τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγνωθι τοῦτο, καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα. ταῦτα γὰρ οὐ μόνον περὶ τῆς ἀποκαλύψεως Ἰωάννου καὶ τοῦ Ἠσαίου νομιστέον λέγεσθαι, ἀλλά καὶ περὶ πάσης θείας γραφῆς, ὁμολογουμένως 3 παρὰ τοῖς κἄν μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις 4 πεπληρωμένης αἰνιγμάτων καὶ παραβολῶν σκοτεινῶν τε λόγων καὶ ἄλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει. ὅπερ διδάξαι βουλόμενος καὶ ὁ σωτήρ φησιν, ὡς τῆς κλειδός οὔσης παρὰ τοῖς γραμματεῦσι
καὶ Φαρισαίοις οὐκ ἀγωνιζομένοις τὴν ὁδὸν εὑρεῖν τοῦ 5 ἀνοῖξαι, τό· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν.
Philocalia. Origen. ed. James Armitage Robinson. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.