Ὡριγένους τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ια΄.
τὴν τοῦ θείου [καὶ]νόμου καὶ λόγου ἐρημίαν ἐν τοῖς πολλοῖς. λέγουσι δ´ αὐτῷ τὸ καὶ ἡ ὥρα ἤδη παρῆλθεν, οἱονεὶ παρεληλυθε τὸ εὔκαιρον νόμου καὶ προφητῶν. τάχα δὲ τοῦτο ἔλεγον, ἀναφέροντες τὸν λόγον, καὶ διὰ τὸ 1 τὸν Ἰωάννην ἀποκεκεφαλίσθαι καὶ τὸν νόμον καὶ τοὺς προφήτας, οἵ ἧσαν μέχρι Ἰωάννου, πεπαῦσθαι. παρῆλθεν οὖν (φασὶν) ἡ ὥρα, καὶ οὐ πάρεστι τροφὴ τῷ τὸν καιρὸν αὐτῆς μηκέτι ἐνεστηκέναι, ἵν’ οἱ ἐν τῇ ἐρήμῳ ἀκολουθήσαντές σοι νόμῳ καὶ προφήταις δουλεύσωσι. καὶ ἔτι φασὶν οἱ μαθηταί·
ἀπόλυσον οὖν αὐτούς, ἵν’ ἕκαστος, εἰ μὴ δύναται ἀπὸ τῶν πόλεων, ἀλλ’ ἀπὸ τῶν κωμῶν, τῶν ἀτιμοτέρων χωρίων, κὠνήσηται βρώματα. ταῦτα μὲν ἔφασκον οἱ μαθηταί, ἀπογινώσκοντες τοῖς ὄχλοις εὑρεθήσεσθαι, μετὰ τὸ καταλελύσθαι τὸ γράμμα τοῦ νόμου καὶ πεπαῦσθαι προφητείας, παραδόξους καὶ καινὰς τροφάς. ἀλλ’ ὁ Ἰησοῦς ὅρα τί ἀποκρίνεται τοῖς
μαθηταῖς, μονονουχὶ βοῶν καὶ σαφῶς λέγων· ὐμεῖς μὲν ὑπολαμβάνετε ὅτι, ἐὰν ἀπέλθωσιν ἀπ’ ἐμοῦ ὀ πολὺς ὄτε παραμενοῦσί μοι. ἐγὼ δὲ ὑμῖν ἀποφαίνομαι ὅτι, οὗ μὲν ὑπολαμβάνετε χρῄζειν αὐτούς, οὐ χρῄζουσιν (οὐ γὰρ χρείαν
ἔχουσι τοῦ ἀπελθεῖν)· οὗ δὲ νομίζετε αὐτοὺς μὴ ἔχειν χρείαν (τουτέστιν ἐμοῦ ὡς μὴ δυναμένου αὐτοὺς τρέφειν), τούτου παρὰ τὴν ὑμετέραν προσδοκίαν χρείαν ἔχουσιν. ἐπεὶ οὖν παιδεύσας ὐμᾶς ἱκανοὺς ἐποίησα πρὸς τὸ διδόναι τοῖς δεομένοις λογικὴν τροφήν, ὑμεῖς δότε τοῖς ἀκολουθήσαςί μοι ὄχλοις φαγεῖν· ἔχετε γὰρ δύναμιν ἀπ’ ἐμοῦ λαβόντες τοῦ δοῦναι τοῖς
ὄχλοις φαγεῖν, ᾗτινι 477 εἰ ἦτε ἐπιστήσαντες, κατενοήσατε ἄν, ὅτι πολλῷ πλεῖον ἐγὼ δύναμαι αὐτοὺς θρέψαι, καὶ οὐκ εἰρήκειτε ἄν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
μὲν τὸ δύνασθαι διδόναι ἄρτους, πολλῷ δὲ ὀλιγωτέρους αὑτοὺς νομίζοντες εἶναι καὶ οὐχ ἰκανοὺς τρέφειν τοὺς ἀκολουθήσαντας τῷ Ἰησοῦ, οὐδὲ θεωροῦντες ὅτι ἕκαστον ἄρτον ἢ λόγον ὁ Ἰησοῦς λαβὼν εἰς ὅσον βούλεται ἐκτείνει, ποιῶν αὐτὸν διαρκὴ πᾶσιν ὅσους ἐὰν θρέψαι θέλῃ, φαςίν· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας,πέντε
μὲν ἴσως αἰνισςόμενοι ἄρτους εἶναι τοὺς αἰσθητοὺς τῶν γραφῶν λόγους καὶ διὰ τοῦτο ἰσαρίθμους ταῖς πέντε αἰσθήσεσιν. δύο δὲ ἰχθῦς ἤτοι τὸν 2 προφορικὸν καὶ τὸν ἐνδιάθετον λόγον, ὠσπερεὶ ὄψον τυγάνοντας τῶν ἐν ταῖς γραφαῖς αἰσθητῶν κειμένων, ἢ τάχα καὶ τὸν φθάσαντα ἐπ᾿ αὐτοὺς περὶ πατρὸς καὶ υἱοῦ λόγον. διὸ καὶ αὐτὸς »ἔφαγεν ἰχθύος ὀπτοῦ« ἀναστὰς »μέρος λαβὼν« ἀπὸ τῶν μαθητῶν, καὶ ἀποδεξάμενος ἣν ἐδύναντο ἐκ μέρους
ἀπαγγεῖλαι αὐτῷ περὶ τοῦ πατρὸς θεολοτγίαν. ἡμεῖς μὲν οὖν οὕτως τῷ περὶ τῶν πέντε ἄρτων καὶ δύο ἰχθύων ἐπιβαλεῖν δεδυνήμεθα λόγῳ· εἰκὸς δὲ ὅτι οἱ μᾶλλον ἡμῶν συναγαγεῖν δυνάμενοι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθεύας παρ᾿ ἑαυτοῖς πλείονα καὶ κρείττονα δύναιντ᾿ ἂν ἀποδοῦναι περὶ τούτων νοῦν.
εὐαγγελίῳ, ἀλλὰ λέγουσι παρ᾿ αὐτῷ ὅτι »ἔστι παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια«. καὶ ὅσον μὲν οἱ πέντε ἄρτοι οὗτοι καὶ οἱ δύο ἰχθύες οὐκ ἐφέροντο ὑπὸ τῶν μαθητῶν τῷ Ἰησοῦ, οὐκ ηὔξανον οὐδὲ ἐπλήθυνον οὐδὲ ἐδύναντο τρέφειν πλείονας· ὅτε δὲ λαβὼν αὐτοὺς ὁ σωτὴρ πρῶτον ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ταῖς ἀκτὶσι τῶν ὀφθαλμῶν
αὐτοῦ οἱονεὶ καταβιβάζων δύναμιν ἐκεῖθεν, τὴν ἀνακραθησομένην τοῖς ἄρτοις καὶ τοῖς ἰχθύσι, μέλλουσι τρέφειν τοὺς 478 πεντακισχιλίους, καὶ μετὰ τοῦτο ηὐλόγησε τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, τῷ λόγῳ καὶ τῇ εὐλογίᾳ αὔξων καὶ πληθύνων αὐτούς, καὶ τρίτον μερίζων καὶ κλῶν ἔδωκε τοῖς μαθηταῖς, ἵν᾿ ἐκεῖνοι τοῖς ὄχλοις παραθῶσι, τότε διήρκεσαν οἱ
ἄρτοι καὶ οἱ ἰχθύες, ὡς φαγεῖν πάντας καὶ κορεσθῆναι καί τινας τῶν εὐλογηθέντων ἄρτων μὴ χωρῆσαι φαγεῖν. ἐπερίσσευσε γὰρ τοῖς ὄχλοις τοσαὐτα, ἃ κατὰ μὲν τοὺς ὄχλους οὐκ ἦν, κατὰ δὲ τοὺς δυναμένους μαθητὰς ἆραι τὸ περισσεῦον τῶν κλασμάτων καὶ ἀποθέσθαι εἰς κοφίνους πληρουμένους τῶν περισσευμάτων, ὄντας τὸν ἀριθμὸν τοσούτους ὅσαι αἱ
φυλαὶ τοῦ Ἰσραήλ. περὶ μὲν οὖν τοῦ Ἰωσὴφ ἐν Ψαγμοῖς γέγραπται· »αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν«, περὶ δὲ τῶν Ἰησοῦ μαθητῶν ὅτι ἦραν τὸ περισσεῦον τῶν κλασμάτων οἱ δύδεκα (οἶμαι) δώδεκα 3 4 κοφίνους οὐχ ἡμιτελεῖς, ἀλλὰ πλήρεις. Λ·αί εἰσιν οἶμαι) μέχρι τοῦ δεῦρο καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ πλήρεις κόφινοι δώδεκα τῶν κλασμάτων ἄρτου ζῶντος, οὕς μὴ δύνανται οἱ ὄχλοι ἐσθίειν, παρὰ τοῖς τῶν ὄχλων κρείττοσι μαθηταῖς τοῦ Ἰησοῦ. ἦσαν δέ οἱ ἐσθίοντες ἀπὸ τῶν
πέντε ἄρτων τῶν Πρὸ τῶν περισσευσάντων κοφίνων δώδεκα συγγενεῖς τῷ πέντε ἀριθμῷ μέχρι τῶν αἰσθητῶν φθάσαντες καὶ διὰ τοῦτο πεντακισχίλιοι· ἢ καὶ μέχρι τῶν αἰσθητῶν ἔφθασαν οἱ φαγόντες, ἐπεὶ καὶ οὗτοι ἀπὸ τοῦ ἀναβλέψαντος εἰς οὐρανὸν ἐτράφησαν καὶ εὐλογήσαντος καὶ κλάσαντος αὐτοῦς, καὶ οὐ παῖδες οὐδέ γυναῖκες, ἀλλ᾿ ἄνδρες. εἰσὶ γὰρ καὶ
ἐν αἰσθηταῖς (οἶμαι) τροφαῖς διαφοραί, ὠς τινὰς μέ·ν αὐτῶν εἶναι τῶν καταργησάντων »τὰ τοῦ νηπίου«, τινὰς δὲ τῶν νηΠίων ἔτι καὶ σαρκίνων »ἐν Χριστῷ«.
ἐστιν· ἢ γὰρ οἱ φαγόντες ἦσαν ἄνδρες πεντακισχίλιοι καὶ οὐδεὶς ἦν ἐν τοῖς ἐσθίουσι παιδίον ἢ γυνή, ἢ ὅτι μόνον ἄνδρες πεντακισχίλιοι ἦσαν μὴ ἀριθμουμένων μήτε παίδων μήτε γυναικῶν. τινὲς μέν οὖν, ὡς φθάσαντες εἰρήκαμεν, οὕτως ἐξειλήφασιν, ὅτι οὔτε παιδία οὔτε γυναῖκες παρῆσαν τοῖς ηὐξηκόσι καὶ πεπληθυσμένοις ἀπὸ τῶν πέντε ἄρτων καὶ τῶν
δύο ἰχθύων. εἴποι δ’ ἄν τις ὅτι, πολλῶν φαγόντων καὶ κατ᾿ ἀξίαν καὶ δύναμιν μετειληφότων ἀπὸ τῶν τῆς εὐλογίας ἄρτων, οἱ μὲν ἀριθμῶν ἄξιοι ἀνάλογον τοῖς ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ἀριθμηθεῖσιν εἰκοσαετέσιν Ἰσραηλίταις ἄνδρες ἦσαν· οἱ δέ μὴ 479 ἄξιοι τηλικούτου λόγου καὶ ἀριθμοῦ παῖδες ἦσαν καὶ γυναῖκες. τροπολόγει δέ μοι καὶ τοὺς παῖδος κατὰ τὸ οὐκ 5 6 ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ᾿ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ«, καὶ τἀς γυναῖκας κατὰ τὸ »βούλομαι δέ τοὺς πάντας ὑμᾶς παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ«, τοὺς δὲ ἄνδρας κατὰ τὸ »ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου«. μὴ παρέλθωμεν δὲ ἀδιήγητον
τὸ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε πέντε Λ·αὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δέ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες. τι γὰρ σημαίνει τὸ κοὶ κελεύσας πάντας τοὺς ὄχλους ἀνακλιθῆναι
ἐπὶ τοῦ χόρτου καὶ τί ἄξιόν ἐστι τῆς κελεύσεως Ἰησοῦ νοῆσαι κατὰ τὸν τόπον; νομίζω δὲ ὅτι τοὺς ὄχλους ἐκέλευσεν ἀνακλιθῆναι ἐν χόρτῳ (διὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον »πᾶσα σὰρξ χόρτος«), τοτέστιν ποιῆσαι τὴν σάρκα καὶ ὑποτάξαι »τὸ φρόνημα τῆς σαρκός«, ἶν’ οὕτω τις δυνηθῇ ὧν εὐλογεῖ ἄρτων ὁ Ἰησοῦς μεταλαβεῖν.
αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα«. ἔδει γὰρ τοὺς ἀναπαυσομένους ἐπὶ τοῖς Ἰησοῦ τροφαῖς ἤτοι ἐν τάγματι εἶναι τῶν ἑκατόν, 〈ὄντος〉 ἱεροῦ ἀριθμοῦ καὶ τῷ θεῷ διὰ τὴν μονάδα ἀνακειμένου, ἢ ἐν τάγματι τῶν πεντήκοντα, ἀριθμῷ περιέχοντι τὴν ἄφεσιν κατὰ τὸ μυστήριον τοῦ Ἰωβηλαίου, γινομένου διὰ πεντηκονταετίας, καὶ τῆς κατὰ τὴν Πεντηκοστὴν
ἑορτῆς. οἶμαι δέ ὅτι οἱ δώδεκα κόφινοι ἦσαν παρὰ τοῖς μαθηταῖς, πρὸς οὕς εἴρηται· »καθήσεσθε 480 ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ«. καὶ ὥσπερ λέγοιτο ἄν μυστήριον εἶναι θρόνος κρίνοντος φυλὴν Ῥουβεὶμ κοὶ θρόνος κρίνοντος φυλὴν Συμεὼν καὶ ἄλλος φυλὴν 7 8 Ἰούδα καὶ οὕτω καθεξῆς, οὕτως εἴη ἄν καὶ κόφινος τροφῆς Ῥουβεὶμ καὶ ἄλλος Συμεὼν καὶ ἄλλος Λευΐ. οὐ κατὰ τὸν πορόντα δέ ἐστι λόγον νῦν τοσοῦτον ἐκβῆναι τοῦ προκειμένου, ὡς συναγαγεῖν τὰ περὶ τῶν δώδεκα φυλῶν κοὶ ἰδίᾳ τὰ περὶ ἑκάστης αὐτῶν καὶ εἰπεῖν, τίς ἑκάστη τοῦ Ἰσραὴλ
φυλή.
