VII.
Περὶ τογ ἰδιώματοU+03F2 τῶν προU+03F2ώπων τῆU+03F2 θείαU+03F2 φραφῆU+03F2. ἐκ τοῦ εἰU+03F2 τὸ ᾆU+03F2μα μικροῦ τόμου, ὃν ἐν
τῇ νεότητι ἔφραφεν.
πότε τὸ λέγον ἐπαύσατο πρόσωπον· τοῦ πρὸς ὅ ἐστι πολλάκις τηρουμένου, καὶ ἑτέρου πρὸς αὐτὸ λέγοντος· ἢ τοῦ πρὸς δ ὀ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξαμένου 1 2 τὰ λεγόμενα, μένοντος τοῦ λέγοντος· ἔστι δʼ ὅτε μεταβάλλει ἀμφότερα, καὶ τὸ λέγον καὶ τὸ πρὸς ὃ ὁ λόγος· ἐπὶ πλεῖον μένοντα ἀμφότερα οὐ σαφῶς δηλοῦται μένοντα. τί δὲ δεῖ παράδειγμα ζητεῖν ἑνὸς ἑκάστου τούτων,
πάνυ τῶν προφητικῶν πεπληρωμένων τῆς διαφορᾶς αὐτῶν; ἥτις καὶ αἰτία ἐστὶν οὐχ ἡ τυχοῦσα μὴ διακρινομένη τῆς ἀσαφείας τῶν λεγομένων. ἔστι δὲ καὶ αὕτή συνήθεια τῆς γραφής, τὸ ταχέως μεταπηδᾶν ἀπὸ τοῦ περί τινων λόγου εἰς τὸν περὶ ἑτέρων· καὶ τοῦτο ἀσαφῶς ποιεῖν καὶ ὑποσυγκςχυμένως
μάλιστα τούς προφήτας.
Καὶ πάλι ὁμιλὶαU+03F2 ά εἰU+03F2 τὰU+03F2 ΠράξειU+03F2 Ἔαει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ ἄγιον πνεῦμα διὰ U+03F2τόματοU+03F2 Δαυεὶδ περὶ Ἰούδα.
τις ἂν ὅτι οὐ τὸ πυεῦμα τὸ ἄγιον λαλεῖ· σαφῶς γὰρ τοῦ σωτῆρός εἰσιν οἱ λόγοι, λέγοντος· Ὁ θεὸς τὴν αἴνεσίν 3 μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη· καὶ τὰ ἐξῆς, ἕως· Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. πῶς οὖν, εἰ ὁ σωτήρ ἐστιν
ὁ λέγων ταῦτα, φησὶν ὁ Πέτρος· Ἔδει πληρωθῆναι τὴν 4 γραφὴν ἢν προεῖπε τὸ πνεῦμα τὸ ἄγιον διὰ στόματος Δαυείδ; μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα τοιοῦτόν ἐστι· προσωποποιεῖ τὸ πνεῦμα τὸ ἃγιον ἐν τοἲς προφήταις, καὶ ἐὰν προσωποποιήσῃ τὸν θεὸν, οὐκ ἔστιν ὁ θεός ὁ
λαλῶν, ἀλλὰ τὸ ἄγιον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λαλεῖ· καὶ ἐὰν προσωποποιήσῃ τὸν χριστὸν, οὐκ ἔστιν ὁ χριστὸς ὀ λαλῶν, ἀλλὰ τὸ ἄγιον πνεῦμα ἐκ προσώπου τοῦ χριστοῦ λαλεῖ. οὕτως οὖν κἂν προσωποποιήσῃ τὸν προφήτην ἢ τὸν λαὸν ἐκεῖνον ἢ τόν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ,
τὸ ἀγιον πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.