Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
ἔξω γὰρ τῆς οἱκίας οἱ ὄχλοι· καὶ τῆς φιλανθρωπίας αὐτοῦ ἔργον ἐστὶ καταλιπεῖν τὴν οἱκίαν καὶ ἀπιέναι πρὸς τοὺς μὴ δυναμένους ἥκειν πρὸς αὐτόν. αὐτάρκως δὲ τοῖς ὄχλοις διαλεχθεὶς ἐν παραβολαῖς ἀφίησιν αὐτοὺς καὶ ἔρχεται εἰς τὴν ἑαυτοῦ οἱκίαν, ἔνθα προσέρχονται αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀπομείναντες μετὰ τῶν ἀφεθέντων ὑπ' αὐτοῦ. καὶ ὅσοι γε
γνησιώτερον ἀκούουσι τοῦ Ἰησοῦ, πρῶτον ἀκολουθοῦσιν αὐτῷ, εἶτα πυνθανόμενοι περὶ τῆς μονῆς αὐτοῦ ἐπιτρέπονται ἱδεῖν αὐτήν, καὶ ἐλθόντες ὁρῶσι »καὶ 443 αύτῷ« μένουσι, πάντες μέν τὴν ἡμέραν ἐκείνην«, τάχα δέ τινες αὐτῶν καὶ ἐπὶ πλεῖον. καὶ τὰ τοιαῦτά γε οἶμαι οἶμαι ἐν τῷ· κατὰ Ἰωάννην εὐαγγελίῳ διὰ τούτων· »τῇ ἐπαύριον πόλιν εἱστήκει ὁ Ἰωάννης
καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο«. ἔτι εἰς παράστασιν τοῦ ὅτι τῶν ἐπιτραπέντων σὺν τῷ Ἰησοῦ πορεύεσθαι καὶ ἰδεῖν αὐτοῦ τὴν οἰκίαν ὁ διαφέρο)ν καὶ ἀπόστολος γίνεται, ἐπιφέρεται τούτοις · ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων ὑπὸ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ«. κοὶ ἡμεῖς οὖν, εἴπερ βουλόμεθα μὴ ὡς ὄχλοι ἀκούειν τοῦ Ἰησοῦ,
οὕς ἀφιεὶς καὶ] ἔρχεται εἰς τὴν οἱκίαν, ἐξαίρετόν τι παρὰ τοὺς ὄχλους ἀναλαμβάνοντες οἱκειωθῶμεν τῷ Ἰησοῦ, ἶν’ ὡς μαθηταὶ αὐτοῦ ἐλθόντι 1 2 εἰς τὴν οἱκίαν προσέλθωμεν Καὶ προσελθόντες ἀξιώσωμεν περὶ φράσεως παραβολῆς, εἴτε τῶν ζιφανίων τοῦ ἀγροῦ εἴθ' ἡστινοσοῦν. ἶνα δὲ ἀκριβέστερον νοηθῇ, τίνος παραστατικόν ἐστι ἐστι πράγματος ἡ τοῦ Ἰησοῦ οἱκία, συναγαγέτω τις ἀπὸ τῶν εὐαγγελίων ὅσα Περὶ τῆς οἱκίας Ἰησοῦ
εἴρηται, καὶ τίνα ἐν αύτῇ λελάληται ἢ πέπρακται αὑτῷ· ἐπὶ γὰρ τὸ αὐτὸ ἐπισυναχθέντα ταῦτα πείσει τὸν προσέχοντα ταύτῃ τῇ ἀναγνώσει, ὅτι οὐχ ἁπλᾶ (ὡς οἴονταί τινες) ἐστὶ μόνον τὰ τοῦ εὐαγγελίου γράμματα, τοῖς μὲν ἁΠλοῖς κατ' οἰκονομίαν ὡς ἁπλᾶ γεγένηται, τοῖς δὲ ὀξύτερον ἁκούειν αὐτῶν βουλομένοις καὶ δυναμένοις ἐγκέκρυπται σοφὰ καὶ ἄξια λόγου
θεοῦ πράγματα.
λόγον. καὶ πρόσχες γε, εἰ δύνασαι τὸ καλὸν σπέρμα τοὺς υἱοὺς τῆς βασιλείας πρὸς τοῖς προαποδεδομένοις καὶ ἑτέρως λαβεῖν, ὅτι ὄτι ἐν τῇ ἀνθρωπίνῃ φύεται ψυχῇ καλά, ταῦτα ὑπὸ τοῦ »ἐν ἀρχῇ πρὸς τὸν θεὸν« λόγου θεοῦ σπείρεται γεννήματα τυγχάνοντα τῆς τοῦ θεοῦ ὡς εἶναι τοὺς περὶ ἑκάστου ὑγιεῖς λόγους τοὺς υἱοὺς τῆς βασιλείας.
κοιμωμένων δὲ τῶν μὴ κατὰ τὴν ἐντολὴν τοῦ Ἰησοῦ πραττόντων λέγοντος· γρηγορεῖτε καὶ προσεύχεσθε, ἴνα μὴ εἰσέλθητε εἰς πειρασμόν«, 444 ὁ διόβολος ἐΠιτηρῶν ἐπισπείρει τὰ καλούμενα ζιζάνια, μοχθηρὰ δόγματα, ταῖς καλουμένοις ὑπό τινων φυσικαῖς ἐννοίαις καὶ σπέρμασι καλοῖς τοῖς ἀπὸ τοῦ λόγου. κατὰ δὲ τοῦτο ἀγρὸς καὶ ὁ κόσμος πᾶς λέγοιτο ἄν, καὶ
οὐ μόνον ἡ ἐκκλησία τοῦ θεοῦ· ἐν γὰρ παντὶ κόσμῳ ὁ μὲν υἱὸς τοῦ τοῦ ἀνθρώπου ἔσπειρε τὸ καλὸν σπέρμα, ὁ δὲ πονηρὸς τὰ πονηρὸς ξιζάνια, ἄπερ εἰσὶν οἱ μοχθηροὶ λόγοι, οἱ ἀπὸ κακίας υἱοὶ τοῦ πονηροῦ. δεήσει δὲ γενέσθαι ἐΠὶ τέλει τῶν πραγμάτων (ὃ καλεῖτα συντέλεια τοῦ αἰῶνος) ἵν’ οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ ἀναλέξωνται τὰ προσπεφυκότα
τῇ ψυχῇ δόγματα δόγματα καὶ παραδῶσιν αὐτὰ εἰς ἀνάλωσι, τῷ λεγομένῳ 3 4 καίειν πυρὶ ἀνατρέποντες αὐτά. καὶ οὕτω συλλέξουσιν οἱ τοῦ λόγου ἄγγελοι καὶ ὑπηρέται ἐκ πάσης τῆς τοῦ Χριστοῦ βασιλείας πάντα τὰ ἐνυπάχοντα ταῖς ψυχαῖς σκάνδαλα καὶ τοὺς τὴν ἀνομίαν ποιοῦντας λογισμούς, οὔστινας ἀναλίσκοντες βαλοῦσιν εἰς τὴν κάμινον τοῦ
πυρὸς τὴν καιομένην · ἔνθα κοὶ οἱ συναισθηθέντες ἑαυτῶν διὰ τὸ κοιμᾶσθαι τὰ σπέρματα τοῦ πονηροῦ ἐν ἑαυτοῖς ἑαυτοῖς κλαύσονται καὶ ὡσπερεὶ ἑαυτοῖς θυμωθήσονται. τοῦτο γὰρ ὁ βρυγμὸς τῶν ὀδόντων, διὸ κοὶ ἐν τοῖς Ψαλμοῖς τὸ »ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν« λέλεκται. τότε μάλιστα οἱ δίκαιοι λάμψουσιν οὐκέτι διαφόρως, ὡς κατὰ τὰς
ἀρχάς, ἀλλὰ πόντε ὡς εἷς ἤλιος ἐν τῇ ἐν βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὡς μυστήριον γοῦν δηλῶν ὁ σωτήρ, τάχα μέν καὶ διὰ πόντο)ν τῶν ἐν τῇ γράσει τῆς παραβολῆς, τάχα δὲ μάλιστα διὰ τοῦ τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν ἐπιφέρει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, διδάσκων τοὺς οἰομένους ἐν τῇ φράσει
τῆς παραβολῆς σαφέστατα αὐτὴν ἐκτεθεῖςσθαι, ὡς καὶ ἐν τοῖς τυχοῦσι δύνασθαι νοηθῆναι αὐτήν, ὅτι καὶ αὐτὰ τὰ τῆς διηγήσεως τῆς παραβοῆς δεῖται σαφηνείας.
ἀλλ' ἔσονται οἱ πάντες ὡς εἷς ἥλιος, ἀναγκαίως ἐκθησόμεθα τὸ φανὲν ἡμῖν εἰς τὸν τόπον. ἔοικεν ὁ Δανιήλ, φῶς τοῦ κόσμου« ἐπιστάμενος τοὺς συνιέντος καὶ τοὺς πολλοὺς τῶν δικαίων διαφέροντας τῇ δόξῃ, εἰρηκέναι τὸ καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν διακαίων τῶν πολλῶν 445 ὡς οἶ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι«. καὶ ὁ από-
στολος δὲ ἐν τῷ »ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴν γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ, οὔτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν« τὰ αὐτὰ λέγει τῷ Δανιήλ, τὸν νοῦν ἀπὸ τῆς προφητείας αὐτοῦ τοῦτον λαβών. ζητήσει οἶν τις, πῶς οἱ μὲν περὶ διαφορᾶς τοῦ ἐν τοῖς δικαίοις λέγουσι φωτός, ὁ δὲ σωτὴρ τοὐναντίαν· ὡς εἷς ἥλιος λάμψουσιν. ὑπολαμβάνω
οὖν, ὅτι παρὰ μέν τὴν ἀρχὴν τῶν ἐν τοῖς σωζομένοις μσκστιδμῶν, ὅτι οὐδέπω ἐκαθάθησαν οἱ μὴ τοιοῦτοι, τὰ τῆς διαφορᾶς γίνεται τοῦ τῶν σωζομένων φωτός· ἐπὰν δέ, ὡς ἀποδεδώκαμεν, συλλεγῇ ἀπὸ τῆς βασιλείας ὅλης Χριστοῦ πάντα τὰ σκάδαλα καὶ οἱ ποιοῦντες τὴν ἀνομίαν λο- 5 6 γισμοὶ βληθῶσιν εἰς τὴν κάμινον τοῦ πυρός, καὶ καταναλωθῇ τὰ χείρονα, καὶ τούτων γινομένων εἰς συναίσθησιν ἔλθωσιν οἱ παραδεξάμενοι τοὺς υἱοὺς τοῦ πονηροῦ λόγους, τότε ἔν γενόμενοι ἡλιακὸν φῶς οἱ δίκαιοι λάμψουσιν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. τίνι δὲ
λάμψουσιν ἤ τοῖς ὑποδεεστέροις, ἀπολαύσουσι τοῦ φωτὸς αὐτῶν ἀνάλογον τῷ νῦν λάμπειν τὸν ἥλιον τοῖς ἐπὶ γῆς; οὐ γὰρ δήπου ἑαυτοῖς λάμψουσι. μήποτε δὲ καὶ τὸ »λαμφάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων« ἀπογράψασθαι δυνατόν ἐστιν ἐπὶ τὸ πλάτος τῆς καρδίας« λατὰ τὸ εἰρημένον τῷ Σολομῶντι) τριχῶς, ὤστε καὶ νῦν λάμπειν τὸ φῶς τῶν Ἰησοῦ Ἰησοῦ μαθητῶν
ἔμπροσθεν τῶν λοιπῶν ἀνθρώπων καὶ μετὰ τὴν ἔξοδον πρὸ τῆς ἀναστάσεως καὶ μετὰ τὴν ἀνάστασιν, ἕως ἄν καταντήσωσιν οἱ πάντες »εῖς ἄνδρα τέλειον« καὶ γένωνται πάντες εἷς ἥλιος· τότε λάμψοθσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ παρτὸς αὐτῶν.
κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν
οὐδέ παραβολαί εἰσιν’ ἐπ' ἐκείνων μέν γὰρ οὐκ ὤκνησεν ἡ γραφὴ καθ' ἑκάστην προτάσσειν τὸ ὄνομα τῆς παραβολῆς, ἐπὶ δέ τούτων τὸ αὐτὸ οὐ πεποίηκεν. καὶ εἰκότως γε τοῦτο πεποίηκεν. εἰ γὰρ τοῖς ὄχλοις ἐλάλησεν »ἐν παραβολαῖς« καὶ »ταῦτα πάντα ἐλάλησεν ἐν παραβολαῖς καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς« οὐ τοῖς ὄχλοις δέ ἐλθὼν εἰς τὴν οἰκίαν« διαλέγεται ἀλλὰ τοῖς προσελθοῦσιν
αὐτῷ μαθηταῖς ἐν αὐτῇ, δῆλον ὅτι οὔκ εἰσι παραβολαὶ τὰ ἐν τῇ οἰκιᾳ λελαλημένα· τοῖς γὰρ »ἔξω« ἐν παραβολαῖς λαλεῖ καὶ οἶς »οὐ δἐδπται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν«. φήσει τις οὖν’ εἰ μή εἰσιν αὗται παραβολαί, τί εἰσιν; μήΠοτε οὖν τῇ λέξει τῆς γραξῆς ἀκολυθοῦντες φήσομεν, ὅτι ὁμοιότητές εἰσι. διαφέρει δέ ὁμοιότης παραβολῆς· γεγραπται γὰρ 7 8 ἐν τῷ Μάρκῳ. »τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἔν τίνι αὐτὴν παραβολῇ θῶμεν »ἐκ τούτου παρίσταται διαφορὰν εἶναι ὁμοιώσεως καὶ παραβολῆς. ἔοικεν οὖν ἡ μέν ὁμοίωσις εἶναι γενική, ἡ δὲ παραβολὴ εἰδική. τάχα δὲ καὶ ἡ ὁμοίωσις γενικωτάτη οὖσα τῆς παραβολῆς ἔχει ἐν εἴδει,
ὥσπερ τὴν παραβολήν, οὕτω καὶ ὁμώνυμον τῷ γενικῷ τὴν ὁμοίωσιν. ὄπερ καὶ ἐπὶ τῶν συμβέβηκεν, συμβέβηκεν, ὡς τετηρήκασιν οἱ δεινοὶ περὶ τὴν τῶν πολλῶν ὁνομάτων θέσιν· οἵτινες λέγουσι καὶ γενικωτάτην εἶναι τὴν ὁρμὴν πολλῶν εἰδῶν περιεκτικήν, ὤσπερ καὶ ἀφορμῆς καὶ ὁρμῆς, ἐν εἴσει ὁμωνύμως τῷ γενικῷ παραλμβάνεσθαι πρὸς ἀντιδιαστολὴν τῆς ἀφορμῆς
τὴν ὁρμήν.
