ΔΕΞΙΠΠΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΤΩΝ ΕΙΣ ΤΑΣ ΑΡΙΣΤΟ TEΛOYΣ KATHΓOPIAΣ ΑΠΟΡΙΩΝ IE ΚΑΙ ΛΥΣΕΩΝ < ΠΡΩΤON>
1<ἢ νοήμαιος> ;
νύμων καὶ παρωνύμων οὐκ εἴρηκεν ;
τῶν κατηγοριῶν ἀπόδοσιν ἐπήνεγκεν;
μόνον τὸ κοινὸν;
ὑπάρχει τὸ ὄνομα τοῖς ὁμωνύμοις·
ὐτῶν ἐν τῇ οὐσίᾳ μόνῃ ὁμώνυμα περιοπιζει;
καὶ τούτων δὲ λύσεις·
τὰς τοῦ κατηγορουμένου διαφορὰς καὶ τὰς ὑποκειμένου:
τὸ ὄν.
τηγορίας ἀποριῶν τεκαὶλύσεων τὸ πρῶτον. ἔστι δὲ δ̔͂ιαλογιικον τὸ σύγγραμμα καὶ τὰτοῦδιαλόγου πρόσωπααὐτὸς- ο.υτοςΔεξιπ- ποζ καὶ Σέλευκος.
πείθομαι
τηλικοῦτος ὢν εὐμαθίᾳ καὶ πραότητι διαφερόντως ἐκλάμπεις, ἐμβριθῶς τε πρὸς τὰς μαθήσεις ἀπαντᾷς ἀσφαλῶς τε καὶ ἀπταίστως ,ταύτας φυλάττεις. ὑπὸ δὲ ἀγχινοίας καὶ ὀξύτητος κινούμενος πολὺ τοὺς ἄλλους ὑπερπηδᾷς ταῖς ἐρωτήσεσι, καὶ νῦν δὲ ἕτοιμός σοι πείθεσθαι σπουδαίως, ἔχοντι περὶ
τὰ μαθήματα. οὐδενὸς μὲν γὰρ τῶν ἐκ τῆς ἀγαθῆς τύχης ἐνδεως, ἔχεις, ἀλλὰ καὶ τὰ ἐκ γένους καὶ δόξης ὑπάρχει σοι, ὅσα μηδενὶ τῶν καθ ἧμας· ἐπαινῶ δέ σου τήν τε τῆς φύσεως ἐπιτηδειότητα πρὸς πάντα ἀνηγμένην τὰ καλά, καὶ ὅτι τῶν μὲν ἄλλων, τῶν ἔξωθεν ὑπερχόντων, ὑπερφρονεῖς. παιδείας δὲ ἐρᾷς καὶ τοὺ μανθάνειν ἀκορέστως ἔχεις· ὥστε ὅτι βούλει·
τῶν εἰς λόγους ἡκόντων, ἐπίταττε. |
τὰ ἀμφισβητούμενα διαλῦσαι πειράθητι·
σοφῇ τε καὶ καλῇ βαρεῖά μοι καὶ χαλεπὴ φαίνεται (τί γὰρ οὐ ὸει· τἀληθῆ 5 λέγειν ;) καὶ τὸ σῶμά μοι νόσοις ἐκτέτηκεν. ἡδέως μήν σοι πείθομαι, πόρρωθεν δὲ ὥσπερ οἱ δειλοὶ τῶν ἀγωνιστῶν ὁμολογεῖν ἔγνωκα. ὅτι Πλωτίνῳ τῷ Πλατωνικῷ φιλοσόφῳ ἀντιλέγειν χαλεπὸν οὕτω βαθέως ἡπορηκότι. οὐ μὴν ἀλλὰ
κατὰ τὸν Ὸμηρικὸν ἥρωα σὴν χάριν ὁρμᾶν οὐκ ὀκνῶ, σὺ δέ μοι ξυλλαμβάνου τοῦ λόγου τἀς κατὰ μέρος ἐξηγήσεις μηδαμῶς ἀπαιτῶν· πολλὰς γὰρ καὶ ἀπείρους ξυγγραφὰς εἰς τὸ βιβλίον τοῦτο ἄλλοι τε πολλοὶ καὶ μάλιστα Πορφύριος εἶθ’ ὕστερον Ἰάμβλιχος καταβέβληνται καὶ τῷ πλήθει δυσλήπτους.
ἵν’ οὖν μὴ ταὐτὸν ἐκείνοις πάθωμεν, μόνα τὰ ἀπορούμενα ἐρώτα·
οὐ γὰρ ὥσπερ λεῖπόν τι προσθήσων διανοοῦμαι (οὐχ οὕτω τετύφωμαι), ἀλλὰ ταχείας καὶ συντόμους καὶ σαφεῖς τὰς λύσεις ἀποδοῦναι βούλομαι. δεῖ δὲ τὸν μέλλοντα τὰς ἀπορίας ταύτας ἀναγνώσεσθαι τῶν κατηγοριῶν νενοηκέναι πρῶτον τὰ ἐδάφια ἀκριβῶς τὰ κατὰ λέξιν, ἐπεὶ οὐδὲν τῶν ἐνταῦθα
λεγομένων εἴσεται.
καὶ παντοδαπὰς ἐσχηκέναι πρὸς ἀλλήλους ἔριδας περὶ τούτου τοῦ Ἀριστοτελικ̀οῦ συγγράμματος, ὃ δὴ καλοῦμεν Κατηγορίας : σχεδὸν γάρ κατανενόηκα, ὡς οὔτε πλείους ἀντιλογίαι εἰς ἑτέραν ὑπόθεσιν γεγόνασιν οὔτε μείζους 20 ἀγῶνες κεκίνηνται οὐ μόνον τοῖς Στωτκοῖς καὶ Πλατωνικοῖς σαλεύειν ἐπιχειροῦσι ταύτας τὰς Ἀριστοτέλως κατγορίας. ἀλλὰ | καὶ αὐτοῖς γε τοῖς 6 Περιπατητικ̀οῖς πρὸς ἑαυτούς, τοῖς μὲν μᾶλλον ἐφικνεῖσθαι τῆς διανοίας τἀνδρὸς ὑπειληφόσι, τοῖς δ᾿ εὐπορώτερον λύειν οἰομένοις τὰ παρ’ ἑτέρων ἀπορούμενα.
ὧν αὗται σημαίνουσι, σκοπός ἐστιν ἐν τούτῳ τῷ βιβλίῳ· ἐπειδὴ τοίνυν ὁ λόγοςι πᾶσι τοῖς εἴδεσι τῆς φιλοσοφίας χρήσιμος, τούτου δὲ ἀρχαὶ αἱ ἁπλαῖ λέξεις καὶ τὰ ὑπὸ τούτων σημαινόμενα, εἰκότως πολλὴ γέγονεν ἀμφισβήτησις περὶ τοὐ καλῶς ἢ μὴ καλῶς Ἀριστοτέλη διειληφέναι περὶ αὐτῶν.
