Klagel. Jerem. 1,4.
ναὸν ἐν Σιὼν ἀπὸ τοῦ χρόνου Σολομῶντος, ἐπιτελεῖν τὸ προστεταγμένον. καὶ κύκλῳ τῆς Ἱερουσαλὴμ τυγχανουσῶν τῶν πόλεων τῆς Ἰουδαίας, πάντοθεν ὁδοὶ ἦσαν φέρουσαι ἐπὶ τὴν Σιών. ταύτας οὖν ὁ προφήτης διὰ τὴν αἰχμαλωσίαν φησὶ πενθεῖν σκυθρωπαζούσας καὶ ἐν πάσῃ ἐρημίᾳ ὑπαρχούσας † καὶ ἐν ἐκείνοις τοῖς καιροῖς,
ὅτε πολλὴ εὐφροσύνη καὶ ἱλαρότης ἦν ἐν αὐτοῖς, σπευδόντων ἐπὶ ἑορτὴν τῶν ἁπανταχόθεν Ἰουδαίων ἐπὶ τὸ Σιὼν ὅρος. πολλῶν δὲ οὐσῶν τῶν πυλῶν τῶν οἰκοδομηθεισῶν ἐν Σιὼν ἐκ πάντων τῶν κλιμάτων, φησὶν ὁ λόγος πάσας ἠσανίσθαι, καὶ τοὺς ἱερεῖς
ἄλλας ἡμμέρας οὐ δυναμένους ἐπιτελεῖν, ἢτοι τῷ ᾐχμαλωτίσθαι ἢ τῷ μηδένα εἶναι τὸν προσιόντα αὐτοῖς καὶ τὰς λειτουργίας τὰς ἱερατικὰς ἀπαιτοῦντα. ἀλλὰ καὶ αἱ παρθένοι, φησί, τῆς Σιὼν ἀγόμεναί εἰσι, δῆλον δὲ ὅτι ὑπὸ τῶν κεκρατηκότων πολεμίων.
Fragmenta In Lamentationes (In Catenis de Prophetis). Origenes. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.