ἵδῃ
τὸν πεντηκοστὸν ἐνιαυτὸν καὶ τὰ ἐν αὐτῷ νενομοθετημένα πληρούμενα ; ἀλλὰ γὰρ ζητοῦντες τὴν μίαν τῆς ἐκκειμένης παραβολῆς ἠμέραν καὶ νομίσαντες αὐτὴν ὅλον τὸν ἐνεστῶτα
αἰῶνα, ἐλάθομεν ἐμβάντες εἰς βάθη θεοῦ, δεόμενοι πνεύματος τοῦ »πάντα« ἐρευνῶντος, »καὶ τὰ βάθη τοῦ 132 133 134 θεοῦ«. ἐγὼ δ’ οἶμαι ὅτι, ὥσπερ ἐπ ἐξόδῳ συντελείας τοῦ ἐνιαυτοῦ εἴρηταί τινα δεῖν γίνεσθαι, οὕτως οἱονεὶ) <καὶ> »ἐπὶ« πλειόνων »αἰώνων
εἴτε ἐνιαυτόν τινα συμπληρούντων εἴτε ὅ τι δήποτε, »εἰς ἀθέτησιν ἁμαρτίας ἐφανερώθη« ὁ Ἰησοῦς ἡμῶν, ἵνα μετὰ τὴν ὡς <ἑνὸς> ἐνιαυτοῦ ἡμερῶν συντέλειαν τῶν
αἰώνων πόλιν ἄλλη ἀρχὴ διαδέξηται, καὶ »ἀνδείξηται ὁ θεὸς έν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ« εἰς οὒς αὐτὸς οἶδε δεῖν ἐνδείξασθαι. κοὶ
ταῦτα μέν διὰ τὴν ἐν τῇ <ἐκκειμένῃ> παραβολῇ λελέχθω ἡμέραν, ἅτινα δύνασαι κατασκευάσαι καὶ ἐκ τῆς Ἰωάννου ἐπιστολῆς φάσκοντος· παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε
ὅτι ἀντέχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν«. ἐσχάτη γὰρ ὥρα μετὰ τὴν έν - δεκάτην
τῆς προκειμένης παραβολῆς, ἐπεὶ περὶ τὴν ἑνδεκάτην
ὁ κατὰ τὴν παραβολὴν οἰκοδεσπότης ἄνθρωπος ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, κοὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
135 136 137
πρώτῳ μέν ὅτε ἐξῆλθεν ἅμα ποωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα, δευτέρῳ δέ ὅτε ἐξελθῶν περὶ
τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, τρίτῳ δἐ καὶ τετάρτῳ ὅτε Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐν - νάτην ὥραν ἐποίησεν ὡσαύτως,
πέμπτῳ δὲ τῷ περὶ τὴν ἑνδε- κάτην, ἡνίκα ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας,
καὶ λέγει αὐτοῖς· τί ὧδε εστηκατε ολην την ημεραν ἀργοί; καὶ ὅρα εἰ δύνασαι πρῶτον μέν τάγμα εἰπεῖν τὸ κατὰ τὸν Ἀδὰμ
ἅμα τῇ κασμοποιίᾳ· ἐξῆλθε γὰρ ἅμα πρωῒ ὁ οἰκοδεσπότης καὶ ἵν' οὕτως ὀνομάσω) τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐμισθώσατο, ἵν’ ἐργάσωνται τὸν ἀμπελῶνα τῆς θεοσεβείας
βείας · δεύτερον δὲ τάγμα τὸ κατὰ τὸν Νῶε καὶ τὴν πρὸς αὐτὸν διαθήκην, 138 139 140 κοὶ τρίτον τὸ κατὰ τὸν Ἀβραὰμ ᾦ συνεξακούεται τὰ κατὰ τοὺς πατέρας
μέχρι Μωσέως συμπαρειλῆφθαι, τέταρτον δέ τὸ κατὰ τὸν Μωσέα κοὶ πᾶσαν τὴν Αἰγύπτου οἰκονομίαν κοὶ τὴν ἐν τῇ ἐρήμῳ νομοθεσίαν, τελευταῖον δέ τάγμα τὸ κατὰ τὴν
παρουσίαν ἐστὶ Χριστοῦ Ἰησοῦ τὸ περὶ τὴν ἑνδεκάτην. πλὴν εἷς ἄνθρωπος οἰκοδεσπότης (ὅσον ἐπὶ τῇ προκειμένῃ πεντάκις ἐξελήλυθε καὶ ἐπὶ
τὰ τῇδε ἐλήλυθε πράγματα, ἵν ἐργάτας ἀνεπαισχύντους, ὀρθοτομοῦντας »τὸν λόγον τῆς ἀληθείας« ἐξαποστείλῃ ἐπὶ τὸν ἀμπελῶνα, τους εργασομενους αυτου τα εργα.