οἱ ὄχλοι καὶ ἄλλο ὄνομα οἱ μαθηταί, ἵν᾿ ἐκ τῆς παρατηρήσεως καὶ τῆς περὶ τούτου συναγωγῆς θεωρηθῇ, ὅτι τὸ προκείμενον τοῖς εὐαγγελισταῖς ἦν διὰ τῆς εὐαγγελικῆς ἱστορίας παραστῆσαι διαφορὰς τῶν προσερχομένων τῷ Ἰησοῦ· ὦν οἱ μέν εἰσιν ὄχλοι καὶ οὐ χρηματίζουσι μαθηταί, ἕτεροι δὲ οἱ μαθηταὶ κρείττους τυγχάνοντες τῶν ὄχλων. ἀρκεῖ δὲ ἐπὶ τοῦ πορόντος
ὀλίγα ῥητὰ ἡμᾶς παραθέσθαι, ἵνα ἀπὸ τούτων κινηθείς τις τὸ ὅμοιον ποιήσῃ ἐπὶ ὅλων τῶν εὐαγγελίων. γέγραπται τοίνυν, ὡς κάτω τῶν ὄχλων τυγχανόντων, τῶν δὲ μαθητῶν ἀναβάντι εἰς τὸ ὄρος τῷ Ἰησοῦ δυναμένων προσελθεῖν ( ἔνθα οὐχ οἶοί τε ἦσαν οἱ ὄχλοι γενέσθαι), τοιαῦτα· »ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ
αὐτοῦ · καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων · μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι« καὶ τὰ ἑξῆς. κοὶ πόλιν ἐν ἄλλῳ τόπῳ, ὡς τῶν ὄχλων δεομένων θεραπείας, λέλεκται· » ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτούς«. οὐχ εὕρομεν δέ περὶ τῶν μαθητῶν ἀναγεγραμμένην θεραπείαν · ἐπεὶ εἴ τίς ἐστιν ἤδη μαθητὴς τοῦ Ἰησοῦ, ὑγιαίνει ἐκεῖνος καὶ
καλῶς ἔχων Ἰησοῦ τοῦ Ἰησοῦ οὐχ ᾗ ἰατροῦ, ἀλλὰ κατὰ τὰς ἄλλας αὐτοῦ δυνάμεις. πόλιν ἐν ἄλλῳ τόπῳ · »λαλοῦντος αὐτοῦ τοῖς ὄχλοις, ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεσαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ« · ὅπερ αὐτῷ ἐδηλώθη, πρὸς ὅν ἀπεκρίνατο »ἐκτείνας τὴν χεῖρα«, οὐκ ἐπὶ τοὺς ὄχλους ἀλλ᾿ » ἐπὶ τοὺς μαθητὰς, καὶ εἶπεν · ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου«,
καὶ μαρτυρῶν τοῖς μαθηταῖς ὡς ποιοῦσι τὸ θέλημα τοῦ ἐν οὐρανοῖς πατρὸς καὶ διὰ τοῦτο ἀξιωθεῖσι τῶν συγγενῶν καὶ οἰκειοτάτων ὀνομάτων πρὸς τὸν Ἰησοῦν, ἐπιφέρει τῷ » ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου«· »ὅστις ἄν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, αὐτός μου 9 10 ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί«. καὶ πόλιν ἐν ἄλλῳ τόπῳ γέγραπται ὅτι »πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει, κοὶ ἀλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς« · εἶτα μετὰ τὴν τοῦ σπόρου παραβολὴν »προσελθόντες«, οὐκέτι οἱ ὄχλοι ἀλλ᾿ οἱ μαθηταί, εἶπον αὐτῷ«, οὐΙχὶ »διὰ τί ἐν παραβολαῖς«
ἡμῖν λαλεῖς «ἀλλὰ » διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;« ὅτε καὶ »ἀποκριθεὶς εἶπεν«, οὐ τοῖς ὄχλοις ἀλλὰ τοῖς μαθηταῖς τὸ »ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν«, »τοῖς δέ λοιποῖς ἐν οὐκοῦν τῶν προσερχομένων τῷ ὀνόματι τοῦ Ἰησοῦ οἱ μέν γινώσκοντες τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν« μαθηταὶ χρηματίζοιεν ἄν· οἷς δὲ
τὸ τοιοῦτον »οὐ δέδοται«, ὄχλοι οἱ τῶν μαθητῶν ἥττους λέγοιντ᾿ ἄν. πρόσχες γὰρ ἐπιμελῶς ὅτι τοῖς μαθηταῖς εἶπε τὸ »ὕμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν«, Περὶ δέ τῶν ὄχλων τὸ ἐκείνοις δέ οὐ δέδοται«. καὶ ἐν ἄλλῳ τόπῳ ἀφίησι μὲν »τοὺς ὄχλους«, οὐχὶ δέ τοὺς μαθητάς, καὶ ἔρχεται »εἰς τὴν οἰκίαν« · » εἰς τὴν οἰκίαν« αὐτοῦ »προσῆλθον αὐτῷ«,
οὐχὶ οἱ ὄχλοι » οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ«. ἀλλὰ καὶ ἐν ἄλλῳ τόπφ, ἡνίκα »ὀκόύσας« τὰ περὶ Ἰωάννου ὁ Ἰησοῦς ἀνεχώρησεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ ἰδίαν«, οἶ ὄχλοι ἠκολούθησαν αὐτῷ«, ὅτε »ἐξελθὼν εἶδε πολὺν ὄχλον, καὶ σπλαγχνισθεὶς ἐπ᾿ αὐτοῖς ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν«, τῶν
οὐχὶ τῶν μαθητῶν · »ὀψίας δέ γενομένης προσῆλθον αὐτῷ«, οὐχ οἱ ὄχλοι ἀλλ᾿ » οἱ μαθηταί, λέγοντες« ὡς ἕτεροι τῶν ὄχλων) »ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς γό)μος ἀγοράσωσιν ἑαυτοῖς βρώματα«. ἀλλὰ καὶ ἡνίκα λαβὼν τοὺς Πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐραγὸν εὐλόγησε, καὶ κλάσας τοὺς ἄρτους«, οὐ τοῖς ὄΧλοις ἀλλὰ »τοῖς
ἔδωκεν«, ἵνα οἱ μαθηταὶ δῶσι »τοῖς ὄχλοις«, μὴ χωροῦσιν ἀπ᾿ λαβεῖν ἀλλὰ μόγις διὰ τῶν μαθητῶν δεχομένοις τοὺς τῆς εὐλογίας Ἰησοῦ ἄρτους καὶ οὐδὲ τούτους πάντας ἐσθίουσι χορτασθέντες γὰρ οἱ ὄχλοι καταλελοίπασι »τὸ περισσεῦον« ἐν κοφίνοις οὖσι πλήρεσι δώδεκα), ***
ὁ Ἰησοῦς τῶν ὄχλων τοὺς μαθητὰς ἠνάγκασεν αὐτοὺς ἐμβῆναι εἰς 11 12 τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσει αὐτὸς τοὺς ὄχλους. οὐ γὰρ ἠδύναντα οἱ ὄχλοι εἰς τὸ πέραν ἀπελθεῖν, ὡς οὐ μυστικῶς Ἑβραῖοι οἴτινες ἑρμηνεύονται ΠΕΡΑΤΙΚΟΙ) · ἀλλὰ τοῦτο ἔργον ἦν τῶν Ἰησοῦ μαθητῶν, λέγω δέ τὸ εἰς τὸ πέραν
καὶ ὐπερβῆναι »τὰ βλεπόμενα« καὶ σωματικὰ ὠς »πρόσκαιρα«, φθάσαι δέ ἐπὶ τὰ μὴ βλεπόμεν καὶ αἰώνια«. εὐεργεςσία οὖν αὐτάρκης ἦν τοῖς ὄχλοις ἀπὸ τοῦ Ἰησοῦ ὐτοῖς διδομένη, μὴ δυναμένοις διὰ 482 τὸ ὄχλους εἶναι) ἀπελθεῖν εἰς τὸ πέραν, ἀπολυθῆναι ἀπὸ τοῦ Ἰησοῦ. ἥντινα ἀπόλυσιν οὐδεὶς ἔχει ἐξουσίαν ἀπολύειν ἢ ὁ Χριστὸς μόνος, καὶ οὐχ οἶόν τέ ἐστιν ἀπολυθῆναί
τινα μὴ πρότερον φαγόντα ἄρτων ὧν ὁ Ἰησοῦς εὐλογεῖ, οὐχ οἶόν τε δὲ Ε; τῶν ἄρτων τῆς εὐλογίας Ἰησοῦ εἰ μὴ ὡς ἐκέλευσεν ὁ Ἰησοῦς ποιήσοντα κοὶ ἀνακλιθέντα »ἐπὶ τοῦ χόρτου« ὡς ἀποδεδώκαμεν). ἀλλ᾿ οὐδὲ τοῦτο οἷόν τε ποιῆσαι τοὺς ὄχλους μὴ ἀκολουθήσαντας τῷ Ἰησοῦ ἀπὸ τῶν ἰδίων πόλεων »ἀναχωρήσαντι εἰς ἔρημον τόπον κοτ’ ἰδίαν«. καὶ πρότερον
μέν ἀξιούμενος ὑπὸ τῶν μαθητῶν ἀπολῦσαι »τοὺς ὄχλους«, οὐκ ἀπέλυσεν, ἕως ἔθρεψε τοῖς ἄρτοις τῆς εὐλογίας · νῦν δὲ ἀπολύει, τῶν μαθητῶν πρότερον ἀναγκασθέντων ἐμβῆναι εἰς τὸ πλοῖον , καὶ ἀπολύει αὐτοὺς κάτω που τυγχάνοντας κάτω γὰρ ἡ ἔρημος) · αὐτὸς δὲ ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. καὶ τοῦτο δὲ παρατηρητέον, ὅτι εὐθέο)ς μετὰ τό τραφῆναι τοὺς
πεντακισχιλίους ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν. πλὴν οὐ δεδύνηνται οἱ μαθηταὶ προάγειν τὸν Ἰησοῦν εἰς τὸ πέραν, ἀλλὰ μέχρι τοῦ μέσου τῆς θαλάσσης φθάσαντες, βασανιζομένου τοῦ πλοίου τῷ τὸν ἄνεμον αὐτοῖς εἶναι ἐναντίον, ἐφοβήθησαν, »περὶ τετάρτην φυλακὴν« τῆς νυκτὸς
ἐλθόντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ. καὶ εἰ μὴ ἀναβεβήκει εἰς τὸ πλοῖον ὁ Ἰησοῦς, οὔτ’ ἄν ὁ τοῖς πλέουσι μαθηταῖς ἐναντιούμενος ἐπαύσατο ἄνεμος οὔτ’ ἄν »διαπεράσαντες ἦλθον« εἰς τὸ πέραν οἱ πλέοντες. καὶ τάχα βουλάμενος τῇ πείρᾳ αὐτοὺς διδάξαι, ὅτι οὐχ οἶόν τέ ἐστι χωρὶς αὐτοῦ ἀπελθεῖν εἰς τὸ πέραν, ἠνάγκασε μὲν ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν
αὐτὸν εἰς τὸ πέραν· μὴ δυνηθεῖσι δ’ αὐτοῖς πλέον τοῦ μέσου τῆς θαλάσσης διελθεῖν ἐπιφανεὶς καὶ ποιήσας τὰ γεγραμ΄μένα, ἔΜεν ὅτι ὁ εἰς τὸ πέραν γιγνόμενος Ἰησοῦ αὐτῷ συμπλέοντος φθάνει ἐκεῖ. τί δὲ τὸ πλοῖον, εἰς ὁ ἠνάγκασεν ἐμβῆναι τοὺς μαθητὰς ὁ Ἰησοῦς, ἤ τάχα ὁ τῶν πειρασμῶν καὶ περιστάσεων ἀγών, εἰς ὅν ἀναγκαζόμενός 13 14 τις ὑπὸ τοῦ λόγου καὶ οἱονεὶ οὐΧ ἑκὼν ἔρχεται, βουλομένου τοῦ σωτῆρος γυμνάσασθαι τοὺς μαθητὰς ἐν τῷ βασανιζομένῳ τούτῳ πλοίῳ ὑπὸ τῶν κυμάτων καὶ τοῦ ἐναντίου ἀνέμου;
πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ὀλίγον δ᾿ τὴν λέΞιν ἀνέγραψε κοὶ ὀ Μᾶρκος ποιήσας · »καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν εἰς Βηθσαϊδᾶ«), ἀναγκαῖον ἐπιστῆσαι τῷ ἠνάγκασεν, ἐπὰν πρότερον ἴδωμεν τὰ τῆς παραλλαγῆς Παραλλαγῆς τοῦ Μάρκου, 483 ὡρισμένον πλεῖον ἐμφαίνοντος
διὰ τῆς τοῦ ἄρθρου προσθήκης · οὐ γὰρ ταὐτὸν ἐμφαίνεται ἀπὸ τοῦ εὐθέως ἠνάγκασε τοὺς μαθητός, ἔχει δέ τι πλεῖον τὸ »τοὺς μαθητὰς αὐτοῦ« παρὰ τῷ Μάρκῳ γεγραμμένον παρὰ τὸ ἁπλῶς τοὺς μαθητάς. τάχα οὖν ἕνα καὶ τῇ λέξει Παραστῶμεν, οἱ μέν μαθηταὶ δυσαποσπάστως ἔχοντες τοῦ Ἰησοῦ οὐδὲ κατὰ τὸ τυχὸν αὐτοῦ χωρίζεσθαι δύνανται, βουλόμενοι
παρεῖναι αὐτῷ· ὁ δέ κρίνας αὐτοὺς πεῖραν λαβεῖν κυμάτων κοὶ ἐναντίου ἀνέμου, οὐκ ἄν γενομένου εἰ ἦσαν μετὰ τοῦ Ἰησοῦ, ἀνάγκην αὐτοῖς ἐπήρτησε χωρισθεῖσιν αὐτοῦ ἐμβῆναι εἰς πλοῖον. ἀναγκάζει μέν οὖν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον τῶν πειρασμῶν ὁ σωτὴρ καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν κοὶ ἐπέκεινα τῶν περιστάσεων
διὰ τὸ νικᾶν αὐτὰς γενέσθαι. οἱ δὲ εἰς τὸ μέσον τῆς θαλάσσης κοὶ τῶν ἐν πειρασμοῖς γενόμενοι κυμάτων , καὶ τῶν ἐναντίων ἀνἐμων κωλυόντων αὐτοὺς ἀπελθεῖν εἰς τό πέραν, παλαίοντες οὐ δεδύνηνται χωρὶς τοῦ Ἰησοῦ νικῆσαι τὰ κύματα καὶ τὸν ἐναντίον ἄνεμον καὶ φθάσαι εἰς τὸ πέραν. διόΠερ ἐλεήσας αὐτοὺς ὁ λόγος πάντα τὰ παρ’ ἑαυτοῖς πράξαντας,
ἔνα εἰς τὸ πέραν γένωνται, ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν, αὐτῷ μὴ ἔχουσαν κύματα οὐδέ ἄνεμον ἐναντιοῦσθαι δυνάμενον, εἰ καὶ ἐβούλετο. κοὶ γὰρ οὐ γέγραπται ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα. ὁ δέ Πέτρος εἶπε· κέλευσόν με ἐλθεῖν πρός σε, οὐκ ἐΠὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα· ὅστις κατὰ τὰς ἀρχὰς
εἰπόντος αὐτῷ τοῦ Ἰησοῦ ἐλθέ) καταβὰς ἀπὸ τοῦ πλοίου περιεπάτησεν, οὐκ ἐπὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν 15 16 Ἰησοῦν, ἐΠεὶ δέ ἐδίστασεν, εἶδεν ἰσχυρὸν τὸν ἄνεμον, οὐκ ὄντα ἰσχυρὸν τῷ ἀποθεμένῳ τὴν ὀλιγοπιστίαν καὶ τὸν δισταγμόν. καὶ ἀναβάντος τοῦ Ἰησοῦ μετὰ Πέτρου εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος, μηδὲν ἔτι δυνάμενος ἐνεργεῖν εἰς οὐτὸ ἀναβάντος τοῦ Ἰησοῦ.
