ΔΕΞΙΠΠΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΤΩΝ ΕΙΣ ΤΑΣ ΑΠΙΣΤΟΤΕΛΟΥΣ
ΚΑΤΗΓΟΠΙΑΣ ΑΠΟΡΙΩΝ ΤΕ ΚΑΙ ΛΥΣΕΩΝ ΔΕΥΤΕΡΟΝ
πρώτων ὄντων καὶ ὑστέρων οὐκ ὄντος γένους κοινοῦ ἐν οἷς τὸ πρῶτον καὶ ὕστερον.
στατὴ ἔννοια καὶ πῶς ἔνεστιν αὐτὴν ἐξηγεῖσθαι.
πρώτην λέγει, ἀλλαχοῦ δὲ μετὰ τὴν ἀσώματον ταύτην τάττει;
προτάττων ὡς πρώτα, ἐνταῦθα δὲ τὰ καθ’ ἕκαστα.
λαμβάνει.
εἰρημένων.
τῷ τινὶ ἀνθρώπῳ. |
ἐναντίον ἐν τοῖς Φυσικοῖς καὶ τὴν ὕλην τῷ εἴδει;
ἐπιδέχεσθαι τὴν οὐσίαν τὸ μᾶλλον καὶ τὸ ἧττον;
ἧττον; τὰς δὲ ποιότητας ἐπιδέχεσθαι;
ἐναντία, οὕτως οὐδὲ αἱ ἕξεις καὶ διαθέσεις ἀλλὰ τὰ ὑπ’ αὐτὰ αἰσθητά, οὐκ ἂν εἴη ἴδιον τῆς οὐσίας τὸ τῶν ἐναντίων ἀνὰ μέρος εἶναι δεκτικόν· ὅπερ γὰρ ἐπὶ τῆς ἕξεως καὶ διαθέσεως τῆς γενικῆς,
τοῦτο καὶ ἐπὶ τῶν γενικῶν οὐσιῶν θεωρεῖται, καὶ οὕτως
κοινὸν ἔσται καὶ πρὸς ἄλλα τὸ μὴ εἶναι τῶν ἐναντίων ἀνὰ μέρος δεκτικά.
εὑρίσκεται ἡ ὕλη μᾶλλον οὐσία.
3
παλαιοῖς ἀνδράσιν ἠπορημένα προβέβληκας, τὰ δὲ καὶ αὐτὸς ἐξεύρηκας τὸ δὲ ἐντεῦθεν ἐπ’ αὐτὰ μέλλω ἔρχεσθαι τὰ γένη τῶν κατηγοριῶν πότερον
χωρίσαι βούλει τὰς ἀπορίας τοῦ Πλωτίνου καὶ τελευταίας τάξαι ἡ
κατὰ τὴν ἐφεξῆς τῶν ἐδαφίων ἀκολουθίαν κἀκείνας παρατιθέναι;
περὶ τῶν κατειλεγμένων τούτων κατηγοριῶν πρῶτον ἐρωτῶ, πότερον ὡς διῃρημένων αὐτῶν ἢ ὡς ἀριθμουμένων διανοῇ.
ἂν τὰ διαιροῦντα. εἰ δὲ μήτε γένος κοινὸν ἐπὶ τῶν ἀνωτάτων γενῶν οἷόν τέ ἐστι λαβεῖν μήτε τὰς διαιρετικὰς διαφοράς, οὐκ ἔστι διαίρεσιν καλεῖν
τὴν τοιαύτην ἀπαρίθμησιν.
ἐξηγεῖται, καὶ ἐνταῦθα ἡ μὲν οὐσία τῶν οὐσιῶν, αἱ δ’ ἄλλαι κατηγορίαι
τῶν ὑφ’ ἑαυτὰς τὸ κῦρος τῆς ἡγεμονίας προειλήφασιν;
τῆς διακοσμήσεως βέλτιον οὖν ἀφορίζεσθαι μὲν ἰὰ γένη κατά τινας πρώπότερον 4 τας ἰδιότητας τῶν κατηγορτῶν καὶ περιγράφειν αὑτῶν τῆς ὑποστάσεως τὸν λόγον ἑκάστης καθ’ ἑαυτὴν καὶ ταύτῃ διιστάναι αὐτὰς χωρίς. πάλιν γε μὴν καθόσον περὶ τὴν οὐσίαν εἰσὶ τὰ συμβεβηκότα καὶ ἐν τῇ οὐσίᾳ καὶ
συντάττεται πρὸς αὐτὴν ὁμολογουμένως, κατὰ τοσοῦτον ἀφομοιωτέον αὐτὰ
τοῖς ἀφ’ ἑνὸς καὶ περὶ ἓν συνταττομένοις.
ἀποδιαλήψεσι τῶν ἐπινοιῶν στοιχειωδεστέραις ἀεὶ χρωμένη. τάξιν μέντοι
διασώζει τὴν πρὸς ἓν καὶ <περὶ> ἓν καὶ ἀφ’ ἑνός, ὥσπερ καὶ ἐν τοῖς οὖσιν ἡ οὐσία τὴν πρώτην καὶ κυριωτάτην τάξιν εἴληφε, περὶ δὲ αὐτὴν τὰ συμβεβηκότα ὑφέστηκε.
σκεψώμεθα. ἀπορεῖ γὰρ διττῆς οὐσίας ὑπαρχούσης νοητῆς τε καὶ αἰσθητῆς
πῶς γένος δύναιτ’ ἂν γενέσθαι τὸ αὐτό· τί γὰρ κοινὸν ἐν ἀμφοτέροις τούτοις ἐν τῷ εἶναι ὑπάρχει; εἰ δὲ καὶ ἔστιν, ἔσται πρότερον ἄλλο τοὺτων, ὅπερ οὔτε σῶμά ἐστιν οὔτ’ ἀσώματον· ἔσται γὰρ ἢ τὸ ἀσώματον
σῶμα ἢ τὸ σῶμα ἀσώματον.
τὰ ἀπορήματα ταῦτα προσάγεται. οὔτε γὰρ περὶ τῶν ὄντων οὔτε περὶ τῶν γενῶν τῆς πρώτης οὐσίας νῦν αὐτῷ πρόκειται λέγειν· στοχάζεται γὰρ τῶν νέων τοῖς ἁπλουστέροις ἐπακολουθεῖν δυναμένων. ὥστ’ ἐπεὶ περὶ λέξεων ἐστιν αὐτῷ νῦν ἡ σπουδή, αἷς τὸ κατ’ οὐσιῶν λέγεσθαι ὑπάρχει,
μάτην ἐν τῇ περὶ τούτων σκέψει ἐπεισάγει τὰς περὶ τῶν ὄντων ζητήσεις
ὁ Πλωτῖνος. οὐ μὴν ἔμοιγε δοκεῖ διακρούεσθαι οὑτωσὶ τὴν πρὸς τὸ παρὸν εὖ τιθεμένην μόνον τοῦ λόγου διέξοδον, ἀλλ’ ἀπ’ αὐτῆς ἄρχεσθαι τῆς Πλωτίνου φιλοσοφίας καὶ πρὸς τὴν ὅλην αὐτοῦ θεωρίαν ἀναφέρειν καὶ τὴν τῶν παρόντων λόγων διέξοδον. ἓν γὰρ δὴ γένος τὴν οὐσίαν ἐν τοῖς νοητοῖς
οὗτος τίθεται ὡς κοινῇ τὸ εἶναι παρέχουσαν τοῖς ἀσωμάτοις εἴδεσι καὶ ὡς
τοῖς αἰσθητοῖς ἅπασι καὶ τοῖς ἐνύλοις εἴδεσι τὸ εἶναι· ἐνδιδοῦσαν. εἰ δὲ τοῦτο οὕτως ἔχει καὶ διατείνει δι’ ὅλων ἡ τῆς οὐσίας ἀρχὴ ἡ αὐτὴ τάξιν ἔχουσα πρώτην καὶ δευτέραν καὶ τρίτην, καθ’ ἃς τοῖς μὲν πρώτως τοῖς δὲ 5 ἄλλον τρόπον παρέχει τὸ εἶναι· ὥστε εἰ πάντα ἀνήκει εἰς αὐτὴν ὡς ἀπ’
αὐτῆς ἠρτημένα, δύναται ἡ ταύτης ὑπογραφὴ ἐμφαίνειν καὶ τὴν πρώτην ἀρχήν, ἀφ’ ἧς εἰς τὴν ἐσχάτην ὕφεσιν αὕτη πέπτωκεν.
Πλωτῖνος, εἶχεν ἄν τινα δοκοῦντα τὰ εἰρημένα λόγον· νῦν δὲ τὰ ἐκείνῳ δοκοῦντα ὡς ὁμολογούμενα προσλαβὼν διαγωνίζει ὑπὲρ Ἀριστοτέλους.
σύνθετος, φυσικὴ δὲ ἡ κατὰ τὸ εἶδος καὶ τὴν ὕλην, ἡ δὲ τούτων ἀνωτέρω ἡ νοερὰ καὶ ἀσώματος, ἣν ἀκίνητον μὲν κινητικὴν δὲ καλεῖ πολλάκις
ὡς τῆς εἰδοποιουμένης κατὰ τὴν ζωὴν κινήσεως αἰτίαν οὖσαν. ταύτα γὰρ περὶ τούτων τῶν οὐσιῶν Ἀριστοτέλης ἀποδείκνυσιν ἐν τῷ | Λ τῶν
Μετὰ τὰ φυσικά, καὶ τούτῳ συνείληφε τὰς πολλὰς οὐσίας εἰς τὴν ὅλην
οὐσίαν. ὑπέθηκε δὲ αὐτὰς ὁμοῦ πρὸς μίαν σύνταξιν καὶ πρὸς μίαν ἀρχὴν ἀνήγαγε. κομιδῇ γὰρ ἄλλο γέ τι τοῦ ἑνὸς μεθέξει, εἰ αὐτὴ ἡ οὐσία ἡ τὸ εἶναι ἐν τῷ ἑνὶ ἔχουσα ἀποστερηθήσεται τῆς πρὸς τὸ ἓν ἀναγομένης συντελείας.