ὄνομα; οὐ γὰρ ὸήπου παραστῆσαι ἐθέλει, πῶς ἐν τοῖς δικαστηρίοις ἄνθρω- 6 ποι μέμφονται· τῇ γὰρ κατηγορίᾳ, ᾗ ἀντίκειται ἡ ἀπολογία, τοῦτο ὄνομα τέταχεν ἡ τῶν Ἑλλήνων διάλεκτος, ὥστε εἰκότως ἄν τις αὐτὸν αἰτιάσαιτο· ὅτι ξενίζει τοῖς ὀνόμασι.
ὑπὲρ Ἀριστοτέλους, καὶ ταύτας ἔξεστιν ἀναλέγεσθαι ἔκ τε τῶν Ἀλεξάνδρου καὶ Πορφυρίου. ἐγὼ δὲ τἀς μὲν πλείους παρήσειν ἔοικα; τὴν δὲ φαινομένην εἶναί μοι βαθυτέραν ἐκθήσομαι· οὐ γὰρ συνεξισάζει τοῖς πράγμασι τὰ ὀνόματα οὐδὲ τὴν αὐτὴν ἔχει φύσιν καὶ τάξιν τὰ σημαίνοντα τοῖς
σημαινομένοις, ἀλλὰ πάμπολυ τῶν· πραγμάτων ἐλαττοῦται ἡ τῶν ὀνομάτων
σημασία. ἀνάγκη δὴ πᾶσα τοῖς φιλοσόφοις ἢ χρῆσθαι ξέναις λέξεσι καὶ τῶν συνήθων ὀνομάτων ἀπηλλοτριωμέναις, ἐπειδὴ καὶ τῶν τοῖς πολλοῖς ἀγνώστων πραγμάτων εἰσὶν ἐξηγηταί, ἢ τῇ προχείρῳ χρῆσθαι συνηθείᾳ καὶ τὰ ἐπ’ ἄλλων κείμενα ὀνόματα μεταφέρειν· ἐπεὶ γὰρ σύμβολα καὶ σὴ.
μεῖα τῶν πραγμάτων τέθειται τὰ ὀνόματα.. τοῖς μὲν πᾶσι γνωρίμοις ἀνάγκη
ἦν ἤδη κεῖσθαι ὀνόματα ἃ ταῦτα σημαίνει, ὅσα δ’ ἐπιστημονικὰ τῶν πραγ- μάτων, παρὰ τῶν ἐπιστημόνων ἀπῄτει τὴν θέσιν. οὕτως οὖν καὶ ὁ | Ἀριστοτέλης
ὁτὲ μὲν ξενοφωνεῖ τῇ θέσει τῶν ὀνομάτων, ὥσπερ ἐπὶ τῆς ἐντελεχείας αὐτὸς ὀνοματοποιήσας ταύτην, ὁτὲ δὲ ἐκ τῶν κατὰ τὴν συνήθειαν παρακειμένων τὰ σημαντικὰ καὶ παραστατικὰ τοῦ προκειμένου εἰς διδασκαλίαν
πράγματος μεταφέρει, ὥσπερ δὴ καὶ νῦν ἐπὶ τοῦ τῆς κατηγορίας ὀνόματος
πεποίηκε· τοῦ γὰρ κατηγορεῖν ἐπὶ τοῦ μετ’ αἰτίας ἐγκαλεῖν παρὰ τοῖς πολλοῖς κειμένου μετήνεγκεν ὁ φιλόσοφος τοῦτο ἐπὶ τοῦ κατά τινος ἁπλῶς δημαίνοντός τι διὰ τῆς λέξεως. δείκνυσι τοίνυν ἡ τῆς κατηγορίας ἐπιγραφή, ὅτι καὶ ἰὰ γένη καὶ ἰὰ εἴδη καὶ πάντα τὰ καθόλου κατηγορεῖται
κατὰ τῶν ὑφ’ ἑαυτοῖς ὄντων καὶ αἱ σημαντικαὶ λέξεις αἱ κοιναὶ καταγορεύονται
κατὰ πασῶν τῶν ὑποτεταγμένων μερικῶν λέξεων.
εἰς τὴν αὐτὴν τοῖς προειληφόσιν ἀπειρίαν ἐμπέσωμεν· ἐπεὶ δὲ ἄπορον φαίνεταί μοι, τί ποτέ ἐστι τὸ λεγόμενον, πότερον φωνὴ ἢ πρᾶγμα ἢ νόημα, τοῦτό μοι σαφῶς ἐπιδεῖξαι πειράθητι.
ἐπεὶ δὲ πολλὴ περὶ τῶν λεγομένων ἐστὶν ἡ ζήτησις, πλείονα κἀγὼ περὶ τῶν λεγομένων εἰπεῖν βούλομαι· καὶ γὰρ Σωσιγένης ὁ Περιπατητικὸς παραλλήλους
ἐπιχειρήσεις περὶ τῶν λεγομένων ἀντεξήτασεν, οὐ μὴν περὶ μιᾶς γε αὐτοτελῶς ἀπεφήνατο, ἀλλ’ ἰσομαχοῦντας ἀφῆκε τοὺς λόγους. βούλομαι δὴ καὶ τὰ ἐκείνου ἐπισκέψασθαι καὶ τελευταίαν ἰὴν ἐμαυτοῦ δόξαν ἐπαγα
γεῖν. ἐπιχειρῶν δὴ περὶ τῶν πραγμάτων καὶ βουλόμενος ταῦτα εἶναι τὰ λεγόμεναι ἐφόδῳ τινὶ τοιαύτῃ | κέχρηται· εἰ γάρ τοὺ λέγειν καὶ τοῦ μὴ
λέγειν κύριά πώς ἐστι τὰ πράγματα, καὶ μὴ ὄντων μὲν οὐδεν λέγομεν ὄντων δὲ ἀποφαινομεθα, ταῦτα ἂν εἴη τὰ λεγόμενα. πρὸς δὴ τοῦτο εἴποιμ’ ἄν ὡς οὐδὲν κωλύει αἴτια εἶναι τοῦ λέγειν τὰ πράγματα, μὴ μέντοι προσεχῶς, ὅπερ νῦν ζητοῦμεν, ταῦτα εἶναι τὰ λεγόμενα· καὶ γὰρ τοῦ πυρέττειν
φέρε αἰτία ἐστὶν ἡ ἡλίωσις καὶ τοῦ ὀδυνᾶσθαι ἡ τῆς βελόνης νύξις,
ἀλλ’ οὔτε ἡ βελόνη ἐστὶν ἐν τῇ ὀδύνῃ οὔτε ἡ ἡλίωσις ἐν τῷ πυρέσσειν. τῶν γὰρ αἰτίων ἃ μέν ἐστιν ἔξω χωριστά. ἃ δὲ συμπάρεστιν· ὥστε δύναται μὲν καὶ τὰ πράγματα αἴτια εἶναι τοῦ λέγειν, οὐ μὴν αὐτὰ εἶναι τὰ
λεγόμενα· καὶ γάρ καὶ περὶ μὴ παρόντων πραγμάτων λέγομεν καὶ περὶ γε- γενημένων καὶ περὶ μελλόντων, ἔδει δὲ τοῦ λόγου ὄντος τοῦ περὶ αὐτῶν
καὶ τὰ πράγματα εἶναι. εἰ δὲ οὐ συνυφέστηκε τῷ λόγῳ τὰ πράγματα, οὐκ ἂν εἴη ταῦτα τὰ λεγόμενα· καὶ γὰρ ἔστι λέγειν καὶ ἀνύπαρκτα οἷον ἱπποκενταύρους καὶ τραγελάφους, λέγουσι δὲ λόγουσ καὶ οἱ μαονόμενοι καὶ
οἱ παράφρονες, ὥστε εἴπερ τὰ λεγόμενα ἦν τὰ πράγματα, κἀκεῖνοι ἄν κατὰ πραγματων ἔφερον τὸν λόγον καὶ οὐδὲν ἂν μὴ ὑφεστηκὸς ὠνομάζομεν. ἔτι
φησίν, εἰ ἀληθὴς ὁ λόγος καὶ ψευδὴς ἐκ τῶν πραγμάτων, οὐκ ἂν δύναιτο ἄλλο μὲν εἶναι τὸ λεγόμενον, ἄλλο δὲ τὸ ποιοῦν τὸ ψεῦδος καὶ τὸ ἀληθές, ὥστε ταῦτα ἂν εἴη τά λεγόμενα, ἅπερ αἴτιά ἐστι τοῦ αὐτοτελοῦς λόγου.
