Εκ τῶν εἰϲ τόν ν΄ ψαλμὸν ἐξητητικῶν. ἐν μέρει τῆϲ κατὰ τὸν Οὐρίαν ἱϲτορίαϲ τὴν ἀρχὴν ἀλληγορήϲαϲ, ἐπιφέρει·
2 3 παραστήσονται τῷ βουλήματι τοῦ ἁγίου πνεύματος πράγματα ἀναγραφῆς ἀξιώσαντος, ἐφʼ οἶς οὐ μόνον ἀκολασία ἀλλὰ καὶ ὠμότης καὶ ἀπανθρωπία κατηγορεῖται τοῦ Δαυεὶδ, τολμήσαντος εἰς τὸν Οὐρίαν πρᾶγμα ἀλλότριον
καὶ τοῦ τυχόντος ἤθους μετρίως βελτιωθέντος. ἐγὼ δὲ εἴποιμʼ ἄν ὅτι ὥσπερ αἱ κρίσεις τοῦ θεοῦ μεγάλαι καὶ 4 δυσδιήγητοί εἰσι, δοκοῦσαι αἴτιαι τυγχάνειν τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι ψυχάς· οὕτως καὶ αἱ γραφαὶ αὐτοῦ μεγάλαι μὲν καὶ πεπληρωμέναι νοημάτων εἰσὶν
ἀπορρήτων καὶ μυστικῶν καὶ δυσθεωρήτων· σφόδρα δὲ καὶ δυσδιήγητοί εἰσι καὶ αἲτιαι δοκοῦσαι τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι τῶν ἑτεροδόξων ψυχὰς, ἀπερισκέπτως καὶ μετὰ προπετείας κατηγορούντων τοῦ θεοῦ ἐξ ὦν οὐ νοοῦσι γραφῶν, καὶ διὰ τοῦτο ἐκπιπτόντων ἐπὶ ἀναπλασμὸν
ἄλλου θεοῦ. ἀσφαλὲς οὖν τὸ περιμένειν τὴν ἑρμηνείαν τοῦ σαφηνιστοῦ λόγου, καὶ τῆς ἐν μυστηρί σοφίας 5 ἀποκεκρυμμένης, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις 6 αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ τοῖς ἀποστόλοις
καὶ τοῖς ἐκείνοις παραπλησίοις διά τε γραφῶν προφητικῶν καὶ τῆς γενομένης εἰς αὐτοὺς ἐπιφανείας τοῦ σωτῆρος 7 ἡμῶν λόγου τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεόν.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.