Zu Joh. 4, 15.
τῆς ἀντλείας λείας τοῦ προτέρου ὕδατος, [[ ἀληθεύουσα κατ' αὐτό]]· καὶ γὰρ πολὺν ἔχει κάματον ἡ πρὸς τὸ γράμμα τήρησις τοῦ νόμου. ὁ δὲ σωτὴρ εἰκότως πρὸς αὐτήν· Ἐπεὶ ἀκμὴν περιέχει ᾡ ἀνέθηκας σεαυτὴν νόμῳ ὡς ἀνδρὶ αὐτῷ συνοῦσα, ἀπιοῦσα κάλεσον αὐτὸν ἐπὶ τὸ συμβαλεῖν τὰ ἐν αὐτῷ γεγραμμένα τοῖς ὑπ' ἐμοῦ λεγομένοις καὶ πραττομένοις.
οὕτω γὰρ εὑρεῖν δυνήσῃ ὡς ὁ πίνων ἐκ τοῦ προτέρου ὕδατος ἕτερον προσδοκήσει, ὅτι διψήσει πάλιν. τῆς δὲ ἀρνησαμένης μὴ ἔχειν ἄνδρα, ὁ σωτήρ, ἠρέμα τὴν Σαμαρειτικὴν αὐτῆς γνώμην ἐλέγχων, φησίν· Καλῶς λέγεις ἄνδρα μὴ «. οὐ γὰρ ἐξ ὁλοκλήρου συγκατέθου πάσῃ τῇ παλαιᾷ διαθήκῃ, ἥτις ἐστὶν ὁ νόμος, περὶ
οὗ γέγραπται· » Τέλος νόμου Χριστὸς εἰς δικαιοσύνη«. τοῦτον δὲ τὸν ἄνδρα μὴ ἔχουσα πέντε ἴσχες, τοῖς αἰσθητοῖς μόνοις συγκαταθεμένη τῆς γραφῆς. εἰ γὰρ πάσῃ τῇ παλαιᾷ συνεβίους, γνωρίζειν ἠδύνω τὸν προσδοκώμενον μετὰ νόμον καὶ προφήτας θεὸν λόγον. τὸ » Πέντε γὰρ 1 2 3 4 » ἄνδρας ἔσχες‘ ἀνακτέον ἐπὶ τὰ πέντε Μωσέως βιβλία. μόνα γὰρ ταῦτα οἱ Σαμαρεῖται δέχονται. τίς δὲ καὶ ὅν ἔχει παρὰ τοὺς πέντε ἄνδρας ἕκτος, ὅστις οὐδὲ ἀνὴρ αὐτῆς τυγχάνει; λεκτέον τὸν περὶ τοῦ εἶναι προφήτην λόγον. ἤδη γὰρ συγκατετέθειτο τούτῳ, ἀνγκαζομένη
ἐκ τῶν λεγομένων, ἀλλ' οὐ κατ' ἀληθῆ συγκατάθεσιν. διὸ ἁρμοδίως εἴρηται τὸ » Κὰὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ‘· οὐ γὰρ γνησίως αὐτῷ προσελήλυθας. ἐπειόὴ δὲ καὶ τὰ αἰσθμὰ οἱ πέντε ἄνδρες αὐτῆς ἐλέγοντο εἶεἶναι. μεθ’ ἃ συγκατέθετο οὐκ ἠκριβωμένως νοητῷ τινὶ λόγῳ ἐκ τῆς Ἰησοῦ παιδεύσεως , εὐθυβολώτατα εἴρηται·
Καὶ ὅν νῦν δοκεῖς ἔχειν πνευματικὸν λόγον οὐκ ἀνήρ σού ἐστιν.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.