Zu Joh. 1, 51.
καὶ καταβαίνοντας. τὸ δὲ Ἀμὴν ὁτὲ μὲν ἁπλοῦν, ὁτὲ δὲ διπλασιαζόμενον ἔστιν εὑρεῖν. ἡ δὲ λέξις ἐστὶν Ἑβραϊκή, δηλοῦσα τὸ . ταὐτὸν γάρ ἐστιν τὸ Ἀμὴν· τῷ ἀληθῶς καὶ . πολλοὶ Ψαλμοὶ ἐπὶ τέλει ἔχοντες· Γένοιτο, γένοιτο« ἐν τῷ Ἑβραϊκῷ Ἀμὴν Ἀμὴν ἔχουσιν. εἰκὸς οὖν τὸν σωτῆρα ἐπευχόμενον λέγειν Γένοιτο, γένοιτο
τὸ πιστοὺς ὑμᾶς εὑρεθῆναι ὡς ἰδεῖν »τὸν οὐρανὸν ἀνεῳγμένον« καὶ τὰ ἑξῆς τῆς ἐπαγγελίας. τὸ δὲ Ἀμὴν ἴσον ἐστὶν καὶ τώ , ὡς ἐν τῷ κατὰ ΜατΘαῖον Ἰησοῦς λέγει· »Ἀμὴν λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων«· ἐν δὲ τῷ Λουκᾷ· »Ἀληθῶς λέγω ὑμῖν, εἰσί τινες τῶν αὐτοῦ ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου(
ἠγοῦν ἴσον ἐστὶν τὸ »Ἀμὴν« καὶ τῷ » καὶ τῷ , ὡς ἐν τῷ »Ἀληθῶς λέγω ὑμῖν« τοῦτο γενέσθαι.
Fragmenta In Evangelium Joannis (In Catenis). Origenes. ed. Erwin Preuschen. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.