ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΤΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.
εἶθ᾿ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, ἐπαινέσαντες τὸ λεγόμενον καὶ διηγοῦνται αὐτό· ἐπὰν δὲ τὸ τοιοῦτον ἢ μὴ λέγηται ἢ ἄλλως λέγηται, συκοφαντεῖ ἡμᾶς ὁ Κέλσος καὶ ἐπὶ τούτοις.
τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·
Ἰαπετιονίδη. πάντων πέρι μήδεα εἰδὼς,
χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρέ νας ἠπεροπεύσας,
σοί τ᾿ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισι.
τοῖς δ᾿ ἐγὼ ἀντὶ πυρὸς δώσω κακὸν, ᾧ κεν ἅπαντες
τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.
ὣς ἔφατ᾿· ἐκ δ᾿ ἐτέλεσσε πατὴρ ἀνδρῶν τε θεῶν τε
Ἥφαιστον δ᾿ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα
γαῖαν ὕδει φύρειν, ἐν δ᾿ ἀνθρώπου θέμεν αὐδὴν
καὶ σθένος, ἀθανάτοις δὲ θεοῖς εἰς ὦπα ἐΐσκειν
παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην
ἔργα διδασκέμεναι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·
καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσῆν Ἀφροδίτην
καὶ πόθον ἀργαλέον καὶ γυιοκόρους μελεδῶνας·
ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος
(Ἑρμείην ἤνωγε. διάκτορον ἀργεϊφόντην.)
ὣς ἔφαθ᾿· οἱ δ᾿ ἐπίθοντο Διῒ Κρονίωνι ἄνακτι.
αὐτίκα δ᾿ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις
παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·
ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ
ὅρμους χρυσείους ἔθεσαν (χροΐ·) ἀμφὶ δὲ τήνδε
Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·
πάντα δέ (οἱ) χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη·
ἐν δ᾿ ἄρα οἱ στήθεσσι διάκτορος ἀργεϊφόντης
ψεύδεά θ᾿ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος
τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δ᾿ ἄρα φωνὴν
θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα
Πανδώρη. ὅτι πάντες Ὀλύμπια δώματ᾿ ἔχοντες
δῶρον ἐδώρησαν, πῆμ᾿ ἀνδράσιν ἀλφηστῇσι. γελοῖον δ᾿ αὐτόθεν καὶ τὸ περὶ τοῦ πίθου λεγόμενον, ὅτι
πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ᾿ ἀνθρώπων
νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο
νούσων τ᾿ ἀργαλέων. αἵ τ᾿ ἀνδράσι κῆρας ἔδωκαν.
ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ᾿ ἀφελοῦσα
ἐσκέδασ᾿· ἀνθρώποισι δ᾿ ἐμήσατο κήδεα λυγρά.
μούνη δ᾿ αὐτόθε Ἐλπὶς ἐν ἀῤῥήκτοισι δόμοισιν
ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
ἐξέπτη· πρόσθεν γὰρ ἐπέμβαλε πῶμα πίθοιο.
ᾔδει τά τ᾿ ἐόντα τά τ᾿ ἐσσόμενα πρό τ᾿ ἐόντα τῶν λεγομένων παρὰ τοῖς ποιηταῖς μάντεων ταῦτ᾿ ἐγνωκέναι.
ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς. τί μᾶλλον ἡμῖν ἢ τοῖς μύρμηξι καὶ ταῖς μυίαις; καὶ γὰρ ἐκείνοις ἡ μὲν „νὺξ“ γίνεται πρὸς ἀνάπαυσιν ἡ δ᾿ ἡμέρα πρὸς τὸ ὁρᾶν τε καὶ ἐνεργεῖν. σαφὲς δὴ ὅτι οὐ μόνον Ἰουδαίων καὶ Χριστιανῶν τινες εἰρήκασιν ἡμῖν δουλεύειν ἥλιον καὶ τὰ ἐν οὐρανῷ ἀλλὰ καὶ ὁ κατά τινας σκηνικὸς φιλόσοφος καὶ φυσιολογίας τῆς Ἀναξαγόρου γενόμενος ἀκροατής· ὅστις ἀπὸ ἑνὸς λογικοῦ τοῦ ἀνθρώπου συνεκδοχικῶς πᾶσι τοῖς λογικοῖς (τὰ) τεταγμένα ἐν τῷ παντί φησι δουλεύειν. δηλούμενα πάλιν συνεκδοχικῶς ἐκ τοῦ·
ἥλιος μὲν νύξ τε. ἢ τάχα καὶ ὁ τραγικὸς ἀπὸ τοῦ ποιοῦντος τὴν ἡμέραν ἡλίου ὠνομασε τὴν ἡμέραν, διδάσκων ὅτι τὰ μάλιστα χρῄζοντα ἡμέρας καὶ νυκτὸς τὰ ὑπὸ σελήνην ἐστὶ. καὶ οὐχ οὕτως ἄλλα ὡς τὰ ἐπὶ γῆς. ἡμέρα οὖν καὶ „νὺξ δουλεύει βροτοῖς,“ γενόμεναι διὰ τὰ λογικά. εἰ δὲ παραπολαύουσι μύρμηκες καὶ μυῖαι. ἐνεργοῦντες μὲν ἡμέρας νυκτὸς δὲ διαναπαυόμενοι. τῶν δι᾿ ἀνθρώπους γεγενημένων, οὐχὶ καὶ διὰ μύρμηκας καὶ μυίας λεκτέον ἡμέραν γίνεσθαι καὶ νύκτα οὐδὲ δι᾿ οὐδὲν, ἀλλὰ κατὰ πρόνοιαν ἀνθρώπων ἕνεκεν ταῦτα χρὴ νομίζειν γεγονέναι.