εἷς γὰρ Κριστὸς ὁ ἀνθρώποις συγκαταβὰς πλεονάκις) τὰ τῆς κλήσεως τῶν ἐργατῶν ἀεὶ ᾠκονό- μησεν.
κόσμου καὶ ἀπὸ τῶν ἀπὸ αἰσθήσεως ἀρξαμένων τὰ ἔργα ποιεῖν σύμβολόν τι ἔχουσιν αἱ πέντε τῶν ἐρυ<ατ> ῶν παραλήψεις, ὁ δυνάμενος ἐπιστησάτω. γεγυμνάσθω δὲ
κἂν μὴ βούληταί τις εἰς δόγματα παραδέξασθαι καὶ τὰ λεχθησόμενα. ἐρεῖ γάρ τις ὅτι ἁφὴ μέν ἐστι κατὰ 141 142 143 τὴν πρώτην κλῆσιν—διὸ »εἶπεν ἡ γυνὴ τῷ ὄφει« <τι> »εἶπεν ὁ θεός οὐ φάγητε ἀπ' αὐτοῦ οὐδ’ οὐ μὴ ἄψησθε αὐτοῦ«, ὄσφρησις δέ κατὰ
τὴν δευτέραν — ὅθεν ἐπὶ τοῦ Νῶε »καὶ ὡσφράνθη κύριος ὀσμὴν εὐωδίας«, γεῦσις δέ κατὰ τὸν Ἀβραάμ —διὸ καὶ ἑστιῶν τοὺς ἀγγέλους παρατίθησιν αὐτοῖς ἐγκρυφίας ἀπὸ
σεμιδάλεως καὶ τὸν ἁπαλὸν μόσχον, ἀκοὴ δέ ἐπὶ Μωσέως —ὅτε ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ γέγονεν ἡ φωνὴ τοῦ θεοῦ, ὅρασις δέ ἡ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα κατὰ τὴν
Χριστοῦ ἐπιδημίαν — ὅτε ἑωράκασι τὸν Χριστὸν τοῖς μακαρίοις ἀφθαλμοῖς. λελέχθω δέ καὶ ταῦτα, εἴτε γυμνασίας χάριν λογικῆς εἴτε βού- λεταί τις καὶ δογματικῆς, διὰ τὰς
πέντε κλήσεις.