τούτῳ τῷ ἐπιχειρήματι χρώμενος ὁ Σωσιγένης θαυμάζω πῶς οὐ συνεῖδεν, ὡς εἰ μὲν πᾶς λόγος ἀληθὴς ἦν ἢ ψευδης, ἕδοξεν ἄν τι λέγειν κατασκευάζων
ὅτι τὰ πράγματά ἐστι τὰ λεγόμενα· εἰ δέ ἐστί τις λόγος μήτε ἀληπρὸς 8 θὴς μήτε ψευδής, ἔστι δὲ λέγειν καὶ κατὰ μηδενὸς ὐποκειμένον φερόμενον,
πῶς ἔστι τούτῳ τῷ ἐπιχειρήματι διισχυρίζεσθαι; ἔπειτα ἄλλο μέν ἐστι τὸ περὶ πράγματος λέγειν καὶ ποιεῖν περὶ αὐτοῦ ἀληθῆ ἢ ψευδῆ λόγον, νῦν
δὲ ζητοῦμεν, τίνα ἐστὶ τὰ λεγόμενα. πρὸς τούτοις ἔστω καὶ τὸ πρᾶγμα
αἴτιον τοῦ ἀληθοῦς καὶ ψευδοῦς λόγου, ἀλλ’ οὐ διὰ τοῦτο ἐξ ἀνάγκης ἀκο- λουθήσει τὸ τὰ πράγματα εἶναι τὰ σημαινόμενα· δύναται γὰρ καὶ γίνεσθαι μέν τις, εἴ γέ τις συγχωρήσειεν, ἀληθὴς ἡ ψευδὴς λόγος διὰ ταῦτα, ἄλλα
δέ τινα εἶναι τὰ ὑπὸ τοὐ λόγου σημαινόμενα· οὐ γὰρ ἐπεὶ δεκτικός ἐστι τοῦ ἀληθοῦς ἢ ψευδοῦς ὁ λόγος, διὰ τοῦτο ἐκ τῶν πραγμάτων ἢ ἀληθὴς
ἢ ψευδὴς γεγένηται· κατὰ συμβεβηκὸς μὲν γὰρ αὐτῷ ὑπάρχει τὸ ἀληθεῖ εἶναι ἢ ψευδεῖ, κατ’ οὐσίαν δὲ τὸ σημαίνειν τόδε τι προηγουμένως. ἀλλ’ ἔστι, φησί, καὶ μετὰ τὸ λεχθῆναι τὰ πράγματα οἷον ἵππος φέρε ἢ βοῦς
ἢ λίθος, εὔδηλον ὅτι ταῦτά ἐστι τὰ σημαινόμενα· οὐ γὰρ ἂν ἦν παυσα- μένου τοῦ λόγου. καίτοι τὸ ἐναντίον εἴποιμ’ ἄν, ὅτι οὕτως οὐκ ἔστι τὰ
λεγόμενα τὰ πράγματα, οὐδὲ πρὸς πρῶτα αὐτὰ ὁ λόγος ἔχει σχέσιν. ὁ μὲν γὰρ λόγος ὁ περὶ αὐτῶν λέγων παρῆλθε, τὰ δὲ πράγματα μένει· εἰ
δὲ ἦν τὰ σημαινόμενα τὰ πράγματα, ἔδει κἀκεῖνα μὴ εἶναι τοῦ λόγου παρ- ελθόντος. νῦν δὲ ὁ μὲν λέγων ἔστι καὶ ἀκούων, ἐὰν οὕτω τύχῃ, τὰ δὲ πράγματα, περὶ ὧν ὁ λόγος, οὐκ ἔστι. καίτοι εἰ τὸ ποιοῦν ἀναγκαῖον εἶναι
τότε, ὅτε καὶ τὸ πάσχον πάσχει, ἀνάγκη καὶ τὸ λεγόμενον εἶναι τότε, ὅτε καὶ τὸ ἀκοῦον ἀκούει· εἰ δὲ ἔστι μὲν ὁ λέγων καὶ ὁ ἀκούων, τὰ δὲ πράγματα
οὐκ ἔστιν, ὅταν περὶ τῶν γεγενημένων ὁ λόγος ᾖ, πῶς οἷόν τε τὰ πράγματα εἶναι τὰ σημαινόμενα; περὶ μὲν δὴ τῶν πραγμάτων οὕτω διει- λήφαμεν· ἄν δὲ λέγῃ τις ὅτι ἡ λέξις ἐστὶν ἡ λεγομένη καὶ γὰρ καὶ πλείους
δύνανται ταύτης ἀκούειν καὶ δύναται καὶ ὄντων καὶ μὴ ὄντων πραγ- μάτων εἶναι καὶ λέγεσθαι), ἐροῦμεν ὅτι ἄλλο μέν ἐστι τὸ διὰ ταύτης σημαίνεσθαί
τι, ἄλλο δὲ τὸ αὐτὴν ταύτην ὑπό τινος σημαίνεσθαι· εἰ μὲν γὰρ τὸ τῇ | φωνῇ προφέρειν τοῦτο ὑπειλήφαμεν εἶναι τὸ λέγειν, αἱ λέξεις λέγονται,
ἐπεὶ διὰ φωνῆς προφέρονται· εἰ δὲ τὸ ὀνομάζειν τὸ ὄνομα οὐκ ἔστι
λέγειν, ἀλλὰ διὰ τοῦ ὀνόματος ἄλλο τι, οὐδ’ ἂν τὸν λόγον εἴη λέγειν, ἀλλὰ ἄλλο τι διὰ τοῦ λόγου, ὥστε νῦν ζητοῦμεν τί ἐστὶ τὸ σημαινόμενον διὰ
9 τοῦ λόγου, σὺ τί διὰ τῆς φωνῆς προφερόμεθα. ἀλλ᾿ ὥσπερ, φησί, τὸ βα δίζειν τοῦ βαδίζοντός ἐστιν ἐνέργεια καὶ τὸ γράφειν τοῦ γράφοντος, οὕτω καὶ τὸ λέγειν τοῦ λέγοντος, ὁ δὲ λέγων λόγους καὶ μόρια τοῦ λόγου διέρ- χεται, καὶ ταῦτα ἂν εἴη τὰ λεγόμενα. ἀ,λλὰ φήσαιμ’ ἂν ὡς ἄλλο ἐστὶν
ἐνέργεια, ἄλλο τὸ ὑπὸ τῆς ἐνεργείας ἀποτελούμενον· οὐ γὰρ τὸ οἰκοδόμημα
ταὐτόν ἐστι τῇ ἐνεργείᾳ τοῦ οἰκοδόμου οὐδὲ τὸ ζωγράφημα ταὐτὸν τῇ ἐνεργείᾳ τοὺ ζωγράφου, ἀλλ’ ἕτερα τὰ ἀποτελέσματα· ὥστε καὶ τὸ λέγειν ἐνέργημα ὂν τοῦ λέγοντος ἄλλο ἔχει τὸ ὑπὸ τοῦ ἐνεργήματος σημαινόμενον. πάλιν φησὶν ὅτι τὸ λέγειν ἀπὸ τῆς λέξεως καὶ τοῦ λόγου παρωνύμως εἴρηται,
