ἠγνόησεν καὶ τὸν πατέρα. »οὐδεὶς« γὰρ »οἶδεν« φησὶν »τὸν πατέρα, εἰ μὴ ὁ υἱός«, 1 2 3 τουτέστιν ὁ λόγος ὁ γὰρ λόγος δι’ ἑαυτὸ τὴν τοῖ· πατρὸς παρέχει νῶσιν. οὕτω γὰρ καὶ πρὸς τοὺς οἰομένους τηνικαῦτα τῶν Ἰουδαίων εἰδέναι τὸν θεόν, ἀθετοῦντας δ’ αὐτοῦ τὸν λόγον, δι’ οὗ μόνου γινώσκεται ὁ θεός, ἔλεγεν οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ«. ἐπειδὴ γὰρ
ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεὸν, διὰ τοῦ ἰδίου λόγου εἰδέναι αὐτὸν τοὺς ἀνθρώπους διδάσκει, ὥστε ἐσφάλη μὲν κἀκεῖνος μὴ τὸν πατέρα καὶ τὸν τούτου λόγον ἀκριβῶς γνού.
Fragmenta. Marcellus of Ankara. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.