δοκεῖ δή μοι κατὰ ταῦτα ἀγρὸς μὲν εἶναι ἡ γραφὴ καταφυτευθεῖσα τοῖς φανεροῖς 447 τῶν ῤητῶν τῆς ἱστορίας καὶ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν λοιπῶν λοιπῶν (πολλὴ γὰρ φυτεία καὶ ποικίλη ἐστὶ καὶ ἡ τῶν τῆς ὅλης γραφῆς), ὁ δὲ ἐν τῷ ἀγρῷ κεκρυμμένος θησαυρὸς τὰ καὶ ὑποκείμενα τοῖς φανεροῖς φανεροῖς τῆς σοφίας »ἐν μυστηρίῳ«
ἀποκεκρυμμένης καὶ τῷ χριστῷ, »ἐν ᾦ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας κοὶ γνώσεως ἀπόκρυφοι«. ἄλλος δ’ ἄν λέγοι ἀγρὸν μὲν εἶναι τὸν ἀληθῶς πλήρη, »ὅν εὐλόγησε κύριος«, τὸν Χριστὸν τοῦ θεοῦ«, τὸν δ’ ἐν αὐτῷ κεκρυμμένον θησαυρὸν τὰ εἰρημένα παρὰ τῷ Παύλῳ κεκρύφθαι ἐν Χριστῷ, λέγοντι περὶ Χριστοῦ τὸ »ἐν ᾦ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι«.
τὰ ούράνια τοίνυν πράγματα καὶ ἡ βασιλεία τῶν οὐρανῶν ὥσπερ ἐν εἰκόνι γέγραπται τοῖς γραφαῖς, αἴτινές εἰσιν ἡ βασιλεία τῶν οὐρανῶν, 9 10 ἢ αὐτός ἐστιν ὁ Χριστὸς ὁ βασιλεὺς τῶν αἰώνων ἡ βασιλεία τῶν οὐρανῶν, ὡμοιωμένη θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ.
ὡς ἄλλον νοεῖν τῆς βασιλείας τὸν ἀγρόν, ἢ ὄλῳ τούτῳ ὡμοίωται ὡμοίωται > καὶ τῷ> κεκρυμμένῳ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς τὴν τῶν βασιλείαν εἶναι κατὰ τὴν ὁμοίωσιν καὶ τὸν ἀγρὸν καὶ τὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ θησαυρόν. ἐλθὼν δέ τις ἄνθρωπος εἰς τὸν ἀγρόν, εἴτε τὰς γραφὰς εἴτε τὸν Χριστὸν τὸν ἐκ φανερῶν καὶ κρυπτῶν συνεστηκότα, εὑρίσκει
τὸν κεκρυμμένον τῆς σοφίας θησαυρόν, εἴτε ἐν Χριστῷ εἴτε ἐν ταῖς γραφαῖς ἐμπεριερχόμενος γὰρ τὸν ἀγρὸν καὶ ἐρευνῶν τὰς γραφὰς καὶ ζητῶν νοῆσαι τὸν χριστὸν εὑρίσκει τὸν ἐν αὐτῷ θησαυρόν), καὶ εὑρὼν κρύπτει, οὐκ ἀκίνδυνονεἶναι νομίζων τὰ τῶν γραφῶν ἀπόρρητα νοήματα ἢ τοὺς ἐν Χριστῷ θησαυροὺς » σοφίας καὶ γνώσεως« ἐκφαίνειν τοῖς τυχοῦσι, καὶ κρύψας ἄπεισι
πραγματευόμενος, πῶς ἀγοράσει τὸν ἀγρὸν ἤτοι ἤτοι τας γραφάς, ἴνα ἴδιον κτῆμα αὐτὰς ποιήσῃ, λαβ(ὸν ἀπὸ τῶν τοῦ θεοῦ »τὰ λόγια τοῦ θεοῦ« ἄ πρῶτον Ἰουδαῖοι »ἐπιστεύθησαν«. κοὶ ἀγοράσαντος τοῦ μαθητευθέτος Χριστῷ τὸν ἀγρὸν ἀπαίρεται απ' ἐκείνων ἡ βασιλεία τοῦ θεοῦ« ἥτις ἐστὶ κατ' ἄλλην παραβολὴν ἀμπελὼν) καὶ δίδοται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«,
τῷ διὰ τῆς πίστεως ἀγοράσαντι τὸν ἀγρὸν ἐκ τοῦ πεπρακέναι πάντα τὰ ὑπάρχοντα καὶ μηδέν τῶν πρότερον ὑπαρχόντων (κακία δὲ αὐτῷ) ἔτι ἔχειν παρ' 448 ἑαυτῷ. τὸ δέ ἐφαρμόσεις, ἐφαρμόσεις, κἄν ἀγρὸς ὁ ἔχων τὸν κεκρυμμένον θησαυρὸν ὁ Χριστὸς ᾖ· οἱ γὰρ »ἀφέντες πάντα« καὶ ἀκολουθοῦντες αὐτῷ οἱονεὶ κατ’ ἄλλον λόγον πεπράκασι τὰ ὑπάρχοντα αὐτῶν, ἴνα
διὰ τοῦ πεπρακέναι καὶ ἀπο ἀπο δεδόσθαι δόσθαι ἐκεῖνα ἀντ' ἐκείνων καλὴν βοηθουμένους αὐτοὺς εἰληφέναι απὸ θεοῦ ὠνήσωνται τῆς πολλῆς τιμῆς καὶ ἀξίας τοῦ ἔχοντα τὸν ἔχοντα θησαυρὸν κεκρυμμένον ἐν ἑαυτῷ ἀγρόν.
μαργαρίτας ἐώνηται πέπρακεν, ἀλλὰ καὶ πάντα ὅσα εἶχεν, ἵνα ἀγοράσῃ τὸν καλὸν μαργαρίτην ἐκεῖνον. εὕρομεν οὖν παρὰ τοῖς περὶ λίθων πραγματευσαμένοις περὶ τῆς φύσεως τοῦ μαργαρίτου ταῦτα, ὅτι τῶν μαργαριτῶν οἱ μέν εἰσι χερσαῖοι οἱ δὲ θαλάττιοι. καὶ οἱ μὲν χερσαῖοι παρ᾿ Ἰνδοῖς μόνοις γίνονται πρέποντες σφραγῖσι καὶ σφενδόναις καὶ ὅρμοις. οἱ
δὲ θαλάττιοι οἱ μὲν διαφέροντες παρὰ τοῖς αὐτοῖς Ἰνδοῖς εὑρίσκονται, οἵτινές εἰσι καὶ ἄριστοι ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ γινόμενοι. δευτερεύουσι δὲ ὡς ἐν μαργαρίταις οἱ ἐκ τοῦ κατὰ Βρεττανίαν Ὠκεανοῦ λαμβανόμενοι. τρίτοι δὲ καὶ ἀπολειπόμενοι, οὐ μόνον τῶν πρώτων ἀλλὰ καὶ τῶν δευτέρων, οἱ κατὰ τὸν Βόσπορον περὶ τὴν Σκυθόαν εὑρισκόμενοι. ἔτι δὲ ταῦτα ἐλέγετο
περὶ τοῦ Ἰνδικοῦ μαργαρίτου, ὅτιἐν 449 κόγχοις γίνεται προσεοικόσι τὴν φύσιν εὐμεγέθεσι στρόμβοις. οὗτοι δὲ ἱστοροῦνται οἱονεὶ κατὰ ἴλας τὴν θαλάττιον ποιούμενοι νομὴν καθάπερ ἀγελάρχου τινὸς ἐξηγουμένου, περιόπτου τὴν χρόαν καὶ τὸ μέγεθος καὶ διαφέροντος τῶν ὑπ᾿ αὐτόν, ὥστε ἀναλογίαν αὐτὸν ἔχειν τῷ καλουμένῳ ἐσσῆνι μελισσῶν. ἱστόρηται δὲ καὶ περὶ τῆς θήρας 13 14 τῶν διαφερόντων, τουτέστι τῶν ἐν Ἰνδίᾳ, τοιοῦτον· ὅτι περιλαμβάνοντες οἱ ἐπιχώριοι δικτύοις κύκλον αἰγιαλοῦ μέγαν κατακολυμβῶσιν, ἔνα ἐξ ἁπάντων τὸν προηγούμενον ἐπιτηδεύοντες λαβεῖν, τούτου γὰρ ἁλόντος φασὶν ἄμοχθον γενέσθαι τὴν θήραν τῆς ὑπὸ τούτῳ ἀγέλης, οὐδενὸς ἔτι ἀτρεμοῦντος
τῶν ἀπ' αὐτῆς, ἀλλὰ οἷον δεδεμένου ἱμάντι καὶ ἑπομένου τῷ ἀγελάρχῃ.
ἑαυτὸν δέχεται δρόσον, ἧς ἐμπλησθεὶς καθαρᾶς καὶ ἀθολωτου περιαυγὴς γίνεται κοὶ λοχεύει μέγαν καὶ εὔρυθμον τὸν λίθον. εἰ δέ ποτε ἐκηχλυμένης καὶ ἀνμωάλου χειμερίου τε μεταλάβοι δρόσου, ὁμιχώδη κύει μαργαρίτην καὶ κηλῖσιν ἐπίμωμον. ἔτι δὲ καὶ τοῦτο εὕρομεν, ὅτι εἰ μεσολαβηθείη ὁδεύων ἐπὶ τὴν πλήρωσιν οὗ κύει λίθου ὑπὸ ἀστραπῆς, μύει καὶ ὡσπερεὶ ***
τῷ δείματι σκορπίζει καὶ διαχεῖ τὸν γόνον εἰς τὰ λεγόμενα φυσήματα. ἔστι δέ ὅτε καθάπερ ἠλιτόμηνα γεννᾶνται βραχέα καὶ ἀχλύος τι ἔχοντα, πλὴν εὔρυθμα. ἔτι δέ καὶ τοῦτο ἔχει ὁ Ἰνδικὸς μαργαρίτης παρὰ τοὺς 450 ἄλλους· λευκός ἐστι τὴν χρόαν ἀργύρῳ διαφανεῖ προσφερὴς αὐγήν τε ὑποχλωρίζουσαν ἠρέμα διαλάμπει, ὡς ἐπίπαν δὲ σχῆμα ἔχει στρογγύλον. ἔστι δὲ καὶ
τρυφερόχρως καὶ ἁπαλώτερος ἢ κατὰ λίθον. οὕτως δέ ἐστιν ἐπιτερπὴς ἰδέσθαι, ὡς κοὶ παρὰ τοῖς ἐμφανεστέροις (καθὰ ὁ ἀναγράψας ἔλεγε τῶν λίθων) ἀφυμνεῖσαθαι. ἔτι δὲ κοὶ τοῦτο σημεῖον ἀρίστου ἐστὶ μαργαρίτου τὸ τὴν περιφέρειαν τετορνευμένην ἔχειν, καὶ τὸ χρῶμα λευκότατον καὶ 15 16 διαυγέστατον, καὶ τῷ μεγέθει μέγιστον. ταῦτα μὲν οὖν Περὶ τοῦ Ἰνδικοῦ. ὁ δέ κατὰ τὴν Βρεττανίαν (φασὶ) χρυσωπὸς μὲν ἐστι τὴν ἐπίχροιαν, δέ τις κοὶ ταῖς μαρμαρυγαῖς ἀμβλύτερος. ὁ δὲ ἐν τῷ πορθμῷ τῷ κατὰ Βόσπορον κνεφωδέτερος τοῦ Βρεττανικοῦ καὶ πελιδνὸς καὶ τέλεον ἀμυδρός,
ἁπαλός τε καὶ μακρομεγέθης. καὶ γεννᾶται δέ ὁ ἐν τῷ κατὰ Βόσπορον πορθμῷ οὐκ ἐν τοῖς πίναις, ὅ ἐστιν ὀστράκων εἶδος μαργαριτοφόρον, ἀλλ' ἐν τοῖς προσαγορευομένοις μυσί. τούτοις δέ, λέγω δὴ τοῖς κατὰ Βόσπορον, ἡ νομὴ ἐν τέλμασίν ἐστιν. ἱστόρηται δέ καὶ τέταρτον γένος εἶναι μαργα- ριτῶν 451 περὶ τὴν Ἀκρνανίαν ἐν ταῖς τῶν οστρέων πίνοις· οὐ σπουδαῖοι δέ
οὗτοι ἄγαν, ἀλλὰ καὶ ἄρρυθμοι καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα τέλεον διατεθολωμένοι καὶ ῥυπῶντες. καὶ ἄλλοι δὲ παρὰ τούτους εἰσὶ περὶ τὴν αὐτὴν Ἀκαρνανίαν πόντων ἕνεκεν απόβλητοι.
φαῦλοι, εἰρηκέναι τὸ ὁμοία ἐστὶν ἡ βασιλέια τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας· εἰ γὰρ μὴ φαῦλοι ἦσάν τινες ἐν μαργαρίταις, οὐκ ἄν εἴρητο ζητοῦντι καλοὺς μαργαρίας. ἐν τοῖς παντοδαποῖς δὲ ἐπαγγελλομένοις ἀλήθειαν λόγοις κοὶ τοῖς φέρουσιν αὐτοὺς ζήτει τοὺς μαργαρίτας, καὶ ἔστωσαν (ἵν' οὕτως ονομάσω) οἱ
τῆς οὐρανίου δρόσου συλλαμβάνοντες κόγχοι καὶ κύοντες ἐξ οὐρανοῦ λόγον ἀληθείας προφῆται οἱ καλοὶ μαργαρῖται, οὔς ὁ κατὰ τὴν προκειμένην λέξιν ζητεῖ ἔμπορος ἄνθρωπος. ὁ δέ ἀγελάρχης τῶν μαργαριτῶν, ᾦ εὑρισκομένῳ καὶ οἱ λοιποὶ συνευρίσκονται, ὁ πολυτίμητος μαργαρίτης, ὁ Χριστὸς τοῦ θεοῦ, ὁ ὑπὲρ τὰ τίμια γράμματα καὶ νοήματα τοῦ νόμου καὶ τῶν προφη- 17 18 τῶν λόγος, οὖ εὑρεθέντος καὶ τἆλλα πάντα εὐμαρῶς παραλαμβάνονται. διαλέγεται δὲ ὁ σωτὴρ τοῖς μαθηταῖς πᾶσιν ὡς ἀνθρώποις ἐμπόροις, οὐ μόνον ζητοῦσι τοὺς καλοὺς μαργαρίτας ἀλλὰ καὶ εὑροῦσιν εὑροῦσιν καὶ κεκτημένοις, ἐν οἶς φησι· μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν
χοίρων«. δῆλον δέ, ὅτι τοῖς μαθηταῖς ταῦτα λέλεκται, ἐκ τοῦ προτετάχθαι τῶν λόγων τὸ »ἰδὼν δέ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος• καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ«· ἐν γὰρ τῷ εἱρμῷ τῶν λόγων ἐκείνων εἴρηται· »μὴ δῶτε τό ἄγιον τοῖς κυσί, μηδὲ βάλητε τοὺς ναργαρίτας ἔμπροσθεν τῶν χοίρων«. μήποτε οὖν ὁ μὴ ἔχων μαργαρίτας ἢ τὸν πολύτιμον
μαργαρίτην οὐδέ μαθητής ἐστι τοῦ σωτῆρος κοὶ *** τοὺς μαργαρίτας τοὺς καλούς, οὐ τοὺς νεφώδεις οὐδὲ τοὺς ἀχλυώδεις, ὁποῖοί εἰσιν οἱ τῶν ἐτεροδόξων λόγοι, οὐ πρὸς ανατολὰς γεννώμενοι ἀλλὰ πρὸς δυσμὰς ἢ πρὸς βορρᾶν, εἰ χρὴ καὶ ταῦτα προσπαραλαμβάνειν δι' ἤν εὕρομεν διαφορὰν μαργαριτῶν ἐν διαφόροις γινομένων τόποις. τάχα δέ οἱ τεθολωμένοι λόγοι
καὶ οἱ ἐν τοῖς ἔργοις τῆς σαρκὸς κατειλιγμέναι αἱρέσεις οἶ ἀχλυώδεις εἰσὶ καὶ οἱ ἐν τέλμασι γινόμενοι μαργαρῖται οὐ καλοί.
