II
Ὅτι κέκλειται καὶ ἑU+03F2φράγιU+03F2ται θεία γραφὴ ἀπο᾿ το εἱU+03F2 τὸ ἀ Ψαλμόν τόμου.
θεῖοί φασι λόγοι, τῇ κλειδὶ τοῦ Δαυεὶδ, τάχα δὲ καὶ 1 σφραγῖδι, περὶ ἧς εἴρηται τό· Ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ· τουτέστι τῇ δυνάμει τοῦ δεδωκότος αὐτὰς 2 3 θεοῦ, τῇ ὑπὸ τῆς σφραγῖδος δηλουμένῃ. περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ ἀποκαλύψει λέγων· Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ 4 ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ
ἔχων τὴν κλεῖν τοῦ Δαυεὶδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει· οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἥν οὐδεὶς δύναται κλεῖσαι αὐτήν. καὶ μετʼ ὀλίγα· Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν 5 τοῦ καθημένου ἐπὶ τόν θρόνον βιβλίον γεγραμμένον
ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε
βλέπειν αὐτό. καὶ ἔκλαιον ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ εἶς τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυεὶδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγνωθι τοῦτο, καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα. ταῦτα γὰρ οὐ μόνον περὶ τῆς ἀποκαλύψεως Ἰωάννου καὶ τοῦ Ἠσαίου νομιστέον λέγεσθαι, ἀλλά καὶ περὶ πάσης θείας γραφῆς, ὁμολογουμένως 8 παρὰ τοῖς κἄν μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις 9 πεπληρωμένης αἰνιγμάτων καὶ παραβολῶν σκοτεινῶν τε λόγων καὶ ἄλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει. ὅπερ διδάξαι βουλόμενος καὶ ὁ σωτήρ φησιν, ὡς τῆς κλειδός οὔσης παρὰ τοῖς γραμματεῦσι
καὶ Φαρισαίοις οὐκ ἀγωνιζομένοις τὴν ὁδὸν εὑρεῖν τοῦ 10 ἀνοῖξαι, τό· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν.
μιᾷ κεκλεισμένοις· ἑκάστῳ δὲ οἴκῳ παρακεῖσθαι κλεῖν οὐ τὴν κατάλληλον αὐτῷ· καὶ οὕτω διεσκεδάσθαι τὰς κλεῖς περὶ τοὺς οἴκους, οὐχ ἁρμοζούσας καθʼ ἑκάστην ἐκείνοις οἶς παράκεινται· ἔργον δὲ εἶναι μέγιστον εὑρίσκειν τε τὰς κλεῖς καὶ ἐφαρμόζειν αὐτὰς τοῖς οἴκοις, οὓς ἀνοῖξαι δύνανται·
νοεῖσθαι τοίνυν καὶ τὰς γραφὰς οὔσας ἀσαφεῖς, οὐκ ἄλλοθεν τὰς ἀφορμὰς τοῦ νοεῖσθαι λαμβανούσας ἢ παρʼ ἀλλήλων ἐχουσῶν ἐν αὐταῖς διεσπαρμένον τὸ ἐξηγητικόν. ἡγοῦμαι γοῦν καὶ τὸν ἀπόστολον τὴν τοιαύτην ἔφοδον τοῦ 12 συνιέναι τοὺς θείους λόγους ὑποβάλλοντα λέγειν· Ἅ καὶ
λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίοντες.