τελείας. ἀρρήτων τοίνυν ὄντων τῶν νοητῶν κατὰ μεταφορὰν καὶ ἀναλογίαν ἀπὸ τῶν κατ’ αἴσθησιν γνωρίμων χρῆται τῷ τῆς οὐσίας ὀνόματι. τριχῶς
γὰρ τοῦ αὐτοῦ ὀνόματος πάντα μετέχει, ἢ ὁμωνύμως ἢ συνωνύμως ἢ τοὺ μὲν κυρίως τοὐ δὲ κατὰ μεταφοράν, καὶ ὁμωνύμως μὲν ὡς ὁ ποὺς τοῦ ὀργάνου πρὸς τοὺς ἄλλους τῶν ὀργάνων πόδας, συνωνύμως δὲ ὡς μάχαιρα
μαχαίρας ὀξυτέρα λέγεται καὶ φωνὴ φωνῆς (μάχαιρα δὲ φωνῆς ὀξυτέρα λέγεται, ἐπειδὴ ἄλλο τὸ ὀξὺ ἐν ἑκατέρᾳ), κυρίως δὲ καὶ κατὰ μεταφορὰν
ὡς ἐπὶ τοῦ ποδὸς τοῦ τε ἡμετέρου καὶ τῶν ὀρῶν· ἀρρήτων οὖν ὄντων ὥσπερ μεταφορᾷ κέχρηται τῷ τῆς οὐσίας ὀνόματι, ἀπὸ τῶν αἰσθη- τῶν καὶ τῶν κατειλημμένων ἡμῖν τὰ ἀκατάληπτα γνωρίζων. ὡς μὲν γὰρ
πρὸς τὴν νοητὴν ἔσται ὁμώνυμος αὕτη τῇ ἀναλογίᾳ μόνῃ τὴν ἔμφασιν αὐτῆς παρέχουσα, ὡς δὲ πρὸς τὴν φυσικὴν συνώνυμος τῷ ἑαυτῆς συνθέτῳ
ἐκείνην ἐμφαίνουσα. ὥσπερ γὰρ ἐν τοῖς Μετὰ τὰ φυσικὰ σῶμα ἀσώματόν τινα λέγει οὐσίαν, διότι μὲν ἀπὸ τῆς νοερᾶς προελήλυθεν, ἀσώματον αὐτὴν
ὀνομάζων, διότι δὲ εἰς αἰσθητὴν ἤδη κεκίνηται, τὸ σῶμα εἶναι αὐτῇ προσμαρτυρῶν, οὕτω καὶ ταύτην τὴν οὐσίαν πρὸς μὲν τὴν φυσικὴν συνώνυμον, 6 πρὸς δὲ τὴν νοητὴν ὁμώνυμον λέγων διὰ ταύτης κἀκείνας διδάσκει, καὶ μάλισθ’ ὅτι ἡ περὶ αὐτῆς ὑπογραφή, τὸ μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ, δύναται κἀκείναις ἐφαρμόσαι. ἐγὼ μὲν οὖν, ὦ καλὲ κἀγαθὲ
Σέλευκε , δογματικώερον πρὸς Πλωτῖνον ἀπαντῶ, σὺ δὲ ἐπεὶ βαθύτεραί
πώς εἰσιν αἱ λύσεις αὗται, πρὸς μὲν τοὺς ἐκ φιλοσοφίας ὁρμωμένους ταῖς τοιαύταις ἀπαντήσεσι χρῶ, πρὸς δὲ τοὺς ὀλίγα ἐπισταμένους ὣν δογμάτων ταῖς προχείροις χρῶ διαλύσεσιν, ἐκεῖνο λέγων, ὅτι περὶ πόδα ποιεῖσθαι ἔθος τὰς ἀκροάσεις Ἀριστοτέλει. διὸ καὶ νῦν οὐδὲν ἔξωθεν ἐπεισάγει τῶν
ἀνωτέρω κειμένων φιλοσοφημάτων, ἀλλ’ ὡς ὁμωνύμῳ χρῆται τῇ οὐσίᾳ
προηγούμενον μὲν ἔχων τὸν σκοπὸν περὶ τῶν λέξεων, κατὰ συμβεβηκὸς δὲ καὶ ταῦτα καὶ τὰ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα συνεκδιδάσκων, ὥστ’
οὐ χρὴ τὰς περιττὰς περὶ τούτων ἐπεισάγειν ζητήσεις.
καὶ ἐπὶ τῶν ὑστέρων, ἡ ἐν μὲν τοῖς νοητοῖς πλείω ἐν δὲ τοῖς αἰσθητοῖς ἐλάττω ἢ ἀνάπαλιν.
ἐκτέθειται. δέκα γὰρ ὄντων τῶν ὅλων γενῶν ἐν μὲν τοῖς συνθέτοις πάντα εἶναι ἀποφαίνεται, οὐχ ἥκιστα καὶ ἐν αὐτῷ τούτῳ τὴν 15 σύνθεσιν παρεχομένοις τῷ καὶ ἐν τοῖς κατὰ μέρος ἅπαντα ἐνεῖναι (προσθήκη θήκη γὰρ καὶ πλεονασμὸς ἐν τοῖς σώμασιν ἀεὶ συνεμφαίνεται)· ὥστ’ ἐν μὲν τοῖς αἰσθητοῖς εἰσιν αἱ δέκα κατηγορίαι, διόπερ δὴ καὶ ἐν τῷ
Σωκράτει ταύτας ἄν τις δείξειεν, ἐπὶ μέντοι τῶν νοητῶν οὐ πάντα ὑπάρχει, ἀλλὰ τὰ τοῖς ἁπλουστατοις καὶ τελειοτάτοις προσήκοντα γένη.
καὶ οὐκ ἔσται διὰ τοῦτο ἐλλείπου.σα ἡ διαίρεσις τῶν γενῶν· οὐ γὰρ εἰ μὴ πάντ’ ἔστιν ἐκεῖ, ἀτελῶς ἔχει τὰ ὧδε διῃρημένα γένη, ἀλλ’ ἐπείπερ καὶ ἐν τοῖς νοητοῖς τὰ πεφυκότα ὑπάρχει καὶ ἐν τοῖς αἰσθ·ητοῖς, πλείονα διὰ
τὴν σύνθετον οὐσίαν φαίνεται. διὰ τοῦτο οὐκ ἔστιν ὁ καθόλου τῶν κατηγοριῶν 25 λόγος ἐνδεής.
7 δύνανται ὑποτάττεσθαι τοῖς παροῦσι λόγοις· οὐ γὰρ μία οὐδὲ καθ’ ἓν αἱ πᾶσαι λέγονται, ὥστε ἣν ἂν ὑποτάξῃ τις, τὰς ἄλλας ἐξ ἀνάγκης παραλείψει.
τὰς ὡς μέρη περιεχομένας καθόλου γὰρ μεθ’ οὗ τι συναπαρτίζει, οὐκ ἂν
εἴη τούτων θάτερον ἐν θατέρῳ· ὥστε κοινωνεῖ μὲν τὰ τρία, τὸ εἶδος λέγω καὶ ἡ ὕλη καὶ τὸ συναμφότερον, κατὰ τὸ μὴ εἶναι ἑτέρου ἀλλ᾿ ἑαυτῶν καὶ κατὰ τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ. οὐσίαι δέ εἰσιν αἱ τρεῖς ἀπὸ τῆς μιᾶς τῆς συνθέτου πᾶσαι σημαινόμεναι.
τὴν οὐσίαν εἰπεῖν τίς ἐστιν.
ταῦτα δὴ νυνὶ προστίθησι τὸ μήτε καθ᾿ ὑποκειμένου τινὸς λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι ἀποδιδοὺς τῇ οὐσίᾳ ὡς ἰδιότητα. τὸ μὲν οὖν μὴ ἐν ὑποκειμένῳ αὐτὴν εἶναι πρόδηλον αὕτη γὰρ ὑπόκειται τοῖς ἄλλοις καὶ ἄνευ αὐτῆς τὰ ἄλλα τὸ εἶναι οὐκ ἔχει), τὸ δὲ μὴ καθ’ ὑποκειμένου λέγεσθαι οἰκειότατόν ἐστι τῇ ἀτόμῳ οὐσίᾳ. διὰ γὰρ τὸ εἶναι ἀδιαίρετος εἰς
εἴδη κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, καθ’ ὑποκειμένου δὲ αὐτῆς αἱ δεύτεραι οὐσίαι κατηγοροῦνται. ἡ οὖν καὶ ταῖς οὐσίαις ὑποκειμένη προηγουμένως ἂν εἴη καὶ κυρίως οὐσία, ἐπεὶ μὴ οὐσῶν τούτων οὐδὲν τῶν ἄλλων δύναταί τι εἶναι. τριχῶς δὲ τῆς οὐσίας λεγομένης, ὥσπερ εἰρήκαμεν, νῦν τῆς συνθέτου μνημονεύει, ὕστερον δὲ καὶ περὶ τῶν ὑπολοίπων δύο ποιήσεται
τᾶι λόγον, ὅταν τά μέρη τῆς οὐσίας καὶ αὐτὰ εἶναι λέγῃ.
διότι ὑπόκειται πᾶσι μόνη · ἄν τε γὰρ τὴν ὕλην λάβῃς, ὑπόκειται τοῖς εἴδεσι,
ἄν τε τὸ εἶδος, ὑπόκειται τοῖς συμβεβηκόσι, πανταχοῦ δὲ οἷον ἡ ὑποβάθρα πρῶτον. ἄλλην δὲ αἰτίαν ἀποδίδομεν, ὅτι αὐτὴ μὲν καθ’ ἑαυτὴν υφίστασθαι
ἐπινοεῖται, τὰ δὲ ἄλλα ἐπὶ ταύτης ἡ οὐκ ἄνευ ταύτης. πρότερον δὲ 8 τὸ καθ’ ἑαυτὸ ἐξ ἀρχῆς τοῦ μετ’ ἐκείνου καὶ οὐκ ἄνευ ἐκείνου· οὕτω καὶ μονὰς δυάδος προτέρα, ὅτι μονὰς καὶ ἄνευ δυάδος, δυὰς δὲ πάντως μετὰ μονάδος.
οὐσία, ἀλλὰ τί οὔ, καὶ ὅτι ποιεῖ τὰ ἄλλα γιγνώσκειν ἥδε, ἑαυτὴν δὲ
οὔ, ἐπεὶ καὶ εἴ τις τὸν ἄνθρωπον ἀποδιδοὺς μήτε ἵππον εἴποι μήτε κύνα, ὅ τι μὲν οὐκ ἔστιν εἴρηκεν, ὃ δέ ἐστιν οὐδὲν μᾶλλον ἀφώρισατο διὰ τῆς ἀποφάσεως ἢ ὅτε ἐξ ἀρχῆς ἀόριστος ἦν ὁ ἄνθρωπος· ἐπεὶ οὐδ’ ἄν τὸ ἴδιον εἴπῃ τις, ἤδη ἐγνώκαμεν τί ἐστιν, οἷον τὸν ἄνθρωπον
γελαστικόν.