ὡς ἰσχυροτέρους καὶ δυναμένους ἐπὶ τὸ μέσον τῆς θαλάσσης φθάσαι καὶ ὑπομεῖναι τὴν ἀπὸ τῶν κυμάτων βάσανον (ἕως ἄξιοι τῆς θείας γένωνται καὶ ἴδωσι τὸν Ἰησοῦν καὶ ἀκούσωσιν <λαλοῦντος αὐτοῦ καὶ ἀναβάντος αὐτοῦ διαπεράσει καὶ ἐλθεῖν εἰς τὴν γῆν Γενησαρέτ), τοὺς δὲ ὄχλους ἀπολύσας , οὐ λαβόντας πεῖραν ὡς ἀσθενεστέρους
πλοίου κοὶ κυμάτων καὶ ἐναντιουμένου ἀνέμου, ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίον προσεύξασθαι. περὶ τίνος δέ προσεύξασθαι, ἢ τάχα περὶ μὲν τῶν ὄχλων, ἵνα ἀπολυθέντες μετὰ τοὺς τῆς εὐλογίας ἄρτους μηδὲν ἐναντίον τῇ ἀπὸ τοῦ Ἰησοῦ ἀπολύσει πράξωσι, περὶ δέ τῶν μαθητῶν, ἔνα ἀναγκασθέντες ὑπ᾿ αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν
εἰς τὸ πέραν μηδὲν πάθωσιν ἐν τῇ θαλάσσῃ, μήθ’ ὑπὸ τῶν βασανιζόντων τὸ πλοῖον αὐτῶν κυμάτων μήθ’ ὑπὸ τοῦ ἐναντίου ἀνέμου; καὶ θαρρήσας εἴποιμι ἄν ὅτι ὅτι τὴν τοῦ Ἰησοῦ πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν εὐχὴν οὐδὲν πεπόνθασιν οὗτοι, θαλάσσης κοὶ κυμάτων καὶ ἐναντίου ἀνέμου αὐτοῖς ἀντιπρασσόντων.
πολλὰ τὰ περιεστηκότα ἡμᾶς πράγματα καὶ χαλεπὰ καὶ κάμνοντες μετρίως 17 18 αὐτὰ ἐπὶ ποσὸν διανηξώμεθα, λογιζώμεθα ὅτι τὸ πλοῖον ἡμῶν μέσον ἐστὶ τῆς θαλάσσης τότε, βασανιζόμενον ὑπὸ τῶν κυμάτων βουλομένων ἡμᾶς ναυαγῆσαι »περὶ τὴν πίστιν« 485 ἤ τινα τῶν ἀρετῶν. ἀλλ᾿ ἐπὰν τὸ πνεῦμα τοῦ πονηροῦ βλέπωμεν ἀντιπρᾶττον ἡμῶν τοῖς πράγμασιν, ἐννοήσωμεν
ὅτι τότε ἡμῖν ἐναντίος ἐστὶν ὁ ἄνεεμος. ἐπὸν οὖν ταῦτα πάσχοντες τρεῖς φυλακὰς τῆς νυκτὸς τοῦ ἐν τοῖς πειρασμοῖς σκότους διανύσωμεν, κατὰ τὸ δυνατὸν ἀγωνιζόμενοι καλῶς καὶ τηροῦντες ἑαυτοὺς πρὸς τὸ μὴ ναυαγῆσαι »περὶ τὴν πίστιν« ἤ τινα τῶν ἀρετῶν, πρώτην φυλακὴν τὸν πατέρα τοῦ σκότους καὶ τῆς κακίας, καὶ δευτέραν τὸν υἱὸν αὐτοῦ τὸν ἀντικείμενον καὶ
ἐπαιρόμενον »ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα«, καὶ τρίτην τὸ ἐναντίον τῷ ἁγίῳ πνεύματι πνεῦμα, τότε πιστεύωμεν ὅτι τετάρτης φυλακῆς, ὅτε »ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν«, ἐλεύσεται πρὸς ἡμᾶς ὁ υἱὸς τοῦ θεοῦ, ἶν’ εὐτρεπίσῃ ἡμῖν τὴν θάλασσαν περιπατῶν ἐπ αὐτῆς. καὶ ἐπὰν ἴδωμεν τὸν λόγον ἡμῖν ἐπφανιζόμενον, ταραχθησόμεθα
μὲν πρὶν τρανῶς καταλαβεῖν ὅτι ὁ σωτὴρ ἡμῖν ἐπιδεδήμηκεν, οἰόμενοι ἔτι φάντασμα θεωρεῖν, καὶ φοβούμενοι κεκραξόμεθα· ἀλλ᾿ αὐτὸς εὐθέως ἡμῖν λαλήσει λέγων· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. καὶ θερμότερον κινούμενος ἀπὸ τοῦ θαρσεῖτε εἴ τις ἐν ἡμῖν εὑρεθείη Πέτρος, ὁδεύων μέν »ἐπὶ τὴν τελειότητα« οὐδέπω δέ τοιοῦτος γεγενημένος, καταβὰς
ἀπὸ τοῦ πλοίου, ὡς ἔξω τοῦ πειρασμοῦ γινόμενος ἐκείνου ἐν ᾧ ἐβασανίζετο, περιπατήσει μέν κατ’ ἀρχὰς βουλόμενος ἐλθεῖν πρὸς τὸν Ἰησοῦν ἐπὶ τὰ ὕδατα, ὡς ἔτι δέ ὀλιγόπιστος καὶ ὡς ἔτι διστάζων ἄψεται ἰσχυρὸν τὸν ἄνεμον καὶ φοβηθήσεται κοὶ ἄρξεται μὲν καταποντίζεσθαι, οὐ πείσεται δέ τοῦτο διὰ τὸ τὸν Ἰησοῦν μεγάλῃ καλεῖν φωνῇ
καὶ λέγειν αὐτῷ· κύριε, σῶσόν με. εἶτ᾿ εὐθέως »ἔτι λαλοῦντος« τοῦ τοιούτου Πέτρου καὶ λέγοντος· κύριε, σῶσόν με, ἐκτενεῖ τὴν χεῖρα ὁ λόγος, ὀρέγων τῷ τοιούτῳ βοήθειαν, κοὶ 486 ἐπιλήψεται αὐτοῦ ἀρξαμένου καταποντίζεσθαι καὶ ὀνειδίσει αὐτῷ ἐπὶ τῇ ὀλιγοπιστίᾳ καὶ τῷ δισταγμῷ. πλὴν τήρει ὅτι οὐκ εἶπεν · ἄπιστε, ἀλλά · ὀλιγόπιστε, καὶ ὅτι λέλεκται ·
εἰς τί ἐδίστασας, ἔχων μέν τι τῆς πίστεως, κλίνων δὲ καὶ πρὸς τὸ ἐναντίον οὐτῇ;
νομίζω τοῦτο εὐρηκέναι.
ἐκείνου, δῆλον δ᾿ ὅτι τοῦ ἐν τῷ πέραν, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, περίχωρον τοῦ πέραν (οὐκ ἐν αὐτῷ τῷ πέραν, ἀλλὰ περὶ αὐτό), καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας. ἐν τούτῳ δὲ τήρει ὅτι προσήνεγκαν αὐτῷ οὐ πολλοὺς κακῶς ἔχοντας μόνον, ἀλλὰ πάντας τοὺς ἐν τῇ περιχώρῳ ἐκείνῃ. οἱ δὲ προσενεχθέντες
αὐτῷ κακῶς ἔχοντες παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κραστέδου τοῦ ἱματίου αὐτοῦ, χάριν ἀπ᾿ αὐτοῦ αἰτοῦντες ταύτην, ἐπεὶ μὴ ἦσαν ὁποία ἡ »αἱμορροοῦσα γυνὴ τὰ δώδεκα ἔτη« καὶ »προσελθοῦσα ὄπισθεν« καὶ ἁψαμένη »τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ«, ὅτι »ἔλεγεν ἐν ἑαυτῇ·εἰ μόνον ἅψομαι τοῦ ἱματίου αὐτοῦ, σωθῄ-
σομαι« — τήρει γὰρ 〈τὸ σύμφωνον〉 ἐν τοῖς περὶ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ—διὸ »παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς«. οἱ δὲ ἀπὸ τῆς περιχώρου τῆς γῆς Γενησαρέτ, εἰς ἣν διαπεράσαντες ἦλθον ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀφ᾿ ἑαυτῶν προσῆλθον τῷ Ἰησοῦ ἀλλὰ προσήχθησαν ὑπὸ τῶν ἀποστειλάντων, ἅτε μὴ δυνάμενοι διὰ τὸ σφόδρα
κακῶς ἔχειν προσελθεῖν ἀφ᾿ ἑαυτῶν, καὶ οὐδὲ μόνοι ἥψαντο τοῦ κρασπέδου, ὡς ἡ αἱμορροοῦσα, ἀλλὰ παρακαλεσάντων ἐκείνων. πλὴν καὶ τούτων ὅσοι ἥψαντο διεσώθησαν. εἰ δὲ ἔστι τις διαφορὰ τοῦ διεσώθησαν ἐπὶ τούτων εἰρημένου πρὸς τὸ σωθῆναι ἐκείνην (εἴρηται γὰρ πρὸς τὴν αἱμορροοῦσαν· »ἡ πίστις σου σέσωκέ σε«), καὶ αὐτὸς ἐπιστήσεις.
τοὺς ἀπὸ Ἱεροσολύμων Φαρισαίους καὶ γραμματεῖς τῷ σωτῆρι πυνθανομένους αὐτοῦ τὰ ἐκκείμενα, ἀλλὰ πεποίηκε· τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων. πότε οὖν τότε, κατανοητέον. ἡνίκα »διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρὲτ« τῷ πλοίῳ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, κοπάσαντος τοῦ ἀνέμου ἀφ᾿ οὗ ἐπιβέβηκεν ὁ Ἰησοῦς
τῷ πλοίῳ, καὶ ὅτ᾿ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν ἵνα κἄν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὄσοι ἥψαντο διεσώθησαν«, τηνικάδε προσῇλθον αὐτῷ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς, μὴ κααπλαγέντες τὴν
ἐν τῷ Ἰησοῦ δύναμιν ἰασαμένην τοὺς κἄν »μόνον τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ« ἁψαμένους, φιλαιτίως δέ ἐγκαλοῦντες ἐπὶ τοῦ διδασκάλου, οὐ περὶ παραβάσεως ἐντολῆς θεοῦ ἀλλὰ παραδόσεως μιᾶς Ἰουδαϊκῶν πρεσβυτέρων. καὶ εἰκὸς ὅτι αὐτὸ τὸ τῶν φιλαιτίων ἔγκλημα παρίστησι τὴν τῶν μαθητῶν Ἰησοῦ εὐλάβειαν, μηδεμίαν ἀφορμὴν διδόντων ἐπιλήψεως ὡς
περὶ παραβάσεως ἐντολῶν θεοῦ τοῖς Φαρισαίοις καὶ γραμματεῦσιν, οἵτινες οὐκ ἄν προσήνεγκαν τὸ περὶ παραβάσεως τοῖς μαθηταῖς Ἰησοῦ ἔγκλημα ὡς παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων , εἴπερ εἶχον ἐπιλαμβάνεσθαι τῶν ἐγκαλουμένων καὶ ἀποδεικνύναι αὐτοὺς παραβαίνοντας ἐντολὴν θεοῦ.
»ἵνα Ἰουδαίους κερδήσῃ«, 488 τί ἄτοπον τοὺς ἀποστόλους ἐν Ἰουδαίοις ποιουμένους τὰς διατριβάς, κἂν τὰ πνευματικὰ νοῶσι τοῦ νόμου, χρῆσθαι τῇ συμπεριφορᾷ, ὡς καὶ Παῦλος Τιμόθεον περιτεμὼν καὶ θυσίαν κατά τινα νομικὴν εὐχὴν προσαγαγών, ὡς ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξεσι 23 24 πλὴν πάνυ φαίνονται φιλεγκλήμονες οἱ Περὶ μὲν ἐντολῆς θεοῦ μηδέν ἔχοντες ἐγκαλεῖν τοῖς Ἰησοῦ μαθηταῖς, μόνον δέ περὶ πρεσβυτέρων παραδόσεως μιᾶς. καὶ μάλιστα ἐμφαίνεται οὕτως τὸ φιλέγκλημον, ὅτι παρ᾿ αὐτοῖς τοῖς ἰαθεῖσιν ἀπὸ τοῦ κακῶς ἔχειν Προσάγουσι τὸ ἔγκλημα, τῷ μέν δοκεῖν κατὰ
τῶν μαθητῶν τό δ’ ἀληθὲς τὸν διδάσκαλον διαβάλλειν προαιρούμενοι · ὅ τι κοὶ παράδοσις ἦν τῶν πρεσβυτέρων τὸ νίπτεσθαι ὡς ἀναγκαῖον Πρὸς εὐσέβειαν. ᾤοντο γὰρ κοινὰς μέν καὶ ἀκαθάρτους εἶναι χεῖρας τὰς τῶν μὴ νιψαμένων πρὸ τοῦ ἀρτοφαγεῖν, καθαρὰς δέ καὶ ἁγίας γεγονέναι τὰς τῶν ἀποπλυνομένων ὕδατι, οὐ συμβολικῶς, ἀλλ᾿ ἀνάλογον τῷ κατὰ τὸ
Μωσέως νόμῳ. ἡμεῖς δέ οὐ κατὰ τὴν τῶν παρ’ ἐκείνοις πρεσβυτέρων παράδοσιν, ἀλλὰ κατὰ τὸ εὔλογον καθαίρειν πειρ(όμεθα ἑαυτῶν τὰς πράξεις καὶ οὕτως τὰς τῶν ψυχῶν νίπτεσθαι χεῖρας, ὅταν μέλλωμεν ἐσθίειν οὕς αἰτοῦμεν ἀπὸ τοῦ φίλου ἡμῖν θέλοντος εἶναι Ἰησοῦ »τρεῖς ἄρτους« · »κοιναῖς« γὰρ καὶ »ἀνίπτοις« κοὶ οὐ καθαραῖς χερσὶν οὐ χρὴ τῶν ἄρτων
μεταλαμβάνειν.
ἧς κύριος ὁ θεός σου δίδωσί σοι«, ἡ δέ λοιπὴ ἐν τῷ Λευϊτικῷ τοῦτον ἐγέγραπτο τὸν τρόπον » ἐὰν ἄνθρωπος κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ κοὶ τὴν αὐτοῦ, θανάτῳ θανατούσθω · πατέρα αὐτοῦ ἢ μητέρα κακῶς εἶΠεν, ἔνοχος ἔσται«. ἀλλ᾿ ἐπεὶ αὐτὴν θέλομεν ἰδεῖν τὴν λέξιν, ἥν ἐξέθετο ὀ Ματθαῖος, ὅτι ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω, ἐπίστησον
μήποτε ἐλήφθη ἀπὸ τοῦ τόπου ἔνθα γέγραπται · »ὅς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω« κοὶ ὁ κακολογῶν Μέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω«. οὕτως μέν οὖν εἶχον αἱ ἀπὸ τοῦ νόμου λέξεις περὶ τῶν δύο 489 ἐντολῶν. ὁ δὲ Ματθαῖος ἐκ μέρους καὶ ἐπιτετμημένως αὐτὰς ἐξέθετο καὶ οὐκ αὐταῖς λέξεσι.
ἐκδεδώκασιν, ἀσαφέστερον ἐν τῷ εὐαγγελίῳ κειμένην, ᾗ οὐδ᾿ αὐτοὶ ἐπιβεβλήκειμεν ἄν, εἰ μὴ τῶν Ἑβραίων τις ἐπιδέδωκεν ἡμῖν τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα. ἔσθ᾿ ὅτε, φησίν, οἱ δανεισταὶ δυστραπέλοις περιπίπτοντες χρεώσταις καὶ δυναμένοις μὲν μὴ βουλομένοις δὲ ἀποδιδόναι τὸ χρέος, ἀνετίθεσαν τὸ ὀφειλόμενον εἰς τὸν τῶν πενήτων λόγον, οἶς ἐβάλλετο εἰς
τὸ γαζοφυλάκιον ὑπὸ ἑκάστου (ὡς ἐδύνατο) τῶν βουλομένων αὐτοῖς κοινωνεῖν. ἔλεγον οὖν ἔσθ᾿ ὅτε τοῖς ὀφείλουσι κατὰ τὴν οἰκείαν διάλεκτον· κορβᾶν ἐστιν ὃ ὀφείλεις μοι, τουτέστι δῶρον· ἀνέθηκα γὰρ αὐτὸ εἰς λόγον τῆς εἰς θεὸν εὐσεβείας τοῖς πένησιν. εἶτα ὁ χρεώστης, ὡς μηκέτι ἀνθρώποις, ἀλλὰ τῷ θεῷ ὀφείλων καὶ τῇ εἰς αὐτὸν εὐσεβείᾳ, οἱονεὶ συνεκλείετο πρὸς τὸ καὶ
μὴ βουλόμενος ἀποδοῦναι τὸ χρέος, οὐκέτι μέν τῷ δανειστῇ, ἤδη δὲ εἰς τὸν λόγον τῶν πενήτων τῷ θεῷ ἐξ ὀνόματος τοῦ δανειστοῦ. ὅπερ οὖν ὁ δανειστὴς ἐποίει τῷ χρεώστῃ, τοῦτό ποτέ τινες τῶν υἱῶν τοῖς γονεῦσιν, καὶ ἔλεγον αὐτοῖς ὅτι, ἄν ἐξ ἐμοῦ ἐμοῦ ὠφεληθῇς, πάτερ ἢ μῆτερ, τοῦτο ἴσθι ἀπὸ τοῦ κορβᾶν λαμβάνειν, ἐκ τοῦ λόγου τῶν θεῷ ἀνακειμένων πενήτων.
