VIII.
Περὶ τοῦ μὴ δεῖν τὰ U+03F2ολοικοειδῆ καὶ μὴ U+03F2ώζοντα 1 τὴν κατὰ τὸ ῥητὸν ἀκολουθίαν ῥητὰ τῆU+03F2 γραφῆU+03F2 ἐπιχειρεῖν διορθοῦU+03F2θαι, πολὺ τοῖU+03F2 U+03F2υνιέναι δυναμένοιU+03F2 τὸ τῆU+03F2 διανοίαU+03F2 ἀκόλουθον U+03F2ώζοντα. ἐκ τῶν εἰU+03F2 τὸν ὨU+03F2ηὲ ἐξηγητικῶν.
δοκοῦντα ἀνακολούθως γεγράφθαι ῥητὰ νοῦν· ἀναγκαίως καὶ ἐνθάδε, τοῦ ὁμοίου ἐμπεσόντος ὅσον κατὰ τήν λέξιν περὶ τὰ προκείμενα ῥητὰ, ἴδωμεν τὸν ἐν αὐτοῖς ἐγκείμενον 2 νοῦν. πληθυντικῶς γὰρ εἰπών· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καὶ πάλιν πληθυντικῶς τὸ ἐξῆς δηλώσας· Ἐν τῷ
οἴκῳ Ὤν εὔρωσάν με· τὸ ἑξῆς ἐπὶ ἑνικοῦ ἐπιφέρει λέγων· Καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν. τῇ γὰρ λέξει ψιλῇ τις ἐνιδὼν, κατὰ πλάνην δοκῶν γεγράφθαι, ἢ καὶ τὸ τελευταῖον πληθυντικῶς γράψαι, ἢ τὰ προάγοντα εἰς ἐνικὸν μεταθείη. ἀναγνοὺς γάρ· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· καί· Ἐν
τῷ οἴκῳ Ὤν εὖρωσάν με· εἴποι ἂν ὅτι καὶ τὸ ἑξῆς οὗν ἐστίν· Ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς· τουτέστι, τοὺς κλαύσαντας καὶ δεηθέντας καὶ ἐν τῷ οἴκῳ Ὢν εὑρόντας τὸν θεόν. ἐκ παρατηρήσεως δὲ ὁμοίων ῥητῶν καὶ τοῦτο ἀκολούθως εἰρῆσθαι δείξομεν.
βρώσει φαγῇ· ἐπιφέρει πληθυντικῶς εἰπών· Ἀπὸ δὲ 6 τοῦ ξύλου τοῦ γινώσκειν καλόν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπʼ αὐτοῦ· ᾖ δʼ ἂν ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. ὅτε γὰρ περὶ τῆς ἐντολῆς λέγει, δἰ ἦς αὐτὸν ἐν ζωῇ ταύτην τηροῦντα ἠθέλησεν εἶναι, ἑνικῶς
ἐντέλλεται, καί φησιν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· οἱ γὰρ κατὰ θεὸν περιπατοῦντες καὶ τῶν ἐντολῶν αὐτοῦ ἀντεχόμενοι, κἂν πολλοὶ ὦσι, τῷ ὁμόφρονες εἶναι οἱ πολλοὶ ἔν εἰσι. διὰ τοῦτο ὅτε περὶ ἀγαθοῦ ἐντολὴ δίδοται, ἑνικῶς αὐτῷ λέγεται τό· Βρώσει
φαγῇ· ὅτε δὲ ἤδη περὶ παραβάσεως διαστέλλεται, οὐχ ἑνικῶς ἀλλʼ ἤδη πληθυντικῶς φησίν· Οὐ φάγεσθε· ἧ δ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε.
καὶ ἐδεήθησάν μου· ὅτε δὲ εὑρίσκουσι τόν θεὸν, οὐκέτι πληθυντικῶς φησὶ τό. Ἐκεῖ ἐλαλήθη πρός αὐτούς· ἀλλά· πρὸς αὐτόν. ἤδη γὰρ ἒν γεγόνασιν οἱ πολλοὶ ἐν τῷ εὑρηκέναι τὸν θεὸν καὶ ἐν τῷ ἀκούειν λόγον αὐτοῦ. ὄ γὰρ εἶς ὅτε ἁμαρτάνει πολλοστός ἐστιν, ἀποσχιζόμενος ἀπὸ
θεοῦ καὶ μεριζόμενος καὶ τῆς ἑνότητος ἐκπεσών· οἱ δὲ πολλοὶ ταῖς ἐντολαῖς ἑπόμενοι ταῖς τοὺ θεοῦ εἶς εἰσί· καθὼς καὶ ὀ ἀπόστολος μαρτυρεῖ, εἰπών· Ὅτι εἶς ἄρτος καὶ 7 ἔν σῶμα οἱ πολλοί ἐσμεν· καὶ πάλιν· Εἶς θεὸς καὶ εἶς 8 χριστὸς καὶ μία πίστις καὶ ἓν βάπτισμα· καὶ ἀλλαχοῦ· Ὅτι οἱ πάντες ἔν ἐσμεν ἐν Χριστῷ Ἰησοῦ· καὶ αὗθις· 9 Ἡρμοσάμην γὰρ ὑμᾶς τοὺς πάντας ἐνὶ ἀνδρὶ παρθένον 10 ἁγνὴν παραστῆσαι, τῷ κυρίῳ. καὶ ὅτι οἱ εὐαρεστοῦντες 11 τῷ κυρίῳ ἕν εἰσιν, ἀπό τῆς προσευχῆς, ἧς ὁ σωτὴρ εὔχεται 12 πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν αὐτοῦ, ἔστιν ἰδεῖν· 13 Πάτερ γάρ, φησιν, ἅγιε, δὸς ἵνα καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν. ὅταν δὲ καὶ ἀλλήλων 14 μέλη εἶναι λέγωνται οἱ ἅγιοι, τί ἄλλο εἰ μὴ ἓν σῶμά εἰσι;
15 καὶ ἐν τῷ Ποιμένι δὲ τὴν οἰκοδομὴν τοῦ πύργου, διὰ πολλῶν μὲν λίθων οἰκοδομουμένην, ἐξ ἑνὸς δὲ λίθου φαινομένην εἶναι τὴν οἰκοδομὴν, τί ἄλλο ἢ τὴν ἐκ πολλῶν συμφωνίαν καὶ ἑνότητα σημαίνει ἡ γραφή;
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.