ἀμπελῶνος ἦν δεόμενα καθ' ὥραν ἐργατῶν. ἔδει γὰρ ἅμa τῇ ἕῳ ἔργα γίνεσθαι ἐν τῷ ἀμπελῶνι, καὶ εἶδεν 144 145 146 ὁ καλῶν οἰκοδεσπότης τοὺς ἐργάτας, γάτας, τίνες ἦσαν ἐπιτήδειοι πρὸς τὰ ἀπὸ τῆς ἔω ἔργα. ἄλλο δὲ ἔργον περὶ τὴν τρίτην ὥραν ἦν τὸ ἐπὶ
τοῦ Νῶε, ὅτε ἔστησεν αὐτῷ ὁ θεὸς διαθήκην. εἶτα οἱ δέκα ἀπὸ τοῦ Νῶε ἐπὶ τὸν Ἀβραὰμ γενεαὶ καταλήγουσαι ἐπὶ τὸν Ἀβραάμ, ἀρχὴν ἄλλης ὑπερβαλλούσης κλήσεως · καὶ
ἦν ἐργάτης τοῦ ἀμπελῶνος τότε ἀρξάμενος ὁ Ἀβραάμ. καὶ μετ’ αὐτὸν Μωσῆς μετὰ τῶν σὺν αὐτῷ παρελήφθη εἰς τὸν ἀμπελῶνα. ἔλειπε δέ τι τελευταῖον ἔργον τῷ
ἀμπελῶνι, ὅπερ ἔχρῃζε νεαρᾶς κλή- σεως καὶ καινῆς, ἀκμαίως κοὶ ἀθρόως ἐν βραχεῖτὸ λεῖπον ἐν τῷ ἀμπελῶνι ἐργαζομένης· τοῦτο δὲ ἦν τὸ τῆς καινῆς
διαθήκης. ἴσa μὲν οὖν διαστήματα τῶν περὶ τρίτην καὶ ἕκτην καὶ ἐννάτην κληθέντων· ἀνάλογον δέ τῷ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὴν τρίτην ὥραν τὸ ἀπὸ τῆς ἀννάτης Μωσέως
ὥρας ἐπὶ τὴν ἑνδεκάτην τῆς Χριστοῦ Ἰησοῦ ἐν σαρκὶ ἐπιδημίας <διάστημα> . συμπεφώνηκε δὲ ὁ οἰκοδεσπότης τοῖς ἅμα τῇ ἔῳ παραληφθεῖσι — δηνάριον· τοῦτο δ’
οἶμαι) ἐστὶ τὸ τῆς σωτηρίας νόμισμα, οὐ συνεξεταζομένων αὐτῇ τῶν κατὰ τὴν δόξαν. σωτηρίας γὰρ 147 148 149 ὅνομα οἶμαι) τὸ δηνάριον, δόξης δέ τὸ ὐπὲρ τὸ δηνάριον, εἴ που ὠνομάσθη νομίσματα τοῦ πενταπλασιάσαντος τὴν δεδομένην μνᾶν ἢ
δεκαπλασιάσαντος. ὁ δὲ λέγων τοῖς περὶ τὴν τρίτην παραληφθεῖσιν· ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν, προετρέψατο μέν τοὺς τῆς τρίτης ὥρας ἐργάτας ἐπὶ τὸ πᾶν ὅ τί ποτε
δύνανται ἐργάσασθαι· ἑαυτῷ δὲ τετήρηκε τὸ κρίναι τὸν δίκαιον Πρὸς τὸ γενόμενον ἔργον μισθόν. ἐπεὶ δὲ ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν, δηλονότι καὶ αὐτοῖς εἶπεν· ὁ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.