ὥστε καὶ οὕτω συμβαίνοι ἂν τὰς λέξεις εἶναι τὰ λεγόμενα. καὶ
ἀπ’ αὐτοῦ δὲ τούτου ἐλέγχοιτ’ ἂν τὸ νῦν ζητούμενον· εἰ γὰρ παρωνύμως ἀπὸ τοῦ λόγου τὸ λέγειν εἴρηται, οὐκ ἂν τοὺς λόγους λέγοιμεν, εἴπερ μήτε τὴν βάδισιν βαδίζομεν μήτε τὴν ὑγίειαν ὑγιαίνομεν μήτε τὰς πράξεις ἢ τὰς ποιήσεις πράττομεν ἢ ποιοῦμεν. πάλιν οἱ τὰ ἀμφίβολα προφερόμενοι καὶ 20
τὰ ὁμώνυμα ἕνα μὲν λόγον λέγουσι, πλείονα δὲ σημαίνουσιν, ὥστ’ οὐκ ἄν εἶεν αἱ λέξεις αἱ σημαινόμεναι. ἔτι ὅταν ἀσαφῶς τις εἴπῃ, τῶν μὲν ὀνο- μάτων ἀκούομεν, ἃ δὲ λέγει, φαμὲν μὴ συνιέναι, ὥστε οὐκ· ἂν εἴη τὰ ὀνόματα τὰ λεγόμενα καὶ σημαινόμενα ἀλλὰ ἄλλο τι. τί δ’ ἄν εἴποιμεν περὶ τῶν ἀσήμων φωνῶν, ὁπότε ἡ μὲν λέξις λέγεται, οὐδὲν δὲ σημαίνει; πάλιν
ἐπὶ τῶν πολυωνύμων πλείω μὲν τὰ ἀνόματα, ἓν δὲ τὸ πρᾶγμα, ὥστε εἰ μὴ τὸ αὐτό ἐστι ταῖς λέξεσι τὸ πρᾶγμα, ἄλλο τι ἄν εἴη παρ’ αὐτὰ τὰ
λεγόμενα. ταῦτα μὲν δὴ οὕτως ἑκατέρωθεν γεγύμνασται· μόνα δὲ σημαινόμενα οἱ ἀρχαῖοι λέγουσι τὰ νοήματα, ἐπειδὴ περὶ τῶν πραγμάτων ἐστὶ ταῦτα καὶ ἀπὸ τῶν πραγμάτων. προηγουμένως μὲν τὰ νοήματα, κατὰ
δεύτερον δὲ λόγον καὶ τὰ πράγματα σημαίνεται· οὐ γάρ ἐστι τὸ ἀληθὲς ἢ ψεῦδος ἐν τοῖς πράγμασιν, ἀλλ’ ἐν διανοίᾳ καὶ ἐν ταῖς διεξόδοις τοῦ νοῦ. λέγει γοῦν αὐτὸς Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῶν Περὶ ψυχῆς οὕτως· ‘ἡ μὲν τῶν ἀδιαιρέτων νόησις οὔτε ἀληθὴς οὔτε ψευδής, ἐν οἷς δὲ ἤδη τὸ ψεῦδος 10 καὶ τὸ ἀληθεί, σύνθεσίς τις ἤδη τῶν νοημάτων᾿. τὰ νοήματα ἄρα ἐστὶ
τὰ πρώτως σημαινόμενα καὶ λεγόμενα· περὶ γὰρ τῶν γεγονότων καὶ τῶν μὴ ὄντων νοήσεις ἡμῖν γίνονται, ἃς ἑρμηνεύοντες λέγομεν. καὶ ψευδὴς καὶ ἀληθὴς λόγος οὐκ ἂν γένοιτο, εἰ μὴ ἐκ τῶν νοημάτων τὸ ἀληθὲς ἢ
ψεῦδος ὁ λόγος δέξαιτο· πρῶτος γὰρ λόγος ὁ ἐν τῇ διανοίᾳ, ἀφ’ οὗπερ εἰκὸς καὶ τὸ λέγειν αὐτὸ καὶ τὸν ἐν τῇ φωνῇ λόγον προσαγορεύεσθαι. πάλιν
αἱ ἀμφιβολίαι καὶ ὁμωνυμίαι καὶ πᾶσαι ὅσαι περὶ τὴν λέξιν ἀπάται γίνονται τῷ νοήματα πλείω γίνεσθαι συμβαίνουσιν, ἐπειδὴ ἐπ’ ἄλλο καὶ ἄλλο ἡ διάνοια πίπτει· εἰ οὖν ἓν μὲν τὸ ὄνομα, νοήσεις δὲ τούτου πλείους, καὶ
τὰ λεγόμενα πλείω. ἔστι. δὲ τὸ αὐτὸ καὶ ἐκ τοῦ ἐναντίου ἀποδεῖξαι· κἄν
γὰρ μέθυ καὶ οἶνον εἴπω, κατ’ ἄμφω μία ἐπίνοια, καίτοι ἕτερα τὰ ὀνόματα καὶ οὐ τὰ αὐτά. αἵ γε μὴν ἄσημοι φωναὶ ἄντικρυς διαρρήδην δει- κνύουσιν, ὅτι τὰ νοήματά ἐστι τὰ σημαινόμενα· λέγομεν γὰρ τὸν τοιοῦτον μηδὲν λέγειν, ἐπειδὴ οὐδὲν νοεῖν ἐνδέχεται οὔτε τὸν λέγοντα οὔτε τὸν ἀκούοντα
κατὰ τὰς τοιαύτας φωνάς. τούς γε μὴν τερετίζοντασ οὐδέν φαμεν
λέγειν τῷ μηδὲν εἶναι νοεῖν. ὅλως δὲ τὰ ἄλλα ζῷα οὐδεὶς ἂν εἴποι λέγειν δηλονότι τῷ διανοίας μὴ κοινωνεῖν· ὥστε ἡμῖν γε ἐκ πάντων τούτων εὔδηλον | εἶναι, ὅτι τὰ νοήματά ἐστι τὰ σημαινόμενα πρώτως, δευτέρως δὲ 12 τὰ πράγματα. ἔστι γὰρ ἡ κατηγορία ἡ σημαίνουσα λέξις τὸ Σωκράτους
φέρε νόημα, οὐκ ἄλλως μέντοι τῆς Σωκράτους φαντασίας ἢ ὡς Σωκράτους τοῦ μὲν νοήματος κινήματος ὄντος ἀμεροῦς καὶ ἁπλοῦ τῆς † ψυχικῆς καὶ
