Zu Job. 11, 18.
. γειτνιᾷ τοίνυν ἐν μέσῳ σταδίων ιε΄, ὅσοι καὶ τοῦ ναοῦ ἀναβαθμοί. διαιρεῖται δὲ ὁ ιε΄ ἀριθμὸς εἰς τὸν ζ΄ τοῦ σαββάτου καὶ τὸν η΄ τῆς περιτομῆς, οἷς μόνοις μερίδα διδόναι ὁ Ἐκκλησιαστὴς παραινεῖ· »Δὸς μερίδα, λέγων, τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ( εἴπερ δὲ σύμβολόν ἐστι Μαρία μὲν τοῦ θεωρητικοῦ βίου, Μάρθα δὲ τοῦ
πρακτικοῦ, Λάζαρος δὲ τοῦ μετὰ τὴν πίστιν ἐν ἁμαρτίαις γενομένου, εἰκότως Μαρία καὶ Μάρθα πενθοῦσι τὸν Λάζαρον, καὶ πενθοῦσαι δέονται τῆς περὶ τοῦ ἀδελφοῦ παραμυθίας, ἣν βούλονται μὲν προσάγειν αὐταῖς Ἰουδαῖοι. πρὸ τοῦ πληρώματος τοῦ χρόνου λόγοι, 1 2 3 ἀπογινώσκουσι δὲ τοῦ δύνασθαι παῦσαι τοῦ ἐπὶ τῷ νεκρῶ̣ τὴν ἀδελφὴν τοῦ τεθνεῶτος. δοκεῖ δὲ ἡ Μάρθα νῦν σπουδαιοτέρα εἶναι τῆς Μαρίας, εἴ γε Μάρθα μὲν ἔδραμε πρὸς τὸν Ἰησοῦν, Μαρία δὲ οἴκοι ἔμενε καθεζομένη. εἰσὶ δέ τινες, ὡς ἑκατόνταρχος, μὴ ὄντες ἱκανοὶ τὸν Ἰησοῦν ὑποδέξασθαι, ἕτεροι δὲ ἄξιοι, ὡς ὁ ἀρχισυνάγωγος·
ὅθεν Μάρθα ὡς ὑποδεεστέρα ἔδραμε πρὸς τὸν Ἰησοῦν, ἡ δὲ Μαρία ἀναμένει οἴκοι αὐτὸν ὑποδέξασθαι, ὡς χωρητικὴ τῆς αὐτοῦ ἐπιδημίας. καὶ οὐκ ἂν ἐξῆλθε τοῦ ἑαυτῆς οἴκου, εἰ μὴ ἤκουσε τῆς ἀδελφῆς λεγούσης· »Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε«. καὶ ἐγερθεῖσα οὐχ ἁπλῶς ἠγέρθη ἀλλὰ ταχύ. καὶ πεσοῦσα πρὸς τοὺς πόδας
τοῦ Ἰησοῦ εἶπεν ἃ εἶπεν, ἐκείνης μὴ προσπεσούσης.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.