καὶ δύνανταί γε <ἴσον> ἔργον τῷ ἀμπελῶνι πεποιηκέναι τοῖς ἅμα τῇ ἕῳ ἐργασαμένοις οἱ ἐν ὀλιγωτέρῳ χρόνῳ ἐπιτείνειν βουλόμενοι τὴν εἰς τὸ ἔργον δύναμιν κοὶ ἐνέργειαν οὐ
προκαμόντες, ὅπερ συμβέβηκε τοῖς ἅμα τῇ ἕῳ κεκλημένοις. ἀλλὰ ζητήσει τις, πῶς οὐ μόνον 150 151 152 ἀργοῖς ὐπάρχουσιν ἀλλὰ καὶ ἑστηκόσιν ὅλην τὴν ἠμέραν, τουτέστι παρὰ πάντα τὸν πρὸ τῆς ἐνδεκάτης ὥρας καιρόν, φησὶν ὁ οἰκοδεσπότης
ἐξελθὼν περὶ τὴν ἐνδεκάτην ὥραν· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐγὼ δέ ὐπονοῶ τὸν περὶ ψυχῆς ἀπόρρητον κοὶ ἐν τούτοις κεκρύφθαι λόγον,
ὅτε ἤργουν ὅλην τὴν ἡμέραν μέχρι τῆς ἑνδεκάτης ὥρας, θέλοντες μέν ἐργάσασθαι, οὐ παραλαμβανόμενοι δέ εἰς τὸν ἀμπελῶνα οἱ τεθαρρηκότως ἀπολογούμενοι καὶ
λέγοντες· οὐδεὶς ἠμᾶς ἐμισθώσατο. ἠμεῖς μέν οὖν ἐπολμήσαμεν τοιαῦτά τινα, καὶ ἐκ πολλῶν μὲν φαντασθέντες γραφῶν καὶ ἐκ τῆς προκειμένης δέ παραβολῆς, εἰπεῖν
εἰς τὸ καταστῆσαι πῶς ὅλην τὴν ἡμέραν ἐστήκασιν ἀργοὶ παρὰ τὸ μηδένα αὐτοὺς μεμισθῶσθαι οἱ περὶ τὴν ἐνδεκάτην ὥραν κεκλη- μένοι.
<δὲ> εἰς τὸν ἀμπελῶνα παρρησιαζομένους ἐν τῷ οὐδεὶς ἡμᾶς ἐμισθώσατο. εἰ γὰρ συνεσπάρη ἡ ψυχὴ τῷ σώματι, πῶς ὅλην τὴν ἠμέραν εἰστήκεισαν
ἀργοί; ἢ λεγέτωσαν ἠμῖν, τίς ἡ ὅλη ἡμέρα καὶ αἱ ἐν αὐτῇ διάφοροι κατὰ 153 154 τὰς διαφόρους ὥρας κλήσεις τῶν ἐργατῶν. πότερον δέ μακάριοι μὲν οἱ ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότυ μεμισθωμένοι ἦσαν
δὲ καὶ ἄλλοι μεμισθωμένοι ἐργάται ἤτοι ὑπὸ ἐτέρων οἰκοδεσποτῶν ἢ τοῦ αὐτοῦ) καὶ ἤτοι οὐ μακάριοι ἢ οὐχ οὕτως μακάριοι, ὑπέρ ἡμᾶς ἐστι κατ ἀξίαν τὸ τοιοῦτον νοῆσαι ἢ καὶ ὡς
νοοῦμεν γραφῇ τὰ νοούμενα παστεῦσαι. ἐγὼ ζητῶ καὶ τὰ ἔξω τοῦ ἀμπελῶνος, ὅπου <καὶ> οἱ ἐργάται ὑπὸ τοῦ ἐξελθόντος αὐτοὺς μισθώσασθαι, καὶ ἐπισκοπῶ μήποτε
ἡ χώρα τῶν πρὸ τοῦ σώματος φυχῶν ἐστιν ὁ ἔξω τοῦ ἀμπελῶνος τόπος, ἀμπελὼν δέ οὐ μόνον τὰ τῇδε, ἀλλὰ καὶ τὰ ἔξω τοῦ σώματος, ἔνθα οἶμαι) ἐργάζονται οἱ ἐργάται·
οὐ γὰρ ἐν ἀργίᾳ εἰσὶν αἱ ἀπαλλαγεῖσαι τοῦ σώματος ἐργατῶν παραληφθέντων εἰς τὸ χωρίον τοῦ οἰκοδεσπότου ψυχαί. καὶ Σαμουὴλ γοῦν ἔξω σώματος εἰργάσατο προφητεύων καὶ