γραίτην, ὄν ὁ πάντα δοὺς καὶ ζημιωθεὶς κατᾶται, δι’ ὅν φησιν ὁ Παῦλος· »τὰ πάντα ἐξημιώθην, ἴνα Χριστὸν κερδήσω«, »πάντα« λέγων τοὺς καλοὺς μαργαρίτας, καὶ »Χριστὸν κερδήσω« τὸν ἕνα πολύτιμον μαργαρίτην. τίμιον μέν οὖν λύχνος τοῖς ἐν σκότει, καὶ χρεία λύχνου ἔως ἀνατείλῃ ὁ ἥλιος · τιμία δέ καὶ ἡ ἐπὶ τοῦ προσώπου Μωσέως δόξα ἐγὼ δ’ οἶμαι ὅτι
καὶ τῶν προφητῶν) καὶ καλὸν θέαμα, δι’ ἧς εἰσαγόμεθα πρὸς τὸ δυνηθῆναι ἰδεῖν τὴν δόξαν Χριστοῦ, ᾖ μαρτυρῶν ὁ πατἠρ φησίν· »οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὄν ηὐδόκησα«. ἀλλ' »οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἔνεκεν τῆς ὑπερβαλλούσης δόξης«, καὶ χρεία ἡμῖν πρότερον δόξης τῆς ἐπιδεχομένης κατάργησιν ὑπέρ »τῆς ὑπερβαλλούσης δόξης«, ὡς
χρεία γνώσεως τῆς ἐκ μέρους, ἥτις »καταργηθήσεται, ὄταν ἔλθῃ τὸ τέλειον«. πᾶσα τοίνυν ψυχὴ ἐρχομένη εἰς νηπιότητα καὶ ὁδεύσουσα »ἐπὶ τὴν τελειότητα« 19 20 δεῖται, μέχρις ἐνστῇ αὐτῇ »τὸ πλήρωμα τοῦ χρόνου«, παιδαγωγοῦ καὶ οἱκονόμων καὶ ἐπιτρόπων, ἵνα μετὰ ταῦτα πάντα ὁ πρότερον μηδέν »διαφέρων δούλου κύριος πόντων ὤν« ἀπολάβῃ ἐλευθερωθεὶς ἀπὸ παιδαγωγοῦ καὶ οἰκονόμων καὶ ἐπιτρόπων τὰ πατρῷα, τὰ ἀνάλογον τῷ πολυτιμήτῳ μαργραίτῃ
καὶ τῷ ἐρχομένῳ τελείῳ, καταργοῦντι τὸ ἐκ μέρους«λ ὅταν τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ« χωρῆσαί τις δυνηθῇ, προεγγυμνασάμενος ταῖς (ἵν' οὕτως ὀνομάσω) ὑπερεχομέναις γνώσεσιν ὑπὸ τῆς χριστοῦ ἀλλ' οἱ πολλοί, μὴ νοήσαντες τὸ κάλλος τῶν πολλῶν μαργαριτῶν νομικῶν καὶ τὴν ἔτι ἐκ μέρους« γνῶσιν τὴν πᾶσαν προφητικήν, οἴονται
δύνασθαι χωρὶς ἐκείνων τρανουμένων καὶ καταλαμβανομένων δι' ὅλων εὑρεῖν τὸν ἔνα πολύτιμον μαργαρίτην καὶ θερωῆσαι τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ«, οὗ συγκρίσει πάντα τὰ πρὸ τῆς τηλικαύτης καὶ τοσαύτης γνώσεως, οὐ »σκύβαλα« τ«ξ ἰδίᾳ φύσει τυχάνονται, σκύβαλα ἀναγαφίνετα, ἄπερ ἄπερ τὰ παραβαλλόμενα τάχα τῇ συκῇ ὑπὸ τοῦ ἀμπελουργοῦ
κόπρια, αἴται τυγχάνοντα τοῦ αύτὴν καρπογορῆσαι.
τις ἔχει, ἴνα ἀγοράσῃ τὸν μαργαρίτην ἐκεῖνον. ὥσπερ γὰρ πάντα τὸν ἐσόμενον σοφὸν ἐν λόγοις ἀληθείας δεήσει στοιχειωθῆναι πρότερον καὶ ἐπὶ πλεῖον διαβῆναι τῆς στοιχειώσεως καὶ περὶ Πολλοῦ πολλοῦ τὴν στοιχείωσιν, οὐ μὴν ἀπομένειν ἐν τῇ στοιχειώσει ὡς τιμήσαντα αὐτὴν κατὰ τὰς ἀρχάς, ἀλλὰ διαβάντα »ἐπὶ τὴν τελειότητα« χάριν ἔχειν τῇ εἰσαγωγῇ ὠς
χρησίμῳ γενομένη κατὰ τὰ πρότερα, οὕτως τελείως νοηθέντα τὰ νομικὰ καὶ τὰ προφητικὰ στοιχείωσίς ἐστι πρὸς τελείως ἐννοούμενον τὸ εὐαγγέλιον κοὶ πάντα τὸν περὶ τῶν Χριστοῦ Ἰησοῦ ἔργων καὶ λόγων νοῦν.
τὸ εύαγγέλιον ὁμοιώσεων τὴν βασιλείαν τῶν οὐρανῶν ὁμοιουμένην τινὶ ὁμοιοῦθαι οὐ διὰ πάντα τᾶ προσόντα τῷ εἰς ὅ ἡ ὁμοίωσις, ἀλλὰ διά τινα ὧν χρᾐζει ὁ παραληφθεὶς λόγος. καὶ ἐνταῦθα τοίνυν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνη βληθείσῃ εἰς τὴν θάλασσαν, οὐχ ὡς οἴονταί τινες παριστάντες τῷ λόγῳ φύσεις εἰναι ὑποκειμένας διαφόρους
τῶν ὑπὸ τὴν σαγήνην ἐληλυθότων πονηρῶν καὶ δικαίων, ὥστε νομίζειν εἶναι διὰ τὸ ἐκ παντὸς γένους συναγαγούσῃ δικαίων πολλὰς καὶ διαφόρους φύσεις, ὁμοίως δὲ καὶ πονηρῶν· τῇ γὰρ τοιαύτῃ ἐκδοχῇ ἐναντιοῦνται πᾶσαι αἱ τὸ αὐτεξούσιον ἐμφαίνουσαι γραφαὶ καὶ αἰτιώμεναι μὲν τοὺς ἀμαρτάνοντας αποδεχόμεναι δὲ τοὺς κατορθοῦντας, οὐκ ἄν δικαίως
μέμψεως τοῖς ἀπὸ τῶν φαύλων γενῶν φύσει τοιούτων τυγχανόντων ἀκολουδούσης ἢ ἐπαίνου τοῖς ἀπὸ τῶν ἀστειοτέρων. ἰχθύων γὰρ γαύλων καὶ καλῶν ἡ αἰτία οὐ περὶ τὰς ψυχὰς τῶν ἰχυύων ἐστίν, ἀλλὰ περὶ ἐκεῖνο, ὅπερ ἐπιστάμενος ὁ λόγος εἶπεν· »ἐξαγαγέτω τὰ 454 ὔδατα ἑρπετὰ ψυχῶν ζωσῶν«, ὅτε κοὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν
ζώων ἑρπετῶν, ἄ ἐξήγαγε τὰ ὔδατα κατὰ γένη αὐτῶν«. αὐτῶν«. οὐκοῦν μὲν »πᾶσαν ψυχὴν ζώων ἐρπετῶν« »ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν«, οὐκ οὔσης τῆς αἰτίας περὶ αὐτήν. ἐνταῦθα δὲ ἡμεῖς ἐσμεν οἱ αἴτιοι τοῦ εἶναι καλὰ καὶ ἄξια τῶν λεγομένων ἀγγῶν γένη ἢ σαπρὰ καὶ ἄξια τοῦ ἔξω βληθῆναι · οὐ γὰρ φύσις ἐν ἡμῖν αἱτία τῆς πονηρίας, ἀλλὰ προαίρεσις ἑκούσιος
οὖσα κοκοποιητική. οὕτως δὲ οὐδέ φύσις αἰτία δικαιοσύνης ὡς άνεπίδεκτος ἀδικίας, ἀλλὰ λόγος ὄν παρεδεξάμεθα ὁ κατασκευάζων δικαίους· καὶ γὰρ τὰ μέν τῶν ἐνύδρων γένη οὐκ ἔστιν ἐδεῖν μεταβάλλοντα ἀπὸ φαύλων ὡς ἐν ἰχθύσι γενῶν ἐπὶ τὰ ἀστεῖα, ἢ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, τοὺς δὲ ἐν ἀνθρώποις δικαίους ἢ πονηροὺς ἀεὶ ἔστι θεωρεῖν ἢ ἐπὶ τὴν ἀρετὴν
ἐκ κακίας φθάνοντας ἢ ἀπὸ τῆς ἐπ' ἀρετὴν προκοπῆς ἀναλυομένους ἐπὶ τὴν τῆς κακίας χύσιν.
ἢ λεγέτωσαν ἡμῖν οἱ ἐκ τῆς κατὰ τὴν σαγήνην παραβολῆς φύσεις είσάγοντες, »ὁ ἄνομος« ὕστερον ἀποστρέφων »ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε« καὶ φυλάσσων »πάσας τὰς ἐντολὰς« τοῦ κυρίου καὶ ποιῶν »δικαιοσύνην καὶ ἔλεον«, ποίας φύσεως ἦν ἄνομος ὤν; οὐ γὰρ δὴ τῆς ἐπαινετῆς. ἀλλ᾿ εἰ ἄρα ψεκτῆς καὶ φύσεως εὐλόγως ἄν λεχθ εί
»ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν«; εἰ μέν γὰρ τῆς φαύλης διὰ τὰ πρότερα, πῶς μετέβαλλεν ἐπὶ τὰ βελτίονα; εἰ δὲ τῆς ἀστείας διὰ τὰ δεύτερα, πῶς ἀστείας φύσεως τυγχάνων ἄνομος ἦν; τὸ δ᾿ ὅμοιον ἐπαπορήσεις καὶ περὶ τοῦ ἀποστρέφοντος δικαίου »ἐκ τῆς δικαιοσύνης αὐτοῦ« καὶ ποιοῦντος »ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας«. πρὶν γὰρ ἀποστρέψαι ἀπὸ τῆς δικαιοσύνης
ἐν δικαίοις ἔργοις τυγχάνων φαύλης φύσεως οὐκ ἦν · φαύλη γὰρ φύσις οὐκ ἄν ἐν δικαιοσύσνῃ γένοιτο, ἐπεὶ μὴ δύναται δένδρον πονηρὸν (ἡ κακία) καρποὺς ἀγαθους ποιεῖν (τοὺς ἀπὸ ἀρετῆς). πόλιν τε αὖ οὐκ ἄν ἀστείας 455 καὶ ἀμεταβλήτου φύσεως ὢν ἀπὸ τοῦ καλοῦ ἀπέστρεφεν ἄν, μετὰ τό χρηματίσαι δίκαιος, »ἐκ τῆς δικαιοσύνης αὐτοῦ« ἐπὶ τὸ »ποιῆσαι ἀδικίαν
κατὰ πάσας τὰς ἀνομίας αὐτοῦ, ἃς ἐποίησε«.
ἐκ παντὸς γένους συναγαγούσῃ ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν ἢ τῶν κακιῶν ἐπιρρεπείαις. σαγήνης δὲ πλοκῇ ποικίλῃ ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κατὰ τὴν πεπλεγμένην ἐκ παντοδαπῶν καὶ ποικίλοων νοημάτων παλαιὰν καὶ καινὴν γραφήν. καὶ ὥσπερ 25 26 τῶν ὑπὸ τὴν σαγήνην πιπτόντων ἰχθύων οἱ μὲν κατὰ τἀκε τὰ μέρη τῆς σαγήνης εὑρίσκονται οἱ δὲ καθ’ἕτερα, καὶ ἕκαστος ὑφ’ ὅ κεκράτηται μέρος, οὕτως εὕροις ἄν καὶ ἐπὶ τῶν ὑπὸ τὴν σαγήνην τῶν γραφῶν ἐληλυθότων τινὰς με]ν κεκρατημένους ὑπὸ τὴν προξητικὴν πλοκὴν (φέρ’ εἰπεῖν, Ἡσαίου
κατὰ τόδε τὸ ῥητὸν ἤ Ἰερεμίου ἤ Δανιήλ), ἄλλους δὲ κατὰ νομικὴν καὶ ἄλλους κατὰ εὐαγγελικὴν καὶ τινὸς κατὰ ἀποστολικήν. πρῶντον γὰρ ἁλισκό- μενός τις ὑπο τοῦ λόγου ἤ δοκῶν ἁλίκεσθαι, ἔκ τινος λαμβάνεται μέρους τῆς ὅλης σαγήωης. οὐδὲν δὲ ἄτοπον εἴ τινες τῶν ἁλόντων ἐχθύων ἐμπεριέχον- ται ὅλῃ τῇ τῆς ἐν ταῖς γραφαῖς σαγήνης πλοκῇ καὶ πανταχόθεν συνέχονται
καὶ κρατοῦνται, διαδρᾶναι μὴ δυνάμενοι, ἀλλ’ ὡσπερεῖ πάντοθεν κατα- δουλούμενοι καὶ ἐκπεσεῖν τῆς σαγήνης οὐκ ἐώμενοι. Βέβληται δὲ ἡ σαγήνη αὔτη εἰς τὴν θάλασσαν, τὸν πανταχοῦ τῆς οἰκουμένης τῶν ‘νθρώπων κυματούμενον βίον, *** καὶ ἐν τοῖς ἁμυροῖς πράγμασι τοῦ βίου νηχομένων. αὕτη δὲ ἡ σαγήνη πρὸ τοῦ σωτῆρος ημῶν Ἰησοῦ ὅλη μὲν πεπληρωμένη
οὐκ ἦν· ἔλειπε γὰρ τῇ νομικῇ καὶ προφητικῇ πλοκῇ ὁ εἰπών· »μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἤ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι«. καὶ πεπλήρωται ἡ τῆς σαγήωης πλοκὴ ἐν τοῖς εὐγγελίοις καὶ τοῖς Χρστοῦ διὰ τῶν ἀποστόλων λόγοις. διὰ τοῦτο οὖν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείςῃ εἰς τὴν θάλασσαν
καὶ ἐκ παντὸς γένους συνγαγούςῃ.
