Zu Joh. 4, 13.
διαρκεῖν μέχρι ἀναδείξεως μείζονος ὕδατος. τὰ γὰρ παραγγέλματα τοῦ νόμου μέχρι καιροῦ διορθώσεως ἔκειτο. διὸ διὸ πίνων ἐκ τοῦ ὕδατος τοῦ νομικοῦ διψήσει πάλιν, ὄρεξιν ἔχων τοῦ εὐαγγελικοῦ πόματος. εἰς τοῦτο λήψει τὸ ἐν Ἡσαίᾳ λεχθέν· » Τοῦτο πρῶτον πίε, » ταχὺ ποίει «. εἰ γὰρ μὴ ἠν καὶ μετ' ἐκεῖνο πιεῖν, οὐκ ἂν ἐλέγετο·
Τοῦτο πρῶτον πίε«. καὶ ἐπεὶ διαδέχεται τὸν νόμον τὸ εὐαγγέλιον, ὁ πίνων τὴν νομικὴν διδασκαλίαν διψήσει πάλιν ἐπὶ τῷ καὶ τὴν εὐαγγελικὴν πιεῖν.]] τὸ δὲ εὐαγγέλιον ἐπεὶ ἀδιάδοχόν ἐστιν, ὁ πίνων ἐξ αὐτοῦ οὐ διψήσει εἰς τὸν αἰῶνα. » Ὁ γὰρ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, » οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν« εἶπεν ὁ Ἰησοῦς.]] τὸν
γὰρ πίνοντα τοῦτο τὸ ὕδωρ φησὶν έν ἑαυτῷ κτᾶσθαι πηγήν, οὐ τοῦ τυχόντος ὕδατος ἀλλὰ τοῦ εἰς ζωὴν αἰώνιον ἁλλομένου. ὅπερ ἁλ- λόμενον εἰς ζωὴν ὕδωρ μετεωρίζει καὶ πρὸς ζωὴν ἀναβιβάςει τὸν ἔχοντα αὐτό, οἷα πηγὴν ἐν ἑαυτῷ.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.