Ἰερεμίας εὐχόμενος »ὑπὲρ τοῦ λαοῦ«. φιλοτιμώμεθα οὖν καὶ ἐργαζώμεθα τὸν ἀμπελῶνα »εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες« ληψόμενοι ὁ ἐὰν ᾖ δίκαιον. καὶ οὐδείς γε ὅσον ἐπὶ
τῇ παραβολῇ) μὴ ἐργασόμενος τὰ τοῦ ἀμπελῶνος ἔργα ἐξαποστέλλεται εἰς αὐτόν· 155 156 157 οὐδένα γὰρ ὡς ἐλλιπέστερον τὸ ἔργον πεποιηκότα ὁ οἰκοδεσπότης ἐμέμψατο,
εἰ καὶ ἐπὶ τῷ πλείονα καὶ μείζονα ἐλπίσαι μισθὸν ἐμέμψατο. καὶ τάχα ὁ ἔξω τοῦ ἀμπελῶνος τόπος ἐστὶν ἡ ἀγορά, ἔνθα ἦσαν οἱ ἑστῶτες ἀργοί. μεγάλη δὴ ἀπολογία
πρὸς τὸ ἀξίους αὐτοὺς γενέσθαι τοῦ τῆς ὅλης ἡμέρας μισθοῦ τοῖς εἰποῦσι λέλεκται ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο· διόπερ
αὐτοῦς ἐμισθώσατο καὶ (ἵν᾿ οὕτως εἴπω) ἀποδέδωκεν αὐτοῖς μισθὸν τοῦ μακροθύμως ἑστηκέναι ὅλην τὴν ἡμέραν καὶ περιμένειν μέχρι
ἑσπέρας τὸν μισθωσόμενον. Μετὰ ταῦτα ὀψίας γενομένης, τουτέστι τῆς συντελείας τῆς τοῦ αἰπωνος καὶ τῆς κατὰ τὴν παραβολὴν ἡμέρας, λέγει τῷ ἐπιτρόπῳ
ἑαυτοῦ ὁ κύριος, εἴτε τινὶ ἀγγέλῳ τῷ ἐπὶ τῶν μισθῶν εἴτε καὶ ἑνὶ ἐκ πολλῶν ἐπιτροπευσάντων ἐπιτρόπῳ, καθὸ λέλεκται »ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους« εἶναι τὸν
κληρονόμον παρὰ τὸν χρόνον ὃν »νήπιός ἐστι«. κατὰ τὸ πρόσταγμα τοίνυν τοῦ οἰκοδεσπότου καλοῦνται οἱ ἐργάται ὑπὸ τοῦ ἐπιτρόπου, ἵνα 158 159 160 ὁ μισθὸς τοῖς ἐσχότοις πρώτοις δοθῇ· οἱ γὰρ πρότεροι ἐργάται »μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ θεοῦ,
περὶ ἡμῶν κρεῖττόν τι προβλεψα- μένου« <τοῦ οἰκοδεσπότου> (τῶν ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ κεκλημένων), »ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι«. καὶ ἐλεήθημέν γε ἐπὶ τῷ ὅλην τὴν ἡμέραν
στῆναι καὶ βεβουλῆσθαι ἥκειν ἡμῖν τὸν μισθωσόμενον, ἠργηκέναι δὲ καὶ μετὰ ἀπολογίας ἠξιῶσθαι τοῦ ἔργου, καὶ ἐλεηθέντες πρῶτοι τὸν μισθὸν ἀπολήψεσθαι προσδοκῶμεν οἱ Χριστοῦ
γνώριμοι. εἶτ᾿ ἐπαναβαίνων δώσει τὸν μισθὸν τοῖς πρὸ ἡμῶν ἐργασαμένοις, εἶτα τοῖς πρὸ ἐκείνων καὶ οὕτως μέχρι τῶν πρώτων. ἰδὼν δέ τις τὸν τόπον ἔνθα διέτρβε Σαμουὴλ