μενοι αὐτῷ, οἵτινες οὐκ ἀναβιβάζουσιν ἀπὸ τῆς θαλόσσης τὴν σαγήνην οὐκὲ φέρουσιν ἐπὶ τὸν ἔφω αὐτῆς αὐγιαλον, τὰ ἔξω τοῦ βίου πράγματα, ἐὰν μὴ πληρωθῇ ἡ σαγήνη, τουτέστι »τὸ πλήρωμα τῶν ἐθνῶν« εἰς αὐτῆν »εἰσέλ- θῃ«. ὅταν δὲ εἰδέλθῃ, τότε αὐτὴν ἀναβιβάζουσιν ἀπὸ τῶν τῇδε καὶ κότω πραγμάτων, καὶ φέρουσιν ἐπὶ τὸν τροπικῶς καλούμενον αὐγιαλόν· ἔνθα
ἔργον ἔσται τῶν ἀναβιβασάντων αὐτὴν καὶ καθίσαι παρὰ τῷ αἰγιαλῷ καὶ ἱδρύσαι ἑαυτοὺς ἐκεῖ, ἕνα ἕκαστον μὲν τῶν ὑπὸ τὴν σαγνην καλῶν εἰς τὸ οἰκεῖον τάγμα κατασήσωσι κατὰ τὰ ὀνομαζόμενα ἀνταῦθα αὐτῶν ἐγ- γεῖα, τὰ δὲ ἐναντίως ἔχοντα καὶ σαπρὰ καλούμενα ἔξω βάλωσι. τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρός, ὡς ὁ σωτὴρ ἡρμήνευσεν εἰπών· οὕτως 27 ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἔγγελοι καὶ ἀφοριοῦσιν αὐτοῦς τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. πλὴν τηρητέον, ὅτι ἤδη διὰ τῆς τῶν ζιζανίων παραβολῆς καὶ τῆς προκειμένης ὁμοιώσεως
διδασκόμεθα; ὅτι ἄγγελοι μέλλουσι πιστεύεσθαι τὸ διακρῖναι καὶ διαχωρίσαι τοὺς φαύλους ἀπὸ τῶν διακάων. ἀνωτέρω μὲν γὰρ λέγεται ὅτι »ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοῦς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ
βρυγμὸς τῶν ὀδόντων«, ἐνταῦθα δέ, ὅτι ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός.
δύναται οἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων ἐις ἄγγη βαλλόμενοι τοῖς βάλλουσιν εἰς τὰ ἄγγη παραβάλλεσθαι, ὑπὸ τὴν ἐκείνων τεταγμένοι ἐξουσίαν; ταῦτα δέ φαμεν οὐκ ἀγνοοῦντες, τινῶν ἀγγέλων τῶν μὴ τοιαύτην οἰκονομίαν ἐγκεχειρισμένων (ἀλλ’ οὐδὲ τούτων πάωτων) διαφέρειν τοὺς ἐν Χριστῷ σωθησομένους ἀνθρώπους· ἀνέγνωμεν γὰρ καὶτὸ »εἰς ἅ ἐπιθυμοῦσιν ἄγγελοι
παρακύψαι«, ἔνθα οὐκ εἴρηται· πάντας »ἀγγελοι«. οἴδαμεν καὶ τὸ »ἀγγέλους καρινοῦμεν«, ὅπου μὴ λέλεκται· πάντας »ἀγγέλους«. τούτων δὲ ἀναγεγραμμένων περὶ τῆς σαγήνης καὶ τῶν ὑπὸ τὴν σαγήνην, ὁ βουλόμενος πρὸ τῆς συντελείας τοῦ αἰῶνος καὶ πρὸ τοῦ ἐξελθόντας τοὺς ἀγγέλους ἀφορίσαι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων μὴ εἶναι καὶ πονηροὺς 457
ὑπὸ τὴν σαγήνην ἐκ παντὸς γένους ἔοικε μήτε τὴν γραφὴν ωενοηκέναι καὶ ἀδυνάτων ἐπιθυμεῖν. διὸ μὴ ξενιζώμεθα, ἐὰν πρὸ τοῦ ἀφορισθῆναι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων ὑπὸ τῶν ἐπὶ τούτῳ ἐξαποσταλησομένων ἐγγέλων ὁρῶμεν ἡμῶν τὰ ἀθροίσματα πεπληρωμένα καὶ πονηρῶν. ἀλλ’ εἴθε μὴ πλείους τυγχάνοιεν ὄντες τῶν δικαίων οἱ
βληθησόμενοι εἰς τὴν κάμινον τοῦ πυρός. ἐπεὶ δὲ ἐλέγομεν ἐν ἀρχῇ, ὅτι αἱ παραβολαὶ καὶ αἱ ὁμοιώσεις οὐκ εἰς πάτα, οἷς παραβάλλονται ἤ ὁμοιοῦνται, παραλαμβάνονται ἀλλ’ εἴς τινα, ἔτι τοῦτο κατασκευαστέον ἤ ἐκ τῶν λεχθησομένων, ὅτι ἐπὶ μὲν τῶν ἰχθύων, ὡς πρὸς τὴν ζωὴν αὐτῶν, φαῦλόν τι αὐτοῖς συμβαίνει τὸ ὑπὸ τὴν σαγήνην εὐπεθῆναι (τῆς γὰρ κατὰ
φύσιν αὐτοῖς ζωῆς στερίσκονται καὶ οὔτε εἰς ἄγγη βαλλόμενοι οὔτε ἔξω 28 29 ῥιπτόμενοι πλεῖόν τι πάσχουσι τοῦ ἀπολέσαι τὴν ὡς ἐν ἰχθύσι ζωήν), ἐπὶ δὲ τῶν, δι’ ἅ λαμβάνεται ἡ παραβολή, φαῦλον μέν ἐστι τὸ εἶναι ἐν θαλάσςῃ καὶ μὴ ὑπὸ τὴν σαγήνην ἐλθεῖν ἐπὶ τῷ εἰς ἄγγη μετὰ τῶν καλῶν βλη- θῆναι. οὕτω δὲ ἰχθῦς μὲν φαῦλοι ἔξω βάλλονται καὶ ῥιπτοῦνται, οἱ δὲ κατὰ
τὴν προκειμένην ὁμοίωσιν φαῦλοι βάλλονται εἰς τὴν κάμινον τοῦ πυρός, ἴνα τὰ ἐν τῷ Ἰεζεκιὴλ περὶ τῆς καμίνου εἰρημένα καὶ ἐπὶ τούτους φθάςῃ· »καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἀφ’
ὑμᾶς«.
ἕν καὶ τὸ ἐρωτᾶν. καὶ οὐ θαυμαστὸν εἰ ὁ σωτὴρ τοῦτο ποιεῖ, ὅπου γε καὶ ὁ τῶν ὅλων θεὸς τροποφορῶν τοὺς ἀνθρώπους »ὡς εἴ τις τροπφορήσαι ἄνθρωπος τὸν υἱὺν αὐτοῦ« πυνθάνεται, ὡς ἐν τῷ »Ἀδάμ, ποῦ εἶ«; καὶ »ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου«; βιασάμενος δέ τις ἐνταῦθα φήσει οὐκ ἐρωτη- ματικῶς εἰρῆσθαι ἀλλὰ ἀποφαντικῶς τὸ συνήκατε, ἐρεῖ δ’ ὅτι καὶ οἱ
μαθηταῖ μαρτυροῦντες αὐτοῦ τῇ ἀποφάσει λέγουσιν αὐτῷ τὸ ναί. πλὴν εἴτε ἐρωτᾷ εἴτε ἀποφαίνεται, ἐναγκαίως λέγται οὐ τὸ ταῦτα μόνον (δεικτικὸν ἔν) οὐδὲ τὸ πάντα μόνον, ἀλλὰ τὸ ταῦτα πάντα. ἔοικε δὲ νῦν τοὺς μαθητὰς παριστάναι πρὸ τῆς τῶν οὐρανῶν βασιλείας γραμματεῖς γεγονέναι· ἀλλὰ τούτῳ ἐναντιώσεται τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων
τοῦτον εἰρημένον τὸν τρόπον· »θεωροῦντες 458 δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόντες ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ διῶται ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν«. ἐπιζητήσει τις οὖν πρὸς ταῦτα· εἰ μὲν γραμματεῖς ἦσαν, πῶς »ἀγράμματοι« ἐν ταῖς Πράξεσι λέγονται »καὶ ἰδιῶται«; εἰ δ’ ἦσαν »ἀγράμματοι καὶ ἰδιῶται«,
πῶς σαφέστατα γραμματεῖς ὑπὸ τοῦ σωτῆρος ὀνομάζονται; λεχθείη δ’ ἄν εἰς τὰ ἐζητημένα ὅτι ἤτοι οὐ πάντες ἀλλὰ Πέτρος καὶ Ἰωάννης »ἀγράμματοι 30 καὶ ἰδιῶται« ἐν ταῖς Πράξεσιν εἴρηνται, πλείονες δ’ ἦσαν οἱ μαθηταί, ἐφ’ οἷς συνιεῖσι πάντα λέλεκται τὸ πᾶς γραμματεὺς καὶ τὰ ἑξῆς· ἤ γραμμα- τεὺς πᾶς ὁ μεμαθητευμένος τῇ κατὰ τὰ γράμμα τοῦ νόμου διδασκαλίᾳ ἀνομάζεται, ὡς καὶ τοῦς ἀγραμμάτους μὲν καὶ ἰδιώτας (ἀγομένους δὲ ὑπὸ
τῷ τοῦ νόμου γράμματι) γραμματεῖς λέγεσθαι κατά τι σημαινόμενον. καὶ ἰδιωτῶν γε μάλιστά ἐστι, μὴ εἰδότων τροπολογεῖν μηδὲ συνιέντων τὰ τῆς ἀναγωγῆς τῶν γραφῶν, ἀλλὰ τῷ γράμματι ψιλῷ πιστευόντων καὶ ποῦτο ἐκδικύντων, τὸ χρηματίζειν αὐτοὺς γραμματεῖς.
ὑοκριταί«, ὡς παντὶ εἰρημένον τῷ πλὴν τοῦ γράμματος μηδὲν ἐπισταμένῳ. ἔνθα ζητήεις, εἰ ὥστερ νομιδὸς γραμματεὺς οὕτως ἔσται καὶ εαγγελικός, καὶ ὥσπερ τὸν νόμον ἀναγινώσκων καὶ ἀκύων καὶ λέγων »ἅτινά ἐστιν ἀλληγορούμενα«, οὕτω καὶ τὸ εὐαγγέλιον, ὡς εἰδέναι (τηρουμένης τῆς κατὰ τὰ γενομενα ἱστορίας) τὴν ἐπὶ τὰ πνευματικὰ ἄπταιστον ἀναγωγήν, ἵνα
μὴ ᾖ μαθήματα »πνευματικὰ πονηρίας«, ἀλλ’ ἐναντίως ἔχοντα πωευματικῖς πονηρίας πωευματικὰ ἀγαθότητος. μαθητεύεται δὲ τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς κατὰ μὲν τὰ ἁπλούστερον, ὅτε ἀπὸ Ἰουδαϊσμοῦ ἀναλαμβάνει τις τὴν Ἰησοῦ Χριστοῦ ἐκκλησιαστικὴν διδασκαλίαν· κατὰ δὲ τὸ βαθύτερον, ὅτε τὰς διὰ τοῦ γράμματος τῶν γραφῶν εἰσαγωγὰρ παρα-
λαβών τις ἀναβαίνει ἐπὶ τὰ πνευματικά, ἀνομαζόμενα βασιλείαν οὐρανῶν. καὶ καθ’ ἕκαστόν γε διανόημα ἐπιτυγχανόμενον καὶ ἐπαναβεβηκότως τῶν οὔτως ἀποδεδομένων οὐρανῶν. οὕτω δὲ καὶ τροπολογήσεις τό »μετα-
νοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν«, ἵν’ οἱ γραμματεῖς, τουτέστιν οἱ τῷ γράμματι ψιλῷ προσαναπαυόμενοι, μετανοοῦντες 459 ἀπὸ τῆς τοιαύτης ἐκδοχῆς μαθητεύωνται τῇ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἐμψύχου λόγου πνευ- ματικῇ διδασκαλίᾳ, καλουμένῃ βασιλείᾳ οὐρανῶν. διὰ τοῦτο καὶ ὅσον μὲν Ἰησοῦς Χριστός, ὁ »ἐν ἀρχῇ πρὸς τὸν θεὸν« θεὸς λόγος οὐκ ἐπιδημεῖ
ψυχῇ, οὐκ ἔστιν ἐν ἐκείνῃ ἡ βασιλεία τῶν οὐρανῶν· ὅταν δὲ ἀγγύς τις γένηται τοῦ χωρῆαι τὸν λόγον, τούτῳ ἐγγίζει ἡ βασιλεία τῶν οὐρανῶν.
