βρώσει φαγῇ· ἐπιφέρει πληθυντικῶς εἰπών· Ἀπὸ δὲ 4 τοῦ ξύλου τοῦ γινώσκειν καλόν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπʼ αὐτοῦ· ᾖ δʼ ἂν ἡμέρᾳ φάγητε ἀπʼ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. ὅτε γὰρ περὶ τῆς ἐντολῆς λέγει, δἰ ἦς αὐτὸν ἐν ζωῇ ταύτην τηροῦντα ἠθέλησεν εἶναι, ἑνικῶς
ἐντέλλεται, καί φησιν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· οἱ γὰρ κατὰ θεὸν περιπατοῦντες καὶ τῶν ἐντολῶν αὐτοῦ ἀντεχόμενοι, κἂν πολλοὶ ὦσι, τῷ ὁμόφρονες εἶναι οἱ πολλοὶ ἔν εἰσι. διὰ τοῦτο ὅτε περὶ ἀγαθοῦ ἐντολὴ δίδοται, ἑνικῶς αὐτῷ λέγεται τό· Βρώσει
φαγῇ· ὅτε δὲ ἤδη περὶ παραβάσεως διαστέλλεται, οὐχ ἑνικῶς ἀλλʼ ἤδη πληθυντικῶς φησίν· Οὐ φάγεσθε· ἧ δ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.