εἶτα ἀκούοντες οἱ γονεῖς ὅτι κορβᾶν ἐστιν ἀνακείμενον τῷ θεῷ τὸ διδόμενον αὐτοῖς, οὐκέτι ἐβούλοντο λαμβάνειν, εἰ καὶ πάνυ ἔχρῃζον τῶν ἀναγκαίων, ἀπὸ τῶν υἱέων. οἱ οὖν πρεσβύτεροι τοιαύτην παράδοσιν 490 εἰς τοὺς ἀπὸ τοῦ λαοῦ ἔλεγον ὅτι, ὅστις ἄν τῷ πατρὶ ἢ τῇ μητρὶ εἴπῃ τὸ διδόμενόν τινι αὐτῶν κορβᾶν εἶναι καὶ δῶρον, οὗτος οὐκέτι ὀφειλέτης ἐστὶ
πρὸς τὸν πατέρα ἢ τὴν μητέρα ἐν δόσει τῶν πρὸς τὰς τοῦ βίου χρείας. 27 28 τούτην οὖν ἐλέγχει ὡς οὐχ ὑγιῶς ἔχουσαν παράδοσιν ὁ σωτήρ, ἀλλὰ ἐναντιουμένην τῇ ἐντολῇ τοῦ θεοῦ. εἰ γὰρ ὁ μέν θεὸς λέγει τὸ τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἡ δέ παράδοσις ἔλεγεν· οὐκ ὀφείλει τιμᾶν τὸν πατέρα ἢ τὴν μητέρα τῇ δόσει ὁ ἀναθεὶς τῷ θεῷ ὡς κορβᾶν τὸ
δοθησόμενον ἄν τοῖς γεγεννηκόσι, δῆλον ὅτι ἠκυροῦτο ἡ τοῦ θεοῦ Περὶ τιμῆς γονέων ἐντολὴ ὑπὸ τῆς τῶν Φαρισαίων καὶ γραμματέων παραδόσεως, λεγούσης μηκέτι δεῖν τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρ(ι τὸν ἅπαξ ἀνατεθεικότα τῷ θεῷ ὅ ἔλαβον ἄν οἱ γεγεννηκότες. καὶ ὡς φιλάργυροί γε οἱ Φαρισαῖοι, ἶνα τῇ προφάσει τῶν πενήτων λαμβάνωσι καὶ τὰ δοθησόμενα
ἄν τοῖς γονεῦσί τινος, τὰ τοιαῦτα ἐδίδασκον. καὶ μαρτυρεῖ γε αὐτῶν τῇ φιλαργυρίᾳ τὸ εὐαγγέλιον λέγον · »ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, κοὶ ἐξεμυκτήριζον αὐτόν«.
πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμφότερα ποιεῖν, ἀδελφὸς ἄν οὗτος ἐνδίκως λέγοιτο τῶν ἀκυρωσάντων τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ἑαυτῶν Φαρισαίων κοὶ ἐλεγχθέντων ὑπὸ τοῦ σωτῆρος ὑποκριτῶν. καὶ σφόδρα γε ἀποτρεπτικά ἐστιν ἐκ τοῦ λόγου τῶν πενήτων λαμβάνειν τινὰ
προθύμως καὶ νομίζειν »πορισμὸν εἶναι τὴν ἑτέρων εὐσέβειαν«, οὐ μόνα δὲ ταῦτα, ἀλλὰ καὶ τὰ περὶ τοῦ προδότου Ἰούδα γεγραμμένα, ὅς μὲν δοκεῖν ἐπρέσβευε περὶ τῶν πενήτων καὶ ἀγανακτῶν ἔλεγεν · »ἠδύνατο τὸ μύρον πραθῆναι δηναρίων τριακοσίων καὶ δοθῆναι πτωχοῖς«, τὸ δ’ ἀληθὲς »κλέπτης ἦν κοὶ τὸ γλωσσόκομον ἔχων τὰ 491 βαλλόμενα ἐβάστα-
ζεν«. εἴ τις οὖν καὶ νῦν τὸ τῆς ἐκκλησίας ἔχων γλωσσόκομον λέγει μέν ὡς καὶ ὁ Ἰούδας) ὑπέρ πενήτων, τὰ δέ βαλλόμενα βαστάζει, τὴν μερίδα ἑαυτῷ τιθείη μετὰ τοῦ ταῦτα πράξαντος᾿ Ἰούδα. δι᾿ ἅ ὡς γάγγραινα) νομὴν ἐσχηκότα ἐν τῇ ψυχῇ αὐτοῦ ὁ διόβολος ἔβαλεν αὐτοῦ »εἰς τὴν καρδίαν« τὸν σωτῆρα παραδοῦναι, καὶ παραδεξάμενον »τὸ πεπυρωμένον« περὶ τούτου
»βέλος« ὕστερον αὐτὸς εἰσελθὼν εἰς τὴν ψυχὴν αὐτοῦ) ἐπλήρωσεν αὐτόν. 29 30 καὶ τάχα ἐπὰν λέγη ὁ ἀπόστολος · »ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία«, διὰ τὴν Ἰούδα λέγει φιλαργυρίαν , ἥτις ῥίζα πόντων τῶν κακῶν ἐστι τῶν κατὰ τοῦ Ἰησοῦ.
ἀπὸ τοῦ νόμου ἐπιτεμόμενος ἐντολὰς ἐξέθετο, τὴν μέν ἀπὸ τῆς δεκαλόγου ἀπὸ τῆς Ἐξόδου, τὴν δέ ἀπὸ τοῦ Λευϊτικοῦ ἢ τῶν ἄλλων ἀπό τινος τῶν ἐν τῇ Πεντατεύχῳ. εἶτα ἐπεὶ διηγησάμεθα πῶς ἠκύρωσαν τὸν λόγον τοῦ θεοῦ (φάσκοντα· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου) λέγοντες· οὐ τιμήσει τὸν πατέρα ἢ τὴν μητέρα αὐτοῦ, ὅς ἄν
εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ αὐτοῦ· δῶρον ὅ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ζητήσαι τις ἄν, πῶς οὐ παρέλκει τὸ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. ἔστω γάρ, οὐ τιμᾷ τὸν πατέρα καὶ τὴν μητέρα τῷ καλουμένῳ κορβᾶν ἀνατιθεὶς τὰ δοθησόμενα ἂν εἰς τιμὴν πατρὸς κοὶ μητρός, πῶς οὖν ἡ τῶν Φαρισαίων παράδοσις ἀκυροῖ κοὶ τὸν
λέγοντα· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω; ἀλλὰ μήΠοτε ὅς ἐὰν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον ὅ ἄν ἐξ ἐμοῦ ὠφεληθῇς ὡσπερεὶ λοιδορίαν ἐπιφέρει τῷ πατρὶ ἢ τῇ μητρί
οἷον ἱεροσύλους λέγων τοὺς γονεῖς λαμβάνοντας τὰ ἀνακείμενα τῷ κορβᾶν ἀπὸ τοῦ ἀνατεθεικότος αὐτὰ αὐτῷ. Ἰουδαῖοι οὖν υἰοὺς ὡς κακολογοῦντας
πατέρα ἢ μητέρα τοὺς λέγοντας τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον, ὅ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς κολάζουσι κατὰ τὸν νόμον· ὑμεῖς δέ τῇ ὑιᾷ ὑμῶν παραδόσει δύο ἐντολὰς τοῦ θεοῦ ἀκυροῦτε. εἶτα οὐκ αἰδεῖσθε ἐγκαλοῦντες τοῖς ἐμοῖς μαθηταῖς οὐδεμίαν μέν ἐντολὴν παραβαίνουσι πορεύονται γὰρ »ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ καὶ δικαιώμασιν
ἀμέμπτως«), παραβαίνουσι δέ πρεσβυτέρων παράδοσιν εὐλαβείᾳ τοῦ μὴ παραβῆναι ἐντολὴν θεοῦ. ὅπερ εἰ καὶ ὑμῖν προέκειτο, τὴν μέν Περὶ τιμῆς πατρὸς κοὶ μητρὸς ἐντολὴν ἐφυλάξατε ἄν καὶ τὴν λέγουσαν ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω , τὴν δὲ ἐναντιουμένην ταῖς ἐντολαῖς ταύταις τῶν πρεσβυτέρων παράδοσιν οὐκ ἄν ἐφυλάξατε.
ἀπ᾿ ἀρχῆς τὸ ἐν τῷ Ἡσαΐᾳ ῥητόν· »ἐκλύθητε καὶ ἔκστητε. κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδ’ ἀπὸ οἴνου· ὅτι πεπότικεν ὑμᾶς κύριος πνεῦμα κατανύξεως, κοὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν κοὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά. καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὅ ἐὰν δῶσιν αὐτὸ
ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγνωθι ταῦτα · κοὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ · 493 ἀνάγνωθι τοῦτο· κοὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα. καὶ εἶπε κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος« καὶ τὰ ἑξῆς ἕως τοῦ »οὐαὶ οἱ ἐν κρυφῆ βουλὴν ποιοῦντες
καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν«.
δὲ καμμύσαι καὶ τοὺς προφήτας αὐτῶν καὶ τοὺς ἐπαγγελλομένους ὁρᾶν τὰ κρυπτὰ« ἄρχοντας αὐτῶν. ἅπερ οἶμοι) γεγένηται μετὰ τὴν τοῦ σωτῆρος ἐπιδημίαν ἐν τῷ λαῷ ἐκείνῳ · γέγονε γὰρ αὐτοῖς πάντα τὰ ῥήματα ὅλο)ν μὲν τῶν γραφῶν, καὶ τοῦ Ἡσαΐου δέ, »ὡς λόγοι βιβλίου ἐσφραγισμένου«. τὸ δέ »ἐσφραγισμένου« εἴρηται οἱονεὶ κεκλεισμένου τῇ ἀσαφείᾳ κοὶ μὴ ἠνοιγμένου τῇ
σαφηνείᾳ· ὅπερ ἐπίσης τοῖς μηδὲ τὴν ἀρχὴν διὰ τὸ μὴ εἰδέναι γράμματα) ἀναγνῶναι αὐτὸ δυναμένοις κοὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματά ἐστιν ἀσαφές, οὐ γινώσκουσι τὸν ἐν τοῖς γεγραμμένοις νοῦν. καλῶς οὖν ἐπιφέρει 〈τού〉τοις ὅτι, ἐπὰν ἐκλυθεὶς ἀπὸ τῶν ἁμαρτημάτων ὁ λαὸς καὶ ἐκστλὰς μανῇ κοτ’ αὐτοῦ, οἶς καὶ κραιπαλήσει κατ᾿ αὐτοῦ »πνεύματι κατανύξεως«,
ὅ ποτισθήσεται ὑπὸ τοῦ κυρίου καμμύοντος αὐτῶν τοὺς ὀφθαλμοὺς ὡς ἀνξίους τοῦ βλέπειν) κοὶ τῶν προφητῶν αὐτῶν καὶ τᾶ)ν ἀρχόντων αὐτῶν τῶν ἐπαγγελλομένων βλέπειν τὰ κρυπτὰ τῶν ἐν ταῖς θείαις γραφαῖς μυστηρίων, καὶ ἐπὰν καμμύσωσιν αὐτῶν οἱ ὀφθαλμοί, τότε αὐτοῖς ἔσται τὰ προφητικὰ ῥήματα ἐσφραγισμένα καὶ ἐπικεκρυμμένα· ὅπερ πεπόνθασιν
ὁ λαὸς ὁ τῶν μὴ πιστευόντων εἰς τὸν Ἰησοῦν ὡς Χριστόν. ἐΠὰν δέ γέ- 33 34 νηται τὰ προφητικὰ αὐτοῖς «ὡς λόγοι βιβλίου ἐσφραγισμένου«, οὐ τοῖς μὴ εἰδόσιν ἀλλὰ καὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματα, τότε εἶπεν ὁ κύριος μόνῳ »τῷ στόματι« ἐγγίζειν τὸν λαὸν τῶν Ἰουδαίων θεῷ · καὶ »τοῖς χείλεσι« τιμᾶν αὐτόν φησι, διότι »ἡ καρδία αὐτῶν« διὰ τὴν
εἰς τὸν Ἰησοῦν ἀπιστίαν πόρρω ἐστὶν ἀπὸ κυρίου.
494 συμβαινόντων, μετέθηκεν ὁ θεὸς τὸν τῶν Ἰουδαίων λαὸν καὶ ἀπώλεσε τὴν σοφίαν« αὐτῶν τῶν παρ’ αὐτοῖς σοφῶν οὐκέτι γάρ ἐστι σοφία παρ᾿ αὐτοῖς ὡς οὐδέ προφητεία), ἀλλὰ κοὶ »τὴν σύνεσιν τῶν συνετῶν« τοῦ λαοῦ κατορώρυχέ που κοὶ ἔκρυφεν ὁ θεός, καὶ οὐκέτι ἐστὶ λαμπρὰ καὶ ἐπιφανής. διὸ κἄν δοκῶσι βουλήν τινα »βαθέως« ποιεῖν, οὐ διὰ τοῦ κυρίου αὐτὴν ποιοῦντες
ταλανίζονται · κἄν κρυπτά τινα ἐπαγγέλλωνται βουλῆς θείας, ψεύδονται, ἐπεὶ τὰ ἔργα αὐτῶν οὐ φωτός ἐστιν καὶ ἡμέρας, ἀλλὰ σκότους διὰ βραχέων δέ ἔδοξεν ἡμῖν ἐκθέσθαι τὴν προφητείαν καὶ τὴν ἐπὶ ποσὸν σαφήνειαν αὐτῆς, ἐπείπερ ἐμνήσθη αὐτῆς ὁ Ματθαῖος. ἐμνήσθη δὲ καὶ Μᾶρκος, ἀφ᾿ οὗ χρησίμως παραστησόμεθα περὶ τῆς παραβάσεως τῶν πρεσβυτέρων
δοξάντων νίπτειν τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσιν οἱ Ἰουδαῖοι, τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα· »οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ Πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, καὶ ἀπ᾿ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσι, κοὶ ἄλλα τινά ἐστιν ἅ παρέλαβον κρατεῖν, βαΠτισμοὺς ποτηρίων
καὶ ξεστῶν κοὶ χαλκείων καὶ κλινῶν«.