μεμαθητεῦ< σ >θαι τῇ βασιλείᾳ τῶν οὐρανῶν »ἐν παντὶ λόγῳ« τῷ παρὰ τῆς παλαιᾶς διαθήκης »καὶ ἐν πάςῃ γνώσει« τῇ περὶ τῆς καινῆς Χριστοῦ Ἰησοῦ διδασκαλίας, καὶ τὸν πλοῦτον τοῦτον ἔχων ἀποκείμενον ἐν τῷ αὐτοῦ θησαυρῷ, ᾧ θησαυρίζει ὡς βασιλείᾳ μαθητευθεῖς τῶν οὐρανῶν »ἐν οὐρανῷ, ὅπου οὔτε σὴς ἀφανίζει, οὔτε κλέπται διορύσσουσι«. καὶ ἔστι
γε ἀληθῶς ὁρίσασθαι περὶ τοῦ (ὡς ἀποδεδώκαμεν) ἐν οὐρανοῖς θησαυρί- ζοντος, ὅτι οὐδὲ εἷς σὴς τῶν παθῶν ἅψασθαι αὐτοῦ τῶν πνευματικῶν καὶ οὐρανίων δύναται χρημάτων. σὴς δὲ τῶν παθῶν εἶπον λαβὼν ἀφορμὴν ἀπὸ τῶν Παροιμιῶν, ἐν αἷς γέγραπται· »ὥσπερ σὴς ἐν ἱματίῳ καὶ ἐν ξήλῳ σκώληξ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν«· σκώληξ γὰρ καὶ σής
ἐστιν ἡ λύπη, βλάπτουσα καρδίων τὴν μὴ ἐν οὐρανοῖς καὶ τοῖς πνευματικῖς ἔχουσαν τοὺς θησαυρούς, ἐν οἷς ἐάν τις θησαυρίζῃ (ἐπεὶ »ὅπου ὁ θησαυρός, ἀκεῖ καὶ ἡ καρδία«), ἐν οὐρανοῖς ἔχει τὴν καρδίαν καὶ δἰ αὐτὴν λέγει· »ἐὰν παρατάξηται ἐπ’ ἐφὲ παρεμβολύ, οὐ φοβηθήσεται ἡ καρδία μου«. οὕτω δὲ οὐδὲ κλέπται, περὶ ὧν εἶπεν ὁ σωτὴρ ὅτι »πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ
κλέπται εἰσὶ καὶ λῃσταί«, διορύσσειν δύνανται τὰ ἐν οὐρανοῖς τεθησαυρισμένα καὶ τὴν παροῦσαν αὐτοῖς καρδίαν καὶ διὰ τοῦτο λέγουσαν· »συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ« καὶ »ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει«.
τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, 460 ὅστιε πρφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά, δῆλον ὅτι καὶ (κατὰ τὴν καλουμένην τῆς προτάσεως ἀντιστροφὴν) πᾶς ὅστις μὴ προφέρει ἐν τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά, οὐκ ἔστι γραμματεὺς μαθητευεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν. συνάγειν οὖν
παντίτρόπῳ πειρατέον ἐν τῇ καρδίᾳ ἡμῶν διὰ τοῦ προσέχειν »τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ« καὶ »ἐν τῷ νόμῳ κυρίου μελετᾶν ἡμέρας καὶ νυκτὸς« οὐ μόνον τὰ καινὰ τῶν εὐαγγελίων καὶ τῶν ἀποστόλων καὶ τῆς 32 ἀποκαλύψεως αὐτῶν λόγια, ἀλλὰ καὶ παλαιὰ τοῦ »σκιὰν« ἔχοντος »τῶν μελλόντων ἀγαθῶν« νόμου καὶ τῶν ἀκολούθως αὐτοῖς προφητευσάντων προφητῶν. συναχθἠσεται δὲ ταῦτα, ἐπὰν καὶ ἀναγινώσκωμεν καὶ γινώσκωμεν καὶ μεμνημένοι τούτων »πνευματικὰ πνευματικοῖς« εὐκαίρως συγκρίωμεν,
οὐ τὰ ἀσύγκριτα πρὸς ἄλληλα συγκρίνοντες, ἀλλὰ συγκριτὰ καὶ ὁμοιότητά τινα ἔχοντα λέξεως ταὐτὸν σημαινύσης καὶ νοημάτων καὶ δογμάτων, ἴν' »ἐπὶ στόματος δύο ἤ τριῶν« ἤ καὶ πλειόνων »μαρτύρων« τῶν ἀπὸ τῆς γραφῆς στήσωμεν καὶ βεβαιώσωμεν »πᾶν ῥῆμα« τοῦ θεοῦ. καὶ διὰ τούτων δὲ δυσωπητέον τοὺς (ὅσον ἐφ' ἑαυτοῖς) τὴν θεότητα διαιροῦντας καὶ διακόπτοντας
ἀπὸ τῶν παλαιῶν τὰ καινἀ, ὡς μακρὰν τυγχάνοντας τῆς πρὸς τὸν οἰκοδεσπότην ὁμοιώσεως, προφέροντα ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
ὁμοιούμενος, ἔτερος δὲ παρὰ τοῦτον ὁ οἰκοδεσπότης, ὄς προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά· ὁ δὲ ὁμοιούμενος αὐτῷ, ὡς τοῦτον μιμούμενος, τὸ παραπλήσιον ποιεῖν βούλεται. μήπ[οτε οὖν ὁ μὲν οἰκοδεσπότης ἄνθρωπος αὐτός ἐστιν ὁ Ἰησοῦς, προφέρων ἐκ τοῦ θησαυροῦ αὐτοῦ κατὰ τὸν καιρὸν τῆς διδασκαλίας καινὰ μὲν τὰ πνευματικὰ
καὶ ἀεὶ ἀνακαινούμενα ὑπ' αὐτοῦ ἐν τῷ ἔσω τῶν δικαίων ἀνθρώπῳ καὶ ἀεὶ ἀνακαινουμένῳ »ἡμέρᾳ καὶ ἡμέρᾳ«, παλαιὰ δἐ τὰ »ἐκ γράμμασιν ἐντετυπωμένα λίθοις« καὶ λιθίναις καρδίαις τοῦ παλαιοῦ ἀνθρώπου, ἴνα τῇ συγκρίσει τοῦ γράμματος καὶ τῇ παρστάσει τοῦ πνεύματος πλουτίσῃ τὸν μαθητευθέντα τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματέα καὶ ποιήσῃ
ἑαυτῷ ὄμοιον, ἔως ὁ μαθητὴς »γένηται ὡς ὁ διδάσκαλος«, μιμούμενος πρῶτον τὸν μιμητὴν τοῦ Χριστοῦ, μετὰ δὲ τοῦτον καὶ αὐτὸν τὸν Χριστὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου· »μιμηταί μου γίνεσθε, καθὼς 461 κἀγὼ Χριστοῦ«. δύναται δὲ καὶ ἁπλούστερον Ἰησοῦς ὁ οἰκοδεσπότης προφέρειν ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ μὲν τὴν εὐαγγελικὴν διδασκαλίαν παλαιὰ δὲ
τὴν σύγκρισιν τῶν ἀπὸ νόμου καὶ προφητῶν παραλαμβανομένων ῥητῶν, ὦν παραδείγματα ἔστιν ἐν τοῖς εὐαγγελίοις εὑρεῖν. περὶ δὲ τούτων τῶν 33 34 παλαιῶν καὶ καινῶν ἀκουστέον καὶ τοῦ πνευματικοῦ νόμου λέγοντος ἐν Λευϊτικῷ· »καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε· καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν«· ἐσθίομεν γὰρ ἐν εὐλογίᾳ τὰ παλαιά, τοὺς προφητικοὺς λόγους, καὶ τούτων
τῶν παλαιῶν τὰ παλαιά, τοὺς νομικούς, καὶ ἐλθόντων τῶν νέων καὶ εὐαγγελικῶν βιοῦντες κατὰ τὸ εὐαγγέλιον τὰ παλαιὰ τοῦ γράμματος ἐκ προσώπου νέων ἐκφέρομεν, καὶ τίθησι τὴν ἑαυτοῦ σκηνὴν ἐν ἡμῖν πληρῶν ἤν εἶπεν ἐπαγγελίαν· »ἐνοικήσω καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς«.
ταύτας, μετῆρεν ἐκεῖθεν. καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ
τυγχανούσας, χρὴ εἰδέναι, ὄτι δόξει ἐκείνοις πᾶσιν ἐναντιοῦσθαι τὸ ἐπιλέγεσθαι οὐκ ταῖς παραβολαῖς μόνον, ἀλλὰ καὶ ἐπὶ ταῖς (ὡς ἐξεδώκαμεν) ὁμοιότησι τὸ καὶ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. ζητοῦμεν οὖν πότερον ἐκεῖνα πάντα ἀθετητέον ἤ δύο γένη παραβολῶν λεκτέον, τῶν τε τοῖς ὄχλοις λαλουμένων καὶ
τῶν τοῖς μαθηταῖς ἐπαγγελλομένων, ἤ καὶ ὁμώνυμον τὸ τῆς παραβολῆς ὄνομα νομιστέον ἤ τὸ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας ἐπὶ τὰς ἀνωτέρω παραβολὰς μόνας τὰς πρὸ τῶν ὁμοιώσεων ἀνακτέον. διὰ γὰρ τὸ »ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς«, οὐχ οἶόν τε λέγειν τοῖς μαθηταῖς
(ἄτε οὐκ οὖσι τῶν ἔξω) ἐν παραβολαῖς ἐκείνοις τὸν σωτῆρα μελαληκέναι. τούτῳ δὲ ἀκολουθεῖ ἤτοι τὸ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν ἀναφέρεσθαι ἐπὶ τὰς ἀνωτάτω εἰρημένας παραβολὰς ἤ ὁμώνυμον εἶναι τὸ τῆς παραβολῆς ὄνομα ἤ δύο γένη εἶναι παραβολῶν ἤ μηδ' ὄλως εἶναι παραβλὰς ἄ ὠνομάσαμεν
ὁμοιώσεις. πρόσχες δὲ ὄτι ἔξω τῆς πατρίδος αὐτοῦ λέγει τὰς παραβολάς, ἄς ὄτε ἐτέλεσε μετῆρεν ἐκεῖθεν, καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. καὶ ὁ Μᾶρκος δέ φησι· »καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ 462 οἱ μαθηταὶ αὐτοῦ«. ζητητέον οὖν καὶ κατὰ τὴν λέξιν, πότερον Νάζαρα λέγει 35 τὴν πατρίδα αὐτοῦ ἤ Βηθλεέμ· Νάζαρα μὲν διὰ τὸ »Ναζωραῖος κληθήσεται«, Βηθλεὲμ δὲ ἐπεὶ ἐν αὐτῇ γεγέννηται. ἔτι δὲ ἐφίστημι μήποτε δυνάμενοι οἱ εὐαγγελισταὶ εἰπεῖν· ἐλθὼν εἰς Βηθλεὲμ ἤ ἐλθὼν εἰς Νάζαρα, τοῦτο μὲν οὐ πεποιήκασι πατρίδα δὲ ὠνομάκασι διά τι μυστικῶς ἐν τῷ
τόπῳ περὶ τῆς πατρίδος αὐτοῦ δηλούμενον ὄλης οὔσης τῆς Ἰουδαίας, ἐν ᾖ ἠτίμωται κατὰ τὸ οὐκ ἕστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. καὶ ἐάν τις κατανοήσῃ Ἰησοῦν Χριστὸν »Ἰουδαίοις μὲν σκάνδαλον«, παρ' οἶς μέχρι τοῦ νῦν διώκεται, ἐν δὲ τοῖς ἔθνεσι κηρυσσόμενον καὶ πεπιστευμένον (ἔως γὰρ πάσης τῆς γῆς ἔδραμεν ὁ λόγος αὐτοῦ),
ὄψεται ὄτι Ἰησοῦς ἐν μὲν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ εἶχε, παρὰ δὲ τοῖς ξένοις » τῶν διαθηκῶν« τιμᾶται, τοῖς ἔθνεσι. τίνα δὲ διδάσκων ἔλεγεν ἐν τῇ συναγωγῇ αὐτῶν, οὐκ ἀναγεγράφασιν οἱ εὐαγγελισταί, ἀλλ' ὄτι τηλικαῦτα καὶ τοιαῦτα ἦν, ὤστε ἐκπλήττεσθαι πάντας· καὶ εἰκὸς ὄτι ὑπὲρ γραγὴν ἦν τὰ εἰρημένα. πλὴν ἐν τῇ συναγωγῇ αὐτῶν ἐδίδασκεν,
οὐ σχίζων ἀπ' αὐτῆς οὐδὲ ἀθετῶν αὐτήν.
οὐκ εἰδότες αὐτὸν παρθένου υἱὸν οὐδὲ πιστεύοντες (εἰ καὶ ἐλέγετο) ἀλλ' ὑπολαμβάνοντες εἶναι Ἰωσὴφ τοῦ τέκτονος· οὐχ οὖτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; καὶ ὄλην γε τὴν φαινομένην αὐτοῦ ἐγγυτάτω συγγένειαν ἐξευτελίζοντες ἔφασκον τὸ οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ
Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; ᾤοντο οὖν αὐτὸν εἶναι Ἰωσὴφ καὶ Μαρίας υἱόν. τοὺς δὲ ἀδελφοὺς Ἰησοῦ φασί τινες εἶναι, ἐκ παραδόσεως ὁρμώμενοι τοῦ ἐπιγεγραμμένου κατὰ Πέτρον εὐαγγελίου ἤ τῆς βίβλου Ἰακώβου, 463 υἱοὺς Ἰωσὴφ ἐκ προτέρας γυναικὸς συνῳκηκυίας αὐτῷ πρὸ τῆς Μαρίας. οἱ δὲ ταῦτα λέγοντες τὸ ἀξίωμα τῆς
Μαρίας ἐν παρθενίᾳ τηρεῖν μέχρι τέλους βούλονται, ἴνα μὴ τὸ κριθὲν ἐκεῖνον σῶμα διακονήσασθαι τῷ εἰπόντι λόγῳ· »πνεῦμα ἄγιον ἐπελεύσεται ἐπί σε, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι« γνῷ κοίτην ἀνδρὸς μετὰ τὸ ἐπελθεῖν ἐν αὐτῇ πνεῦμα ἄγιον καὶ τὴν ἐπεσκιακυῖαν αὐτῇ δύναμιν ἐξ ὔψους. καὶ 36 οἶμαι λόγον ἔχειν, ἀνδρῶν μὲν καθαρότητος τῆς ἐν ἁγνείᾳ ἀπαρχὴν γεγονέναι τὸν Ἰησοῦν, γυναικῶν δὲ τὴν Μαρίαν· οὐ γὰρ εὔφημον, ἄλλῃ παρ' ἐκείνην τὴν ἀπαρχὴν τῆς παρθενίας ἐπιγράψασθαι.
