Zu Joh. 1, 23.
προάγγελος τῆς μελλούσης ἐφ´ ἡμᾶς διαυγάζειν ἡμέρας κατασημαίνων τὴν ἄφιξιν]] ὡς λόγου φωνή· ἀνάγκη γὰρ πρὸ λόγου φωνὴν γίνεσθαι. 1 διό φησιν· »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«, βοῶντα λέγων τὸν λόγον, ἔρημον δὲ τὴν πρὸς τὴν θείαν διδασκαίαν ἄγνωστον ψυχήν. πῶς γὰρ οὐκ ἔρηημος, στερουμένη θεοῦ λόγου καὶ τῆς δηλούσης αὐτὸν φωνῆς; ἔργον δὲ τῆς φωνῆς σαφηνίζειν τὸ σημαινόμενον,
ὃπως ἀσυγχύτως ἐπιβάλλειν δυνηθῶσιν τῷ δηλουμένῳ λόγῳ. τί δὲ προστάττει ἡ τοῦ βοῶντος φωνὴ τῇ ἐρήμῳ; »Εὐθύνατε, φησί, τὴν'' »ὁδὸν κυρίου«. δηλοῖ δὲ ἡ ἔρημος πάντας τοὺς ἀφνοοῦντας τὸν μετὰ τὴν φωνὴν ἐρχόμενον. ὡς γὰρ ὁ βασιλέως προοδεύσας προστάττει τοῖς πρὸς οὓς ὁ βασιλεὺς ἔρχεται εὐθεῖαν ποιῆσαι τὴν ὁδὸν
τῶν ἐρχομένων πρὸς τὴν τοῦ λόγου διδασκαλίαν, [[οὓτως ὁ Ἰωάννης τοῦ λόγου. ὡς γὰρ φωνὴ λόγου προτρέχει, οὓτω καὶ τοῦ χριστοῦ, λόγου ὄντος, ὡς φωνὴ ὁ Ἰωάννης.]]
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.