βρωμάτων, ἐφ’ οἷς ὡς παρανομοῦσιν ἐγκαλοῦσιν ἡμῖν οἱ σωματικοὶ Ἰουδαῖοι καὶ οἱ ὀλίγῳ διαφέροντες αὐτῶν Ἐβιωναῖοι, μὴ νομίζειν τὸν σκοπὸν εἶναι τῇ γραφῇ τὸν πρόχειρον περὶ τούτων νοῦν. εἰ γὰρ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐξερχόμενον ἐκ 35 36 τοῦ στόματος , καὶ μάλιστα ἐΠεὶ καὶ ἐν τῷ κατὰ τὸν Μᾶρκον ταῦτα ἔλεγεν ὁ σωτὴρ »καθαρίζων πάντα τὰ βρώματα«, δῆλον ὅτι οὐ κοινούμεθα μέν ἐσθίοντες ἅ Ἰουδαῖοί φασι τῷ γράμματι τοῦ νόμου δουλεύειν ἐθέλοντες) εἶναι ἀκάθαρτα, τότε δέ κοινούμεθα ὅτε, δέον τὰ χείλη ἡμῶν
δεδέσθαι »αἰσθήσει« καὶ ποιεῖν ἡμᾶς οἶς λέγομεν »ζυγὸν καὶ σταθμόν«, λέγομεν μὲν τὰ παρατυχόντα διαλογιζόμεθα δέ τὰ μὴ δέοντο, ἀφ᾿ ὧν ἡ πηγὴ ἡμῖν ἔρχεται τῶν ἁμαρτημάτων. καὶ πρέπον γέ ἐστι θεοῦ νόμῳ ἀπαγορεύειν τὰ ἀπὸ κακίας καὶ προστάσσειν τὰ κατ᾿ ἀρετήν, τὰ δέ τῷ ἰδίῳ λόγῳ ἀδιάφορα ταῦτα ἐᾶν ἐπὶ χώρας, δυνάμεν διὰ τὴν προαίρεσιν καὶ
τὸν ἐν ἡμῖν λόγον ὁμαρτανόμενα μέν κακῶς πράττεσθαι, κατορθού μενα
δὲ γίγνεσθαι καλῶς. ταῦτα δέ τις ἐπιπελῶς νοήσας, ὄψεται ὅτι καὶ τὰ νομιζόμενα ἀγαθὰ οἶόν τέ ἐστι κακῶς καὶ ἀπὸ πάθους λαβόντα ἁμαρτάνειν, καὶ τὰ λεγόμενα ἀκάθαρτα δυνατὸν κατὰ λόγον ἐν χρήσει ἡμῖν γινόμενα λογίζεσθαι καθαρά. ὥσπερ γὰρ τοῦ μὲν ἁμαρτάνοντος Ἰουδαίου ἡ
εἰς ἀκροβυστίαν λογισθήσεται τοῦ δὲ κατορθοῦντος ἀπὸ τῶν ἐθῶν ἡ ἀκροβυστία εἰς περιτομήν, οὕτως τὰ μὲν νομιζόμενα καθαρὰ λογισθήσεται εἰς ἀκάθαρτα τῷ μὴ δεόντως αὐτοῖς μηδέ ὅτε δεῖ μηδέ ὅσον δεῖ μηδὲ ὅθεν δεῖ χρωμένῳ, τὰ δέ λεγόμενα ἀκάθαρτα »πάντα« γίνεται καθαρὰ τοῖς καθαροῖς· τοῖς γὰρ μεμιασμένοις καὶ ἀπίστοις οὐδέν καθαρόν,
ἐπεὶ μεμίανται αὐτῶν καὶ ὁ νοῦς κοὶ ἡ συνείδησις«· καὶ ταῦτα, μεμιασμένα, ἅπαντα ποιεῖ μιαρὰ ὧν ἄν ἅψηται, ὡς πόλιν ἐκ τοῦ ἐναντίου ὁ καθαρὸς νοῦς κοὶ ἡ καθαρὰ συνείδησις πάντα ποιεῖ καθαρά, κἂν δοκῇ ἀκάθαρτα τυγχάνειν · οὐδὲ γὰρ ἀπὸ ἀκολασίας οὐδὲ ἀπὸ φιληδονίας οὐδὲ μετὰ διακρίσεως περιελκούσης εἰς ἑκάτερα οἱ δίκαιοι χρῶνται τοῖς βρώμασιν ἢ πόμασι,
μεμνημένοι τοῦ »εἴτε ἐσθίετε εἴτε πίνετε ἕτε τι ἄλλο ποιεῖτε, εἰς δόξαν θεοῦ ποιεῖτε«.
θεοποιεῖσθαι τιμωμένην τὴν γαστέρα, ὅταν αὐτὴ καὶ αἱ κοτ’ αὐτὴν ὀρέξεις καὶ μὴ ὁ λόγος ἄρχῃ τῆς ἡμῶν. ἡμῶν. ἀλλὰ καὶ γινώσκοντες δαιμονίοις κεχρῆσθαί τινα ἢ μὴ γινώσκοντες μέν, ὑπονοοῦντες δέ) καὶ διακρινόμενοι περὶ τούτου, εἰ χρησαίμεθα τοῖς τοιούτοις, οὐκ »εἰς δόξαν θεοῦ« αὐτοῖς 37 38 κεχρήμεθα οὐδὲ ἐν ὀνόματι Χριστοῦ, οὐ μόνον τῆς περὶ τοῦ εἰδωλόθυτα εἶναι ὑπολήψεως κατακρινούσης τὸν ἐσθίοντα, ἀλλὰ καὶ τῆς περὶ τούτου διακρίσεως. »ὁ γὰρ διακρινόμενος κατὰ τὸν ἀπόστολον) ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως · πᾶν δὲ ὅ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν«.
»ἐν πίστεως« μὲν οὖν ἐσθίει ὁ πεπιστευκὼς μὴ ἐν εἰδωλείοις τεθύσθαι τὸ ἐσθιόμενον μηδέ πνικτὸν αὐτὸ εἶναι ἢ αἶμα, οὐκ »ἐκ πίστεως« δέ ὁ περὶ τούτων τινὸς διακρινόμενος · καὶ κοινωνὸς δέ τῶν δαιμονίων« γίνεται ὁ καὶ αὐτὰ εἰδὼς »δαιμονίοις« τεθύσθαι καὶ οὐδὲν ἧττον χρώμενος μετὰ μεμολυσμένης τῆς περὶ τῶν δαιμονίων κοινωνησάντων τῷ θύματι φαντασίας.
καὶ ὁ ἀπόστολος μέντοι ἐπιστάμενος μὴ τὴν φύσιν τῶν βρωμάτων αἰτίαν εἶναι βλάβη( τῷ χρωμένῳ ἢ ὠφελείας τῷ ἀπεχομένῳ, ἀλλὰ τὰ δόγματα καὶ τὸν ἐνυπάρχοντα λόγον, εἶπε · »βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ θεῷ · οὔτε γὰρ ἐὰν φάγωμεν περισσευόμεθα, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα«. 496 καὶ ἐπείΠερ ἠπίστατο τοὺς μεγαλοφυέστερον νοοῦντας κατὰ τὸν
νόμον, τίνα τὰ καθαρὰ καὶ τίνα τὰ ἀκάθαρτα, ἀποστάντας τῆς περὶ τοῦ χρῆσθαι ὡς καθαροῖς καὶ ἀκαθάρτοις διαφορᾶς καὶ δεισιδαιμονίας οἶμαι) ἐν διαφόροις, ἀδιαφορῖν τῇ χρήσει τῶν βρωμάτων καὶ διὰ τοῦτο ὑπὸ Ἰουδαίων ὡς παρανόμους κρίνεσθαι, διὰ τοῦτο εἶπέ που· μὴ οὖν κρινέτω τις ὑμᾶς ἐν βρώσει ἢ ἐν πόσει« καὶ τὰ ἑξῆς, διδάσκων ἡμᾶς ὅτι
τὰ μέν κατὰ τὸ γράμμα σκιά ἐστι τὰ δ’ ἀληθῆ τοῦ νόμου ἐναποκείμενα τούτοις νοήματα μέλλοντό ἐστιν ἀγαθά, ἐν οἷς ἔστιν εὑρεῖν, τίνα τὰ καθαρὰ τῆς ψυχῆς πνευματικὰ βρώματα καὶ τίνα τὰ ἀκάθαρτα ἐν λόγοις ψευδέσι καὶ ἐναντίοις βλάπτοντα τὸν τρεφόμενον ἐν αὐτοῖς· »σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν«.
τὴν φαύλην περὶ τοῦ νόμου ἐκδοχὴν οὐκ ὄντων φυτείας τοῦ ἐν οὐρανοῖς ἑαυτοῦ πατρὸς καὶ διὰ τοῦτο ἐκριζουμένων · ἐξερριζώθησαν γὰρ μὴ παραδεξάμενοι τὴν ἀπὸ τοῦ πατρὸς γεωργουμένην ἄμπελον ἀληθινὴν Ἰησοῦν 39 40 Χριστόν. πῶς γὰρ ἠδύναντο εἶναι φυτεία τοῦ πατρὸς οἱ ἐπὶ τοῖς Ἰησοῦ σκανδαλισθέντες λόγοις, ἀφιστᾶσι μέν τοῦ μὴ »μὴ μηδέ γεύσῃ μηδέ θίγῆς, ἅ ἦν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κοτὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων«, προσάγουσι δέ τὸν συνετὸν ἑαυτῶν ἀκροατὴν
τῷ »τὰ ἄνω« περὶ τούτων ζητεῖν κοὶ »μὴ τὰ ἐπὶ γῆς«, ὡς οἱ καὶ ἐπεὶ διὰ τὰ μοχθηρὰ δόγματα οὐ φυτεία ἦσαν τοῦ ἐν οὐρανοῖς πατρὸς οἱ Φαρισαῖοι, διὰ τοῦτο ὡς Περὶ ἀνιάτων αὐτῶν λέγει τοῖς μαθηταῖς τὸ ἄφετε αὐτούς· ἄφετε διὰ τοῦτο ὅτι τυφλοὶ ὄντες, δέον αὐτοὺς αἰσθάνεσθαι τῆς τυφλότητος καὶ ζητεῖν ὁδηγούς, οἱ δὲ καὶ ἐπαγγέλλονται
ἀναισθητοῦντες τῆς ἑαυτῶν τυφλότητος ὁδηγεῖν τυφλούς, οὐ λογιζόμενοι ἐμπεσεῖσθαι εἰς βόθυνον, περὶ οὗ ἐν Ψαλμοῖς γέγραπται· »λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὅν εἰργάσατο«. ἀλλαχοῦ μέν οὖν γέγραπται ὅτι ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος · καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ«, ἐνταῦθα δὲ ὀρέγει
χεῖρα τῷ ὄχλῳ, προσκαλεσόμενος αὐτὸν καὶ ἀφιστὰς τῆς ῥητῆς τῶν κατὰ νόμον ἐρωτημάτων ἐκδοχῆς, ὅτε πρῶτον μέν ἔλεγεν αὐτοῖς· ἀκούετε καὶ συνίετε, 497 οὐδέπω συνιεῖσιν ὧν ἤκουον, ἑξῆς δέ ὡς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον , ἀλλὰ τὸ ἐκπορευόμενον.
θεῷ, οὐκ] εἶναι φυτείαν ἥν οὐκ ἐφύτευσεν ὁ οὐράνιος αὐτοῦ πατήρ, καὶ διὰ τοῦτο αὐτὴν ἐκριζοῦσθαι. εἴποιεν δ’ ἄν καὶ ταῦτα ὅτι οὐκ ἄν, εἴπερ πατὴρ ἦν τοῦ Ἰησοῦ ὁ »εἰσαγαγῶν« καὶ φυτεύσας τὸν ἀπὸ Αἰγύπτου ἐκκξελθόντα λαὸν »εἰς ὄρος κληρονομίας« ἑαυτοῦ, εἰς ἕτοιμον κατοικητήριον« ἑαυτοῦ, εἶπεν ἄν ὁ Ἰησοῦς ἐπὶ τοῖς Φαρισαίοις ὅτι ππασα φυτεία ἥν
οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. πρὸς ταῦτα δὲ φήσομεν, ὅτι ὅσοι διὰ τὴν μοχθηρὰν περὶ τῶν κατὰ τὸν νόμον ἐκδοχὴν οὐκ ἦσαν φυτεία τοῦ ἐν οὐρανοῖς πατρός, οὗτοι τετύφλωντο »τὰ νοήματα«, ὡς μὴ πιστεύοντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκοῦντες τῇ ἀδι- 41 42 κίᾳ« ὑπὸ τοῦ θεοποιηθέντος ἀπὸ τῶν υἱῶν τοῦ αἰῶνος τούτου καὶ διὰ τοῦτο λεγομένου παρὰ τῷ Παύλῳ θεοῦ »τοῦ αἰῶνος τούτου«. καὶ μὴ νομίσῃς Παῦλον ἡμῶν ἀληθῶς εἶναι λέγειν αὐτὸν θεόν · ὡς γὰρ μὴ οὖσα θεὸς »ἡ κοιλία« τῶν ὑπερτιμώντων τὴν ἡδονὴν φιληδόνων μᾶλλον ἤ φιλοθέων
λέγεται ὑπὸ Παύλου εἶναι »θεὸς« αὐτῶν, οὕτως μὴ ὢν θεὸς ὁ ἄρχων τοῦ αἰῶνος τούτου, περὶ οὗ φησιν ὁ σωτήρ · »νῦν ὁ ὄρχων τοῦ κόσμου τούτου κέκριται«, θεὸς εἶναι λέγεται τῶν μὴ βουληθέντων τὸ »πνεῦμα τῆς υἰοθεσίας« λαβεῖν, ἴνα γένωνται υἱοὶ τοῦ αἰῶνος ἐκείνου καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν«, καὶ διὰ τοῦτο μεινάντων ἐν τῇ υἱότητι τοῦ αἰῶνος
τούτου. ταῦτα δέ μοι ἔδοξεν, εἰ καὶ παρεκβατικῶς εἴρηται, ἀναγκαίως παρειλῆφθαι διὰ τὸ τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. τίνες δή; οἱ Φαρισαῖοι, ὧν ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα«, ὄντων »ἀπίστων« παρὰ τὸ μὴ πεπιστευκέναι εἰς Ἰησοῦν Χριστόν, καὶ ἐτύφλωσεν εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ
θεοῦ ἐν προσώπῳ τοῦ Χριστοῦ«. οὐ μόνον δὲ ἀπ᾿ ἐκείνων φευκτέον ὀδηγεῖσθαι τυφλῶν τῶν αἰσθανομένων δεῖσθαι ὁδηγῶν, παρὰ τὸ μηδέπω αὐτοὺς ἀπειληφέναι τὴν δύναμιν τοῦ δι᾿ αὑτῶν 498 βλέπειν · ἀλλὰ γὰρ καὶ ἐπὶ πόντ(ον τῶν ἐπαγγελλομένων ὁδηγεῖν ἐν ὑγιεῖ διδασκαλίᾳ ἐπιμελῶς ἀκουστέον, καὶ κρίσιν ὑγιῆ τοῖς λεγομένοις προσακτέον, μήποτε κατ
ἄγνοιαν τυφλῶν καὶ μὴ βλεΠόντων τὰ π[ράγματα τῆς ὑγιοῦς διδασκαλίας ὁδηγούμενοι, τυφλοὶ καὶ αὐτοὶ διὰ τὸ μὴ βλέπειν τὸν νοῦν τῶν γραφῶν τυγχάνοντες φανῶμεν, ὡς ἀμφοτέρους, τόν τε ὁδηγοῦντα καὶ τὸν ἐμπεσεῖν εἰς τὸν βόθυνον, περὶ οὗ προειρήκαμεν.
