Zu Joh. 11, 26.
ἡμᾶς ἢ καὶ τοὺς τότε παρόντας μαθεῖν ἐκ τῆς ἀποκρίσεως αὐτῆς τὴν αὐτῆς διάθεσιν. ἄλλος δέ τις φήσει ὅτι οὐδὲ πυνθάνεται, ἀλλ ἀποφαίνεται τὸ »Πιστεύεις τοῦτο;‘ εἶτα πληροῦσα ἡ Μάρθα τὴν ἀπόφασιν τοῦ σωτῆρος λέγει· Ναὶ κύριε((· καὶ οἷον οὐ μόνον τοῦτο ὃ σὺ λέγεις πιστεύω, τὸ δὲ σὲ εἶναι τὸν χριστὸν οὐ μόνον ἄρτι
πιστεύω ἀλλὰ καὶ πεπίστευκα. καὶ ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος, καὶ ἐπισημῶν πᾶσι τοῖς πιστεύουσιν εἰς σέ.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.