Klagel. Jerem. 2, 18.
ἀδύνατον, τοῦ τείχους ὑπὸ πολεμίων ἤδη καθῃρημένου. τεῖχος οὖν ἐνταῦθα βασιλεύς τε καὶ ἄρχοντες καὶ ὅσοι δυνάμει ταύτην περιτειχίζοντες, οὓς ἀξιοῖ χέειν μετανοίας ἀδιάλειπτα δάκρυα, ἂ τοῖς ὁρῶσι διὰ παντὸς προξενεῖ πεπτωκός. ταῦτα, φησίν, ὑπάρχει αὐτοῖς, καὶ εἰ μὴ πάλιν τὴν λύπην σημαίνει τῆς πάλαι φρουρούσης δυνάμεως,
ὑπερβολικῶς τοῦτο δηλῶν. »ἐν θλίψει δέ«, λέγει, »τοῦ κυρίου ἐμνήσθησαν ἐξ ὅλης τῆς καρδίας«. τοῦτο τοίνυν ποιήσατε, φησί, νυκτὸς καὶ ἡμέρας δακρύοντες καὶ »ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε«· μηδὲ νῆψιν ἡγεῖσθε τὴν ἀπὸ τούτων ἀπαλλαγήν· μετάνοια γὰρ εἰς σωτηρίαν ἐστίν. νήφει δέ τις οὐκ ἀγαθῶν, ἀλλὰ χειρόνων
παυόμενος. τῷ δὲ νῷ συνάπτου διὰ παντὸς πρὸς Χριστόν, ὅπως σε φυλάξειεν ὡς κόρην ὀφθαλμοῦ καί σοι τεῖχος γένηται.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.