δὴ οὖν διὰ τοῦτο προεῖπε περὶ τοῦ ἐν ὑποκειμένῳ καὶ καθ’ ὑποκειμένου ἵνα διὰ τῆς ἀποφάσεως αὐτῶν τὴν κυριωτάτην οὐσίαν δηλώσῃ. καὶ οὐκ ἠρκέσθη μόνῃ ἀποφάσει, ἀλλὰ καὶ παράδειγμα προσέθηκεν, ὥσπερ εἴ τις λέγων εἶναι τὸν ἄνθρωπον μήθ’ ἵππον μήτε βοῦν προσθείη ἐφεξῆς ‘οἷον Σωκράτης’
μέρος εἶναι δεκτικὴν οὐ πάσαις ἐφαρμόζει οὔτε ταῖς νοηταῖς οὔτε ταῖς φυσικαις.
παρέθετο. καὶ τοῦτο γνώριμον ἐκ τοῦ ἀρχόμενον μὲν τῆς ὑπογραφῆς τὸ
ἔστι προσθεῖναι (λέγει γὰρ οὐσία δέ ἐστιν ἡ μὴ καθ’ μήτε ἐν ὑποκειμένῳ), ἑξῆς δὲ ἐπενεγκεῖν ἡ λεγομένη οὐσία, τοῦτ’ ἔστιν ἡ ἐν τῇ συνηθείᾳ καὶ περὶ ἧς ἄν τις κατηγορήσειε τουτὶ τὸ ὄνομα·
παρὰ μὲν γὰρ τοῖς φιλοσόφοις ἄλλη λέγεται, παρὰ δὲ τοῖς πολλοῖς ἄλλη. περὶ ταύτης οὖν τῆς παρὰ τοῖς πολλοῖς λεγομένης τὸ ἰδίωμα παρέθετο,
ὥστε πάσῃ ἄν αὐτῇ ἐφαρμόζοι τῇ συνθέτῳ καὶ τοῖς εἴδεσιν αὐτῆς καὶ γένεσιν.
9
πρὸς ἡμᾶς. πρὸς ἡμᾶς μὲν οὖν τὰ καθ’ ἕκαστα πρῶτα (πρώτοις γὰρ τοῖς προσβάλλομεν), τῇ φύσει δὲ τὰ κοινὰ πρότερον, ὑπὸ γὰρ τὰ καθόλου τὰ καθ’ ἕκαστον τέτακται. εἰ μὲν οὖν ἀπὸ τῆς φύσεως ἄρχοιτό τις, τὰ ἀπλᾶ, τὰ αἴτια, τὰ καθ’ αὑτὰ παρ’ αὑτῶν ἔχοντα τὸ εἶναι, τὰ καθόλου,
τὰ ἄυλα, τὰ ἀμέριστα καὶ τὰ τοιαῦτα προτάξει· εἰ δὲ ἀπὸ τῆς σημαντικῆς σχέσεως πρὸς τὰ ὄντα ἡ τάξις αὐτῶν ἐπινοοῖτο, ἐναντίως ταχθήσονται.
αὐτοὺς λαμβάνοντας· ὅταν γὰρ ἑνὸς ἑκάστου πρῶτα φύσει λέγωσι τὰ καθόλου, πάντως δὲ πάλιν ὕστερα, ὑποτιθέμενοι τὰ καθ’ ἕκαστα εἷναι καὶ τῇ φύσει πρότερα, οὐ καλῶς ὡς ἐν ἀρχῇ λαμβάνουσιν αὐτὸ ὅπερ δεῖται ἀποδείξεως. ἐπιπόλαια δέ ἐστι καὶ τὰ τοιαῦτα ἐπιχειρήματα κοινοῦ μὲν
ὄντος ἀνάγκη καὶ ἄτομον εἶναι (ἐν γὰρ τοῖς κοινοῖς τὰ ἄτομα ἀτόμου δὲ ὄντος οὐ πάντως τὸ κοινόν, εἴ γε τὸ κοινὸν ἐπὶ πολλοῖς ὑπάρχει. δῆλον γὰρ ὅτι τὸ καθ’ ἕκαστον καταταχθέντος εἰς αὐτὸ τοῦ καινοῦ καὶ συμπληροῦντος αὐτοῦ τὴν οὐσίαν ἐστὶν ἄτομον· ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστι. ψεῦδος δὲ καὶ τὸ λέγειν, ὡς ἀναιρουμένου τοῦ κοινοῦ
οὐ πάντως τὸ ἄτομον ἀναιρεῖται· εἰ γὰρ ἐν τούτῳ ἔχει τὸ κοινὸν τὴν οὐσίαν ἐν τῷ διατείνειν ἐφ’ ὅλα τὰ ὑπ’ αὐτὸ τεταγμένα, ὁ ταύτην ἀναιρῶν ἀνῄρηκεν εὐθὺς καὶ τοῦ κοινοῦ τὴν ὅλην ὑπόστασιν. οὕτως μὲν οὖν τοῖς περὶ Ἀλέξανδρον καὶ Βόηθον τοῖς τε ἄλλοις Περιπατηρικοῖς
ἐπιχειροῦσιν ἀποκρίνεσθαι χρή, δεικνύναι δὲ ἐξηγουμένους τὰ Μετὰ τὰ
φυσικὰ προσῆκεν, ὅτι τ.ὰ κοινὰ Ἀριστοτέγης προτάττει καὶ ἐν τῇ τῶν αἰσθητῶν θεωρίᾳ.
οὐσίαν τὴν μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ· ἀπὸ γὰρ τούτου
ἐξ ἀνάγκης συμβαίνει δευτέρας εἶναι οὐσίας τὰς καθ’ ὑποκειμένου μὲν λεγομένας μὴ ἐν ὑποκειμένῳ δὲ οὔσας.
τῶν εἰδῶν τὸ μᾶλλον καὶ ἧττον.
εἶχε τὸ μὴ εἶναι μᾶλλον καὶ ἧττον τὴν πρώτην οὐσίαν, ὅτε πρώτως αὐτὴν καὶ μάλιστα καὶ κυριώτατα οὐσίαν εἶναι ἀπεφαίνετο· πάντα γὰρ τὰ τοιαῦτα ὥρισται καὶ οὐκ ἔχει τὴν τοῦ μᾶλλον καὶ ἧττον ἀπειρίαν. τὸ μὲν γὰρ
μᾶλλον καὶ ἧττον πρόεισιν ἀεὶ ἀπαύστως τὸ δὲ μάλιστα ἵσταται κατὰ τὴν ὑπερβολὴν καὶ τὸ πρώτως κατὰ τὴν ἀρχὴν καὶ τὸ κυριώτατα κατὰ τὴν προηγουμένην τῆς φύσεως ἰδιότητα.
κατὰ τὴν τῆς αἰσθητῆς οὐσίας πλείονα ἢ ἥττονα ἀπόστασιν.
ἡμᾶς πρῶτα καὶ τὰ ἐν τῷ λέγεσθαι πρῶτα. εἰ δὴ πρώτοις τοῖς εἴδεσιν ἐντυγχάνομεν, εἶθ’ οὕτως τοῖς γένεσι, καὶ πρώτως τὰ εἴδη σημαίνομεν, δευτέρως δὲ τὰ γένη, εἰκότως ἄν καὶ μᾶλλον οὐσίαι λέγοιντο τὰ εἴδη τῶν γενῶν.
καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν λέγονται, ὥσπερ τομὴν γένους εἰς εἴδη πεποίηται, ἵν’ ᾖ κοινὸν μὲν γένος ἡ οὐσία, εἴδη δὲ ἡ ἄτομος οὐσία καὶ ἡ δευτέρα οὐσία· ποῦ οὖν καὶ τὴν γενικὴν οὐσίαν ὡρίσατο;
τὴν δὲ δευτέραν μὴ ἐν ὑποκειμένῳ μὲν εἶναι καθ’ ὑποκειμένου δὲ λέγεσθαι, κοινὸν ἐπ’ ἀμφοῖν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι λαμβάνει·
εἰ δὴ τῆς πρώτης τὸ μὴ καθ’ ὑποκειμένου λέγεσθαι ἴδιον, τῆς κοινῆς ἔσται
τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, καὶ οὐ παρεῖται οὐδὲ αὕτη.
εἰρημένα οὐσίας οιαιρεσις;
πρώτης οὐσίας, ὃ μαλιστα ϊοιον ειοους εστι, κοινὸν δὲ καὶ τὸ μήτε καθ’ ὑποκειμένου λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι. ὁ μὲν οὖν τὶς ἄνθρωπος. ἢ τὶς ἵππος οὐκ ἔστιν εἶδος, ὡς δὲ πρώτη τοιαύτη οὐσία πᾶσα
εἶδος ἂν εἴη.
καθ' ὑποκειμένου λεγομένων καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι, ἐκ ποίων εἰρημένων τὸ τῶν καθ’ ὑποκειμένου λεγομένων, ἀναγκαῖον εἶναι καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι οὐ δείκνυσιν· ἀπὸ γὰρ τῶν περὶ τῆς οὐσίας εἰρημένων οὐδὲν φαίνεται
τοιοῦτον. ἐρρήθη μὲν γὰρ ὅτι πρῶταί εἰσιν οὐσίαι αἱ ἄτομοι, δεύτεραι δὲ
τὰ εἴδη αὐτῶν καὶ τὰ τῶν εἰδῶν τούτων γένη, ταῦτα δὲ οὐδὲν συντελεῖ πρὸς σαφήνειαν τοῦ τὸν λόγον καὶ τοὔνομα κατηγορεῖσθαι τοὺ ὑποκειμένου.
πάντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, καὶ κατὰ
τοῦ ὑποκειμένου ῥηθήσε.ται. τούτῳ γὰρ ἕπεται τὸ δεῖν τὸ καθ’ ὑποκειμένου κατηγορούμενον καὶ ὀνόματι καὶ λόγῳ ἀληθεύεσθαι κατὰ τοῦ ὑποκειμένου.
οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι ἀφ’ οὖ κατασκευάζει ὅτι οὐκ ἴδιον
τῆς οὐσίας τοῦτο, ἀναγκαῖον προλαβεῖν, ὅσα ἐστὶ χρήσιμα περὶ τῶν διαφορῶν. |
εἶναι, καὶ κατὰ τὴν τοιαύτην διάκρισιν ὡς πρὸς τὸ γένος νοεῖται 12 αὐτῆς ἡ διαίρεσις· κυριώτερον δ’ ἄν τις εἴποι, ὅτι τῷ εἴδει τὴν διαφορὰν χρὴ συντάττεσθαι, διόπερ πολλάκις ἀντὶ τοῦ εἴδους παραλαμβάνονται. σύμπασαι
μὲν γὰρ αἱ διαφοραὶ ὁμοῦ ῥηθεῖεν ἄν περὶ τοῦ γένους, καθ’ ἑαυτὴν δὲ ἑκάστη κατὰ μὲν τῶν ὑφ’ ἑαυτὴν ῥηθείη ἂν καθ’ ὧν λέγεται κατὰ
παντός, κατὰ δὲ τοῦ γένους οὐδαμῶς· οὐδὲ γὰρ μορφωτική ἐστιν ἑκάστη τοῦ γένους. διενήνοχε δὲ τοῦ εἴδους ἡ διαφορὰ ᾗ ὅλον μέρους. ἔστι γὰρ ἡ διαφορὰ ποιότης συμπληρωτικὴ οὐσίας, καὶ οὐκ ἔστι μὲν ἐν ὑποκειμένῳ,
ὅτι συμβάλλεται εἰς οὐσίαν τούτοις ἅπερ εἰδοποιεῖ, οὐκ ἔστι δὲ οὐσία, ὅτι οὐκ εἰς τὸ εἶναι ἀλλ’ εἰς τὸ τοιόνδε εἶναι συμβάλλεται. χρὴ δὲ νοεῖν τὸ
τοιόνδε οὐχ ὡς ἐπὶ τοῦ λευκοῦ φέρε λέγομεν· χωρίζεται γὰρ τοῦτο, ἡ δὲ διαφορὰ οὐ χωρίζεται, πλὴν εἰ μή τι συμφθαρείη τῷ ὑποκειμένῳ. ἄν δέ τις λέγῃ ὅτι καὶ τὸ οὐσιῶδες συμβεβηκὸς ἄνευ φθορᾶς οὐ χωρίζεται,
ἀλλ’ ἐροῦμεν πρὸς αὐτὸν τὴν παντελῆ διάστασιν τοῦ οὐσιώδους συμβεβη- κότος καὶ τῆς διαφόρας σημαινοντες. ἄνεσις μὲν γὰρ καὶ ἐπίτασις περὶ
τὸ οὐσιῶδες συμβεβηκὸς θεωρεῖται, οἷον περὶ τὸν Αἰθίοπα μεταστάντα εἰς ἄλλους τόπους ἄνεσις ἂν τοῦ μέλανος σώματος γένοιτο καὶ ἡ τοῦ γάλακτος λευκότης. ἧττόν ἐστι, μᾶλλον δὲ ἡ τῆς χιόνος· ἐπὶ δὲ τῆς διαφορᾶς
τὸ μᾶλλον καὶ ἧττον οὐκ ἄν τις θεωρήσειεν οὐ γάρ ἐστι δίπουν δίποδος οὐδὲ πεζὸν πεζοῦ μᾶλλον.
δὲ βούλομαι ὥσπερ ἀξίωμά τι προθεῖναι, ἀφ’ οὗ τὰς ἀπορίας καὶ τὰς λύσεις κρίνειν δυνησόμεθα. δοκεῖ δὴ τοῖς δεινοῖς περὶ τὴν τῶν ὄντων ἱστορίαν ἄρρητος γίγνεσθαι ἡ τῆς φύσεως ἀφ’ ἑτέρου γένους εἰς ἕτερον
γένος μετάβασις ἀεὶ τοῦ μέσου διαλανθάνοντος ἡμᾶς, οἷον τὸ δυνάμει τὸ
ἐπὶ τῶν οὐσιῶν, οἷον λέγω ἐπὶ τῶν ἀνθρώπων ἢ τῶν ἄλλων ζῴων ἐν τοῖς 13 σπέρμασι θεωρούμενον, οὔτε οὐσία οὐδέπω ἐστίν (ἔτι γάρ ἐστιν ἀτελές) οὔτε τὸ ἐνεργείᾳ τῷ οὕτως δυνάμει συμβέβηκε (τελειότης γὰρ τοῦτο)· πεται τοίνυν μέσον τι ἄλλο εἶναι τῶν οὐσιῶν τοῦ τε ἐνεργείᾳ φέρε ἀνθρώπου
που καὶ τοῦ δυνάμει. ὁ αὐτὸς τοίνυν ἐστὶ λόγος καὶ περὶ τῆς διαφοράς·
καὶ γὰρ αὕτη τὸ μέσον ἕξει ποιότητός τε καὶ οὐσίας· διὸ καὶ συντελεῖ εἰς τὸ εἶναι καὶ τὸ ποιὸν εἶναι, καὶ οὕτως ἔσται οὐκ ἐν ὑποκειμένῳ. διὸ δεῖ προστιθέναι εἰς τὸν ὅρον τοῦ ἐν ὑποκειμένῳ τὸ οὐδὲν συντελοῦντος εἰς τὴν οὐσίαν τοῦ ὑποκειμένου τὸ γὰρ εἶδος συντελεῖ τι καὶ ἡ διαφορά. ἐπειδὴ
τοίνυν ταῦτα προειλήφαμεν, ἀναλάβωμεν τὰς λύσεις τῶν παλαιῶν φιλοσόφων
περὶ τῆς διαφορᾶς. μία μὲν δόξα γένοιτ’ ἂν ἡ ποιότητα τιθεμένη τὴν διαφοράν, ποιότητα δὲ οὐσιώδη καὶ συμπληρωτικὴν τῆς οὐσίας· ἄλλη δ’ ἡ μέσον ποιότητος καὶ οὐσίας τὴν διαφορὰν ὑπολαμβάνουσα, κοινόν τινα σύνδεσμον παρεχομένην ταῖς μὲν οὐσίαις πρὸς τὰ οὐσιώδη σθμβεβηκότα,
κότα, τοῖς δὲ συμβεβηκόσι πρὸς τὰς οὐσίας. ἡ γὰρ φύσις οὐκ εὐθὺς μεταβαίνει
ἀπὸ τῶν ἐναντίων ἐπὶ τὰ ἐναντία, οἷον ἀπὸ τῶν ζῴων ἐπὶ ἰὰ φυτά, ἀλλὰ καὶ μεταξύ τινα μέσην ζωὴν τὴν τῶν ζῳοφύιων συνέσιησε συναγωγὸν ἀμφοτέρων τῶν ἄκρων καὶ συμπληρωτικὴν καὶ συνδετικὴν αὐτῶν πρὸς
ἄλληλα. καὶ ἐνταῦθα τοίνυν τῶν διαφόρων γενῶν οἷον οὐσίας καὶ συμβεβηκότος μέσον τι ἔσται καιὰ μέν τινας ὡς μετέχον ἀμφοτέρων τούτων,
κατ’ ἄλλους δὲ ὡς κεχωρισμένον ἀμφοῖν. ἄλλη δ’ ἂν γένοιτο δόξα τῶν λεγόντων μὴ μόνον συμπληρω τικὴν εἶναι τῆς οὐσίας τὴν διαφοράν, ἀλλὰ
καὶ μέρος αὐτῆς, ἤιοι τὴν κατὰ τὴν ἐμπερίληψιν τοῦ ὑποκειμένου θεωρου- μένην, μέρος οὖσαν τῆς κατὰ τὸ εἶδος οὐσίας ἢ συναλλοιουμένην ταῖς περὶ τὸ ὑποκείμενον σχέσεσιν, ὡς περὶ αὐτὸ ἔχειν πως αὐτὴν καὶ διατίθεσθαι
διαφόρως.
κειμένου κατηγορεῖσθαι οὔτε γὰρ τοὔνομα οὕτε τὸν λόγον ἔνεστι τῆς διαφορᾶς κατηγορεῖν τοῦ ὑποκειμένου δῆλον δὲ ἐντεῦθεν· τὸ πεζὸν ἓν μὲν σημαίνει τὴν ἕξιν αὐτὴν οἷον τὴν πεζότητα, ἕτερον δὲ τὸ μετέχον τῆς
ἕξεως ταύτης, ὅπερ οὐκ ἔστιν ἡ διαφορὰ ἀλλὰ τὸ διακείμενον κατ’ αὐτήν.
τούτων δὴ οὕτως ἐχόντων τὸ πεζὸν νῦν παρῶμεν (οὐ γὰρ τοῦτό ἐστιν 14 διαφορὰ τὸ διακείμενον κατ’ αὐτήν), αὐτὴν δὲ τὴν διαφορὰν λάβωμεν τὴν πεζότητα. ἆρ’ οὖν οἷόν τέ ἐστι κατηγορῆσαι τοὔνομα κατὰ τοῦ ὑποκειμένου τῆς διαφορᾶς, ὥστε φάναι τὸ ὑποκείμενον εἶναι πεζότητα, ἢ τὸν λόγον αὐτῆς, ὥστε τὸ ὑποκείμενον εἰπεῖν ἕξιν εἶναι ἀφ’ ἧς πεζοὶ γίνονται
οἱ μετασχόντες; οὐκ ἔστιν εἰπεῖν. οὐχ ὑγιῶς τοίνυν εἴρηται τοὔνομα καὶ τὸν λόγον τῆς διαφοράς δύνασθαι κατηγορεῖσθαι τοῦ ὑποκειμένου. διὸ οὐδὲ συνωνύμως ἄν ῥηθείη διαφορὰ κατὰ τῶν ὑποκειμένων. οὐ καθ’ ὑποκειμένου ἄρα εἴπερ τὰ καθ’ ὑποκειμένου συνωνύμως τῶν ὑπ’ αὐτὰ ἀτόμων κατηγορεῖται.