καὶ ἀκολούθως σκοπήσας περὶ τῶν <πρὸ> τῆς ἑνδεκάτης κληθέντων ἐργατῶν ὄψεται, τίνα τρόπον ἐβάστασαν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οἱ πρότεροι· οἱ δὲ περὶ τὴν
ἑνδεκάτην κληθέντες <ἡμεῖς> ὡς ἐκεῖνοι μὲν οὐκ ἐβαστάσα<με>ν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, ἐβαστάσα<με>ν δὲ τὸ βάρος τοῦ ἑστηκέναι ἀργοὶ πρὸ τῆς
ἐφ᾿ ἡμᾶς [οὖν] παρουσίας τοῦ <οἰκο<- 161 162 163 δεσπότου, ὃς εἶπεν ἡμῖν· »δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμενοι, κάγὼ ἀναπαύσω ὐμᾶς«· φορτίον γὰρ ἦν <αὐτὴ> ἡ ἀργία καὶ τὸ μὴ ἀξίους πω κριθῆναι τῶν ἐν τῷ ἀμπελῶνι ἔργων. καὶ καύσωνά γε ἐβάστασαν
οἱ πρὸ τῆς ἑνδεκάτης <κληθέντες> ἕκαστος κατ᾿ ἀναλογίαν τῆς κλήσεως. μὴ εἰδότες <δὲ> τὸ τοῦ οἰκοδεσπότου ἀξίωμα οἱ πρῶτοι καὶ ὅτι οὐ χρὴ γογγύζειν κατὰ τούτου,
πλεῖόν τι σωτηρίας ἧς λαμβάνουσιν οἱ τελευταῖοι ᾠήθησαν λήψεσθαι καὶ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότους, φθονοῦντες ἠμῖν τοῖς ἐσχάτοις μίαν ὥραν τὴν μέχρι
τῆς συντελείας πεποιηκόσι καὶ ἴσοις γεγονόσι τοῖς ἀρχῆθεν κεκλημένοις ἐπὶ τὸν θεῖον ἀμπελῶνα. ἀλλ' ὁ οἰκοδεσπότης ἐνὶ αὐτῶν εἶπε (τάχα τῷ Ἀδάμ)· ἑταῖρε, οὐκ
ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησά σοι; ἆρον τὸ σὸν καὶ ὕπαγε (σὸν γὰρ ἡ σωτηρία τὸ δηνά- 164 165 166 ριον)· δέλω γὰρ καὶ τούτῳ > ἐρχάτῳ> φησὶ) δοῦναι ὡς σοί. καὶ οὐκ εἶπε· τούτοις <τοῖς ἀλλ' ἔδειξέ τινα κατ’ ἐξοχὴν
ἕνα· ὃν τολμηρότερον μέν εἰΠεῖν ὅστις ἐστίν, οὐκ ἀπιθάνως δ’ ἄν τις στοχάσαιτο Παῦλον μὲν εἶναι τὸν ἀπόστολον μίαν ὥραν ἐργασάμενον <καὶ> τάχα ὑπέρ πάντας τοὺς
αὐτοῦ. εἰ δέ δεῖ καὶ περὶ τοῦ ἀμπελῶνός τι εἰπεῖν λαβόντα ἀφορμὴν ἀπ’ οὐτοῦ
τοῦ ἑρμηνεύσαντος ἐν τοῖς περὶ ἄλλης παραβολῆς τὸν ἀμπελῶνα, φήσομεν ὅτι ἀμπελών ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. οὕτως γὰρ αὐτὸς εἶπεν ἐν τῷ· »ἀρθήσεται ἀφ’ ὑμῶγ ἡ βασιλεία
τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«. Πάντες οὖν οἱ τὰ ἔργα τοῦ ἀμπελῶνος ἐργαζόμενοι, τὰ ἔργα τῆς βασιλείας τοῦ θεοῦ ἀξίως σωτηρίας ἐπιτελοῦντες,
τὸ δηνάριον λήφονται.