Kαὶ μετὰ πολλά cυγκρίνων τοὺU+03F2 ἑνικῶϲ κειμένουϲ μακαριcμοὺϲ πρὸc τοὺ πληθυντικῶϲ εὶρημένουϲ,
φηϲίν·
13
14
καὶ ἡμᾶς διαφεύγῃ ἀναλογία, καθʼ ἣν ἐπὶ πᾶσαν ἔφθασε γραφὴν θεόπνευστον ἡ σοφία τοῦ θεοῦ μέχρι τοῦ τυχόντος γράμματος· καὶ τάχα καὶ διὰ τοῦτο ὁ σωτήρ φησι· Ἰῶτα 17 ἓν ἥ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἄν πάντα γένηται. ὅν τρόπον γὰρ ἐπὶ τῆς κοσμοποιίας ἡ
θεία τέχνη οὐ μόνον ἐν οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις φαίνεται διʼ ὅλων τῶν σωμάτων ἐκείνων πεφοιτηκυῖα, ἀλλὰ καὶ ἐπὶ γῆς ἐν ὕλῃ εὐτελεστέρα τὸ αὐτὸ πεποίηκεν, ὡς μὴ ὑπερηφανεῖσθαι ἀπὸ τοῦ τεχνίτου μήτε τὰ σώματα τῶν ἐλαχίστων ζώων, πολλῷ δὲ πλέον καὶ τὰς
ἐνυπαρχούσας ψυχὰς ἐν αὐτοῖς, ἑκάστης ἰδίωμά τι λαβούσης ἐν αὐτῇ, ὡς ἐν ἀλόγῳ σωτήριον· μήτε τὰ τῆς γῆς βλαστήματα, ἑκάστῳ ἐνυπάρχοντος τοῦ τεχνικοῦ περὶ τὰς ῥίζας καὶ τὰ φύλλα καὶ τοὺς ἐνδεχομένους καρποὺς καὶ τὰς διαφορὰς τῶν ποιοτήτων· οὕτως ἡμεῖς ὑπολαμβάνομεν περὶ
πάντων τῶν ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος ἀναγςγραμμένων, ὡς τῆς ἐπιδιδούσης τὴν ὑπεράνθρωπον σοφίαν ἱερᾶς προνοίας διο τῶν γραμμάτων τῷ γένει τῶν ἀνθρώπων, λόγια σωτήρια ἐνεσπαρκυίας, ὡς ἔστιν εἰπεῖν, ἑκάστω γράμματι κατὰ τὸ ἐνδεχόμενον ἵχνη τῆς σοφίας.
καὶ οὐ διὰ τοῦτο κατηγορητέον τοῦ ποιητοῦ τῶν ὅλων, φέρε εἰπεῖν, ἐπεὶ οὐχ εὑρίσκομεν αἰτίαν βασιλίσκων κτίσεως καὶ 19 τῶν ἄλλων ἰοβόλων θηρίων· ἐνθάδε γὰρ ὅσιον, τὸν αἰσθανόμενον 20 τῆς ἀσθενείας τοῦ γένους ἡμῶν, καὶ ὅτι τέχνης θεοῦ λόγους μετὰ πάσης ἀκριβείας τεθεωρημένους ἐκλαβεῖν ἡμῖν ἀμήχανον, θεῷ ἀνατιθέναι τὴν τούτων γνῶσιν, ὕστερον ἡμῖν, ἐὰν ἄξιοι κριθῶμεν, φανερώσοντι ταῦτα περὶ
ὦν νῦν εὐσεβῶς ἐπεστήσαμεν. οὕτω τοίνυν καὶ ἐν ταῖς θείαις γραφαῖς χρὴ ὁρᾷν, ὅτι πολλὰ ἀπόκειται ἐν αὐταῖς δυσαπόδοτα ἡμῖν. οἱ γοῦν ἐπαγγελλόμενοι μετὰ τὸ ἀποστῆναι τοῦ κτίσαντος τὸν κόσμον καὶ ᾦ ἀνέπλασαν ὡς θεῷ προστρέχειν λυέτωσαν τὰς προσαγομένας ὑφʼ ἡμῶν αὐτοῖς
ἀπορίας, ἢ τὸ ἑαυτῶν γε συνειδὸς πειθέτωσαν μετὰ τὸ τηλικοῦτον τόλμημα τῆς ἀσεβείας ἀναπεπαῦσθαι συμφώνως ταῖς παρʼ αὐτοῖς ὑποθέσεσι περὶ τῶν ζητουμένων καὶ περὶ τῶν προσαγομένων αὐτοῖς ἀπορημάτων. εἰ γὰρ κᾀκεῖ οὐδὲν ἦττον τὰ ἀπορήματα μένει, ἀποστάντων τῆς θεότητος·
πόσῳ ὁσιώτερον ἢν μένοντας ἐπὶ τῆς ἐννοίας τῆς περὶ θεοῦ, ἀπὸ τῶν κτισμάτων τοῦ γενεσιουργοῦ θεωρουμένου, μηδὲν ἄθεον καὶ ἀνόσιον περὶ τοῦ τηλικούτου ἀποφαίνεσθαι θεοῦ;
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.