Klagel. Jerem. 2, 19.
θεοῦ καὶ λέγειν μετὰ τοῦ Δαβίδ· »νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου«. τῆς δὲ νυκτὸς εἰς τέσσαρας φυλακὰς διῃρημένης, λέγε μετὰ τοῦ Δαβίδ· »προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου«, καὶ μετὰ τοῦ Ἀμβακούμ· »ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἀποσκοπεύσω, τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός‘. 1 2 τότε γὰρ ἐρεῖς· »ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ«. ἀδολέσχησον οὖν ἐν νυκτὶ τοῦ παρόντος αἰῶνος· οὐ γάρ ἐστί σοι »ἡ πάλη πρὸς αἶμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας«· »οὐκ οἶδας γάρ, πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου
ἢ ἀλεκτοροφωνίας ἢ πρωί· μὴ ἐλθὼν ἐξαίφνης εὑρήσει ὑμᾶς καθεύδοντας«. καὶ πάλιν· »εἰ γὰρ ᾔδεις ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησας ἄν καὶ οὐκ ἂν εἴαασας διορυγὴναι τὴν οἰκίαν σου«.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.