συνειλημμένον εἶναι διαφοράν. ἄλλο δέ ἐστι χωρίσαι τι τῇ ἐπινοίᾳ, ἄλλο
ὡς συνυπάρχον τῷ ὑποκειμένῳ συλλαβεῖν. ἐπεὶ οὖν καὶ ὁ Ἀριστοτέλης περὶ τοῦ ὁριστικοῦ λόγου λέγει ἐνταῦθα καὶ | τὸ συνωνύμως κατηγορεῖσθαι
ἐπὶ τῶν διαφορῶν εἴρηκε τῶν συνειλημμένων μετὰ τῆς ὕλης, καὶ ἡμεῖς οὕτως ἐκδεχόμεθα· τὸ μὲν γὰρ πεζὸν καὶ τὴν πεζότητα ἔχει, ἡ δὲ πεζότης ἐπίνοιά τις οὖσα μόνον ψιλὴ τὸ πεζὸν οὐ συνείληφεν. οὐ χρὴ οὖν
διαιεῖν τὸν κατὰ τὸ ὑποκείμενον εἶδος λόγον καὶ τὸν ὁριστικόν· εἰ γὰρ ὁ
ὁριστικὸς λόγος τὸ τί ἦν εἶναι δηλοῖ, τοῦτο δέ ἐστι τὸ εἶδος, οὐκ ἄλλος μὲν ἔσται ὁ καιὰ τὸ ὑποκείμενον λόγος, ἄλλος δὲ ὁ κατὰ τὸν ὅρον, ἐπεὶ καὶ ἄτοπον ἐν μὲν τῷ εἶναί τινι ὑπάρχειν, τὸ δὲ ὄνομα καὶ τὸν λόγον μὴ ἐπαληθεύεσθαι κατὰ τοῦ ὑποκειμένου. οὕτω μὲν οὖν ἡμεῖς ἀπηντήσαμεν
φαμὲν δὲ καὶ ἄλλην εἶναι λύσιν οὐκ ἀπόβλητον. ἐπεὶ γὰρ τὺ μάλιστα
ποιοῦν τὸ εἶδος ἡ διαφορά ἐστιν, ἀληθεύεσθαι εἴρηκε τῷ λόγῳ τῷ τὸν τοῦ ὑποκειμένου λόγον ὑπὸ ταύτης συμπληροῦσθαι καθ’ ὑποκειμένου οὖν λέγεται, ὡς ἐκεῖνοι βούλονται, ὅτι συμπληρωτική ἐστι τοῦ κατὰ τὸ ὑποκείμενον λόγου· ἄν γὰρ εἴπω φησὶ πεζότητα, ἐπὶ γῆς διὰ σκελῶν εἴρηκα
κίνησιν, ἡ δὲ ἐπὶ γῆς διὰ σκελῶν κίνησις καὶ τὸ πεζὸν καὶ τὸ οὕτως κινούμενον δηλοῖ. ταῦτα μὲν δὴ οὕτως. θαυμάζω δὲ τῶν Στωικῶν χωριζόντων τὰς ἕξεις ἀπὸ τῶν ἑκτῶν· ἀσώματα γὰρ μὴ παραδεχόμενοι καθ’ ἑαυτά, ὅταν ἐρεσχελεῖν δέον ᾖ, ἐπὶ τὰς τοιαύτας διαλήψεις ἔρχονται. εἰ δὲ οὐδ’ αἱ ποιότητες ἄνευ τῶν ποιῶν, οὐδ’ αἱ ἕξεις ἄνευ τῶν ἑκτῶν οὐδ’
15 αἱ διαφ,οραὶ ἄνευ τοῦ ὑποκειμένου θεωρηθήσονται, ἀλλὰ τῷ ὁριστικῷ ἑαυτῶν λόγῳ συμπληρώσουσι τὰ ὑποκείμενα.
ἐστι τοῦτο.
διόπερ προθεὶς τὴν λεγομένην ὑφ’ ἑτέρων προσέθηκεν ὕστερον ἣν αὐτὸς
ἐδοκίμαζε.
περὶ τῶν καθ’ αὑτὰ ἐπινοουμένων.
εἶδος, καθόσον ὥρισται καὶ ἕν ἐστιν ἀριθμῷ. εἰ δέ τις τὴν ὕλην ἀόριστον
οὖσαν μηδαμῶς τόδε τι εἶναι φήσει, ὑπομνήσομεν αὐτὸν ὡς οὐ περὶ τῆς ἀσχέτου ὕλης ἐστὶν ὁ παρὼν λόγος, περὶ δὲ τῆς σχέσιν ἐχούσης πρὸς τὸ εἶδος.
τῷ ὅλῳ οὐκ ἔστιν ἐναντίον· λόγος δὲ τούτου τοιοῦτος· τὸ ἐπιδεχόμενον τὰ ἐναντία οὐκ ἔστιν αὐτὸ ἐναντίον· εἰ γὰρ κατέχοιτο ὑφ’ ἑνὸς τῶν ἐναντίων, οὐκ ἄν δύναιτο καὶ πρὸς τὴν τοῦ ἑτέρου ἐναντίου καταδοχὴν
ἐπιτηδείως παρεσκευάσθαι, οἷον ψυχὴ #x003E; σῶμα ἢ ἄτομος οὐσία ἢ δευτέρα οὐσία εἴπερ ἐπιδέχοιτο τἀναντία, αὐτὰ καθ’ αὑτὰ οὐκ ἔσται ἐναντία. ἀλλ’
οὐδὲ ε.ἰ διαιροῖτό τι εἰς τὰ ἐναντία, ὥσπερ τὸ ζῷον, οὐδὲ οὕτως ἔσται 16 ἐναντίον· ἐκεῖνο δὲ περιέχει τὴν τῶν ἐναντίων διαίρεσιν, ὥστε οὐδὲν τούτων ἔσται ἐναντίον. γνοίη δ’ ἄν τις καὶ ἀπὸ τοῦ ὅρου τῶν ἐναντίων τοῦτο·
πλεῖστον γὰρ κεχωρίσθαι αὐτὰ ἀπ’ ἀλλήλων ἀφοριζόμεθα, ὡς δὲ νῦν λέγεται, περὶ τὴν αὐτὴν οὐσίαν τοῦ ζῴου ὑπάρχει. |
Ἀριστοτέλης;
ἐναντία ὑπάρχει, αἱ δ’ ὅλαι οὐσίαι πρὸς τὰς ὅλας οὐσίας οὐκ ἔχουσιν
ἐναντίωσιν, αἵ γε καὶ ἐπὶ τῆς αὐτῆς ὕλης συνυφεστήκασιν.
ἐστὶ πρὸς τὸν τινὰ ἄνθρωπον. εἰ δ’ ἀδύνατός ἐστιν ἡ τῶν ἀορίστων πρὸς τὸ ὡρισμένον ἐναντίωσις (ἓν γὰρ ἑνὶ δεῖ ὡρίσθαι ἐξ ἀνάγκης ἐναντίον οὐκ ὀρθὸν ἂν εἴη οὐδὲ οὕτως τὰς ἀντιθέσεις λαμβάνειν.
ἀληθὲς τὸ νῦν ἀποφαίνεσθαι αὐτὸν μηδὲν εἶναι οὐσίᾳ ἐναντίον;
οὐσίᾳ μὴ εἶναι ἐναντίαν ἐν τοῖς Φυσικοῖς πάλιν δέχεται αὐτῶν τὴν ἐναντιότητα. κοινῷ γὰρ χρῆται τῷ τῆς ἐναντιώσεως ὀνόματι καὶ ἐπὶ τῶν
ἄλλων ἀντιθέσεων. ἔστι μὲν οὖν καὶ αὕτη ἡ λύσις οὐκ ἀπόβλητος, ὡς ἔμοιγε δοκεῖ· κάλλιον δ’ εἴη ἄν καὶ Ἀριστοτελικώτερον μᾶλλον οὕτω λύειν τὴν ἀπορίαν ταύτην, ὅτι τὸ εἶδος τῇ στερήσει οὐχ ὡς οὐσία οὐσίᾳ ἀντίκειται,
κεῖται, ἀλλ’ ὡς τὸ ὂν πρὸς τὸ μὴ ὂν τῷ εἴδει ἢ ὡς ἀρχὴ πρὸς τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν πρὸς τὸ κακὸν ἕξει κατὰ παντελῆ ἀπόστασιν ἢ ὕφεσιν
τελέαν τὴν ἐναντίωσιν. οὕτω γὰρ ἡμῶν διαιρουμένων οὐσιῶν μὲν ἐναντίωσις 17 οὐ θεωρεῖται, ἄλλος δὲ ἐπὶ· τῶν ἀρχῶν ἐναντιώσεως διορισμὸς φανήσεται, ὃς οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος· οὐ γὰρ ἐν ὑπάρξει ἀμφότερα τὰ ἐναντία περιέχει, οὐδὲ μὴν γένη ὄντα αὐτὰ περιέχεται, ἀλλ’ ὅτι τὸ μὲν ἐν ἰῷ
εἶναι, τὸ δ’ ἐν τῷ μὴ ἔστιν.
χρείαν. ἐπεὶ γὰρ τῶν γενικωτάτων οὐκ ἔνεστιν ἐκ προτέρων καὶ αἰτιω- τέρων ποιήσασθαι ἀπόδειξιν, ἀλλ’ ἀνάγκη τελείαις διαιρέσεσι πάντα διαιρουμένους
τὰ ὑπ’ αὐτὰ θεωρεῖν τὴν κοινότητα αὐτῶν, † ῇ παραλλάττει. ὡς φέρε ὅταν τὸ ζῷον διαιρῶμεν εἰς λογικὸν ἄλογον ἢ ὑπόπουν καὶ ἄπουν ἢ δίπουν καὶ τετράπουν ἢ ὅσας ἄλλας ἐπιδέχεται διαιρέσεις, εἶτα
μηδεμίαν αὐτῶν εὑρίσκοντες ἐκβαίνουσαν τοῦ ζῴου ἰὴν ταυτότητα ἰοῦ γένους οὐκ ἐξ ἐπαγωγῆς ἀλλ’ ἐκ ἰῆς τελείας διαιρέσεως λαμβάνομεν. ὥσπερ
οὖν ἐπὶ τῶν ἄλλων ἡ διαίρεσις τὸ κοινὸν ἐν τοῖς ὑπ’ αὐτὸ τεμνομένοις φυλάττει, οὕτως καὶ ἐπὶ τῶν οὐσιῶν νῦν δείκνυται. εἰ γὰρ ἁ οὐσίαι μὲν πᾶσαι νῦν διαιροῦνται ἀνελλιπῶς εἰς τὰς πρώτας καὶ δευτέρας οὐσίας, μηδέτεραι
δὲ τούτων ἔχουσι ἰὴν ἐναντίωσιν (ἡ γὰρ διαίρεσις τελεία οὖσα τὰ ὑπὸ ἰὴν οὐσίαν περιελάμβανεν), ὥστε οὐ μόνον ἡ τὶς οὐσία τινὶ ἀλλὰ
καὶ ἀπλῶς πάσῃ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον. ἀπαντήσειε δ’ ἄν τις καὶ οὕτως· ὅταν τι τῶν κατ’ οὐσίαν συμπληρούντων λήφθη, εὐθὺς τοῦτο ὅπερ ἐφ’ ἑκάστου ἐπὶ τοῦ παντὸς ἀληθὲς ἀποδείκνυται, οἷον τὸ λογικὸν ἐφ’
ἑκάστου τε τοῦ ἀνθρώπου καὶ ἐπὶ παντός, καὶ τῇ οὐσίᾳ τοίνυν εἴπερ κατ᾿ οὐσίαν ὑπάρχει τὸ μηδεμίαν σχέσιν ἐναντιώσεως ἔχειν, οὐκ ἐπὶ τινὸς ἀλλὰ
καὶ ἐπὶ πασῶν ἀληθὲς ἔσται.