τῷ σωτῆρι ὡς μὴ νοήσας τὸ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον , ἀλλὰ τὸ ἐκΠορευόμενον ἐκ τοῦ στόματος) τὸ φράσον ἡμῖν τὴν παραβολήν. πρὸς ὁ ὁ σωτήρ φησι τὸ ἀκμὴν κοὶ ὑμεῖς ἀσύνετοί ἐστε, οἱονεὶ τοσούτῳ μοι συνόντες χρόνῳ ἔτι οὐ συνίετε τοῦ βουλήματος τῶν λεγομένων, κοὶ ἔτι οὐ νοεῖτε ὅτι διὰ
τοῦτο οὐ κοινοῖ τὸν ἄνθρωπον , ἐπεὶ τὸ εἰσερχόμενον αὐτοῦ εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ κοὶ προχωροῦν ἀπ᾿ αὐτῆς εἰς ἀφεδρῶνα βάλλεται. οὐ παρὰ τὸν νόμον, ᾧ πιστεύειν ἐδόκουν, οὐκ ἦσαν φυτεία τοῦ πατρὸς Ἰησοῦ Φαρισαῖοι, ἀλλὰ παρὰ τὴν μοχθηρὰν περὶ τοῦ γόμου κοὶ τῶν ἐν αὐτῷ γεγραμμένων ἐκδοχήν. δύο γὰρ νοουμένων 43 44 κατὰ τὸν νόμον, διακονίας τε »θανάτου« τῆς ἐντετυπωμένης »γράμμασι« καὶ οὐδὲν οἰκεῖον ἐχούσης πρὸς τὸ πνεῦμα, καὶ διακονίας ζωῆς τῆς νοουμένης ἐν τῷ πνευματικῷ νόμῳ, οἱ μέν δυνάμενοι ἀπὸ διαθέσεως ἀληθευούσης λέγειν τὸ »οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστι«, κοὶ διὰ τοῦτο
ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή«, οὗτοι ἦσαν φυτεία ἥν ἐφύτευσεν ὁ οὐράνιος πατήρ· οἱ δέ μὴ τοιοῦτοι ἀλλὰ τὸ ἀποκτεῖνον »γράμμα« περιέποντες μόνον οὐκ ἦσαν φυτεία τοῦ θεοῦ, ἀλλὰ τοῦ πωρώσαντος αὐτῶν τὴν καρδίαν καὶ κάλυμμα ἐπιθέντος αὐτῇ, ἰσχύον ἐν ἐκείνοις ὅσον οὐκ ἐπέστρεφον πρὸς τὸν κύριον · »ἐὰν γάρ τις ἐπιστρέψῃ
πρὸς τὸν κύριον, περιαιρεῖται τὸ κάλυμα · ὁ δέ κύριος τὸ πνεῦμά ἐστιν«.
ὁ ὀνομαζόμενος ἄρτος τοῦ κυρίου. καὶ ἔστιν οἶμαι) ὁ λόγος οὐκ εὐκαταφρόνητος καὶ διὰ τοῦτο δεόμενος σαφοῦς διηγήσεως, οὕτο)ς ἐμοὶ δοκούσης ἔχειν. ὥσπερ οὐ τὸ βρῶμα, ἀλλ᾿ ἡ συνείδησις τοῦ μετὰ διακρίσεως ἐσθίοντος 499 κοινοῖ τὸν φαγόντα (»ὁ« γὰρ »διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως«), καὶ ὥσπερ οὐδέν καθαρὸν οὐ παρ’ αὐτό ἐστι τῷ
μεμιασμένῳ κοὶ ἀπίστῳ, ἀλλὰ παρὰ τὸν μιασμὸν αὐτοῦ καὶ τὴν ἀπιστίαν, οὕτως τὸ ἁγιαζόμενον »διὰ λόγου θεοῦ καὶ ἐντεύξεως« οὐ τῷ ἰδίῳ λόγῳ ἁγιάζει τὸν χρώμενον. εἰ γὰρ τοῦτο, ἡγίαζεν ἄν καὶ τόν ἐσθίοντα »ἀναξίως« τοῦ κυρίου, καὶ οὐδεὶς ἄν διὰ τὸ βρῶμα τοῦτο ἀσθενὴς ἢ ἄρρωστος ἐγίνετο ἢ ἐκοιμᾶτο τοιοῦτον γάρ τι ὁ Παῦλος παρέστησεν ἐν τῷ »διὰ τοῦτο
ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί«). καὶ ἐπὶ τοῦ ἄρτου τοίνυν τοῦ κυρίου ἡ ὠφέλεια τῷ χρωμένῳ ἐστίν, ἐπὰν ἀμιάντῳ τῷ νῷ καὶ καθαρᾷ τῇ συνειδήσει μεταλαμβάνῃ τοῦ ἄρτου. οὕτω δέ οὔτε ἐκ τοῦ μὴ φαγεῖν, παρ’ αὐτὸ τὸ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγιασθέντος λόγῳ θεοῦ καὶ ἐντεύξει ἄρτου, »ὑστερούμεθα« ἀγαθοῦ τινος οὔτε ἐκ τοῦ φαγεῖν »περισσεύομεν«
ἀγαθῷ τινι. τὸ γὰρ αἴτιον τῆς ὑστερήσεως ἡ κακία ἐστὶ καὶ τὰ ἁμαρτήματα, καὶ τὸ αἴτιον τῆς περισσεύσεως ἡ δικαιοσύνη ἐστὶ καὶ τὰ κατορθώματα · ὡς τοιοῦτο εἶναι τὸ πορὰ τῷ Παύλῳ λεγόμενον ἐν τῷ »οὔτε ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα«. 45 46 εἰ δέ πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, καὶ τὸ ἁγιαζόμενον βρῶμα διὰ λόγου θεοῦ καὶ ἐντεύξεως« κατ’ αὐτὸ μέν τὸ ὑλικὸν εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται. κατὰ δέ τὴν ἐπιγενομένην
αὐτῷ εὐχὴν »κατὰ τὴν ἀναλογίαν τῆς πίστεως« ὡφέλιμον γίνεται καὶ τῆς τοῦ νοῦ αἴτιον διαβλέψεως, ὁρῶντος 500 ἐπὶ τὸ ὠφελοῦν · καὶ οὐχ ἡ ὕλη τοῦ ἄρτου ἀλλ᾿ ὁ ἐπ᾿ αὐτῷ εἰρημένος λόγος ἐστὶν ὁ ὠφελῶν τὸν μὴ »ἀναξίως« τοῦ κυρίου ἐσθίοντα αὐτόν. καὶ ταῦτα μέν περὶ τοῦ τυπικοῦ καὶ συμβολικοῦ σώματος. πολλὰ δ’ ἄν καὶ περὶ αὐτοῦ λέγοιτο τοῦ λόγου, ὅς γέγονε
»σὰρξ« καὶ »ἀληθινὴ βρῶσις«, ἥντινα ὁ φαγὸ)ν πόντο)ς »ζήσεται εἰς τὸν αἰῶνα«, οὐδενὸς δυνομένου φαύλου ἐοθίειν αὐτήν · εἰ γὰρ οἶόν τε ἦν ἔτι φαῦλον μένοντα ἐσθίειν τὸν γενόμενον σάρκα λόγον, ὄντα καὶ ἄρτον ζῶντα, οὐκ ἂν ἐγέγραΠτο ὅτι »πᾶς ὁ φαγὸ)ν τὸν ἄρτον τοῦτον ζήσεται εἰς τὸν αἰῶνα«.
τὸν ἄνθρωπον οὐ παρὰ τὸ ἐκ τοῦ στόματος ἐκπορεύεσθαι κοινοῖ τὸν ἄνθρωπον , ἀλλὰ τὴν αἰτίαν ἔχει τῆς κοινώσεως ἐν τῇ καρδίᾳ, ὅτε ἐξέρχονται ἀπ᾿ αὐτῆς πρὸ τῶν ἐκπορευομένων διὰ τοῦ στόματος) διαλογισμοὶ πονηροί, ὧν ἐν εἴδει εἰσὶ φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι· ταῦτα γάρ ἐστι τὰ
κοινοῦντα τὸν ἄνθρωπον , ὅτε ἐξέρχεται ἀπὸ τῆς καρδίας καὶ ἐξελθόντα ἀπ᾿ αὐτῆς διαπορεύεται διὰ τοῦ στόματος — ὡς εἰ ἔξω τῆς καρδίας μὴ ἐγίνετο ἀλλ᾿ αὐτοῦ που περὶ τὴν καρδίαν κατείχετο, οὐκ ἐπιτρεπόμενα διὰ τοῦ στόματος λαλεῖσθαι, τάχιστα ἄν ἠφάνιστο καὶ οὐκέτι ἄνθρωπος ἐκοινοῦτο. πηγὴ οὖν καὶ ἀρχὴ πόσης ἁμαρτίας διαλογισμοὶ
πονηρί· μὴ γὰρ ἐπικρατησάντων τούτων, οὔτε φόνοι οὔτε μοιχεῖαι οὔτ᾿ ἄλλο τι τῶν τοιούτων ἔσονται. διὰ τοῦτο πάσῃ φυλακῇ τηρητέον ἑκάστῳ τὴν ἑαυτοῦ καρδίαν· κοὶ γὰρ ἐν ἡμέρᾳ κρίσεως ἐλθὼν ὁ κύριος« »φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν«, »μεταξὺ« Πόντων »τῶν λογισμῶν« ἀνθρώπων »κατηγορούντων
ἢ καὶ ἀπολογουμένων«, ἡνίκα ἐὰν κυκλώσῃ αὐτοὺς τὰ διαβούλια ἑαυτῶν. τοιοῦτοι δ’ εἰαὶν οἱ πονηροὶ διαλογισμοί, ὡς ἔσθ᾿ ὅτε καὶ τὰ 501 δοκοῦντα ἀγαθὰ καὶ ( ὅσον ἐΠὶ τῇ κρίσει τῶν πολλῶν) ἐπαινετὰ ψεκτὰ ποιεῖν. ἐὰν γοῦν ποιῶμεν »ἐλεημοσύνη« ἔμπροσθεν τῶν ἀνθρώπων«, ἐν τοῖς 47 48 διαλογισμοῖς ἡμῶν σκοποῦντες »τὸ θεαθῆναι« τοῖς ἀνθρώποις φιλάνθρωποι κοὶ ἐπὶ φιλανθρωπίᾳ δοξασθῆναι, ἀπέχομεν »τὸν« ἀπὸ τῶν ἀνθρώπων »μισθόν«· καὶ ἁπαξαπλπῶς πᾶν τὸ γινόμενον μετὰ τοῦ ἔν τῷ πράττοντι συνειδότος ἐπὶ τῷ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων« οὐκ ἔχει τέλος ἀπὸ
τοῦ βλέποντος ἐν τῷ κρυπτῷ« κοὶ ἀποδιδόντος τὸν μισθὸν τοῖς έν τῷ κρυπτῷ καθαροῖς. οὕτως οὖν καὶ ἡ δοκοῦσα ἁγνείαν, ἐὰν διαλογισμοὺς ἔχη̣ τοὺς ἐπὶ κενοδοξίᾳ ἢ φιλοκερδίᾳ, καὶ ἡ νομιζομένη ἐκκλησιαστικὴ διδασκαλία, ἐὰν ἐν λόγῳ κολακείας ἀνελευθερία γίνηται ἢ προφάσει πλεονεξίας ἢ ζητοῦντός τινος τὴν ἀπὸ ἀνθρώπων ἐπὶ διδασκαλίᾳ δόξαν, οὐκ ἔοτι
λελογισμένη ὑπὸ τῶν τεθέντων ἀπὸ τοῦ θεοῦ »ἐν τῇ ἐκκλησίᾳ« πρῶτον ἀποστόλων, δεύτερον προφητῶν, κοὶ τρίτον διδασκάλων. τὸ δ’ ὅμοιον ἐρεῖς κοὶ ἐΠὶ τοῦ ὀρεγομένου »ἐπισκοπῆς« διὰ τὴν παρὰ ἀνθρώποις δόξαν ἢ τὴν ἀπὸ ἀνθρώπων κολακείαν ἢ τὸν ἀπὸ τῶν προσιόντων τῷ λόγῳ πορισμὸν ( διδόντων προφάσει εὐσεβείας). ὁ γοῦν τοιοῦτος ἐπίσκοπος οὐ »καλοῦ
ἔργου ἐπιθυμεῖ« οὐδέ δύναται εἶναι ἀνεπίληπτος οὐδὲ νηφάλιος οὐδέ σώφρων, μεθύων ὑπὸ δόξης καὶ ἀκολάστως αὐτῆς ἐμφορούμενος. τὸ δέ αὐτὸ κοὶ περὶ πρεσβυτέρων καὶ διακόνων ἐρεῖς. ταῦτα δέ, εἰ καὶ δόξομέν τισιν ἐν παρεκβάσει εἰρηκέναι, ὅρα εἰ μὴ ἀναγκαίως λέλεκται διὰ τὸ πηγὴν εἶναι πόντων τῶν 502 ἁμαρτημάτων τοὺς πονηροὺς διαλογισμούς, δυναμένους
μολῦναι καὶ τὰ εἰ χωρὶς αὐτῶν πράττοιντο) δικαιώσαντα ἄν τὸν ποιήσαντα. τίνα μέν οὖν τὰ κοινοῦντα, κατὰ δύναμιν ἡμῖν ἐξήτασται. τὸ δέ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· ἄνθρωπον· ἀλλ᾿, εἰ δεῖ τολμήσαντα εἰπεῖν, κοινοῖ τὸ ἀνίπτῳ καρδίᾳ ὁτιποτοῦν φαγεῖν, ὅ πέφυκε τὸ ἡγεμονικὸν ἡμῶν ἐσθίειν.
ἀλλὰ τὸ ἐκπορευόμενον κοινοῖ τὸν ἄνθρωπον«. ὅτι δέ διὰ τοὺς ὑπονοουμένους ἐπιβουλεύειν , εἴ ποτε, ἀνεχώρησε, δῆλον ἐκ τοῦ »ἀκούσας δέ ὅτι 49 50 Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν«. τάχα διὰ τοῦτο καὶ ὁ Μᾶρκος ἀναγράφων τὰ κατὰ τὸν τόπον φησὶν ὅτι »ἀναστὰς ἦλθεν εἰς τὰ ὅρια Τύρου. καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν οὐδένα ἠθέλησε γνῶναι«· καὶ εἰκὸς ὅτι τοὺς σκανδαλισθέντας ἐπὶ τῇ διδασκαλίᾳ αὐτοῦ Φαρισαίους περίστατο, περιμένων τὸν ἐπιτηδειότερον εἰς τὸ παθεῖν καὶ καλῶς ὡρισμένον καιρόν. εἴποι δ’ ἄν τις ὅτι Τύρος καὶ Σδὼν ἀντὶ τῶν ἐθνῶν λέλεκται · ἀναχωρήσας οὖν ἀπὸ τοῦ Ἰσραὴν εἰς τὰ μέρη τῶν ἐθνῶν παραγίνεται. Τύρος μὲν οὖν πορ’ Ἐβραίοις ὀνομαζομένη μεταλαμβάνεται Σόρ, ἥτις ἑρμηνεύεται ΣΓΝΟΧΗ · Σιδὼν δὲ οὕτως καὶ παρ’ Ἑβραίοις ὀνομαζομένη
μεταλαμβάνεται εἰς τὸ ΘΗΡΩΝΤΕΣ. ἐν δέ τοῖς ἔθνεσι κοὶ οἱ θηρῶντές εἰσιν οἱ πονηραὶ δυνάμεις, καὶ πολλὴ συνοχὴ παρ’ αὐτοῖς ἡ ἐν τῇ κακίᾳ καὶ τοῖς πάθεσιν. ἐξελθὼν οὖν ἀπὸ τῆς Γενησαρὲτ ὁ Ἰησοῦς ἀνεχώρησε μέν ἀπὸ τοῦ Ἰσραήλ, ἦλθε δέ οὐκ εἰς Τύρον καὶ Σιδῶνα ἀλλ᾿ εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, τῷ ἐκ μέρους νῦν πιστεύειν τοὺς
ἀπὸ τῶν ἐθνῶν — ὡς εἰ εἰς πᾶσαν Τύρον κοὶ Σιδῶνα ἐπεδήμησεν, οὐδεὶς ἄπιστος ἐν αὐτῇ κατελείφθη. κατὰ δὲ τὸν Μᾶρκον »ἀναστὰς ὁ Ἰησοῦς ἦλθεν εἰς τὰ Τύρου«, Τύρου«, τῆς συνοχῆς τῶν ἐθνῶν, ἶνα καὶ ἀπὸ τῶν ὁρίων ἐκείνων οἱ πιστεύοντες σωθῆναι δυνηθῶσιν, ἐπὰν ἐξέλθωσιν αὐτά. πρόσχες γὰρ τῷ καὶ ἰδοὺ γυνὴ Χαναναία 503 ἀπὸ τῶν ὁρίων ἐκείνων
ἐξελθοῦσα ἔκραξε λέγουσα· ἐλέησόν με, 〈κύριε〉 υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου δεινῶς δαιμονίζεται«. κοὶ οἶμαι ὅτι οὐκ ἄν μὴ ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων κράζειν πρὸς Ἰησοῦν ἐδύνατο ἀπὸ μεγάλης ὡς ἐμαρτυρήθη) πίστεως. καὶ »κατὰ τὴν ἀναλογίαν γε τῆς πίστεως« ἐξέρχεταί τις ἀπὸ τῶν ἐν τοῖς ἔθνεσιν ὁρίων, » ὅτε διεμέριζεν
ἔθνη ὁ ὑψιστος, ἔστησε κατὰ ἀριθμὸν υἱῶν Ἰσραὴλ« καὶ τὴν ἐπὶ πλεῖον φορὰν αὐτῶν ἐκώλυσεν.