ξυναὶ γὰρ τότε δαῖτες ἔσαν, ξυνοὶ δὲ θόωκοι
ἀθανάτοισι θεοῖσι καταθνητοῖς τ᾿ ἀνθρώποις.
ἔνθ᾿ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς,
σμερδαλέος, τὸν δ᾿ αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε,
βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
ἔνθα δ᾿ ἔσαν στρουθοῖο νεοσσοὶ, νήπια τέκνα,
ὄζῳ ἐπ᾿ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες,
ὀκτὼ. ἀτὰρ μήτηρ ἐνάτη ἦν. ἣ τέκε τέκνα.
ἔνθ᾿ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·
μήτηρ δ᾿ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·
τὴν δ᾿ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
αὐτὰρ ἐπεὶ κατὰ τέκν᾿ ἔφαγε στρουθοῖο καὶ αὐτὴν,
τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς, ὅσπερ ἔφηνεν·
λᾶαν γάρ μιν θῆκε Κρόνου παῖς ἀγκυλομήτεω.
ἡμεῖς δ᾿ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.
ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ᾿ ἑκατόμβας, περὶ δὲ τοῦ δευτέρου ὅτι
ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν,
αἰετὸς ὑψιπέτης, ἐπ᾿ ἀριστερὰ λαὸν ἐέργων,
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον,
ζωὸν. ἔτ᾿ ἀσπαίροντα· ὁ δ᾿ οὔπω λήθετο χάρμης.
κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν,
ἰδνωθεὶς ὀπίσω· ὁ δ᾿ ἀπὸ ἕθεν ἧκε χαμᾶζε.
ἀλγήσας ὀδύνῃσι, μέσῳ δ᾿ ἐγκάββαλ᾿ ὁμίλῳ·
αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
Τρῶες δ᾿ ἐῤῥίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν
κείμενον ἐν μέσσοισι, Διὸς τέρας αἰγιόχοιο.
αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε, κατὰ δέ τι σημεῖον καὶ Ἀπόλλων ἀγγέλῳ χρῆται ἱέρακι· „κίρκος“ (γὰρ) „Ἀπόλλωνος“ εἶναι λέγεται „ταχὺς ἄγγελος.“
ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν. κἀκείνη μὲν θεία ἦν· ὁ δὲ τηλικοῦτος Ὀδυσσεὺς, ὁ τῆς Ὁμηρικῆς Ἀθηνᾶς φίλος. οὐκ ἦν· θεῖος ἀλλὰ συνεὶς τῶν ἀπὸ τῆς θείας ἀλετρίδος εἰρημένων κληδόνων ἔχαιρεν, ὡς ὁ ποιητής φησι·
χαῖρε δὲ κλεηδόνι δῖος Ὀδυσσεύς. ἤδη δὲ ὅρα, εἴπερ οἱ ὄρνιθες θείαν ἔχουσι ψυχὴν καὶ αἰσθάνονται τοῦ θεοῦ ἢ, ὡς ὁ Κέλσος ὀνομάζει. τῶν θεῶν· δηλονότι καὶ ἡμεῖς πταρνύμενοι οἱ ἄνθρωποι ἀπό τινος ἐν ἡμῖν οὔσης θειότητος καὶ μαντικῆς περὶ τὴν ψυχὴν ἡμῶν πταρνύμεθα. καὶ γὰρ τοῦτο μαρτυρεῖται ὑπὸ πολλῶν· διὸ καὶ ὁ ποιητὴς λέγει τό·
ὁ δ᾿ ἐπέπταρεν εὐχομένοιο. διὸ καὶ ἡ Πηνελόπη φησίν·
οὐχ ὁράᾳς. ὅ μοι υἱὸς ἐπέπταρε σοῖσιν ἔπεσσι;
Contra Celsum. Origenes. ed. Paul Koetschau. Leipzig. 1899.