ἀνάληψιν Χριστὸς τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὀδὸς καὶ ἡμέρα καὶ ἀνάστασις καὶ θύρα καὶ ἄρτος καὶ εἴ τι ἕτερον ὑπὸ τῶν θείων ὀνομάζοιτο γραφῶν, οὐ〉 παρὰ τοῦτο ἀγνοεῖν ἡμὰς προσήκει τὸ πρῶτον ὄνομα, ὅτι λόγος ἦν. διὰ τοῦτο γάρ καὶ ὁ ἁγιώτατος εὐαγγελιστὴς καὶ μαθητὴς τοῦ κυρίου, σφόδρα ἐγρηγορὼς τῴ πνεύματι, τῆς ἄνωθεν μνημονεύων ἀργῆς καὶ μηδενὸς νεωτέρου, »ἐν
ἀρχῇ ἢν ὁ λόγος« ἔφη »καοὶ ὁ λόγος ἢν πρὸς τὸν θεὸν, καὶ θεὸς ἤν ὁ λόγος«, ἴνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ᾿ ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπ[[ηρξε κατὰ σάρκα οἰκονομίας.
Fragmenta. Marcellus of Ankara. ed. Erich Klostermann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.