μᾶλλον οὐσία διώρισται ἡ τοὐ εἴδους παρὰ τὴν τοῦ γένους, νυνὶ δὲ οὐ λέ- γεται μᾶλλον καὶ ἧττον εἶναι.
κατὰ συμβεβηκός· τὸ γὰρ μᾶλλον εἶναι τὸ εἶδος ἢ τὸ γένος οὐχ ᾗ οὐσία, οὐδ’ ὅπερ ἐστὶν ἕκαστον, κατὰ τοῦτο ἐπιδέχεται τὸ μᾶλλον, ἀλλ’ ᾗ ἐγγυτέρω τῆς ἀτόμου οὐσίας προχωρεῖ, τὸ δὲ ἧττον ὑφεστηκὸς πορρωτέρω αὐτῆς ἀφέστηκε. τοῦτο δὲ συμβέβηκεν ἄλλως· νυνὶ δὲ καθό ἐστιν ἑκάστη 18 τοῦτο ὅπερ ἐστίν, οὔ φησὶ λέγεσθαι αὐτὴν μᾶλλον οὐδ’ ἧττον. οὐκ ἄρα
ἐναντία λέγεται τὰ παρόντα τοῖς πρὸ τούτων.
τὸ διάφορον τοῦ μᾶλλον λογικοῦ παρέχει τὸ λογικώτερον τῷ ἀνθρώπῳ, οὐ κατὰ τὴν ἀνθρωπότητα καὶ τὸ δύνασθαι εἶναι λογικῷ τὸ εἶναι αὐτῷ ὁμοίως πάρεστιν. ἔστιν ἄρα οὗτος μὲν ὁ αὐτός , ἡ δὲ ἐνέργεια τοῦ λογικοῦ τὸ
μᾶλλον καὶ ἧττον προσλήψεται. ἐπαινῶ μὲν οὖν καὶ ταύτην τὴν λύσιν·
εἰ δὲ δεῖ κατὰ τὴν Ἀριστοτέλειον δόξαν βαθύτερον αὐτὴν ἀποδοῦναι, οὕτως ἂν θεωρητικώτερον δείξαιμεν τὸ ζ·ητούμενον· πέφυκε μεθ’ ἑκάστου τῶν εἰδῶν καὶ τὸ ποιὸν συνυφίστασθαι, ἕτερον μὲν ὂν τοῦ εἴδους, ἠρτημένον δὲ ἀπ’ αὐτοῦ· καὶ τὸ μὲν εἶδος μέρος ὂν τῆς συνθέτου οὐσίας καὶ ἀτόμου
συμπληρωτικόν ἐστιν αὐτῆς καὶ οὐδέποτε ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον,
αἱ δὲ συντρέχουσαι τοῖς εἴδεσι ποιότητες, ὅπου μὲν ἡ λογική, ὅπου δὲ ἡ θερμότης, ὅπου δὲ ἡ ξηρότης δέχεται τὸ μᾶλλον, καὶ οὕτως οὐκ | ἔστιν ἡ
φαινομένη αὕτη κατὰ τὸ μᾶλλον ὑπεροχὴ τοῦ εἴδους ἀλλὰ τῆς ποιότητος, ἐπεὶ καὶ ὁ σπουδαῖος ὅταν μᾶλλον ἄνθρωπος λέγηται, οὐχ ᾗ ἄνθρωπος
ἀλλ’ ὡς οὕτως διακειμενος ἐπιτείνεται. τοῦτο δὲ οὐκ οὐσίαν ἀλλὰ ποιὸν σημαίνει, ὥστε ἡμῖν ἀληθῶς φαίνεσθαι ἔχον τὸ μὴ εἶναι οὐσίαν οὐσίας
μᾶλλον καὶ ἧττον.
πᾶν ὅπερ ἄν ἐπαγγέλληται ψεύδεται, κἂν μέγα φαντασθῇ μικρόν ἐστι, κἂν μᾶλλον ἧττόν ἐστιν;
εἰς τὴν ὕλην πάσας τὰς τοιαύτας παραλλάξεις λαμβάνουσαν κατ’ αὐτὴν τὴν σχέσιν τοῦ εἴδους, πρὸς ὅπερ ὑφίσταται ἄλλως καὶ ἄλλως ἔχουσα. καθὸ 30 μὲν γὰρ μᾶλλον αὐτὴν τὸ εἶδος κρατεῖ, ἐνεργότερον φαίνεται, καθὸ δ’ ἧττον, ἀμυδρότερον καὶ αὐτὸ εἰς τὴν ὕλην διαείκνυται. αὐτὴ μέντοι καθ’ ἑαυτὴν
οὐδαμῶς ἡ ὕλη διαφέρει κατ’ οὐδὲν τούτων· δυνάμει γὰρ πάντα ἐστίν ὡσαύτως καὶ τὴν ἴσην πρὸς ὅλα τὰ ὄντα ἔμφασιν καὶ ὑποδοχὴν τῆς οὐσίας παρέχεται.
τῷ ἐν ἑαυταῖς εἶναι μένειν καθ’ ἕνα ὅρον ἀποφαινόμενοι, τὰς δὲ ποιότητας
τῷ ἐν ἑτέροις ἔχειν τὸ εἶναι μετ’ ἐκείνων συναλλοιοῦσθαι, εἰκότως ἄρα αἱ μὲν οὐσίαι οὔτε ἀφ’ εαυτῶν οὔτε ἀπ’ ἄλλων δέχονται τὴν ἐπίτασιν, αἱ δὲ ποιότητες ἀπὸ τῶν ὑποκειμένων ἐν οἷς ἐγγίγνονται κατὰ τὸ μᾶλλον καὶ
ἧττον ἐπιτείνονται.
ἀμφιβάλλοντα καὶ μὴ ἀποφαινόμενον; τὸ γὰρ ἴδιον τῆς οὐσίας ἀποδι | δούς
φησι· μάλιστα αὐτῆς ἴδιον δοκεῖ εἷναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὄν τῶν ἐναντίων εἶναι δεκτικόν. Φημὶ δὴ ὅτι τοῦ ἰδίου πολλαχῶς λεγομένου, κυρίως δὲ τοὺ παντὶ καὶ μόνῳ ὑπάρχοντος νῦν τὸ δοκεῖ πρόσκειται δεικνυμένου αὐτοῦ, ὅτι τῆς
καθόλου οὐσίας καὶ τῆς πρώτης οὐχ οἷόν τε τοῦτο εἶναι ἴοιον, ὡς πέφυκε τὸ ὄντως ἴδιον ὑπάρχειν, καὶ ὅτι ἴδιον οὕτως λέγεται οὐχ ὡς πάσῃ ὑπάρχον καὶ τῇ καθόλου καὶ τῇ κατὰ μέρος, ἀλλ’ ὅτι ἐν μόνῃ ταύτῃ ἐστὶ τὸ τοιοῦτον ἴδιον, ἐν οὐδεμιᾷ δὲ ἄλλῃ τῶν κατηγοριῶν. οὕτως γὰρ καὶ τὸ πῦρ λεπτομερέστατον λέγεται, οὐχ ὅτι πᾶν πῦρ ὁμοίως λεπτομερέστατον,
ἀλλ’ ὅτι ἐν τῷ πυρί ἐστι τὸ λεπτομερέστατον. καὶ ἐνταῦθα οὖν, ἐπειδὴ εἴ τί ἐστιν ἄτομον δεκτικὸν τῶν ἐναντίων, ὑπὸ τὴν οὐσίαν ἐστί, διὰ τοῦτο ἴδιον δοκεῖ εἶναι καὶ τῆς ἁπλῶς οὐσίας τὸ δεκτικὸν τῶν ἐναντίων. γνωσόμεθα δὲ τοῦτο σαφέστερον ἀπὸ τῆς ἀντιστροφῆς· εἴτε γὰρ οὐσία ἐστί, δεῖ τι εἶναι ἐν αὐτῇ ἄτομον ἓν ὄν ὃ καὶ ταὐτὸν ὑπάρχον τῶν ἐναντίων ἀνὰ
μέρος ἐστὶ δεκτικόν, εἴτε ἓν ὂν καὶ ταὐτὸν τἀναντία δέχειαι, οὐσία ἐστίν. οὕτως· οὖν ἔσται ἴδιον ὡς ἐπὶ μηδενὸς τῶν ἄλλων λεγόμενον, ἐπὶ μόνης δὲ τῆς οὐσίας καὶ ἀπὸ ταύτης ἐπὶ τῶν ἀτόμων.
ὑπάρχει τοῦτο ἴδιον.
γὰρ διὰ τὴν ἄτομον οὐσίαν καὶ τῷ ἐν αὐτῇ εἶναι αἱ δεύτεραι οὐσίαι λέγονται τὰ ἐναντία δέχεσθαι, διὰ τοῦτο τὸ· ἴδιον αὐτῶν κυρίως ἀφώριστο δηλῶν ὅτι οὐχὶ τοῦ ἁπλῶς καὶ ἐν ἐπινοίᾳ ἀνθρώπου οὐδὲ τοῦ κοινοῦ καὶ
καθ᾿ ἑαυτὸ νοουμένου ζῴου τὸ ἴδιον νῦν ἀφορίζεται, ἀλλὰ τοῦ κατατεταγμένου καὶ ἐν ὑπάρξει καὶ ἐν τῷδε ὄντος· ὁ γᾶμέν τοῖς καθ’ ἕκαστον θεωρούμενος ἄνθρωπος καὶ τὸ ζῷον τὸ ἐν τοῖς κατὰ μέρος ἤδη κατατεταγμένον τὸ τοιοῦτον ἴδιον ἐπιδέχεται.