ἐνεργείας οὐκ ἐν πάθει θεωρουμένης, τῆς δὲ φαντασίας ἐν πάθει φανείσης, διεξόδου τινὸς οὔσης καὶ διανύσεως αὐτοῦ. οὐ λέγω δ’ ὅτι ἡ διανόησίς ἐστι φαντασία περὶ γὰρ τῶν ἀσωμάτων νοήσεις μέν εἰσιν, οὐκ εἰσὶ δὲ
φαντασίαι), ἀλλ’ ὅτι ὑποτρέχει ἡ φαντασία τὴν νόησιν. οὐκ αὐτὰ οὖν τὰ ὄντα αἱ κατηγορίαι, ἀλλ’ αἱ σημαίνουσαι λέξεις τὰ νοήματα καὶ
τὰ πράγματα. ὅταν γὰρ λέγωσι, τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου κατη- γορεῖται, λέγουσιν ὅτι ἡ σημαντικὴ λέξις τοῦ ζῴου, ἥτις ἐστὶ τὸ ζῷον ὄνομα, κατὰ τοῦ σημαινομένου νοήματος ὑπὸ τῆς ἄνθρωπος λέξεως
καὶ τοὺ ὑποκειμένου τούτῳ πράγματος κατηγορεῖται· τὸ γὰρ κατηγορεῖσθαι τῶν σημαντικῶν φωνῶν ἦν ἴδιον, αἳ σημαίνουσι τὰ νοήματα
καὶ τὰ πράγματα.
μένον καὶ ἐν ἀρχαῖς τάξαι ἐν τῇ τοιαύτῃ διαιρέσει· οὐ γάρ οἷόν τέ ἐστιν
οὐδέποτε ἄνευ τοὺ τοιούτου τρόπου τῆς φωνῆς κατηγορεῖσθαί τι ὡς ἕτερον καθ’ ἑιέρου. οὐκοῦν εἴ τι ἄσημόν ἐστι μόριον καθ’ αὑτὸ οἷον τὸ βλίτυρι ἢ κατὰ ἀναφορὰν ἐφ’ ἕτερον σημαντικόν ὡς αἰ οὕτως καλούμεναι ἐπαναφοραί. αἵτινες κατὰ τὴν ἐπὶ τὰ ἀόριστα μόρια ἀναφορὰν δηλοῦσί τι ὡς ἡ
ἐκεῖνος φωνὴ ἐπὶ τὸ τὶς ἀνογομένη, ἢ εἴ τι συσσημαντικὸν εἴη μεθ’ ἑτέρου ὡς τὰ ἄρθρα καὶ οἱ σύνδεσμοι, οὐδαμῶς τὰ τοιαῦτα ἐν ταῖς κατη γορίαις θείη ἄν τις δικαίως. | πάλιν τοίνυν μεῖά τῆς πρὸς τὸ πρᾶγμα
σχέσεως καὶ τῆς κατὰ τὰ πράγματα διαφορᾶς βούλειαι ῆ κατηγορία κυρίως εἰδοποιεῖσθαι, ἐπειδὴ προηγουμένως ἡ σημαντικὴ λέξις τῆς πρώτης ἔχεται
χρείας τοῦ λόγου, καθ’ ἣν τὰ πράγματα δηλοῦν ἀλλήλοις ἐφιέμεθα, οἷον ἡ μὲν ἄνθρωπος λέξις πρὸς οὐσίαν ἔχει τὴν σχέσιν, ἡ δὲ λευκότης πρὸς ποιότητα, καὶ αἱ ἄλλαι ὁμοίως. ἐὰν οὖν λέξις οὕτως σχηματισθῇ, ὡς μὴ τῆς πρώτης εἶναι σημασίας τοῦ λόγου, ἀλλὰ τοῖς οἰκείοις μέρεσι τὸν ἐπιβάλλοντα χαρακτῆρα ἀφορίζειν, ὡς διόθεν, οἴκοθεν, κάλλιστα, ὀρθότατα,
σοφώτατα, ποιητικώτατα, ἢ κατὰ τὴν τῶν νοημάτων πρὸς ἄλληλα ἐπιπλοκήν, ὥσπερ ἐπὶ τῆς ἀκολουθίας τοῦ ὑποθετικοῦ οἷον τοῦ (εἰ ἡμέρα ἐστί’,
καὶ τῆς μάχης τοὺ διαιρετικοῦ οἶον ‘ ἤτοι ἡμέρα ἐστίν’, οὐκ ἂν γένοιτο λέξις οὐδ’ ἡτισοῦν τούτων προσήκουσα ταῖς κd́-γͅγ‘ιρίαιb-· ἅπασαι γὰρ αἱ τοιαίδε χρεῖαι τοῦ λό ἴου παντάπασιν ἀ)̔̔-̓́σταν-αι τῆς τῶν κατηγοριῶν προrlγουμά-νrι.́
ποὸς τὰ πράγματα συντάξεως. πάλιν εἴ τις ἄρρητος εἴη κίνησις τῆς δια-
νοίας ὡς ἐπὶ τῶν στεναγμῶν καὶ βρυχημάτων, ἢ εἴ τις ἄναρθρος ψόφος ὡς ἐπὶ τῶν ποππυσμάτων , ἢ εἴ τις ἀ-̔́ι άν-αστο--̀ φωνὴ ὡς ἐπὶ τῶν τερε- τισμάτων, ἢ εἴ τι ὄνομα μηδὲν πρᾶγμα δηλώσειεν, οὐδαμῶς οὐδὲν τούτων ἐστὶ κατηγορία· οὐδαμῇ γὰρ διασώζουσι ἰὴν ἰδιότητα τῆς κὰτ ι ἴ̀‘)ρικγι οὐ-
σίαc. ἔτι τοίνυν αἱ ἀνωτάτω τῶν γενῶν διαστάσεις ἢ εἰ οὕτω τις βού-
λοιιο λέγειν τῶν γενικωτάτων λέξεων οὐὸὲν ἔχουσι κοινὸν πρὸς ἀλλήλας· οὔκουν οὐδὲν ἕξουσιν οὐσιῶδες ἐφ’ ἑαυτῷ ὂν ἢ λεγόμενον κατηγόρημα ἕτερόν ἀνωτέρω. κατὰ δὴ τοῦτον τὸν διορισμὸν δεῖ τοὺς ὀρθῶς θηρεύον- θηρεύοντας τὰς κατηγορίας μήτε τὸ ὂν ὡς κοινὸν καθ’ ὅλων ἀποδεικνύναι (εἰ δὲ