γοῦν τις τὸν πάντα τῶν ἀνθρώπων βίον εἶναι τὴν κατὰ τὴν παραβολὴν ἡμέραν. δηλοῦσθαι οὖν τοὺς μὲν ἐκ παίδων καὶ πρώτης ἡλικίας κληθέντας ἐπὶ τὸ ἐργάζεσθαι τὰ τῆς βασιλείας
τοῦ θεοῦ ἔργα εἶναι τοὺς ἅμα τῇ ἕω̣ μισθωθέντας ὑπὸ τοῦ οἰκοδεσπότου, τοὺς δέ μετὰ τό μειράκιον ἐρχομένους ἐπὶ τὴν θεοσέβειαν τοὺς ἀπὸ τρίτης ὥρας παραγενομένους,
τοὺς δέ ἤδη ἄνδρας τοὺς περὶ τὴν ἕγτην ἐξαποστελλομέ- νους ἐπὶ τὸν ἀμπελῶνα· τοὺς δέ πρεσβύτας ἐπὶ τὴν θεοσέβειαν
ἀγομένους εἶναι 〈τοὺς περὶ〉 τὴν ἐννάτην ὥραν μετὰ τόν ἐν νεότητι καύσωνα καὶ τὸ βάρος τῶν μέχρι τῆς πρεσβυτικῆς ἠλικίας πράξεων παραληφθέντας
ἐπὶ τὸν λόγον τοῦ θεοῦ, τοὺς δέ πρὸ( αὐτῇ τῇ ἐξόδῳ γέροντας > δηλοῦσθαι τοὺς <περὶ> ἑ νδεκάτην ὥραν κεκλημένους εἰς τὰ τοῦ ἀμπελῶνος ἔργα. 170 171 172 επει τοινυν προαιρεσις και ου χρονος ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις, διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα Πεποιηκόσι πᾶσι δίδοται ὁ ἴσος τῆς σωτηρίας μισθός. ἐφ’ ᾦ ἀγαακτοῦσιν οἱ ἐκ παίδων πιστοὶ καὶ καμόντες
κοὶ βιασόμενοι τὴν νεότητα, εἰ μέλλουσιν ἔχειν ἴσην σωτηρίαν
τοῖς ἀργοῖς ἀπὸ 〈νεότητος περὶ〉 θεοσεβείας μέχρι γήρως γεγενημένοις καὶ <ἀργοῦσιν ἐν ἀπιστίᾳ κατ᾿> ὀλίγον καιρὸν ἐπὶ τὴν καὶ τὰ ἔργα τῆς πίστεως ἐληλυθόσιν.