χεῖρον ἀνθυπφέρων λέγῃ· οὔκουν ἔσται μόνης τῆς οὐσίας ἴδιον τὸ εἰρημένον, καὶ γὰρ αἱ ἕξεις καὶ αἱ διαθέσεις τῶν ἐναντίων εἰσὶ δεκτικαί· τί πρὸς αὐτὸν ἐροῦμεν; ἕξις μὲν γὰρ καὶ διάθεσις καὶ πρᾶξις λέγεται φαύλη
καὶ σπουδαία, κίνησις δὲ ταχεῖα καὶ βραδεῖα γίνεται, ὥστε οὐ μόναις ὑπάρχει ταῖς οὐσίαις τὸ ἐπιδεκτικὸν τῶν ἐναντίων ἀλλὰ καὶ ἄλλοις πλείοσιν.
μῶν ὡς γένη καὶ εἴδη θεωροῦντες δεκτικὰ τῶν ἐναντίων ἀνὰ μέρος ἐλέγομεν, ἀλλ’ ὡς ἐν τοῖς ἀτόμοις θεωρούμενα καὶ ὡς συνυπάρχοντα τοῖς ἀτόμοις. ἄλλως οὖν θεωρεῖται ἐπὶ τῶν οὐσιῶν τὸ ἀνὰ μέρος τῶν ἐναντίων
εἶναι δεκτικόν, ἄλλως ἐπὶ κινήσεως καὶ πράξεως καὶ διαθέσεως καὶ τῶν τοιούτων. ἡ μὲν γὰρ οὐσία μία καὶ ἡ αὐτὴ οὖσα οἷον ὁ Σωκράτης
τὰ ἐναντία ἐπιδέχεται παρὰ μέρος, ὥστε καὶ τὸ εἶδος ὁ ἄνθρωπος καὶ τὸ γένος τὸ ζῷον τὰ ἐν αὐτῷ θεωρούμενα δέξεται τὰ ἐναντία ἀνὰ μέρος διὰ τὸ καὶ τὸν Σωκράτην εἶναι ἄνθρωπον καὶ ζῷον. ἐπὶ δὲ τῶν ἄλλων οὐχ
οὕτως συμβαίνει· ἥδε μὲν γὰρ ἡ πρᾶξις οἷον ἡ Ἀριστείδου καλή, ἥδε δὲ φαύλη οἷον ἡ Εὐρυβάτου, ὁμοίως καὶ ἡ ἕξις καθ’ ἣν ἡ πρᾶξις, ἥδε μὲν
σπουδαία, ἥδε δὲ φαύλη. ἄλλαι οὖν καὶ ἄλλαι εἰσὶ γιγνόμεναι σπουδαῖαι καὶ φαῦλαι συμμεταβάλλουσαι ἐν τῷ ἑνὶ τῶν ἐναντίων, οὐχ αἱ αὐταὶ ὥσπερ | αἱ ἄτομοι οὐσίαι ὑπομένουσαι τὴν τῶν ἐναντίων μεταβολήν. ὥσπερ
γὰρ φέρε τὰ τέσσαρα ἐὰν ἀποβάλλῃ τὸ τέσσαρα εἶναι, οὐδὲ ἄρτιά ἐστιν, 21 οὔτω καὶ πρὰξις φέρε ἡ καλὴ οῖον ἡ Ἀριστείδου ἀφαιρεθεῖσα τοῦ εἰναι καλὴ καὶ δικαία οὐδὲ πράξις ἔτι εἶναι λέγεται Ἀριστείδου, ἢ πάλιν ἡ Εὐρυβάτου
τὸ κακὴ εἶναι μηκέτι ἔχουσα οὐδὲ πρᾶξις Eὐουβάτου εἶναι λέγεται. εἰ μὲν γὰρ ἠδύνατο ἡ καλὴ πράξις φςοέρε ἡ Ἀριστείδου καὶ κακὴ γενέσθαι.
ἀπολέσασα τὸ καλὸν ἠδύνατο μένειν πρᾶς̔̔ις· ἐπεὶ δὲ τοῦ ὅπερ ἐστὶ καλὴ πρᾶξις ἐὰν ἀφαιρεθῇ, οὐκέτι οὐδὲ ὀνομάζεται καθ’ αὑτήν, εὔδηλον ὡς ἑνὶ μόνῳ συνουσίωται τῷ καλῷ, καὶ πάλιν ἡ φαύλη τῷ κακῷ. αἱ μέντοι
οὐσίαι διαμένουσιν αἱ αὐταὶ τῶν ἐναντίων μεταβαλλόντων.
ἑαυτό, καὶ οὐ κατ’ ἄλλο ἀλλὰ κατὰ τὴν ἐν αὐτῇ μεταβολήν.
μὴν οὐρανὸς οὐκ ἂν σταίη οὐδέποτε, στάσις δὲ κινήσει ἐναντία. ἀλλὰ καὶ τὸ πῦρ τῶν φθαρτῶν ὂν θερμότητος μέν ἐστιν ἐπιδεκτικόν. ψυχρότητος δὲ
οὔ, καὶ ἡ χιὼν ψυχρότητος μέν ἐστιν ἐπιδεκτική, θερμότηιος δὲ οὔ.
περιεχούσης τὸ ἀμετάβληιον τῶν εἰδῶν. ἔτι ἐπιδεκτικὴν εἶναι τῶν ἐναντίων φησίν, ἀλλ’ οὐχὶ οὐσιῶσθαι ἐν τοῖς ἐναντίοις· τὸ δὲ πῦρ οὐκ ἐδέξατο τὴν θερμότητα, ἀλλ’ ἔστιν αὐτοῦ ἐν τῇ οὐσίᾳ ἡ θερμότης. οὐδὲν δὲ ἑαυτὸ ἐπιδέχεται, ἀλλὰ τῶν ἔξωθέν τι, οἷον τὸ ὕδωρ θερμότητα ἐπιδέχεται ἐπίκτητον οὖσαν ποιότητα, ὑγρότητα δὲ οὐκέτι (σύμφυτος γάρ ἐστιν αὐτῷ), 25 καὶ ἡ γῆ ὑγρότητα μὲν ἐπιδέχεται | ὡς ἄν ἐκτὸς οὖσαν ποιότητα, ξηρότητᾷ
δὲ οὐδαμῶς· τῇ γὰρ οὐσίᾳ αὐτῆς συνυπάρχει καὶ τὰ οὐράνια τοίνυν ἐν τῇ κυκλοφορίᾳ τὸ εἶναι ἔχει καὶ οὐκ ἂν ἔχοι τινὰ παραδοχὴν τῆς ἐναντιώσεως. ἔτι οὐδὲ ποιότητές εἰσιν αἱ τοιαῦται ἰδιότητες, ἀλλ’ οὐσιώδεις διαφοραὶ καὶ συμπληρωτικαὶ τῆς οὐσίας, ὥστε οὐκ ἂν μένον τι ἐξίσταιτο
τῶν κατ’ οὐσίαν ὑπαρχόντων. οἷς οὖν μὴ φύσει καὶ ἀχωρίστως θάτερον ὑπάρχει, ταῦτα δεκτικά ἐστι τῶν ἐναντίων.
22 τὰ ὲναντία, ἀλλὰ κατὰ τὰς ὑποκειμένας ὰτόμους σὺσίας, οὔτως οὺδὲ αἱ ἕξεις καὶ αἱ διαθέσεις καὶ αἱ κινήσεις καθ’ ἑαυτὰς δέχονται τὰ ἐναντία, ἀλλὰ κατὰ τὰ ὑποκείμενα αἰσθητά.
ὑπόκειται πανταχοῦ πᾶσι καὶ περὶ αὐτὴν καὶ ἐν αὐτῇ πάντα ὑπάρχει,
ὥστε καὶ περὶ αὐτὴν τὰ ἐναντία ἐστί, τῶν δὲ ἄλλων οὐδενὶ τὸ ἐπιδεκτικὸν ὑπάρχει. οὐδὲ γὰρ πρὸς τὴν οἰκείαν ὑπόστασιν ἐξήρκει ἑαυτοῖς τὰ συμβεβηκότα, ἀλλ’ ἑτέρας ὑποβάθρας δεῖται πρὸς τὸ εἶναι, καὶ οὐδὲ τὴν ἀρχὴν ὑπόκειται οὐδενί· πῶς ἂν οὖν δέχοιτο τὰ ἐναντία ἅ γε οὐδὲ ὑπομένε;
τὸ μὲν γὰρ ὑποκείμενον οἷον τὸ σῶμα λευκὸν καὶ μέλαν γίγνεται
μένον σῶμα, τὸ δὲ χρῶμα οὔ, οὐδὲ ὅταν ἐκ λευκοῦ μέλαν γένηται, τὸ λευκὸν παρὸν δέχεται τὸ μέλαν, ἀλλὰ τὸ μὲν οὐκέτι ἐστὶν οὐδὲ μένον παραδέχεται τὴν ἐναντίαν πρὸς ἑαυτὸ μορφήν, ἀλλ’ ἐξίσταται, τὸ δὲ ἐγγίγνεται. καὶ τὸ μὲν ζῷον καὶ ὁ ἄνθρωπος ἐπειδὴ ὑπομένει, δέχεται τὰ ἐναντία,
καθόσον εἰσὶν οὐσίαι ἐν τῷ τινὶ ἀνθρώπῳ, τὸ δὲ χρῶμα οὐχ ὑπομένει,
διὰ τοῦτο οὐκ ἐπιδέχεται· ὅταν γὰρ ἀπίῃ τὸ λευκόν, συναπέρχεται σὺν αὐτῷ καὶ τὸ χρῶμα καὶ οὐκέτι ἔσται, καὶ ἅμα τῷ παραγίνεσθαι τὴν μελανίαν πα ραγίνεται ἡ ἐπ’ αὐτῇ χροιά, ἢ εἰ μὴ τοῦτό ἐστιν ὅτε ἐστίν, οὐ
μέντοι μένον τὸ χρῶμα τὰ ἐξιόντα καὶ εἰσιόντα δέχεται.
δὲ ἄλλως αὐτῇ παρηκολούθηκε, δεδήλωκε.