εἰπών· »ἔτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου«. ἐπὶ τοσοῦτον δὲ διέλαμψεν οὔτος ὁ Ἰάκωβος ἐν τῷ λαῷ ἐπὶ δικαιοσύ, ὡς Φλάβιον Ἰώσηπον, ἀναγράψαντα ἐν εἴκοσι βιβλίοις τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν, τὴν αἰτίαν παρασκαφῆναι, εἰρηκέναι
κατὰ μῆνιν θεοῦ ταῦτα αὐτοῖς ἀπηντηκέναι διὰ τὰ εἰς Ἰάκωβον τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ ὑπ' αὐτῶν τετολμημένα. καὶ »τὸ θαυμαστόν ἐστιν«, ὄτι τὸν Ἰησοῦν ἡμῶν οὐ καταδεξάμενος εἶναι Χριστὸν οὐδὲν ἦττον Ἰακώβῳ δικαιοσύνην ἐμαρτύρησε τοσαύτην. λέγει δὲ ὄτι καὶ ὁ λαὸς ταῦτα ἐνόμιζε διὰ τὸν Ἰάκωβον πεπονθέναι. καὶ Ἰούδας ἔγραψεν ἐπιστολὴν
στολὴν ὀλιγόστιχον μέν, πεπληρωμένην δὲ τῶν τῆς οὐρανίου χάριτος ἐρρωμένων λόγων· ὄστις ἐν τῶ προοιμίῳ εἴρηκεν· »Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου«. περὶ δὲ Ἰωσὴφ καὶ Σίμωνος ἡμεῖς οὐδὲν ἱστορήσαμεν. τὸ δὲ καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; δοκεῖ μοι τοιοῦτόν τι σημαίνειν· τὰ ἡμέτερα φρονοῦσιν οὐ τὰ τοῦ Ἰησοῦ,
καὶ οὐδὲν ξένον ἔχουσιν ἐξαιρέτου συνἐσεως ὡς ὁ Ἰησοῦς. μήτποτε δὲ ἐμφαίνεται διὰ τούτων ἐπαπόρησις περὶ τοῦ μηδὲ ἄνθρωπον εἶναι, ἀλλά τι θειότερον τὸν Ἰησοῦν, υἱὸν μὲν ὄντα (ὡς ὑπελάμβανον) Ἰωσὴφ καὶ Μαρίας, ἀδελφὸν δὲ τεσσάρων ἀρρένων, οὐδὲν δ' ἦττον καὶ ἑτέρων θηλειῶν, καὶ μηδὲν ἔχοντά τινι τῶν ἐκ γένους παραπλήσιον μηδ' ἐκ παιδεύσεως καὶ διδασκαλίας
ἐπὶ τοσοῦτον σοφίας καὶ δυνάμεως ἐληλακότα. καὶ γὰρ ἀλλαχοῦ λέγουσι· »πῶς οὖτος γράμματα οἶδε μὴ μεμαθηκώς;« ὦν παραπλήσιόν ἐστι καὶ τὸ ἐνταῦθα λεγόμενον. πλὴν οἱ λέγοντες ταῦτα καὶ ἐπὶ τοσοῦτον ἐπαποροῦντες καὶ ἐκπλσσόμενοι οὐκ ἐπίστευον 464 μὲν ἐσκανδαλίζοντο δὲ ἐν αὐτῷ, ὡσεὶ τοὺς ὀφθαλμοὺσ τῆς διανοίας κρατούμενοι ὑπὸ δυνάμεων, ἄς ἔμελλεν
ἐν τῷ καιρῷ τοῦ πάθους θριαμβεύειν ἐν τῷ ξύλῳ.
ἐν Ἀναθώθ), τροπολογούμενον δὲ καὶ πάνυ ἀληθές. χρὴ γὰρ πατρίδα νομίζειν αὐτῶν τὴν Ἰουδαίαν καὶ συγγενεῖς τὸν Ἰσραὴλ ἐκεῖνον, οἰκίαν δὲ τἀχα τὸ σῶμα· ἠτιμώθησαν γὰρ πάντες ἐν τῇ Ἰουδαίᾳ ὑπὸ τοῦ »κατὰ σάρκα« Ἰσραὴλ ἔτι ὄντες ἐν τῷ σώματι, ὡς ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι γέγραπται ἐν ἐλεγμῷ λεγόμενον πρὸς τὸν λαόν· »τίνα γὰρ τῶν προφητῶν
οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου;« παρὰ δὲ τῷ Παύθλῳ ἐν τῇ παρὸς Θεσσαλονικεῖς προτέρᾳ τὰ ὄμοια λέλεκται· »ὑμεῖς δὲ μιμηταὶ ἐγενἠθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χρριστῷ Ἰησοῦ, ὄτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ
ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων«. οὐκ ἐστιν οὖν προφήτης ἄτιμος ἐν τοῖς ἔθνεσιν· ἤ γὰρ οὐδ' ὄλως οἴδασιν αὐτὸν ἤ μαθόντες καὶ παραδεξάμενοι αὐτὸν προφήτην τιμῶσι. τοιοῦτοι δὲ οἱ ἀπὸ ἐκκλησίας. ἀτιμάζονται δὲ οἱ προφῆται
πρῶτον μὲν διωχθέντες κατὰ ἱστορίαν ὑπὸ τοῦ λαοῦ, δεύτερον δὲ μὴ πιστευομεής αὐτῶν τῆς προφητείας ὑπὸ τοῦ λαοῦ. εἰ γὰρ ἐπίστευον Μωσῇ καὶ προφήταις, ἐπίστευον ἄν Χριστῷ τῷ παραστήσαντι, ὄτι ἀκολουθεῖ τοῖς πιστεύουσι Μωσῇ καὶ προφήταις τὸ πιστεύειν Χριστῷ καὶ τοῖς μὴ πιστεύουσι Χριστῷ τὸ μὴ πιστεύειν Μωσῇ. ἔτι δὲ ὥσπερ »διὰ τῆς παραβάσεως τοῦ νόμου
τὸν θεὸν« ἀτιμάζειν ὁ ἁμαρτάνων λέγεται, οὔτω διὰ τοῦ μὴ πιστεύειν τῷ προφητευομένῳ ἀτιμάζεται ὑπὸ τοῦ ἀπιστοῦντος ταῖς προφητείαις ὁ προφήτης. Χρήσιμον δὲ ὡς πρὸς τὴν ἱστορίαν ἀναλέξασθαι ἄ πέπονθεν Ἱερεμίας ἐν τῷ λαῷ, ἐφ' οἶς εἶπε· »καὶ εἶπα· οὐ 465 μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα 38 κυρίου«, καὶ πάλιν ἀλλαχοῦ »διετέλεσα μυκτηριζόμενος«. ὅσα δὲ καὶ ὑπὸ τοῦ τότε βασιλέως τοῦ Ἰσραὴλ πέπονθεν, ἐν τῇ προφητείᾳ αὐτοῦ ἀναγέγραπται. καὶ Μωσέα δὲ ὅτι ἦλθον πολλάκις λιθόλευστον ποιῆσαι οἱ ἀπὸ τοῦ λαοῦ, καὶ τοῦτο γέγραπται, καὶ ἦν αὐτῷ πατρὶς οὐχ οἱ λίθοι τινὸς τόπου,
ἀλλ' οἱ ἀκολουθήσαντες αὐτῷ, ὁ λαός, παρ' οἷς καὶ αὐτὸς ἠτιμώθη. καὶ Ἡσαΐας δὲ πεπρῖσθαι ὑπὸ τοῦ λαοῦ ἱστόρηται. εἰ δέ τις οὐ προσίεται τὴν ἱστορίαν, διὰ τὸ ἐν τῷ ἀποκρύφῳ Ἡσαΐᾳ αὐτὴν φέρεσθαι, πιστευσάτω τοῖς ἐν τῇ πρὸς Ἑβραίους οὕτω γεγραμμένοις· »ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν«· τὸ γὰρ »ἐπρίσθησαν« ἐπὶ τὸν Ἡσαΐαν ἀναφέρεται, ὥσπερ
τὸ »ἐν φόνῳ μαχαίρας ἀπέθανον« ἐπὶ τὸν Ζαχαρίαν φονευθέντα »μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου«, ὡς ὁ σωτὴρ ἐδίδαξε μαρτυρῶν (ὡς οἶμαι) γραφῇ οὐ φερομένῃ μὲν ἐν τοῖς κοινοῖς καὶ δεδημευμένοις βιβλίοις, εἰκὸς δ' ὅτι ἐν ἀποκρύφοις φερομένῃ. ἠτιμώθησαν δὲ ἐν τῇ πατρίδι παρὰ τοῖς Ἰουδαίοις καὶ περιελθόντες »ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι,
θλιβόμενοι« καὶ τὰ ἑξῆς. »πάντες« γὰρ »οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται«. εἰκὸς δ' ὅτι τοῦτο ἐπιστάμενος ὁ Παπυλος, τὸ προφήτην ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχειν, πολλαχοῦ τὸν λόγον κηρύξας, οὐκ ἐκδήρυξεν ἐν Ταρσῷ. καὶ οἱ ἀπόστολοι διὰ τοῦτο κατέλιπον τὸν Ἰσραήλ, ἐποίησαν δὲ τὸ προστεταγμένον ὑπὸ ὑπὸ τοῦ σωτῆρος· »μαθητεύσατε
πάντα τὰ ἔθνη« καὶ τὸ »ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς«. πεποιήκασι μὲν οὖν τὸ προστεταγμένον ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ· ἀλλ' ἐπεὶ προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει, μὴ παραδεξαμένων Ἰουδαίων τὸν λόγον, ἀπεληλύθασιν εἰς τὰ ἔθνη. πρόσχες δέ, εἰ δύνασαι
διὰ τὸ »ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι« πεπληρωμενον μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἐν ταῖς ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαις λέγειν, ὅτι οἱ πρότερον ἐκ τοῦ κόσμου καὶ διὰ τοῦ πιστεύειν γενόμενοι οὐκέτι ἐκ τοῦ κόσμου ἐν τῇ ἰδίᾳ πατρίδι, τῷ κόσμῳ, ἅγιον 466 πνεῦμα λαβόντες καὶ προφητεύοντες τιμὴν οὐκ ἔχουσιν, ἀλλὰ ἀτιμάζονται. 39 διὸ μακάριοί εἰσι τὰ αὐτὰ τοῖς προφήταις παθόντες κατὰ τὸ ὑπὸ τοῦ σωτῆρος λεγόμενον· »κατὰ ταὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν«. τούτοις δέ τις ἐμμελῶς προσέχων, εἰ διὰ τὸ πάνυ εὐτόνως βιοῦν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας μισοῖτο καὶ ἐπιβουλεύοιτο, ὡς διωκόμενος καὶ ὀνειδιζόμενος
»ἕνεκεν δικαιοσύνης« οὐ μόνον οὐ λυπηθήσεται, ἀλλὰ καὶ χαρήσεται καὶ ἀγαλλιάσεται, πειθόμενος διὰ ταῦτα μισθὸν ἔχειν πολὺν »ἐν τοῖς οὐρανοῖς« ἀπο τοῦ ὁμοιώσαντος αὐτὸν τοῖς προφήταις ἐκ τοῦ ταὐτὰ πεπονθέναι. ἀτιμάζεσθαι τοίνυν ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἁμαρτάνουσι, βαρουμένοις τῷ βίῳ τοῦ δικαίου, χρὴ τὸν ζηλοῦντα βίον προφητικὸν καὶ χωρήσαντα
τὸ ἐν ἐκείνοις πνεῦμα.
ἀλλ' (ὡς ὁ Μᾶρκος ἀνέγραψεν) οὐδὲ ἐδύναντο ἐνεργεῖν. πρόσχες γὰρ τῷ »οὐκ ἠδύνατο ἐκῖ οὐδεμίαν ποιῆσαι δύναμιν«· οὐ γὰρ εἶπεν »οὐκ« ἤθελεν, ἀλλ' »οὐκ ἠδύνατο«, ὡς ἐρχομένης μὲν ἐπὶ τὴν ἐνεργοῦσαν δύναμιν συμπράξεως ὑπὸ πίστεως ἐκείνου εἰς ὅν ἐνήργει ἡ δύναμις, κωλυομένης δὲ ἐνεργεῖν ὑπὸ τῆς ἀπιστίας. ὅρα οὖν, ὅτι πρὸς τούς
εἰπόντας· »διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;« εἶπε· »διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν«, καὶ πρὸς τὸν ἀρξάμενον καταποντίζεσθαι Πέτρον λέλεκται· »ὀλιγόπιστε, εἰς τί ἐδίστασας;« ἀλλὰ καὶ ἡ αἱμορροοῦσα, μὴ ἀξιώσασα περὶ τῆς θεραπείας, ἀλλὰ μόνον λογισαμένη, εἰ ἅψατιτο »τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ«, ὅτι ἰαθήσεται, »ἰάθη παραχρῆμα«, καὶ ὁμολογεῖ τῷ τρόπῳ
τῆς ἰάσεως ὁ σωτὴρ λέγων· »τίς μου ἥψατο; ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ«. καὶ τάχα ὥσπερ ἐπὶ τῶν σωμάτων ἐστί τισι πρός τινα φυσικὴ ὁλκή, ὡς τῇ μαγνησίᾳ λίθῳ πρὸς σίδηρον καὶ τῷ καλουμένῳ νάφθᾳ πρὸς πῦρ, οὕτως τῇ τοιᾷδε πίστει πρὸς θείαν δύναμιν· καθὸ εἴρηται καὶ τὸ »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι 40 ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται«. ἀκριβῶς δὲ δοκοῦσί μοι ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος τὸ ὑπερέχον τῆς θείας δυνάμεως παραστῆσαι βουλόμενοι ὅτι καὶ ἐν ἀπιστίᾳ δύναται, ἀλλ' οὐκ ἐπὶ πλεῖον δύναται, ὅσον δύναται ἐν πίστει τῇ τῶν εὐεργετουμένων, εἰρηκέναι οὐχ ὅτι οὐκ ἐποίησε δυνάμεις διὰ
τὴν ἀπιστίαν αὐτῶν, ἀλλ' οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς. καὶ ὁ Μᾶρκος δὲ οὐκ εἶπεν ὅτι »οὐκ ἐδύνατο ἐκεῖ οὐδεμίαν ποιῆσαι δύναμιν« 467 καὶ ἔστη ἐπὶ τούτῳ, ἀλλὰ προσέθηκεν· »εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε«, νικώσης τῆς ἐν αὐτῷ δυνάμεως καὶ οὕτως τὴν ἀπιστίαν.