μερίδος τοῦ θεοῦ κοὶ ἐν τούτοις οὔσης διαφορὰς, ἥτις φανεῖται τοῖς τὰ τοῦ μερισμοῦ κοὶ τῆς κληροδοσίας τοῦ Ἰσραὴλ δυναμένοις ἀνάλογον τῷ πνευματικῷ συνιστάναι νόμῳ). πρόσχες δὲ καὶ τῇ οἱονεὶ ἀπαντήσει γενομένῃ τοῦ Ἰησοῦ πρὸς τὴν Χαναναίαν γυναῖκα· ὁ μὲν γὰρ ἔρχεται ὡς ἐπὶ τὰ μέρη Τύρου καὶ Σιδῶνος, ἡ δὲ ἐξελθοῦσα τῶν ὁρίων ἐκείνων
κέκραγε λέγουσα· ἐλέησόν με, κύριε υἱέ Δαυίδ. Χαναναία δὲ ἦν ἡ γυνή, ὅπερ μεταλαμβάνται εἰς τό ΗΤΟΙΜΑΣΜΕΝΗ ΤΑΠΕΙΝΩΣΕΙ. οἱ μὲν δίκαιοι ἡτοιμασμένοι εἰσὶν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ τῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὑψώσει· οἱ δέ ἁμαρτωλοὶ ἡτοιμασμένοι ταπεινώσει τῆς ἐν αὐτοῖς κακίας καὶ τῶν κατ᾿ αὐτὴν πράξεων
αὐτοὺς αὐτῇ) καὶ τῆς βασιλευούσης »ἐν τῷ θνητῷ αὐτῶν σώματι ἁμαρτίας. πλὴν ἡ Χαναναία ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξῄει ἀπὸ τοῦ ἡτοιμάσθαι τῇ ταπεινώσει, κεκραγυῖα κοὶ λέγουσα· ἐλέησόν με, κύριε υἱέ Δαυίδ«.
Δαυίδ, ὡς αὕτη καὶ οἱ ἐν Ἰεριχοῖ τυφλοί, τίνες δέ υἱὸν θεοῦ καὶ ἤτοι χωρὶς τῆς ἀληθῶς προσθήκης, ὡς οἱ δαιμονιζόμενοι λέγοντες · »τί ἡμῖν καὶ σοι. υἱὲ τοῦ θεοῦ«, τίνες δέ μετὰ τῆς ἀληθῶς προσθήκης, ὡς οἱ ἐν τῷ πλοίῳ προσκυνοῦντες, » ἀληθῶς θεοῦ υἱὸς εἶ« λέγοντες αὐτῷ. καὶ 504 γὰρ χρήσιμος οἶμοι) ἔσται σοι ἡ τούτων συναγωγὴ πρὸς τὸ ἰδεῖν τὴν διαφορὰν τῶν
προσιόντων, τίνες μέν οἱονεὶ τῷ γενομένῳ »ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα« προσίασι, τίνες δέ τῷ ὁρισθέντι υἰῷ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης«, καὶ τούτων τίνες μὲν μετὰ τοῦ ἀληθῶς τίνες δέ χωρὶς τούτου. εἶτα πρόσχες ὅτι ἡ Χαναναία μὲν οὐ περὶ υἱοῦ ὅν οὐδὲ τὴν ἀρχὴν γεγεννηκέναι φαίνεται) ἀλλὰ περὶ θυγατρὸς παρακαλεῖ δεινῶς δαιμονιζομένης, 53 54 ἄλλη δὲ μήτηρ υἱὸν ἐκκομιζόμενον νεκρὸν ἀπολαμβάνει ζῶντα. κοὶ πόλιν ὁ μέν ἀρχισυνάγωγος περὶ δωδεκαετοῦς θυγατρὸς ἀξιοῖ ὡς ἀποτεθνηκυίας, ὁ δέ βασιλικὸς περὶ υἱοῦ ὡς ἔτι νοσοῦντος κοὶ ἀποθνῄσκειν μέλλοντος. δαιμονῶσα τοίνυν θυγάτηρ καὶ υἱὸς νεκρὸς δύο ἦσαν μητέρων, κοὶ
θυγάτηρ κοὶ υἱὸς Πρὸς θάνατον ἀσθενῶν τῶν δύο πατέρων, ὧν ὁ μὲν ἀρχισυνάγωγος ὁ δέ βασιλικὸς ἦν. ἔχειν δέ ταῦτα πείθομαι λόγους περὶ γενῶν ἐν ψυχῖς διαφόρων, ἅστινας ὁ Ἰησοῦς ζωοποιῶν ἐᾶται. καὶ πάντα δέ, ὅσα θεραπεύει ἐν τῷ λαῷ, μάλιστα ὑπὸ τῶν εὐαγγελιστῶν ἀναγεγραμμένα γέγονε μέν τοτε, ἵνα οἱ μὴ ἄλλως πιστεύοντες, ἐὰν μὴ ἔδωσι »σημεῖα καὶ
τέρατα«, πιστεύσωσι· σύμβολα δέ ἦν τὰ τότε τῶν ἀεὶ ὑπὸ τῆς δυνάμεως Ἰησοῦ ἐπιτελουμένων. οὐκ ἔστι γὰρ ὅτε ἕκαστον τῶν γεγραμμένων ὑπὸ τῆς δυνάμεως Ἰησοῦ κατὰ τὴν ἑκάστου ἀξίαν οὐ γίνεται.
πατρὸς ἢ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, γένος ψυχῶν διορατικῶν ἀΠολωλός. προαιρέσεως δὲ ἕνεκα καὶ τοῦ προσκεκυνηκέναι Ἰησοῦ υἱῷ τοῦ θεοῦ ἀποκρίσεως τυγχάνει, ἐλεγχούσης αὐτῆς τὴν δυσγένειαν καὶ τὴν ἀξίαν αὐτῆς παριστάσης, ὅτι ψιχίων ὡς κυνίδιον καὶ οὐκ ἄρτων ἦν ἀξία. ὡς δέ ἐπιτείνασα τὴν προαίρεσιν καὶ παραδεξαμένη
τὸν Ἰησοῦ λόγον ἐπιδικάζεται, κἄν ὡς κυνίδιον τυχεῖν ψιχίων, καὶ ὁμολογξεῖ κυρίους τοὺς εὐγενεστέρους, τότε τυγχάνει ἀποκρίσεως δευτέρας μαρτυρούσης αὐτῆς τῇ πίστει ὡς μεγάλῃ καὶ ἐπαγγελλομένης ἔσεσθαι αὐτῇ ὅ βούλεται. ἀνάλογον δ’ οἶμαι τῇ »ἄνω Ἱερουσαλὴμ« ἐλευθέρᾳ, μητρὶ Παύλου καὶ τῶν παραπλησίων αὐτῷ, δεήσει νοῆσαι τὴν Χαναναίαν, μητέρα
τῆς δεινῶς δαιμονιζομένης, σύμβολον τυγχάνουσαν μητρὸς τοιᾶσδε ψυχῆς. καὶ ἐπίστησον εἰ μὴ εὔλογόν ἐστιν εἶναι καὶ πολλοὺς πατέρος κοὶ πολλὰς μητέρας, ἀναλογον τοῖς πατράσιν Ἀβραάμ, Πρὸς οὕς ἀπῄει ὁ πατριάρχης, καὶ τῇ Ἱερουσαλὴμ μητρὶ ὡς Παῦλός φησι περὶ ἑαυτοῦ) καὶ τῶν ὁμοίων 55 56 αὐτῷ. εἰκὸς δέ ἐξεληλυθυῖαν ταύτην, ἧς σύμβολον ἡ Χαναναία, ἀπὸ
τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ὧν τύποι ἦσ(ιν οἱ ἐΠὶ γῆς τόποι προσεληλυθυῖαν τῷ σωτῆρι ἠξιωκέναι αὐτὸν καὶ ἔτι νῦν ἀξιοῦν λέγουσαν · ἐλέησόν με, κύριε υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου δεινῶς δαιμονίζεται.
εἶτα ὁ καὶ τοῖς ἔξωθεν κοὶ τοῖς μαθηταῖς, ὅτε δεῖ, ἀποκρινόμενος εἶπε τὸ οὐκ ἀπεστάλην , διδάσκων ὅτι εἰσί τινες προηγούμεναι ψυχαὶ νοεραὶ καὶ διορατικαὶ ἀπολωλυῖαι, τροπικῶς λεγόμεναι πρόβατα οἴκου Ἰσραήλ, ἅπερ οἶμαι) οἱ ἁπλούστεροι, ἐπὶ τοῦ »κατὰ σάρκα« Ἰσραὴλ νομίζοντες λελέχθαι, ἀναγκαίως προσήσονται ὅτι ὁ σωτὴρ ἡμῶν
ἀπεστάλη ὑπὸ τοῦ πατρὸς οὐχὶ πρὸς ἄλλους ἢ τοὺς Ἰουδαίους ἐκείνους ἀπολωλότας. ἡμεῖς δὲ οἱ εὐχόμενοι ἐξ ἀληθείας λέγειν · »εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν«, ἴσμεν τοῦ λόγου προηγούμενον εἶναι ἔργον σώζειν τοὺς συνετωτέρους · οἰκειότεροι γὰρ οὗτοι παρὰ τοὺς ἀμβλυτέρους αὐτῷ τυγχάνουσιν. ἀλλ᾿ ἐπεὶ τὰ ἀπολωλότα
πρόβατα οἴκου Ἰσραὴλ παρὰ τὸ »κατ᾿ ἐκλογὴν χάριτος λεῖμμα« ἠπείθησαν τῷ λόγῳ, διὰ τοῦτο »ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου τὸν μὴ Ἰσρὴλ μηδέ διορατικόν), ἵνα καταισχύνῃ τοὺς σοφοὺς« (τοῦ Ἰσράαήλ) καὶ ἐκάλεσε »τὰ μὴ ὄντα« συνετὸν ἔθνος), παραδοὺς αὐτοῖς ὁ ἠδύναντο χωρῆσαι, »τὴν μωρίαν τοῦ κηρύγματος«, καὶ εὐδοκήσας »σῶσαι«
τοὺς εἰς τοῦτο »πιστεύοντας«, ἵνα διελέγξῃ τὰ ὄντα« ἐκ τοῦ στόματος νηπίων καὶ θηλαζόντων« καταρτισάμενος αὐτῷ αὐτῷ ἐπεὶ γέγονεν ἐχθρὰ τῇ ἀληθείᾳ.
ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ζητήσαι δ’ ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μὲν παρόντος ἄρτων, ὡς μὴ δύνασθαι καὶ τὰ κέκνα ἐσθίειν ἄρτους κοὶ κυνίδια τῆς οἰκίας, ἢ κάλλους ἄρτων εὖ εἰργασμένων, ὡς οὐχ οἶόν κατὰ τὸ εὔλογον κυνιδίοις δίδοσθαι τροφὴν τὸν καλῶς εἰργασμένον τῶν
τέκνων ἄρτον, οὐδὲν δὴ τοιοῦτον φαίνεται ἐπὶ τῆς Ἰησοῦ δυνάμεως, ἀφ᾿ 57 58 ἧς δυνατὸν ἦν καὶ τὰ τέκνα μεταλαμβάνειν καὶ τὰ λεγόμενα κυνίδια. ὅρa οὖν μήπως πρὸς τὸ οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων λεκτέον ὅτι ὁ κενώσας ἑαυτὸν τῷ »μορφὴν δούλου« ἀνειληφέναι μέτρον δυνάμεως, καθ᾿ ὅ ἐχώρει τὰ ἐν κόσμῳ πράγματα, ἐκόμισεν· ἀφ᾿ ἧς δυνάμεως
κοὶ ᾐσθάνετό τινα ἐξέρχεσθαι 506 ποσότητα ἀπ᾿ αὐτοῦ, ὡς δῆλον ἐκ τοῦ »ἥψατό μού τις · ἐγὼ γὰρ ἔγνο)ν δύναμιν ἐξεληλυθυῖαν ἀπ᾿ ἐμοῦ«. ἀπὸ τούτου οὖν τοῦ μέτρου τῆς δυνάμεως ἐταμιεύετο, τοῖς μὲν προηγουμένοις καὶ καλουμένοις υἱοῖς πλείονα ἐπιδιδούς, τοῖς δὲ μὴ τοιούτοις ἐλάττονα, ὡς τοῖς κυνιδίοις. ἀλλ᾿ εἰ καὶ ταῦτα οὕτως ἐγίνετο, οὐδὲν ἧττον,
ὅπου μεγάλη πίστις, ἔδωκε τὸν ἄρτον τῶν τέκνων ὡς τέκνῳ τῇ διὰ τὴν ἐν Χαναναίᾳ δυσγένειαν κυνιδίῳ τυγχανούσῃ. τάχα δὲ καὶ τῶν λόγων Ἰησοῦ εἰσί τινες ἄρτοι, οὕς τοῖς λογικωτέροις ὡς τέκνοις ἔξεστι διδόναι μόνοις, καὶ ἄλλοι λόγοι οἱονεὶ ψιχία ἀπὸ τῆς μεγάλης ἑστίας καὶ τραπέζης τῶν εὐγενεστέρων κοὶ κυρίων, οἷς χρήσαιντ’ ἄν τινες ψυχαί
ὡς κύνες. καὶ κατὰ τὸν Μωσέως δὲ νόμον περί τινων γέγραπται »τῷ κυνὶ« ἀπορρίψαι αὐτό καὶ ἐμέλησε τῷ ὁγίῳ πνεύματι ἐντείλασθαι περί τινων βρωμάτων, ἔνα κυσὶ παραλειφθῇ.
τὴν διάφορον κακίον. ἡμεῖς δέ μηδαμῶς τοῦτο εὑρίσκοντες ἐν τῇ θείᾳ γραφῇ, φαμέν ὅτι κατάστασις λογικωτέρα μεταβάλλει εἰς ἀλογωτέραν, ἐκ πολλῆς ῥᾳθυμίας καὶ ἀμελείας τὸ τοιοῦτον πάσχουσα · ὁμοίως δὲ καὶ ἀλογωτέρα προαίρεσις παρὰ τὸ τοῦ λόγου ἠμεληκέναι ἐπιστρέφει ποτὲ εἰς τὸ λογικὴ τέρα ὡς τό ποτε κυνίδιον τὸ ἀγαπῶν ἐσθίειν ἀπὸ τῶν ψιχίων τῶν
πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτοῦ, ἥκειν εἰς κατάστασιν τέκνου. μέγα γὰρ συμβάλλεται ἀρετὴ μὲν πρὸς τὸ ποιῆσαι τέκνον θεοῦ, κακία δέ καὶ τὸ λυσσῶδες ἐν λόγοις ὑβριστικοῖς καὶ τὸ ἀναιδὲς πρὸς τὸ ποιῆσαί τινα χρηματίσαι κατὰ τὸν τῆς γραφῆς λόγον) κύνα. τὸ δ’ ὅμοιον νοήσεις καὶ ἐπὶ τῶν λοιπῶν ὀνομάτων τῶν κατὰ τὰ ἄλογα ζῶα.
