Zu Joh. 1, 23f.
θεὸς λόγος ἦν· οὖτος δὲ παντὶ λογικῷ πάρεστι. καὶ ἐπεὶ ὑπονοεῖταί τισιν ἐν τῷ μεσαιτάτῳ ἡμῶν εἶναι τὸ διανοητικόν, ὅ τινες ἡγεμονικὸν καλοῦσιν, ἐκεῖ δέ ἐστιν ὁ λόγος καθ'ὃν ἐσμεν λογικοί, ὁ αὐτὸς ὤν τῇ εἰκόνι τοῦ θεοῦ καθ' ἣν γέγονεν ὁ ἄνθρωπος κατ'εἰκόνα θεοῦ, δεικνὺς ὅτι ὁ τοῦ θεοῦ λόγος ἐστὶν ὁ μέλλων ἔρεχεσθαι βαπτισ- 1 θῆναι ὑπ᾿ αὐτοῦ, φησί· »Μέσος ὑμῶν ἕστηκεν« ἀγνοούμενος ὑφ᾿ ὐμῶν· διὰ τοῦτο δὲ ὑμῖν ἀγνοεῖται, ἐπεὶ δέον ἔχοντας αὐτὸν μέσον ἐνεργεῖν τὰ ἐπιβάλλοντα ἠρεμοῦντα αὐτὸν καί, ἵν᾿ οὕτως εἴπω, ἀνενέργητον ἔχετε παρ᾿ ἑαυτοῖς, οὐδὲν πράττοντες ἢ νοοῦντες λογικῶς. ταῦτα περὶ τῆς οὐσίας τοῦ λόγου εἰπὼν συνάπτει ἑξῆς καὶ
τὰ περὶ τῆς ἐπιδημίας αὐτοῦ, λέγων· »Ὁ ὀπίσω μου ἐρχόμενος« μετὰ τὸν νόμον καὶ τοὺς προφήτας· ἐγὼ γὰρ εἰμι σύμβολον καὶ τέλος ἐκείνων. ἔρχεται δὲ ὀπίσω μου πληρῶν πάντα τὰ προφητευθέντα περὶ αὐτοῦ. ὀπίσν γὰρ καὶ μετὰ τὰ προαναφωνηθέντα ὁ προφητευόμενος ἔρχεται· »μέσος δὲ ὑμῶν ἕστηκεν«, ὡ ἤδη ἀποδεδώκαμεν,
»οὗ οὐκ εἰμὶ ἄξιος λῦσαι τὸνν ἱμάντα τοῦ ὑποδήματος«. »ἱμάντα δὲ ὑποδήματος« νοήσεις οὕτως. ὁ τοῦ θεοῦ λόγος ἃ εἰς ἀνθρώπους οἰκονομεῖ οὐ γυμνῇ τῇ θεότητι ἐνεργεῖ, ἀλλὰ μορφὴν δούλου λαβών, ὡς τὴν πορείανν αὐτοῦ τὴνν κατὰ τὴν ἐνέργειαν τῆς οἰκονομίας κεκαλυμμένην εἶναι. τοῦτο γοῦν καὶ ἐν Ψαλμοῖς περὶ
αὐτοῦ λέγεται· »Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ »τοὺς πόδας αὐτοῦ«. [[σκοτεινόν τι περὶ τὴν πορείαν αὐτοῦ διὰ τὸ ἀσαφὲς ὑπάρχειν.]] ἱμὰς τοίνυν ὑποδήματος αὐτοῦ, τουτέστι τοῦ γνόφους τοῦ περὶ τοὺς πόδας αὐτοῦ, ὁ τῆς δυσκαταληψίας ἐστὶ λόγος, συσφίγγων καὶ συγκρατῶν τὸ ὑπόκημα περὶ τοὺς πόδας αὐτοῦ,
ὡς λύσιν τοῦ ἱμάντος εἶναι τὸ σαφηνίσαι καὶ παραστῆσαι λόγῳ τίνα τρόπον θεὸς ἀνέλαβε σῶμα, σκεπάζων καὶ κρύπτωνν αὐτοῦ τὴν ἐπὶ τὴν οἰκονομίαν πορευτικὴν δύναμιν. ἐπεὶ τοίνυν οὐδενὶ ἀνθρώπων δυνατὸν τὸ δεῖξαι ἀπόδειξιν τῆς ἑνώσεως τὸν τρόπον, εἰκότως ὁ περισσότερον προφήτου ἔχων, οὗ μηδεὶς μείζων ἐν γεννητοῖς
γυναικῶν, ὁμολογεῖ μὴ ἱκανὸς εἶναι λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.