12 μή, οὕτω οὐκέτι ἔσονται δέκα, ἀλλ’ εἰς ἓν γένος συναχθήσονται), μήτε τὴν κίνησιν κατὰ τοῦ ποιεῖν καὶ πάσχειν ὡς κοινὸν κατηγορεῖν· οὐ γὰρ ἔτ’ ἔστι δύο γένη ταῦτα, ἀλλ’ ἓν τὸ συναμφότερον ἡ κίνησις. καὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον, ἐάν τέ τις ἐν τοῖς τῶν ὄντων γένεσιν αὐτὸ ἐπισκοπῇ, ἄν
τ’ ἐπὶ τῶν γενικωτάτων σημαν|τικῶν λέξεων, ἐάν τε καὶ συναμφοτέρως,
πανταχῇ οὑτωσὶ τὸν χαρακτῆρα ἀφορίζει τῶν κατηγοριῶν· οὔτε οὗν τὰ σύνθετα οἷον Δίων περιπατεῖ οὔτε τὰ ὑποσύνθετα οἷον † ξυστρόπων οὔτε τὰ κατὰ συγκοπὴν ἢ ἀποκοπὴν λεγόμενα οὔτε τὰ πεποιημένα ὀνόματα οὕτε τὰ παρεσχηματισμένα οὔτε τὰ ἐπίθετα οὔθ’ ὅσα ποιητικῆς ἢ ῥητορικῆς
ἴδια θεωρεῖν, οὐδαμοῦ προσήκει τι ταῖς κατηγορίαις· ἄλλης γὰρ θεωρίας τῆς περὶ τὴν λέξιν καὶ δευτέρας τὰ τοιαῦτα γινώσκειν. ἡ δὲ κατηγορία τὴν προηγουμένην σημασίαν βούλεται θηρεύειν τῶν λέξεων καὶ τὰς προη- γουμένας οὐσιώδεις κοινότητας τῶν ὄντων, αἵτινες ἐν τοῖς ἀνωτάτω γένεσι
θεωροῦνται, ἀλλ’ οὐχὶ τὰς κατὰ συμβεβηκὸς ἄλλως θεωρουμένας δευτέρας
κοινὰς ἐπινοίας. οἱ μὲν σχηματισμοὶ καὶ αἱ ἐπίνοιαι ἐπ’ ἄπειρον δυνάμεναι προϊέναι ἄχρηστοί εἰσι πρὸς ἐπιστήμην, αἱ δὲ γενικαὶ σημαντικαὶ λέξεις ἢ αἱ τῶν πρώτων γενῶν περιλήψεις ἐν ἀπείρῳ τὸ πεπερασμένον παραδιδοῦσαι ἐμποιοῦσιν εἴδησιν ἀκριβῆ τοῦ τε λόγου ἐν ταὐτῷ καὶ τῶν ὄντων. διόπερ
ταύταις χρηστέον ταῖς ἀφορμαῖς ὡς εἰκότως μάλιστα σπουδαζομέναις ὑπὸ
τῶν τοῦ λόγου τε καὶ τῆς οὐσίας φιλοθεαμόνων. οὔτε ἄρα τὸ τροπικὸν ἢ μεταφορικὸν ὄνομα ὡς τὸ ‘ἀνεχαίτισεν’ ἢ ‘πόδα νείατον Ἴδης’, ἀλλ’ οὐδὲ οἱ τρόποι οἷον τὸ ἐξ ἀνάγκης καὶ ἐνδέχεδθαι καὶ ὑπάρχειν, οὔτε οἱ προσ- διορισμοὶ ὥσπερ τὸ πᾶς ἢ οὐδεὶς ἢ τὸ τὶς ἢ οὐχί τις ὑπὸ τὰς κατηγορίας
ταχθήσεται· οὐδὲν γὰρ ὅ τι τῶν τοιούτων ἀφωρισμένην ἰδίαν πραγμάτων
ἔχει φύσιν· διόπερ ἄν τις αὐτὰ εὐλόγως ἀποδοκιμάσειεν ὡς οὐκ ἐφ·αρμό- ζοντα τῷ τῶν νῦν προειρημένων σκοπῷ τῶν κατηγοριῶν. οἶμαι τοίνυν καὶ τὸ πρὸς ἀλήθειαν βλέπον τοῦ λόγου καὶ ἐν ᾧ κυρίως τὸ ἀληθεύειν ἢ ψεύδεσθαι
περιέχεται, τοῦτο προηγουμένως συναρμόζειν ταῖς κατηγορίαις. ὅσα δὴ οὖν δύναται μόρια τῆς σημαντικῆς φωνῆς εἰς κατηγορικὴν
ἁπλῆν πρότασιν ληφθέντα τοὺς ὅρους, ἐξ ὧν συνέστηκε, κυρίως
ἀποτελεῖν, ταῦτ’ ἄν εἴη τῶν κατηγοριῶν ἐχόμενα. ποιησώμεθα δὲ ὑπὲρ σαφηνείας κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν τὸν λόγον· πολλῆς γὰρ 13 οὔσης περὶ τούτων ζητήσεως κάλλιον· ἐνδιατρῖψαι τῷ προκειμένῳ· ἐρώτα τοίνυν εἰ βούλει.
ποιὸν οἷον λευκοί, πρός τι οἷον πατέρες, καὶ ἐπὶ τῶν λοιπῶν.
τὶ δὲ μὴ ὄν, οἷον μὴ ποιόν, μὴ οὐσία, ἀλλ’ ἄλλο τι οἷον πρός τι.
ἐπὶ τῶν λοιπῶν.
οὐσίαν ἢ ποιὸν πρὸς ποιὸν ἢ ποσὸν πρὸς ποσὸν καὶ ἐπὶ τῶν λοιπῶν. ἐὰν 5 δὲ ἐναλλὰξ λαμβάνηται, πλείω ἔσται, οὐσία πρὸς ποσὸν καὶ οὐσία πρὸς πρὸς τι καὶ ἐπὶ τῶν λοιπῶν, ἄλλα δέκα ταῦτα γίνεται σημαίνομενα, καὶ ἐὰν ἄπο τοῦ ποιοῦ, ἐννέα ἄλλα, ποιὸν πρὸς ποσὸν καὶ ποιὸν πρὸς πρός τι, καὶ ἄπο τοῦ ποσοῦ ὀκτώ, καὶ ἀπὸ τοῦ πρός τι ἑπτὰ καὶ ἤδη ἐπὶ τῶν λοιπῶν κατὰ
τὸ ἀνάλογον. ὁμοίως δὲ καὶ τὸ ἕτερον δεκαχῶς, ἢ οὐσία πρὸς οὐσίαν ἢ 14 ποιὸν πρὸς ποιὸν ἢ ποσὸν πρὸς ποσὶν καὶ ἐπὶ τῶν λοιπῶν. τὰ δὲ ἐναλλὰξ κατὰ τὴν αὐτὴν ἀναλογίαν πλείω.