πλὴν ὁ ἐλεγχθεὶς ὡς κύων καὶ μὴ ἀγανακτήσας ἐπὶ τῷ ἀνάξιος εἶναι λέγεσθαι ἄρτου τέκνων κοὶ μετὰ πόσης ἀνεξικακίας εἰπὼν τὸν τῆς Χαναναίας ἐκείνης λόγον τὸν φήσαντα· ναί , κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει 59 60 ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν τεύξεται τῆς προσηνεστάτης ἀποκρίσεως Ἰησοῦ λέγοντος αὐτῷ· μεγάλη σου ἡ πίστις, ἐπὰν τηλικαύτην ἀναλάλβῃ πίστιν, καὶ λέγοντος· γενέσθω σοι ὡς θέλεις, ἵνα καὶ αὐτὸς ἰαθῇ καί, εἴ τινα
καρπὸν ἐγέννησε δεόμενον ἰάσεως, κοὶ οὗτος θεραπευθῇ.
διὰ τὸν λόγον τοῦ θεοῦ παρὰ τὴν λοιπὴν γῆν καὶ τοὺς ἐπ᾿ αὐτῆς· ὅπου προσέρχονται οὐχ οἱ μαθηταὶ καταλιπόντες τοὺς ὄχλους ὡς ἐπὶ τῶν μακαρισμῶν) ἀλλὰ πολλοὶ ὄχλοι, οἵτινες αὐτοὶ μέν οὐ κατηγοροῦνται ὡς κωφοὶ ἤ τι πεπονθότες, ἔχουσι δὲ μεθ’ ἐαυτῶν τοὺς τοιούτους. καὶ γὰρ ἔστιν ἰδεῖν μετὰ τῶν προσερχομένων ὄχλων εἰς τοῦτο τὸ ὄρος, ἔνθα
ὁ υἱὸς καθέζεται τοῦ θεοῦ, τινὰς μὲν κεκωφωμένους πρὸς τὰ ἐπαγγελλόμενα, ἄλλους δέ τυφλοὺς τὴν ψυχὴν κοὶ μὴ βλέποντος »τὸ ἀληθινὸν φῶς«, καὶ ἄλλους χωλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον πορεύεσθαι, καὶ ἄλλους κυλλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον ἐργάζεσθαι. οὗτοι τοίνυν οἱ ταῦτα κατὰ ψυχὴν πεπονθότες, οἱ μετὰ τῶν ὄχλων εἰς τὸ ὄρος ἀναβάντες,
ἔνθα ἦν ὁ Ἰησοῦς, ὅσον μέν ἔξω τῶν ποδῶν εἰσι τοῦ Ἰησοῦ, οὐ θεραπεύονται ὑπ᾿ αὐτοῦ· ἐπὰν δέ, ὡς τοιαῦτα πεπονθότες, ῥιφῶσιν ὑπὸ τῶν ὄχλων παρὰ τοὺς Πόδας οὐτοῦ καὶ τὰ τελευταῖα τοῦ σώματος τοῦ Χριστοῦ, οὐδὲ τούτων ἄξιοι τὸ ὅσον ἐφ’ ἑαυτοῖς) τυγχάνοντες, τότε ὑπ αὐτοῦ θεραπεύονται.
εἰπεῖν · οἱ πρότερον κωφοὶ ὕστερον λαλοῦσι τὸν λόγον τοῦ θεοῦ καὶ οἱ »χωλοὶ περιπατοῦσι«, πληρουμένης καὶ τῆς τοῦ Ἡσαΐου οὐ μόνον ἐν σωματικοῖς ἀλλὰ κοὶ ἐν πνευματικοῖς προφητείας, λέγοντος · »τότε ἁλεῖται ὡς 508 ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων«. κἀκεῖ δέ, εἰ μὴ ἀποκληρωτικῶς εἴρηται τὸ »ὡς ἔλαφος ἁλεῖται ὁ χωλός«, φήσομεν μὴ
μάτην ἐλάφῳ καθαρῷ ζώῳ καὶ πολεμίῳ τῶν ὄφεων καὶ μηδέν βλάπτεσθαι ὑπὸ ἰοῦ αὐτῶν δυναμένῳ παραβεβλῆσθαι τοὺς πρότερον χωλοὺς καὶ διὰ τὸν Ἰησοῦν ἁλλομένους ὡς ἔλλαφον. πληροῦται δὲ καὶ κατὰ τὸ βλέπεσθαι κωφοὺς λαλοῦντας ἡ λέγουσα προφητεία· »καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων« ἢ μᾶλλον ἡ φάσκουσα · »οἱ κωφοὶ ἀκούσατε«. κοὶ οἱ τυφλοὶ δὲ
βλέπουσι κατὰ τὴν λέγουσαν προφητείαν ἑξῆς τῷ »οἱ κωφοὶ ἀκούσατε« καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν«. οἱ τυφλοὶ δὲ βλἐπουσιν, ὅτε βλέποντες τὸν κόσμον »ἐκ μεγέθους τοῦ κάλλους τῶν κτισμάτων ἀναλόγως« αὐτοις τὸν γενεσιουργὸν θεωροῦσι, καὶ ὅτε »τὰ ἀόρατα αὐτοῦ τοῦ θεοῦ) ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα« καθορῶσι, τουτέστιν ἐπιμελῶς
καὶ σαφῶς ὁρῶσι καὶ νοοῦσι.
ὄρος, ἔνθα καθέζεται ὁ Ἰησοῦς, τὴν ἐκκλησίαν αὐτοῦ, τοὺς βουλομένους ἀναβαίνειν ἐπ᾿ αὐτὸ μεθ’ ἡμῶν κωφούς, 509 τυφλούς, χωλούς , κυλλούς , καὶ ἑτέρους πολλούς, καὶ ῥίπτωμεν αὐτοὺς παρὰ τοὺς πόδας 63 64 τοῦ Ἰησοῦ, ἵνα θεραπεύσῃ αὐτούς, ὥστε θαυμάσαι ἐπὶ τῇ τούτων θεραπείᾳ τοὺς ὄχλους. οἱ γὰρ μαθηταὶ οὐκ ἀναγεγραμμένοι εἰσὶ τὰ τοιαῦτα θαυμάζειν, καίτοιγε παρόντες τῷ Ἰησοῦ καὶ τότε, ὡς δῆλον ἐκ τοῦ »ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι
επὶ τὸν ὄχλον« καὶ τὰ ἑξῆς. τάχα δὲ εἰ ἐπιμελῶς προσέχοις τῷ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, εὔροις ἂν ὄτι οἱ μαθηταὶ τότε οὐ προςῆλθον αὐτῷ, ἀλλὰ πάλαι ἀρξάμενοι ἀκολουθεῖν καὶ εἰς τὸ ὄρος ἠκολούθησαν αὐτῷ. προσῆλθον δὲ αὐτῷ οἱ τῶν μαθητῶν ἐλάττους καὶ τότε πρῶτον αὐτῷ προσιόντες, οἵτινεςοὐ τὰ ὅμοια τοῖς μετ᾿ αὐτῶν
ἀναβεβηκόσι πεπόνθασι. παρατήρει δὲ ἐν τῷ εὐαγγελίῳ, τίνες μὲν ἀναγεγραμμένοι εἰσὶν ἠκολουθηκέναι τῷ Ἰησοῦ, τίνες δὲ προσεληλυθέναι, τίνες δὲ προσῆχθαι, καὶ τίνες διῃρῆσθαι εἰς προάγοντας καὶ εἰς ἀκολουθοῦντας, καὶ τῶν προσεληλυθότων τίνες αὐτῷ ἐν τῇ οἰκίᾳ προσῆλθον, καὶ τίνες ἀλλαχοῦ τυγχάνοντι. πολλὰ γὰρ ἂν εὕροις ἐκ τῆς παρατηρήσσεως
»πνευματικοῖς πνευματικὰ« συγκρίνων ἄξια τῆς ἐν τοῖς εὐαγγελίοις ἀκριβοῦς σοφίας.
τῶν ἄρτων »ἐξελθὼν (ὁ Ἰησοῦς) εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτὸν καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτὼν. καὶ ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα παρῆλθεν ἤδη· ἀπόλυσον αὐτοὺς« καὶ τὰ ἑξῆς· νῦν δὲ μετὰ τὴν θεραπείαν τῶν κωφῶν καὶ τῶν λοιπῶν σπλαγχνίζεται ἐπὶ τὸν ὄχλον τρεῖς ἤδη
ἡμέρας προσμένοντα αὐτῷ καὶ μὴ ἔχοντα φαγεῖν. καὶ ἐκεὶ μὲν οἱ μαθηταὶ περὶ τῶν πεντακισχιλιων ἀξιοῦσιν, ἐνθάδε δὲ ἀφ᾿ ἑαυτοῦ περὶ τῶν τετρακισχιλιων λέγει. κἀκεῖνοι μὲν ὀψίας τρέφονται ἠμέραν αὐτῷ συνδιατοίψαντες. οὗτοι δὲ μαρτυρηθέντες ὅτι αὐτῷ τρεῖς ἡμέρας προσέμειναν μεταλαμβάνουσι τῶν ἄρτων, ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. κἀκεὶ
μὲν »πέντε δρτους καὶ δύο ἰχθύας« φοσὶν οἱ μοθηταὶ ἔχειν μόνους οὐ πυ- 65 66 θομένῳ, ἐνθάδε δὲ πυθομένῳ ἀποκρίνονται περὶ ἑπτὰ ἄρτων καὶ ἀλίγων ἰχθυδίων. κἀκεῖ μὲν κελεύει »τοὺς ὄχλους ἀνακλιθῆναι« οὐκ ἀναπεσεῖν » ἐπὶ τοῦ χόρτου« καὶ γὰρ ὁ Λουκᾶς »κατακλίνατε αὐτοὺς« ἀνέγραψε · καὶ ὁ Μᾶρκος »ἐπέταξε« φησὶν »αὐτοῖς πάντας ἀνακλῖναι«) 510 , ἐνθάδε δὲ
οὐ κελεύει ἀλλὰ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν. πόλιν ἐκεῖ μὲν ταῖς αὐταῖς λέξεσιν οἱ τρεῖς εὐαγγελισταί φασιν ὅτι »λαβὼν τοὺς ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησεν«, ἐνθάδε δὲ ὡς ὁ Ματθαῖς καὶ Μᾶρκος ἀνέγραψαν) εὐχαριστήσας ὁ Ἰησοῦς ἔκλασε. κἀκεῖ μέν ἐπὶ τοῦ χόρτου« ἀνακλίνονται, ἐνθάδε δὲ ἐπὶ
τὴν γῆν ἀναπίπτουσι. ζητήσεις δέ ἐν τοῖς κατὰ τοὺς τόπους τὸ τοῦ Ἰωάννου παρηλλαγμένον , ὅς ἐπ᾿ ἐκείνης μέν τῆς πράξεως ἀνέγραψεν ὅτι εἶπεν ὁ Ἰησοῦς· »ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν« καὶ ὅτι »εὐχαριστήσας ἔδωκε τοῖς ἀνακειμένοις« ἀπὸ τῶν ἄρτων, ταύτης δέ οὐδέ τὴν ἀρχὴν ἐμνημόνευσε.
τὸν Ἰησοῦν τῷ ἀπὸ τῶν μαθητῶν ἀκούσαντα πρᾶξαι, ὅρα εἰ μὴ διαφέρουσιν οἱ εὐεργετηθέντες ὑπὸ τοῦ Ἰησοῦ αὐτόθεν ἐΠὶ τῶ εὐεργετῆσαι θρέψαντος αὐτοὺς***. εἰ δὲ κατὰ τὸν Ἰωάννην κρίθινοι ἦσαν οἱ ἄρτοι, ἀφ᾿ ὧν »ἐπερίσσευσαν« οἱ δώδεκα κόφινοι, οὐδὲν δέ τοιοῦτον Περὶ τούτων λέγεται, πῶς οὐ βελτίους οὗτοι παρὰ τοὺς προτέρους; κἀκείνων μέν »τοὺς ἀρρώστους
ἐθεράπευσεν«, ἐνταῦθα δέ τοὺς μετὰ τῶν ὄχλων οὐκ ἀρρώστους θεραπεύει, ἀλλὰ τυφλοὺς καὶ χωλοὺς καὶ κωφοὺς καὶ κυλλούς · διὸ καὶ ἐπὶ τούτοις μὲν θαυμάζουσιν οἱ τετρακισχίλιοι, ἐπὶ δέ τοῖς ἀρρώστοις ουδεν τοιοῦτον λέλεκται. κρείττους δέ εἰσιν ( οἶμαι) οἱ φαγόντες ἀπὸ τῶν ἑπτὰ εὐχαριστηθέντων ἄρτων τῶν φαγόντων ἀπὸ τῶν πέντε εὐλογηθέντων, καὶ οἱ φαγόντες
ἀπὸ τῶν ὀλίγων ἰχθυδίων παρὰ τοὺς φαγόντος ἀπὸ τῶν δύο · τάχα δὲ κοὶ οἱ ἀναπεσόντες ἐπὶ τὴν γῆν <παρὰ τοὺς ἀνακλιθέντας »ἐπὶ ἐΠὶ τοῦ 67 68 του«>. κοὶ ἐκεῖνοι μέν ἀπὸ ὀλιγωτέρων ἄρτων »δώδεκα κοφίνους« οὗτοι δὲ ἀπὸ πλειόνων ἑπτὰ σπυρίδας , τῷ χωρητικώτεροι εἶναι μειζόνων. καὶ τάχα οὗτοι μέν ἐπιβαίνουσι πάντων τῶν γηΐνων καὶ ἀναπίπτουσιν ἐπ᾿ αὐτῶν, οἱ δ’ ἐπὶ τοῦ χόρτου« ἐπὶ μόνης τῆς σαρκὸς
αὐτῶν · »πᾶσα« γὰρ »σὰρξ χόρτος«. πρόσχες καὶ μετὰ τοῦτα ὅτι τούτους ἀπολῦσαι ὁ Ἰησοῦς νήστεις οὐ θέλει, ἶνα μὴ ἐκλυθῶσιν ὡς κενοὶ τῶν ἄρτων Ἰησοῦ, καὶ ἔτι ἐν τῇ ὁδῷ τυγχάνοντες τῇ ἐπὶ τὰ οἰκεῖα βλαβῶσι. σημείωσαι δὲ εἴ που ἀναγέγραπται ὁ Ἰησοῦς ἀπολελυκέναι, ἶν’ ἴδῃς διαφορὰν τῶν μετὰ τὸ τραφῆναι ὑπ᾿ αὐτοῦ ἀπολυθέντων καὶ τῶν
ἄλλως ἀπολυθέντων· παράδειγμα 511 δέ ἄλλως ἀπολυθέντος τὸ »γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου«. πρὸς δὲ τούτοις οἱ μὲν ἀεὶ συνόντες τῷ Ἰησοῦ μαθηταὶ οὐκ ἀπολύονται ἀπ᾿ αὐτοῦ, οἱ δέ ὄχλοι φαγόντες ἀπολύονται. καθὰ πόλιν οἱ μαθηταὶ μηδέν μέγα φρονοῦντες περὶ τῆς Χαναναίας φασίν · »ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν«, ὀ δὲ σωτὴρ οὐδαμῶς αὐτὴν
ἀπολύων φαίνεται· εἰπῶν γὰρ αὐτῇ· »ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις« ἰάσατο μέν τὴν θυγατέρα αὐτῆς »ἀπὸ τῆς ὥρας ἐκείνης«, οὐ μέντοι γέγραπται ὅτι ἀπέλυσεν αὐτήν. τοσαῦτα καὶ εἰς τὸ ἐκκείμενον ῥητὸν ἐπὶ τοῦ παρόντος ἐξετάσαι καὶ ἰδεῖν δεδυνήμεθα.
Commentarium In Evangelium Matthaei (Lib. 10-11). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.