ἅπαξ γὰρ τοῦτο πεποίηκεν ἐν τῷ »βλαστησάτω ῃ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα«), οὕτω δὴ οὔτε τὰ ἐνεργήματα τῶν δυνάμεων χωρὶς πίστεως τῆς τῶν θεραπευομένων τὸ αὐτοτελὲς ἔργον ἐπιδείκνυται πρὸς ἴασιν οὔθ' ἡ πίστις, ὁποία ποτ' ἄν ᾖ, χωρὶς τῆς θείας δυνάμεως. καὶ τὸ γεγραμμένον δὲ περὶ σοφίας ἐφαρμόσεις καὶ τῇ
πίστει καὶ ταῖς ἀρεταῖς κατ' εἶδος, ὥστε τοιοῦτον ποιῆσαι λόγον· »κἄν γάρ τις ᾖ τέλειος« ἐν πίστει« ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ« δυνάμεως« ἀπούσης εἰς οὐδὲν λογισθήσεται«, ἤ »τέλειος« τῇ σωφροσύνῃ, ὡς »ἐν υἱοῖς ἀνθρ;φωπων, τῆς ἀπὸ σοῦ« σωφροσύνης »ἀπούσης, εἰς οὐδὲν λογισθήσεται«, ἤ »τέλειος« ἐν δικαιοσύνῃ καὶ ταῖς λοιπαῖς ἀρεταῖς, »τῆς ἀπὸ σοῦ« δικαιοσύνης ἀπού σης
καὶ τῶν ἀπὸ σοῦ λοιπῶν ἀρετῶν »εἰς οὐδὲν λογισθήσεται«. ὅθεν »μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰδχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ«· τὸ γὰρ καυχήσεως ἄξιον οὐχ ἡμέτερον, ἀλλὰ δῶρόν ἐστι τοῦ θεοῦ ἡ ἀπ' αὐτοῦ σοφία καὶ ἡ ἀπ' αὐτοῦ αὐτοῦ ἰσχὺς καὶ οὕτω τὰ λοιπά.
Ἰωάννης ὁ βαπτιστής
ἐδίδασκον οἱ Φαρισαῖον, τὸ οὖν ζητούμενον κατὰ τὸν τόπον ἐστίν, εἰ τοιαύτη τις ἦν περὶ ψυχῆς δόξα, ἥν ἐφρόνει Ἡρώδης ἐσφαλμένως καί τινες τῶν ἀπὸ τοῦ λαοῦ, ὅτι ὁ πρὸ ὀλίγου ἀναιρεθεὶς ὑπ' αὐτοῦ Ἰωάννης ἀνέστη ἀπὸ τῶν νεκρῶν μετὰ τὸ ἀποκεφαλισθῆναι, καὶ ἦν αὐτὸς ἑτέρῳ ὀνόματι χρώμενος καὶ καλούμενος νῦν 468 Ἰησοῦς, δεκτικὸς τῶν αὐτῶν δυνάμεων,
αἵ πρότερον ἐνήργουν ἐν τῷ Ἰωάννῃ. ποίαν οὖν ἔχει πιθανότητα τὸν ἐπὶ τοσοῦτον γνώριμον παντὶ λαῷ καὶ διαβόητον ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, ὅν ἔκλεγον υἱὸν εἶναι »τοῦ τέκτονος« καὶ Μαρίας καὶ ἀδελφοὺς ἔχειν τοιούσδε καὶ ἀδελφάς, νομίζεσθαι εἶναι οὐχ ἕτερον Ἰωάννου, ᾧ πατὴρ ἦν Ζαχαρίας καὶ μήτηρ Ἐλισάβετ, οὐδ' αὐτοὶ ἄσημοι ἐν τῷ λαῷ; εἰκὸς δ' ὅτι ὁ λαὸς
φρονοῦντες περὶ τοῦ Ἰωάννου »ὅτι ὄντως προφήτης ἦν«, καὶ τοσοῦτοι τυγχάνοντες, ὡς φοβεῖσθαι τοὺς Φαρισαίους (διὰ τὸ μὴ δυσάρεστον δοκεῖν τῷ λαῷ λέγειν) ἀποκρίνεσθαι, πότερον »ἐξ οὐρανοῦ ἦν ἤ ἐξ ἀνθρώπων« τὸ βάπτισμα αὐτοῦ, οὐκ ἠγνόουν υἱὸν αὐτὸν τυγχάνειν Ζαχαρίου. τάχα δὲ καὶ εἴς τινας ἔφθασεν αὐτῶν τὰ τῆς ἑωραμένης ὀπτασίας ἐν τῷ
ναῷ, φανέντος τῷ Ζαχαρίᾳ τοῦ Γαβριήλ. ποίαν δὴ οὖν ἔχει πιθανότητα ἡ τοῦ εἴτε Ἡρώδου εἴτε τινῶν ἀπὸ τοῦ λαοῦ ἀπάτη, πρὸς τὸ νομίσαι, ὅτι οὐ δύο τινὲς γεγόνασιν ὁ Ἰωάννης καὶ ὁ Ἰησοῦς, ἀλλ' εἷς καὶ ὁ αὐτὸς ὤν Ἰωάννης, ἀναστὰς, μετὰ τὸ ἀποκεφαλισθῆναι ἐκ τῶν νεκρῶν, ἐκλήθη Ἰησοῦς;
δὲ μᾶλλον τοιαύτη τις ὑπόληψις ἦν ἐν τῷ Ἡρώδῃ, ὅτι αἱ ἐνεργήσασαι 42 δυνάμεις ἐν τῷ Ἰωάννῃ μετέστησαν ἐπὶ τὸν Ἰησοῦν, ἀφ' ὧν ὁ Ἰωάννης βαπτιστὴς εἶναι πεπίστευτο ἐν τῷ λαῷ. καὶ χρήσαιτό τις ἐπιχειρήματι τοιούτῳ· ὥσπερ διὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν Ἠλίου καὶ οὐ διὰ τὴν ψυχὴν αὐτοῦ περὶ Ἰωάννου λέγεται· »αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι«,
τοῦ ἐν Ἠλίᾳ πνεύματος καὶ τῆς ἐν ἐκείνῳ δυνάμεως μετεληλυθυιῶν ἐπὶ τὸν Ἰωάννην, οὕτως ᾤετοὁ Ἡρώδης τὰς ἐν Ἰωάννῃ δυνάμεις ἐν μὲν τῷ Ἰωάννῃ ἐνηργηκέναι τὰ τοῦ βαπτίσματος καὶ τῆς διδασκαλίας (»Ἰωάννης γὰρ ἐποίησε σημεῖον οὐδὲ ἕν«), ἐν δὲ τῷ Ἰησοῦ τὰς τεραστίους δυνάμεις. τὸ δ' ὅμοιόν τις φήσει ὑπειληφέναι τοὺς εἰρηκότας Ἠλίαν πεφηνέναι 469 ἐν
τῷ Ἰησοῦ, ἤ προφήτην ἕνα »τῶν ἀρχαίων« ἐγηγέρθαι, οὐδὲν δὲ ζητήσεως ἔχεται τὸ δόγμα τῶν εἰρηκότων »ὅτι προφήτης ὡς εἷς τῶν προφητων« ἦν Ἰησοῦς. ψευδὴς μὲν οὖν ὁ τοῦ εἴτε Ἡρώδου λόγος, ὅς περὶ τοῦ Ἰησοῦ ἐστιν ἀναγεγραμμένος, εἴτε ὁ ὑπό τινων εἰρημένος. πλὴν δοκεῖ μοι μᾶλλον ἔχεσθαι πιθανότητος τὸ ἀνάλογον τῷ »ἐν πνεύματι καὶ δυνάμει Ἠλίου« προεληλυθέναι
τὸν Ἰωάννην τοῖς νῦν ὑπονοουμ;νοις περὶ Ἰωάννου καὶ Ἰησοῦ ὑπὸ τούτων. ἐπεὶ δὲ πρῶτον μὲν ἐμάθομεν ὅτι μετὰ τὸν πειρασμὸν ὁ σωτὴρ »ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν«, δεύτερον δὲ ὅτι Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τυγχάνων, ἀκούσας τὰ περὶ τοῦ Ἰησοῦ, »πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος, ἤ ἕτερον
προσδοκῶμεν«; καὶ τρίτον ἁπαξαπλῶς ὅτι Ἡρώδης εἶπε περὶ τοῦ Ἰησοῦ, ὅτι α'τυός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, οὐδαμόθεν δὲ προέγνωμεν τὸν τρόπον τῆς ἀναιρέσεως τοῦ βαπτιστοῦ, διὰ τοῦτο νῦν καὶ τοῦτο ἀνέγραψεν ὁ Ματθαῖος, καὶ ὁ Μᾶρκος δὲ αὐτῷ παραπλησίως· ὁ δὲ Λουκᾶς τὰ πολλὰ τῆς παρὰ τούτοις παρεσιώπησεν
ἱστορίας.
λαῷ ἐξουσία (μέχρι τοῦ ἀναιρεῖν τοὺς νομιζομένους ἀξίους θανάτου αὐτοῖς ὑπάρχουσα) ἕως Ἰωάννου ἦν, καὶ ἀναιρεθέντος τοῦ τελευταίου τῶν προφητῶν παρανόμως ὑπὸ τοῦ Ἡρώδου ἀφῃρέθη ὁ Ἰουδαίων βασιλεὺς τῆς τοῦ ἀναιρεῖν ἐξουσίας. ἐι γὰρ μὴ ἀφῄρητο αὐτὴν ὁ Ἡρώδης, οὐκ ἄν ἐδίκασεν ὁλκή 43 Πιλᾶτος τὸν Ἰησοῦν τὴν ἐπὶ θανάτῳ, ἁλλ'ἤρκεσεν ἂν εἰς τοῦτο Ἡρώδης μετὰ τῆς ἀρχιερέων καὶ πρεσβυτέρων 470 τοῦ λαοῦ εἰς τοῦτο βουλῆς. καὶ τότε (οἶμαι) πεπλήρωται τὸ ὑπὸ τοῦ Ἰακὼβ πρὸς Ἰούδαν τοῦτον εἰρημένον τὸν τρόπον. »οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἠγούμενος ἐξἸσραήλ,
ἔως ἂν ἔλθῃ ᾦ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν«. τάχα δὲ καὶ ἀφῃρέθησαν τὴν ἐξουσίαν ταύτην Ἰουδαῖοι, τῆς θείας παρασχούσης προνοίας τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἄν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιατευόντων χωρῇ, δοκούσης τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἂν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιστευόντων χωρῇ, δοκούσης κατὰ νόμον γίγνεσθαι. Ἡρώδης δὲ κρατήσας τὸν Ἰωάννην ἔδησεν
ἐν φυλακῇ καὶ ἀπέθετο, σύμβολον ποιῶν τοῦ (τὸ ὅσον ἐφ'ἑαυτῷ καὶ τῇ κακίᾳ τοῦ λαοῦ) κατᾳδῆσαι καὶ κατακλεῖσαι λόγον τὸν προφητικὸν καὶ κωλῦσαι αὐτὸν ἔτι μένειν τῆς ἀληθείας κήρυκα ἐπ'ἐλευθερίᾳ, ὡς τὸ πρότερον. τοῦτο δὲ πεποίηκεν Ἡρώδης διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης. οὐκ ἔξεστί
σοι ἔχειν αὐτήν. οὖτος δὲ ὁ Φίλιππος ἦν τετράρχης »τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας«. τινὲς μὲν οὖν οἴονται ὅτι ἀποθανόντος Φιλίππου, θυγατέρα καταλιπόντος Ἡρωδιάδα, ἔγημα τὴν τοῦ ἀδελφοῦ γυναῖκα ὁ Ἡρώδης, τοῦ νόμου τὸν γάμον ἐν ἀπαιδίᾳ συγχωροῦντος. 471 ἡμεῖς δέ, μηδαμῆ σαφῶς εὑρίσκοντες τεθνηκέναι τὸν Φίλιππον, μεῖζον ἔτι τὸ παρανόμημα
τῷ Ἡρώδῃ λογιζόμεθα γεγονέναι, ὅτι καὶ ζῶντος ἀπέστησε τοῦ ἀδελφοῦ τὴν γυναῖκα.
Ἡρώδῃθείου πληρωθεὶς φρονήματος. οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. οὐ γὰρ »ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου«. καὶὁ μὲν Ἡρώδης, κρατήσας τὸν Ἰωάννην, δήσας ἀπέθετο ἐν τῇ φυλακῇ, μὴ τολμῶν πάντη ἀποκτεῖναι »τὸν προφητικὸν λόγον« καὶ ἀνελεῖν ἀπὸ τοῦ λαοῦ. ἡ δὲ τοῦ βασιλέως τῆς Τραχωνίτιδος γυνή, πονηρά τις οὖσα δόξα καὶ μοχθηρὰ
διδασκαλία,θυγατέρα ἐγέννησεν ὁμώνυμον, ἦς τὰ δοκοῦντα εὔρυθμα κινήματα ἀρέσαντα τῷ Ἡρώδῃ (τὰ γενέσεως ἀγαπῶντι πράγματα) αἴτια γεγένηται τοῦ μηκέτι εἶναι ἐν τῷ λαῷ κεφαλὴν . μέχρι δὲ τοῦ δεῦρο νομίζω τὰ δοκοῦντα κατὰ τὸν νόμον εἶναι κινήματα τοῦ λαοῦ τῶν 44 Ἰουδαίων μὴ ἄλλο τι τυγχάνειν ἢ τῆς Ἡρωδιάδος θυγατρός. ἀλλ'ἡ Ἡρωδιάδος ὄρχησις ἐναντία ἦν ὁρχήσει ἁρίᾳ, ἥν οἱ μὴ ὁρχησάμενοι ὁνειδισθήσονται ἀκούοντες. »ηὑλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε«. καὶ ἐν γενεθλίοις δὲ παρανόμου βασιλεύοντος αὐτῶν λόγου ὀρχοῦνται, ὡς ἀρέσκειν
ἐκείνῳ τῷ λόγῳ τὰς κινήσεις αὐτῶν. ἐτήρησε μὲν οὖν τις τῶν πρὸ ἡμῶν τὴν ἀναγεγραμμένην ἐν Γενέσει τοῦ Φαραὼ γενέθλιον καὶ διηγήσατο ὅτι ὁ φαῦλος τὰ γενέσεως ἀγεπῶν πράγματα ἑορτάζει γενέρλιον. ἡμεῖς δὲ ἀπ' ἐκείνου ταύτην εὑρόντες ἀφορμὴν ἐπ'οὐδεμοιᾶς γραφῆς εὔρομεν ὑπὸ δικαίου γενέθλιον ἀγομένην. ἄδικος γὰρμᾶλλον ἐκείνου τοῦ Φαραὼ ὁ Ἡρώδης. 472
καὶ γὰρ ὑπ'ἐκείνου μὲν ἐν γενεθλίῳ ἀρχισιτοποιός ἀναιρεῖται, ὑπὸ δὲ τούτου Ἰωάννης, οὖ »μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶε ἐγήγερται«, περὶ οὗ ὁ σωτὴρ λέγει. »ἀλλὰ τί ἐξεληλύθατε;προφήτην ἱδεῖν;ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου«. ἀλλὰ εὐχαριστητέον τῷ θεῷ, ὅτι, εἰ καὶ ἡ προφητικὴ ἀπὸ τοῦ λαοῦ ἦρται χάρις, ἡ πάσης ἐκείνης μείζων ἐξεχύθη εἰς
τὰ ἔθνη διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, »ὃς ἐγένετο ἐν νεκροῖς ἐλεύθερος«.