κατὰ τὴν αἰσθητὴν οὐσίαν ἀπαιτεῖ, ὃ μέλλει ταὐτὸ παρέχειν πᾶσιν οὐσίας εἶδος, οὐ προσποιεῖται δέ, ὅτι συμπεφορημένης ταύτης οὔσης δεῖ καὶ τὰ
ἰδιώματα τοιαῦτα εἶναι, ὁποία αὐτή ἐστιν. ἐπεὶ καὶ νῦν ὁ Ἀριστοτέλης βουλόμενος ἐνδείξασθαι τὸ συμπεφορημένον καὶ μὴ ἀληθινὸν τῆς ἐνύλου καὶ συνθέτου καὶ ἐν γενέσει οὐσίας διὰ τῆς μεταβολπῆς τῆς εἰς τὰ ἐναντία
ἐποιήσατο τὴν ἀπόδοσιν, ὥστε τὸ σύνθετον τῆς οὐσίας καὶ κατὰ πλῆθος 23 θεωρούμενον λογιζόμενος οὕτως καὶ τὸ ἴδιον αὐτῆς θεωρεῖ, ὥστε καὶ τῇ
φύσει αὐτῆς καὶ τῇ τοιαύτῃ ὑποστάσει ὀφεῖλον συνυπάρχειν. εἰ μὲν οὖν ποτὲ μὲν εἶχε τὸ τῶν ἐναντίων ἀνὰ μέρος δεκτικόν, ποτὲ δὲ μὴ εἶχε, συμβεβηκὸς ἄν ἦν τοῦτο· ἐπεὶ δὲ δυνάμει ὑπάρχει αὐτῇ τὸ πρὸς τἀναντία
αὐτὴν ὑποκεῖσθαι, τοιαύτη δέ ἐστι καὶ ἡ σύνθετος οὐσία ὡς πάντων μετέχειν τῶν εἰδῶν καὶ συμπεφορῆσθαι ἐκ τῶν εἰς τὴν ὕλην ἐρχομένων
πάντων, εἰκότως τῷ συνθέτῳ αὐτῆς καὶ ἡ πρὸς τὰ ἐναντία ὑποδοχὴ συνελήλυθεν.
οὐδ’ ἄνευ ποιότητος, πῶς τὰ συμβεβηκότα αὐτῆς χωρίζομεν. ἔστω δὲ τὸ λεγόμενον ἐπὶ παραδείγματος τοῦ πυρὸς οὐσίας λεγομένης ἐὰν τὸ
ξηρὸν καὶ θερμὸν θελήσωμεν χωρίσαι, οὐκ ἔτι ἔσται τὸ ὅλον οὐσία, ἀλλά τι αὐτοῦ μέρος· τοῦτο δέ ἐστιν ἡ ὕλη, ὥστε μόνη ἡ οὐσία εὑρεθήσεται
ἡ ὕλη.
ἀλλήλοις καὶ μετ’ ἀλλήλων τὸ ὁπωσοῦν ὑφεστάναι ἐχόντων, δεύτερον δέ, ὅτι τὸ θερμὸν καὶ τὸ ξηρὸν καὶ τὰς κατ’ εἴδη συμπληρωτικὰς διαφορὰς
ὡς χωριστὰς ποιότητας διαλαμβάνει, καὶ τὴν κατὰ τὸ εἶδος οὐσίαν οὐ προσποιεῖται οὐδὲ ὅτι ἡ πρώτη ὑπόστασις τῆς συνθέτου οὐσίας ἐξ ὕλης ἐστὶ
καὶ εἴδους, ὥσπερ ἐν τοῖς Φυσικοῖς δείκνυται. τῶν δὲ ἐπεισιόντων αὐτῇ αἱ μὲν οὐσιώδεις ποιότητες συμπληροῦσιν αὐτὴν καὶ συνυφιστᾶσιν, αἱ δὲ ὡς χωρισταὶ ἐπιγίγνονται. ἀπὸ· γὰρ τούτων προῆλθεν εἰς ὑπόνοιαν τοὐ
νομίζειν εἶναι τὴν ὕλην κυρίως οὐσίαν κατὰ Ἀριστοτέλην. τὸ δὲ οὐχ οὕτως ἔχει· ἔδειξε γὰρ ἐν τοῖς Φυσικοῖς, ὅτι τὸ εἶδος μάλιστά ἐστιν ἡ
οὐσία. ἔπειτα οὐδὲ αἱ ποιότητες αἱ οὐσιώδεις, αἳ ὑπάρχουσι μετ’ αὐτῆς; χωρίζονται, ἀλλὰ δυνάμει ἐκείνην τηροῦσιν (ἡ μὲν γὰρ τούτων σύνοδος ὅλον ὑφίστησι), μένει μέντοι ἡ ὕλη δυνάμει, κἄν τὰς οὐσιώδεις ποιότητας
κἂν τὰ χωριστὰ δέχηται. τὸ οὖν οὐκ ἄνευ μεγέθους καὶ οὐκ ἄνευ ποιό- τητος τὴν αἰσθητὴν οὐσίαν θεωρεῖσθαι λέγεται μὲν ὀρθῶς, οὐκέτι μέντοι
ὅπερ ἐστὶν ἀληθὲς τοῦτο προστιθέμενον ἔχει τὸ ὅτι κἄν τὰ εἴδη τῇ ἐπι- νοίᾳ χωριζόμενα, ἀλλ’ ἡ ὕλη δυνάμει μένει ἐμφανταζομένη τῇ τῶν εἰδῶν συνόδῳ; ὥστε εἰ μηδὲ εἶναι ἄνευ τῶν εἰδῶν ἡ. ὕλη δύναται, κυριωτέρα
ἐστὶν οὐσία ἡ κατὰ τὸ εἶδος.
μεταβολὴν τὴν κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι· λόγου γὰρ αὕτη ἔναν· τίωσις καὶ τῆς δόξης αὐτῆς. ἐπεὶ ὥρα γε λέγειν μηδὲ τὴν ψυχὴν
δεκτικὴν εἶναι τῶν ἐναντίων, ἐπεὶ οὐ δέχεται τὸ λευκὸν καὶ μέλαν (οὐδὲ γὰρ πέφυκε τούτων εἶναι ἐπιδεκτική), ἀλλ’ ἐπιδέχεται ἃ πέφυκε |
δέχεσθαι οἶον φρόνησιν καὶ ἀφροσύνην, διὰ τοῦτο ἔσται περὶ αὐτὴν ἡ
οἰκεία ἐναντίωσις· οὕτως οὗν καὶ ἐνταῦθα, ὡς ὁ λόγος δέχεται. τὰ ἐναντία καὶ ἡ δόξα, τοῦτ’ ἔστιν τὴν κατὰ τὸ ἀληθὲς καὶ ψεῦδος δεχόμενα μεῖα
βολήν, οὐ μέντοι τὴν κατὰ τὸ καθῆσθαι ἢ μὴ καθῆσθαι. ἔσται οὖν περὶ
αὐτὰ κατὰ μεταβολὴν ἡ ἐναντίωσις τὴν προσήκουσαν τῷ λόγῳ καὶ τῃ σοζῃ.
κατὰ τὸ πρός τι ἐπιδέχεται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ γὰρ τὸ σύμφωνος
φῶνος ἢ ἀσύμφωνος εἶναι τοῖς πράγμασιν ἀληθεύειν ἢ ψεύδεσθαι λέγεται. ὥσπερ οὖν ἐν τοῖς πρός τι μηδεμιᾶς ἐν αὐτοῖς μεταβολῆς γενομένης ὁ δεξιὸς ἀριστερὸς γίγνεται τῷ ἄλλον μετακινηθῆναι, οὕτω καὶ ἐνταῦθα οὐ τῷ παθεῖν τι τὸν λόγον ἢ μεταβάλλειν τὴν δόξαν ἐξ ἀληθῶν ψευδῆ γίγνεται,
ἀλλὰ μένοντα ἀκίνητα διὰ τὴν τῶν πραγμάτων μεταβολὴν δοκεῖ ἄλλοτε
ἄλλως ἔχειν εἰ δ’ ἄρα τις καὶ δοίη λόγου ὡς λόγου καὶ δόξης εἶναι τὰς τοιαύτας μεταβλάς, ἔσται μὲν ἡ μεταβολὴ κατὰ τὸ ἀληθὲς καὶ ψεῦδος, οὐ μέντοι τῷ αὐτὰ παθεῖν· μένει γὰρ ἀκίνητα.
ἀλλ’ ὅμως οὐ παρίστησι τί ἐστιν ἡ οὐσία· τίνι γὰρ ἐπερείσαντες τὴν διάνοιαν
τὰ μὲν οὐσίας λέγομεν, τὰ δὲ πάθη; εἰ μὲν τῷ τόδε εἶναι καὶ τῷ μὴ ἐν ἄλλῳ ὑπάρχειν, τὸ εἶδος καὶ τὸ γένος τοῦτο οὐχ ἕξει· κατὰ μὲν γὰρ τῆς ἀτόμου οὐσίας τὸ εἶδος λέγεται, τὸ δὲ γένος κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου.
συμβεβηκός, ὅ τι μὲν ἄλλῳ, ἀλλ’ ὡς γένος, ὅ τι συμπληρωτικὸν τοῦ ὑποκει- μένου καὶ ὡσαύτως περὶ αὐτοῦ λεγόμενον. ἔπειτα ὃ πολλάκις εἰρήκαμεν πρὸς τὸν ἄνδρα, κἀκεῖνο προστίθεμεν, ὡς οὐ χρὴ τὴν ἀσώ ματον οὐσίαν
ἐπιζητεῖν ἐπὶ τῶν σωμάτων οὐδὲ τὸ καθ’ ἑαυτὸ καὶ ἓν κεχωρισμένον ἐπὶ τῶν μὴ δυναμένων ἐπιδέχεσθαι ταῦτα. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς τῶν ἀνωτάτω γενῶν οὐχ οἷοντε ἀκριβεῖς ὅρους ἀποδιδόναι οὐδὲ τὴν οὐσίαν αὐτῶν τελέως πᾶσαν περιλαβεῖν δυνατόν· πᾶσα γὰρ ἀπὸ τῶν ὑστέρων γίνεται
τᾶι ἡ περὶ αὐτῶν διδασκαλία ὑπομνήσει μᾶλλον ἐοικυῖα καὶ ὑπογραφῇ. οὐδεῖ
τοίνυν πλέον ἐπιζητεῖν παρὰ τοῦ λόγου ἢ ὅσον ἐπιδέχεται ἡ τῶν πραγμάτων σαφήνεια, ὥστε ἐξαρκεῖ καὶ τὸ ἴδιον ἀποδοῦναι, ἀφ’ οὗ εἰ κατ’ οὐσίαν αἱ λέξεις κατηγοροῦνται, ἔνεστι μαθεῖν.
In Aristotelis Categorias Commentarium. Dexippus. ed. Adolf Busse. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.