δεκαχῶς καὶ ἡ ἰδιότης.
δέκα εἰσί), καθόσον δὲ αἱ μὲν κατηγορίαι φωναί εἰσι, τὰ δὲ γένη φύσεις, διαφέρει. ὡσαύτως δὲ καὶ ἡ διαφορά· ἑκάστου γὰρ γένους ἐστὶ διαφορά, δεκαχῶς δὲ τὸ γένος. καὶ ἡ διαίρεσις δὲ γένους οὖσα εἰς εἴδη τομὴ
δεκαχῶς ἂν εἴη, ὁσαχῶς καὶ τὸ γένος τέμνεται. καὶ τὸ εἶδος εἰς ἴσα τέμνεται.
κατηγορούμενον πολλαχῶς.
δὲ οἷον γραμμή, ἐπιφάνεια μεγέθει γὰρ ταὐτά ἐστι ποσά), † πρὸς τι δὲ διπλάσιον, ποιῷ δὲ οἷον λευκόν, μέλαν χρῶμα γὰρ ἑκάτερον τὸ αὐτό]), καὶ ἐπὶ τῶν λοιπῶν. ὁμοίως δὲ τὸ εἴδει ταὐτὸν δεκαχὼς, ἢ τῇ οὐσίᾳ
ἢ τοῖς λοιποῖς, καὶ τὸ ἀριθμῷ δὲ ὁμοίως. ὡσαύτως δὲ καὶ τὸ ἕτερον
δεκαχὼς. εἰρηκότος δὲ αὐτοῦ εἶναί τι τριχῶς γένει, εἴδει, ἀριθμῷ, λέγω ὅτι καὶ τὸ γένει ἕτερον καὶ τὸ εἴδει καὶ τὸ ἀριθμῷ δεκαχὼς, τὰ δὲ ὑπο- δείγματα δῆλα. Τὸ διχῶς καὶ τριχῶς καὶ τὸ διχθά, τριχθά, τετραχθὰ εἰς ποίαν κατηγορίαν
ἀνάξομεν;
κινήματα τοιαῦτα ἀπεγέννησε, τοῦ ποσοῦ λέγοι ἂν εἶναι ταῦτα· εἰ δὲ ἀποτέμνοιτο ταῦτα τῶν πρώτων νοήσεων, αἳ τοῖς πράγμασι συνήρτηντο, οὐκ ἀπαιτητέον, τίνος ἄν εἶεν γένους τῶν κατηριθμημένων κατηγοριῶν.
κεφαλὴ πρῶτα ὀνόματα, ὅτι δὲ ἡ χεὶρ καὶ ἡ κεφαλὴ μέρη ἐστὶν ὅλου καὶ ὡς μέρη ὀνομάζονται, δευτέρα κίνησις λεκτικῆς μηνύσεως· Σωκράτης μὲν γὰρ τῆς οὐσίας προσηγορία, ὅτι δὲ τὸ Σωκράτης ὄνομα, δευτέρα θέσις
ὀνόματος ἐπὶ τῇ πρώτῃ. οὕτως οὖν ἔχει καὶ τὸ ὅλον καὶ τὸ μέρος, καὶ διὰ τοῦτο παραιτητέον εἰς τὰς κατηγορίας αὐτὸ ἀνάγειν· εἰ δ’ ἄρα.
πρός τι τοῦτο τάξομεν· ὅλου γὰρ μέρος τὸ μέρος καὶ τὸ ὅλον ἐκ τῶν μερῶν ὅλον.
16
τάξομεν;
κτὰ τὸ σημαντικὸν τῶν ἐν τοῖς οὖσι διαφορῶν ὑφίστανται· διὸ καὶ μᾶλλον
ἀξιοῦμεν τὰ ἄτομα καὶ ἔχοντα δεῖξιν θεωρεῖν ὡς κυριώτερα ἐν ταῖς κατη- γορίαις καὶ μᾶλλον ἀποπληροῦν αὐτῶν τὴν ἐπαγγελίαν δυνάμενα. τούτων τοίνυν διωρισμένων ἄξιον ἐπιστῆσαι πρὸς τὴν τελεωτάτην ἐπιστήμην ἀνα- φέροντας αὐτῶν τὴν εἴδησιν.
λέγειν ἄρχεται, ἀλλὰ περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων, καί- τοι. ἐν ταῖς ἄλλαις συγγραφαῖς εἰωθὼς ἀεὶ τοῦ σκοποῦ ἔχεσθαι καὶ μηδὲν περαιτέρω τῶν εἰς τὴν ὑπόθεσιν τεινόντων λέγειν;
οὐδ’ ὅσα τὰ πράγματα, τοσαῦται καὶ αἱ ἐπ’ αὐτοῖς σημαντικαὶ λέξεις
οὔτε καθ’ ἕκαστον οὔτε κοινῶς κατὰ γένος, ἀλλ’ ὅπου μὲν ὑπερβάλλει, ὅπου δὲ ἐνδεῖ τὰ ἕτερα τῶν ἑτέρων· καὶ γὰρ ἑνὸς πράγματος πολλάκις εὑρίσκεται πλείω τὰ ὀνόματα καὶ πραγμάτων πλειόνων ἓν ὄνομα κατ’ οὐδὲν κοινὸν
καὶ ταὐτὸν κείμενον, ὥστε ἐπὶ τὴν προτεθεῖσαν λέξιν τὴν ἁπλῆν καὶ ἀσύνθετον χρὴ σκοπεῖν, εἰς ποίαν κατηγορίαν ἀνάγεται. διὰ τοῦτο περὶ
ὁμωνύμων, συνωνύμων καὶ παρωνύμων διαλαμβάνει διδάσκων ἡμᾶς πανταχόθεν ἐπισκοπεῖν, μή τι ταῖς λέξεσι τοιοῦτο συμβέβηκεν, ὥστε τὰ οἰκείως προτετάχθαι ὀφείλοντα πρῶτον παραδίδωσι τοῖς μέλλουσιν
ἀκριβῶς τἀς κατηγορικὰς λέξεις γνώσεσθαι. ὥσπερ γὰρ ἐν ταῖς ἄλλαις ἐπιστήμαις τρολαμβάνομέν τινα, ὧν ἄνευ χαλεπὸν καὶ ὅλως ἀδύνατον
ἦν γνῶναι τὸ προκείμενον, οὕτως κἀνταῦθα κἀνταῦθα | πρὸ τῆς εἰς τὰς κατηγορίας διαιρέσεως προλαμβάνομέν τινα συντελεῖν μέλλοντα εἰς τὴν σαμήνειαν τῶν ἑξῆς.