πάσης προφητείας Χριστὸν Ἰησοῦν ἀρνούμενοι. καὶ ἀποκεφαλίζεται ὁ προφήτης δἱ ὅρκους, ἐφ' οἶς μᾶλλον ἐπιορκεῖν ἢ εὐορκεῖν ἔδει. οὐ ταὐτὸν γὰρ ἦν ἔγκλημα προπετείας ὅρκων καὶ τῆς διὰ τὴν προπέτειαν ἐπιορκίας καὶ τὸ δἰ εὐορκίας ἔγκλημα ἀναρέσεως προφητικῆς. καὶοὐ διὰ τοῦτο μόνον ἀποκεφαλίζεται, ἀλλὰ καὶ διὰ τοὺς συνανκειμένους, βουλομένους
μᾶλλον ἀναιρεθῆναι τὸν προφήτην ἤ ζῆν. συνανάκεινται δὲ καὶ συνεστιῶνται λόγῳ μοχθηρῷ Ἰουδαίων βασιλεύοντι οἱ ἐπὶ τῇ γενέσειαὐτοῦ εὐφραινό- 45 μενοι. χρήσῃ δέ ποτε χαριέντως τῷ ῥητῷ πρὸς τοὺς προπετῶς ὁμνύοντας καὶ θέλοντας ἐμεδοῦν ὄρκους ἐπὶ παρανομίᾳ παραληφθέντας, λέγων ὅτι οὑ πᾶσα τήρησις ὅρκων ἐστὶ καθήκουσα, ὡς οὑδὲ ἡ τοῦ Ἡρώδου. ἔτι δὲ πρόσχες ὅτι οὐ μετὰ παρρησίας, ἀλλὰ κρύφα καὶ ἐν φυλακῇ φονεύει τὸν
Ἰωάννην ὁ Ἡρώδης. καὶ γὰρ οὐ μετὰ παρρησίας ἀρνεῖται ὁ νῦν Ἰουδαίων λαὸς τὰς προφητείας, δυνάμει δὲ καὶ ἐν κρυπτῷ αὐτὰς ἀρνεῖται καὶ ἐλέγχεται αὐταῖς ἀπιστῶν. ὥσπερ γὰρ εἰ ἐπίστευον Μωσῇ, τῷ Ἰησοῦ ἐπίστευσαν ἄν, οὕτως εἰ ἐπίστευον τοῖς προφήταις, προσήκαντο ἂν τὸν προφητευόμενον. ἀπιστοῦντες δὲ τούτῳ κἀκείνοις ἀπιστοῦσι καὶ ἀποτέμνουσιν ἐν φυλακῇ
κατακλείσαντες »τὸν λόγον τὸν προφητικόν«,καὶ ἔχουσιν αὐτὸν νεκρὸν καὶ διαιρεθέντα καὶ μηδαμοῦ ὑγιῃ, ἐπεὶ μὴ νοοῦσιν αὐτόν. ἀλλ'ἠμεῖς ὁλόκληρον ἔχομεν τὸν Ἰησοῦν, πληρωθείσης τῆς περὶ αὐτοῦ λεγούσης προφητείας. »ὁστοῦν αὐτοῦ οὐ συντριβήσεται«.
λείψανον, καὶἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. ὁδὲ ἀνεχώρησεν εἰς ἔρημον τόπον, τὰ ἔθνη. καὶ μετὰ τὴν τῶν προφητῶν ἀνάρεσιν ὄχλοι αὐτῷ ἡκολούθησαν ἁπὸ τῶν πανταχοῦ πόλεων. ὅντινα πολὺν ὅντα θεασάμενος ἐσπλαγχνίαθη καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν, καὶ μετὰ τοῦτο τρέφει τοῖς εὐλογηθεῖσι καὶ πλεονάσαιν
ἐξ ὀλίγων ἄρτων τοὺς ἀκολουθήσαντας αὐτῷ. ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ'ἰδίαν
κατὰ τὸ εὐλόγιστον γένοιτ'ἄν, τὸ δὲ δυνάμενονλ ἔξω εἶναι τῶν περιστατικῶν ὁμόσε χωρεῖν σὐυοῖς προπετές ἐστι καὶ θρασύ. τίς δὲ ἔτι ἀμφιβάλοι ἂν περὶ τοῦ ἐκκλίνειν τὰ τοιαῦτα, τοῦ Ἰησοῦ οὐ μόνον ἐπὶ τοῖς κατὰ τὸν Ἰάννην ἀναχωρήσαντος, ἀλλὰ καὶ διδάσκοντος καὶ λέγοντος. »ἐὰν διώκσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν«. ἐπελθόντα μὲν οὖν οὐ παρ'
ἡμᾶς πειρασμὸν ἀναγκαῖον ὑπομένειν εὐγενῶς λίαν καὶ τεθαρρηκότως. παρὸν 46 δὲ ἐκκλίνειν, τοῦτο μὴ ποιεῖν τολμηρόν. ἐπεὶ δὲ μετὰ τὸ ἡρτὸν καὶ κατὰ ἀναγωγὴν τὸν τόπον ἐξεταστέον, λεκτέον ὅτι ἐπιβουλευθείσης παρὰ Ἰουδαίοις τῆς προφητείας καὶ ἀναιρεθείσης, διὰ τὸ τιμᾶσθαι παρ'αὐτοῖς τὰ γενέσεως πράγματα καὶ κατὰ ἀποδοχὴν κενῶν κινήσεων (γεγενημένων, ὡς
μὲν παρ'ἀληθείᾳ δικαζούσῃ, ἀρρύθμων καὶ ἐκμελπων, ὡς δ'ὑπολαμβάνει ὁ τῶν φαύλων ἄρχων καὶ οἱ συνεστιώμενοι αὐτῷ, εὐρύθμων καὶ ἀρεσκόντων ἐκείνξοις), ἀναχωρεῖ ὁ Ἰησοῦσ ἀπὸ τοῦ τόπου ἐν ᾦν προφητεία ἐπιβουλευθεῖσα κατεδικάσθη. ἀναχωρεῖ δὲ εἰς τὸν ἔρημον θεοῦ παρὰ τοῖς ἔθνεσι τόπον, ἵνα ὁ τοῦ θεοῦ λόγος, αἰρομένης τῆς βασιλείας ἀπ'΄ ἐκείνων καὶ διδομένης
»ἔθενι ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, γἐνηται ἐν τοῖς ἔθνεσι, καὶ δἰ αὐτὸν »πολλὰ«γένηται »ἢ τῆς ἐχούσης τὸν ἄνδρα«, τὸν νόμον.
εἰς τὸν ἔρημον τόπον κατ'ἰδίαν΄γεγονέναι, ἀκούσαντα περὶ τῆς ἀναιρέσεως τοῦ προφήτου. κατ'ἰδίαν δέ, γενόμενος εἰς τὴν ἔρημον, ἦν ἐν αὐτῇ, τῷ ἰδιάζοντα εἶναι τὸν λόγον καὶ τὴν διδασκαλίαν αὐτοῦ παρὰ τὰ εἰθισμένα ἐν τοῖς ἔθενσι γίνεσθαι καὶ νενομισμένα. και οἱ ἐν τοῖς ἔθνεσιν ὅχλοι ἀκούσαντεσ λόγον ἐπιδεδημηκέναι τῇ ἐρήμῳ αὐτῶνλ καὶ τοῦτον κατ'
ἰδίαν τυγχάνειν (ὡς προαποδεδώκαμεν) ἠκολούθησαν αὐτῷ ἀπὸ τῶν ἰδίων πόλεων τῷ ἕκαστον καταλελοιπέναι τὰ πάτρια τῆς δεισιθαιμονίας ἔθη καὶ τῷ τοῦ Χριστοῦ προσεληλθέναι νόμω. πεξῆ δὲ αὐτῷ, καὶ οὑκ ἐν πλοίῳ ἠκολούθησαν ἅτε μὴ τῷ σώματι, ἀλλὰ γυγνῇ τῇ ψυχῇ καὶ τῇ ἀπὸ τοῦ λόγου πεισθείῃ προαιρ΄έσει ἠκολουθηκότες τῇ εἰκονι τοῦ θεοῦ.
καὶ πρὸς τούτους γε ὁ Ἰησοῦς ἐξέρχεται μὴ χωροῦντας προσιέναι πρὸς ἀτόν ἵνα τοῖς ἔω εξω γενόμενος, ἔσω τοὺς ἔξω εἰσαγάγῃ. πολὺς δὲ 47 ὁ ἔξω ὄχλος, εἰς ὃν ἐξέρχεται ὁ τοῦθεοῦ λόγος, καὶ ἐκχάς τὸ φῶς τῆς ἐπισκοπῆς αὐτοῦ εἰς αὐτὸν εἶδεν αὐτόν, καὶ ἰδὼν τοῦ ἐλεεῖσθαι μᾶλλον αὐτοὺς ἀξίους διὰ τὸ ἐν τοιοῖσδέ τισι εἶναι, ὡς φιλάνθρωπος πέπονθεν ὁ ἀπαθὴς τῷ σπλαγχνισθναι, καὶ οὐ μόνον ἐσπλαγχνίσθη ἀλλὰ καὶ
τοὺς ἀρρώστους αὐτῶν ἐθεράπευσεν ἔχοντας πικίλα καὶ παντοδαπὰ δαπὰ ἀπὸ τῆς κακίας ἀρρωστήμαμτα.
ἐπ'αὐτοῖς ἐθεράπευσεν. οὑ πᾶν δὲ ἁμάρτημα νούτου φρουρὰν εἶναι, ἀλλἀ ὅπερ ἐναπέσκλψεν ὅλ}η τῇ ψυχῇ. οὕτω γὰρ ἔστιν ἰδεῖν τοὺς μὲν φιλαργύρους ὅλους τεταμένους ἐπὶ τὸ ἀργύριον και τὴν τούτου φρουρὰν καὶ συναγωγήν, τοὺς δὲ φιλοδόξους ἐπὶ τὸ ἀργύριον καὶ τὴν τούτου φρυρὰν ἀπὸ τῶν πολλῶν καὶ χυδαιοτέρων ἔπαινον. καὶ τὸ ἀνάλογον νοήσεις ἐπὶ
ὦν ὠνομάσαμεν λοιπῶν, καὶ εἴ τι ἄλλο τούτοις ἐστὶ παραπλήσιον. ἐπεὶ οὖν διηγούμενοι τὸ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν εἴπομεν μὴ πᾶν ἁμάρτημα εἶναι ἀρρώστημα, ἄξιον ἀπὸ τὴς γραφῆς καὶ περὶ τῆς διαφορᾶς τούτων παραμυθήσασθαι. φησὶ δὴ ὁ ἀπόστολος Κορινθίοις, παικίλα ἔχουσιν ἁμαρτήματα, γράφων. »διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι
καὶ κοιμῶνται ἱκανοί« ἄκουε γὰρ ἐν τούτοις τοῦ »καὶ« συνδέσμου, πλέκοντος καὶ συμπεπλεγμένον ποιοῦντος ἐκ διαφόρων ἁμαρτημάτων, καθὸ οἱ μέν εἰσιν ἀσθενεῖς, ἕτεροι δὲ ἄρρωστοι πλέονἢ ἀσθενεῖς, καὶ ἄλλοι παρ'ἀμφοτέρους οἱ κοι\μώμενοι. οἱ μὲν γὰρ ὀλισθηρῶς διὰ τὴν τῆς ψυχῆς ἀδυναμίαν
πορὸς τὸ ὁτιποτοῦν ἁμαρτάνειν ἔχοντες, κἂν μὴ ὅλοι ὦσιν εἴδους τινὸς ἁμαρτίας
ὡς οἱ ἄρρωστοι, ἀσθενεὶς εἰσι μόνον. οἱ δὲ ὅλῃ ψυχῇ καὶ ὅλῃ καρδίᾳ καὶ ὅλῃ διανοίᾶ, ἀντὶ τοῦ τὸν θεὸν ἀγαπᾶν, ἀγαπῶντες ἀργύρια ἢ δοξάρια ἢ γύναια ἢ παῖδας, οὖτοι πλέον ἢ ἀσθενείας πεπόνθασιν καί εἰσιν ἄρρωστοι. κοιμῶνται δὲ οἱ, δέον προσέχειν καὶ ἐγρηγορέναι τῇ ψυχῇ, τοῦτο μὲν οὐ ποιοῦντες, ἀπὸ δὲ πολλῆς ἀπροσεξίας νυσίζοντες τὴν προαίρεσιν καὶ
ὑπνώττοντες τοῖς λογισμοῖς. οἵτιντες »ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, καὶ παραβαλλομέναις ἐνυπνίοις, ταῖς περὶ τῶν πραγμάτων, τὰ μὲν ὕπαρ καὶ ἀληθῆ οὐκ ἀποδεχόλμενοι, ὑπὸ δὲ τῶν ἐν ταῖς κεναῖς φαντασίαις ἀπατώμενοι. περὶ ὦν καὶ τῷ Ἡσαΐᾳ λέγεται τὸ 48 »ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐν Ἱερουσαλήμ«. εἰ καὶ ἐδόξαμεν οὖν παρεκβεβηκέναι, διηγούμενοι διαφορὰν ἀσθενῶν καὶ ἀρρώωτων καὶ κοιμωμένων, διὰ τὸ τὸν
ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους εἰρηκέναι ἃ ἐξεθέμεθα, τὴν παρέκβασιν πεποιήμεθα βουληθέντες παραστῦσαι τί σημαίνεται νοητὸν ἐκ τοῦ καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.
καὶ ἠ ὥρα παρῆλθεν ἤδη· ἀπόλυσον οὖν τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα
ἵν’ ὐγιάναντες τῶν τῆς εὐλογίας μεταλάβωσιν ἄρτων· οὐ γὰρ δύνανται οἱ ἔτι ἄρρωστοι χωρῆσαι τοὺς τῆς Ἰησοῦ εὐλογίας ἄρτους. ἀλλὰ καὶ ἐάν τις, δέον ἀκούειν τοῦ »δοκιμαζέτω δὲ ἕκαστος ἑαυτόν, καὶ οὕτως ἐσθιέτω ἐκ τοῦ ἄρτου« καὶ τὰ λσιπά, τούτων μὲν μὴ κατακούῃκ, ὡς ἔτυχε δὲ μεταλαμβάνῃ ἄρτου κυρίου καὶ ποτηρίου αὐτοῦ, ἀσθενὴς ἢ ἄρρωστος γίνεται ἢ καὶ
ἐκ τοῦ (ἵν´ οὕτως εἴπω) καροῦσθαι ὑπὸ τῆς τοῦ ἄρτου δυνάμεως κοιμώμενος.
Commentarium In Evangelium Matthaei (Lib. 10-11). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.