Ἀπό τῆU+03F2 εἰU+03F2 τὸ Δευϊτικὸν ὁμιλαU+03F2 ε΄ εὐθὐU+03F2 μετά τὴν ἀρχήν.
συγγένειαν ἔχει τὰ βλεπόμενα καὶ τὰ μὴ βλεπόμενα· 4 οὕτω δὲ ἔχει συγγένειαν, ὥστε τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶσθαι 5 συγγένειαν ἔχει καὶ τὰ βλεπόμενα τοῦ νόμου καὶ τῶν προφητῶν πρὸς τὰ μὴ βλεπόμενα ἀλλὰ νοούμενα τοῦ
νόμου καὶ τῶν προφητῶν. ἐπεὶ οὗν συνέστηκεν ἡ γραφη καὶ αὐτὴ οἱονεὶ ἐκ σώματος μὲν τοῦ βλεπομένου, ψυχῆς δὲ τῆς ἐν αὐτῷ νοουμένης καὶ καταλαμβανομένης, καὶ πνεύματος 6 τοῦ κατὰ τὰ ὑποδείγματα καὶ σκιὰν τῶν ἐπουρανίων· φέρε, ἐπικαλεσάμενοι τὸν ποιήσαντα τῇ γραφῇ
σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, σῶμα μὲν τοῖς πρὸ ἡμῶν, ψυχὴν δὲ ἡμῖν, πνεῦμα δὲ τοῖς ἐν τῷ μέλλοντι αἰῶνι κληρονομήσουσι ζωὴν αἰώνιον καὶ μέλλουσιν ἥκειν ἐπὶ τὰ ἐπουράνια καὶ ἀληθινὰ τοῦ νόμου, ἐρευνήσωμεν οὐ τὸ γράμμα ἀλλὰ τὴν ψυχήν ἐπὶ τοῦ παρόντος· εἰ δὲ οἶοί τέ
ἐσμεν, ἀναβησόμεθα καὶ ἐπὶ τὸ πνεῦμα, κατὰ τὸν λόγον τὸν περὶ τῶν ἀναγνωσθεισῶν θυσιῶν.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.