ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΛΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
ἄλλοτε μὲν ζώουσ᾿ ἑτερήμεροι, ἄλλοτε δ᾿ αὖτε
τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσιν οἱ πολλάκις ἀποθνῄσκοντες. πῶς οὖν οἴονται κατὰ τὸ εὔλογον τούτων νομισθῆναί τινα θεὸν ἢ ἥρωα;
Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα. σεῖο
Κρῆτες ἐτεκτήναντο· σὺ δ᾿ οὐ θάνες. ἐσσὶ γὰρ αἰεί. καὶ ὁ εἰπὼν „σὺ δ᾿ οὐ θάνες, ἐσσὶ γὰρ αἰεὶ.“ ἀρνησάμενος τὴν ἐν Κρήτῃ ταφὴν τοῦ Διὸς, τὴν ἀρχὴν τοῦ θανάτου ἱστορεῖ γεγονέναι περὶ τὸν Δία. ἀρχὴ δὲ θανάτου ἡ ἐπὶ γῆς γένεσις· λέγει δὲ οὕτως·
ἐν δέ σε Παῤῥασίοις Ῥείη τέκεν εὐνηθεῖσα. ἐχρῆν δ᾿ αὐτὸν, ὡς ἠρνήσατο τὴν ἐν Κρήτῃ γένεσιν τοῦ Διὸς διὰ τὸν τάφον αὐτοῦ, ὁρᾶν ὅτι ἠκολούθει τῇ ἐν Ἀρκαδίᾳ γενέσει αὐτοῦ τὸ καὶ ἀποθανεῖν τὸν γεγεννημένον. τοιαῦτα δὲ καὶ περὶ τούτων λέγει ὁ Καλλίμαχος·
Ζεῦ. σὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
Ζεῦ, σὲ δ᾿ ἐν Ἀρκαδίῃ· πότεροι, πάτερ, ἐψεύσαντο;
Κρῆτες ἀεὶ ψεῦσται· καὶ τὰ ἑξῆς. εἰς ταῦτα δ᾿ ἡμᾶς ἤγαγεν ὁ Κέλσος. ἀγνωμονῶν περὶ τοῦ Ἰησοῦ καὶ συγκατατιθέμενος μὲν τοῖς γεγραμμένοις, ὅτι ἀπέθανε καὶ ἐτάφη, πλάσμα δ᾿ ἡγούμενος εἶναι ὅτι καὶ ἀνέστη ἀπὸ τῶν νεκρῶν, καὶ ταῦτα μυρίων προφητῶν καὶ τοῦτο προειρηκότων καὶ πολλῶν ὄντων σημείων τῆς μετὰ θάνατον ἐπιφανείας αὐτοῦ.
ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός· οὐδὲ
κάτθαν᾿ ὁμῶς ὅ τ᾿ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. εἰ δὲ καί τισι πάνυ χαλεπόν ἐστι τὸ μεταβάλλειν. τὴν αἰτίαν λεκτέον εἶναι περὶ τὴν συγκατάθεσιν αὐτῶν, ὀκνοῦσαν παραδέξασθαι τὸν ἐπὶ πᾶσι θεὸν εἶναι ἑκάστῳ δίκαιον κριτὴν περὶ πάντων τῶν ἐν τῷ βίῳ πεπραγμένων. μέγα γὰρ δύναται καὶ πρὸς τὰ δοκοῦντα εἶναι χαλεπώτατα καὶ, ἵνα καθ᾿ ὑπερβολὴν ὀνομάσω, ἐγγύς που ἀδύνατα προαίρεσις καὶ ἄσκησις. ἢ βουληθεῖσα ἀνθρωπίνη φύσις ἐπὶ κάλου βαίνειν, τεταμένου διὰ μέσου τοῦ θεάτρου ἐν μετεώρῳ, καὶ μετὰ τοῦ φέρειν τοσαῦτα καὶ τηλικαῦτα βάρη δεδύνηται τῇ ἀσκήσει καὶ τῇ προσοχῇ τὸ τοιοῦτο ποιῆσαι· βουληθεῖσα δὲ κατ᾿ ἀρετὴν βιῶσαι ἀδυνάτως ἔχει, κἂν ᾖ πρότερον φαυλοτάτη γεγενημένη; ἀλλ᾿ ὅρα μή ποτε ὁ τὰ τοιαῦτα λέγων τῇ δημιουργῷ τοῦ λογικοῦ ζῴου φύσει ἐγκαλεῖ μᾶλλον ἢ τῷ γεγενημένῳ. εἰ πρὸς μὲν τὰ οὕτω χαλεπὰ οὐδαμῶς ὄντα χρήσιμα πεποίηκε δυνατὴν τὴν τοῦ ἀνθρώπου φύσιν, ἀδύνατον δὲ πρὸς τὴν ἰδίαν μακαριότητα. ἀλλὰ γὰρ ἀρκεῖ καὶ ταῦτα πρὸς τὸ φύσιν γὰρ ἀμεῖψαι τελέως παγχάλεπον.
Contra Celsum. Origenes. ed. Paul Koetschau. Leipzig. 1899.