γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον· καί σου βραχέα πυθέσθαι βούλομαι· τὰ κακά πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ἢ ποιότητες οὐσιῶν;
ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ· εἰ δέ τι πρός ταῦτα εἰπεῖν ἔχεις, ἄρχου τοῦ λόγου. εἰ μὲν γάρ ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἄν δεύτερον περὶ τῶν κακῶν τξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρός τὸν πλησίον ὡφελείας, τὴν ἐξέτασιν ποιούμεθα
τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ σχωρεῖν.
μετὰ ἀκριβοῦς ἐξετάσεως· καὶ σὲ δὲ οὕτω διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἶῳ τρόπῳ χρώμενος νομίζεις 1 δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος· 2 οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὥν ἀγνοῶ. σαφῶς παραστῆναί μοι δοκεῖ καὶ τά κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.