Klagel. Jerem. 1, 4.
ἐπὶ τὴν κατανόησιν καὶ θέαν τῶν προκειμένων. ἐπὰν οὖν τις τὸ τούτων ἀσκητικὸν ἀπολέσας συγχυθῇ, πᾶσαι αὗται αἱ ὁδοὶ πενθοῦσιν οὐκ ὁδευόμεναι, πανηγύρεως μὲν ὑπαρχούσης ταῖς προειρημέναις ὁδοῖς, ὅτε ὁδευονται ἐξεταζόμεναι καί, ἵν᾿ οὕτως εἴπω, διαβαινόμεναι· πενθοῦσι δὲ ὅτε ἐρημοῦνται, οὐκ ἐρευνώμεναι οὐδὲ
διεξοδευόμεναι διὰ τὸ ἀποπεπτωκέναι τοὺς ὁδεύοντας καὶ αἰχμαλωτισθέντας ὑπὸ τῶν παθῶν περιεσπάσθαι περὶ τὰ χείρονα.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.