τὰ ἔξω τῆς ἐκκλησίας, ὅθεν ὁ λόγος παραλαμβάνει τοὺς καλουμένους καὶ πέμπει ἐπὶ τὸν
ἀμπελῶνα, τὴν ἐκκλησίαν. οὐκ ἀριθμηθεῖεν δ’ <ἄν> κατὰ διήγησιν ταύτην) εἰς τοὺς ἐργάτας 173 174 τοῦ ἀμπελῶνος, ὅσοι ἀκλήθησαν μὲν εἰς τὴν θεοσέβειαν πρότερον, μὴ τηρήσαντες δέ τὰ τῆς πίστεως νικηθέντες ὑπὸ παθῶν ἐξῆλθον· κἂν γὰρ μετὰ τὸ ἐμφορηθῆναι τῶν ἐν ἁμαρτίαις ἡδονῶν θέλωσιν ὡς μετανοοῦντες
〈πόλιν ἀπ’ > ἐργάσασθαι τὸν ἀμπελῶνα, οὐ δύνανται λέγειν τῷ οἰκοδεσπότῃ· οὐδεὶς ἡμᾶς ἐμισθώσατο· ἐμισθώθησαν γὰρ καθ’ ὃν καιρὸν πρότερον ἐπὶ τὸ πιστεύειν
ἐκλήθησαν. ἀλλ’ οὐδὲ λελέξεται αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; μάλιστα εἰ»ἀρξάμενοι πνεύματι«καὶ ὕστερον »σαρκὶ« ἐπιτελούμενοι πόλιν ἐπανέρχεσθαι
βούλοιντο ἐπὶ τὸ ἐξ ὑπαρχῆς πνεύματι θέλειν ζῆν. καὶ οὔ φαμεν ταῦτα ἀποτερπόμενοι ἀνίστασθαι τοὺς πεπτωκότας ἢ <ἐμποδίζοντες> τοὺς πεπλανημένους ἢ παλινδρομεῖν
ἐπὶ τὸνπατρῷον οἷκοντοὺς ἀσελγεῖς υἱοὺς τοὺς〉 κατασωτευσαμένους τὴν τῆς εὐαγγελικῆς διδασκαλίας οὐσίαν. ἐχέτωσαν μέν γὰρ διὰ τὴν μετάνοιαν καὶ τὸ καταλαμβάνεσθαι ἐν 175 176 177 ἐπεστραμμένῳ βίῳ κρείττονα τῶν καταλαμβανομένων ἐν ταῖς ἁμαρτίαις <παραμυθίαν σωτηρίας>. οὐ μὴν χρὴ ὑπολαμβάνειν περὶ αὐτῶν
ὅτι ὅμοιοί εἰσι τοῖς παρὰ τοῦτο ἡμαρτηκόσιν ἐν τῇ νεότητι, παρὰ τὸ μηδὲ τὴν ἀρχὴν τὰ τῆς πίστεως μεμαθηκέναι. θέλλει οὖν ὁ οἰκοδεσπότης καὶ τοῖς ἐσχάτοις δοῦναι ὡς καὶ τοῖς
πρώτοις τὸ δηνάριον, τὴν σωτηρίαν, ἐπεὶ ἔξεστι<ν αὐτῷ> ποιεῖν ὃ θέλει ἐν τοῖς ἑαυτοῦ, καὶ ἐλέγχει τὸν ἔχοντα πονηρὸν ὀφθαλμὸν ἐπὶ τῷ τὸν οἰκοδεσπότην εἶναι ἀγαθόν.
ἔσονται οὖν πολλοὶ τῶν ἐσχάτων πρῶτοι καὶ τινες τῶν πρώτων κληθέντων ἔσχατοι· καὶ γὰρ οἱ κλητοὶ μὲν πολλοί, οἱ δὲ ἐκλεκτοί εἰσιν ὀλίγΟι.
λόγφ γνώσεως κατὰ τὸ πνεῦμα, ὑψηλότερα καὶ μείζονα [καὶ] μετὰ πάσης καταλήψεως εὑρήσειν εἰς τὴν παραβολὴν καὶ ἀποδείξεων εὐπορήσειν παραλαμβάνοντα εἰς αὐτὰς ῥητὰ
μεγαλοφυέστερα. καὶ ἡμεῖς δέ, ὡς ἐχωρήσαμεν ἐκθέμενοι τὸν νοῦν τῆς 178 179 180 παραβολῆς, αἰτοῦμεν ἀπὸ τῶν ἐντυγχανόντων συγγνώμην, εἰ καὶ μὴ κατ' ἀξίαν καθικέσθαι τοῦ βουλήματος τῶν ἐνταῦθα γεγραμμένων δεδυνήμεθα·
τάχα γὰρ τῆς προθυμίας καὶ τοῦ μὴ ἀπωκνηκέναι χάριν δόξομεν ἔχειν ἀποδοχῆς τι ἄξιον.
Commentarium In Evangelium Matthaei (Lib. 12-17). Origen. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.