Zu Joh. 2, 13.
αἱ τῶν παρανομούντων ἁμαρτίαι. δι᾿ ὧν ὑπὸ τοῦ Ἰησοῦ αἰκιζόμενοι 1 2 ἀπηλαύνοντο. σχοινίον μὲν γὰρ πολλαχῶς ἡ γραφὴ τὰς ἁμαρτίας ὠνόμασε· »Σχοινία ἁμαρτωλῶν περιεπλάκισάν μοι καὶ ἀδικίαν αἱ »χεῖρες αὐτῶν συμπλέκουσιν«· καὶ ἐν ταῖς Παροιμίαις· Σειραῖς τῶν »ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται«, τουτέστιν κολάζεται. ἐφραγελλώθησαν δὲ ὑπὸ τοῦ Ἰησοῦ καὶ ἀπηλάθησαν τοῦ ναοῦ τῷ ἑαυτῶν
πλεχθέντι σχοινίῳ. τὸν γὰρ δίκαιον κριτὴν οὐκ ἠν ἑτέρωθεν πλέξαι καὶ ἐπάγειν τὴν κατὰ τῶν ἀσεβῶν τιμωρίαν, ἢ ἀφ’ ὧν αὐτοὶ ἡμαρτηκότες ἠνόμησαν.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.