τὴν ἀνωμαλίαν τὴν περὶ τὰς λέξεις παραιτοῦνται.
ζητήσεων παρὰ τῶν τὰς Πυθαγορικὰς ὑποθέσεις θαυμαζόντων ἀπαιτεῖν τεῖν προσῆκεν· εἴπερ δὲ τὰ χρήσιμα προλαμβάνειν ἔδει, τί βουλόμενος
μετὰ τὴν τῶν κατηγοριῶν παράδοσιν ἐπήγαγε περὶ. ἐναντίων καὶ ἀντικειμένων καὶ κινήσεων καὶ τῶν ἄλλων;
τῶν ἐπιστημόνων εἰκότως προδιδασκόμεθα, τοιαῦτα δέ γε ἦν τὰ ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ παρώνυμα· τούτων γὰρ πρόληψιν οὐκ ἔχομεν καί
που πάντως ἔδει παρὰ τοῦ ἀκριβῶς τοῖς ὀνόμασι χρωμένου εἰς τὴν ἐπίνοιαν ἡμᾶς προαχθῆναι· ὧν δὲ φυσικὴν ἔχομεν τὴν ἐπιβολήν, οὐ μήν πω ταύτην διηρθρωμένην, τούτων ἔδει μὲν τῇ κοινῇ ἐννοίᾳ χρήσασθαι, ἵνα μὴ
τὸ σύνεχες, τῆς διδασκαλίας διακοπῇ, μετὰ ταῦτα δὲ ἀκριβῶς διαρθρῶσαι
ἕκαστα, ἀυτὰ τὰ πράγματα διαλαμβάνοντα, ἀλλ’ οὐχὶ τῇ φυσικῇ θεωρίᾳ ταύτα σκοπούμενον. αὐτίκα ὥσπερ· εἰς γένη μέν τινα τὴν διδασκαλίαν ἀνάγει περί τε ἐναντίων καὶ ἀντικειμένων καὶ τῶν ἄλλων, ἔτι τε περὶ κι- νήσεως καὶ τοῦ ἅμα παχυτέραις ταῖς ἐπιβολαῖς χρώμενος, τὴν <δ᾿> ἀκριβεστέραν
θεωρίαν ἐν τοῖς Φυσικοῖς ἐκδιδάσκει.
ὄνομα κοινωνεῖ, τὰ δέ γε συνώνυμα κατ’ ἀμφότερα, τό τε ·ὄνομά φημι καὶ τὸν λόγον;
τοῦτ’ εὐλόγως προέταξεν· ἑκάστη μὲν γὰρ τῶν ὑφ’ ἑαυτὴν εἰδῶν κατὰ τὸ οἰκεῖον ἑαυτῆς γένος συνωνύμως κατηγορεῖται, ἁπλῶς δὲ πᾶσαι ὁμωνύμως κατηγορίαι λέγονται.
18 ὁμωνύμων δὲ διδάσκει τῶν κατὰ τὴν σχέσιν τῶν· πραγμάτων ἐπινοουμένων ἔχειν τὸ διττὸν τῆς σημασίας;
σύστασιν καὶ ἅπερ ἐστὶ κυριώτατα αὐτῆς αἴτια καὶ ἐν· οἷς ἔχει τὸ εἶναι ἡ
ὁμωνυμία, ταῦτα προηγουμένως ἀναδιδάσκει, ὧν νοουμένων ὁμοῦ καὶ ἡ λέξις ὡς οὖσα ὁμώνυμος συνθεωρεῖται· ὅταν γὰρ ᾖ πλείονα ταῦτα, εὐθὺς συναποδείκνυται καὶ τὰ ὀνόματα ὥσπερ πλεοναχῶς λεγόμενα. δι’ ὧν οὖν ἡ εὕρεσις ῥᾴστη καὶ ἀνυσιμωτάτη γίνεται, ταῦτα προὔθηκεν εἰκότως. ταῦτα
δέ ἐστι τὰ πράγματα κύρια ὄντα τοῦ ποιεῖν τὴν ὁμωνυμίαν, ὥστε κατὰ τὰς διαφορὰς τῶν πραγμάτων παραστήσας τὰ ὁμώνυμα συνακολουθοῦντα τούτοις ἔχει καὶ τὸν περὶ τῆς ὁμωνυμίας λόγον.
λέγῃ· ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, δὲ κατὰ τουνομα λόγος τῆς οὐσίας ἕτερος, ἤτοι τὸ μόνον σημαίνει αὐτῷ τὴν πρὸς τὸν λόγον ἀντιδιαστολὴν ἢ οὐ σημαίνει.· ἀλλ’ εἰ μὲν σημαίνει, περιττὰ τὰ λοιπά, εἰ δὲ οὐ σημαίνει, περιττὸν τὸ μόνον.|
χρὴ φροντίζειν τοὺς λέγοντας. κἀνταῦθα τοίνυν τὸ ἀμφίβολον τοῦ μόνου σαφηνίζει τὸ ἐπαγόμενον· ὡς γὰρ ὁ εἰπὼν ‘οὗτος χιτῶνα μόνον ἔχει σα- φέστερον ἐποίησε τὸ λεγόμενον ἐν τῷ προσθεῖναι ‘ἱμάτιον δὲ οὐκ ἔχει’,
οὕτως καὶ ὁ τῷ μόνῳ προσθεὶς τὸ ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐ- σίας ἕτερος οὐκ ἀτόπως τοῦ σαφοῦς ἐφρόντισεν.
ὁμώνυμον.
μέρος ἀδιαίρετον ὡς ὁ ἵππος καὶ ὁ οἰκέτης κοινός, καὶ τὸ διαιρούμενον, 19 τοῦτο δὲ διαφόρως, ἢ τὸ ἐν προκαταγήψει ἑκάστου † τὸ ἠγνοημένον, μετὰ δὲ τὴν χρῆσιν ἀναπεμπόμενον <εἰς τὸ> κοινόν, οἷον δή ἐστι τὸ βαλανεῖον καὶ
τὸ θέατρον, καὶ τὸ μετὰ τὴν νέμησιν ἑκάστου ἴδιον γιγνόμενον, ὡς τὰ λάφυρα τῶν πολεμίων τοῖς στρατιώταις. ὧν δὴ τρόπων τῆ·ς κοινότητος
κατ’ οὐδένα τοῖς ὁμωνύμοις προσεῖναι δυναμένων ἀναγκαίως ἡ ὕπαρξις αὐ- τῶν ἀναιρεῖται· οὔτε γὰρ ὡς ἀδιαιρέτου μετέχει τοῦ ὀνόματος τὰ ὁμώνυμα ὡς ἵππου καὶ ἀνθρώπου, ἃ παρὰ μέρος εἰς χρῆσιν ἔρχεται (οὐδὲν γὰρ
κωλύει πολλοὺς ἅμα τῷ αὐτῷ ὀνόματι χρῆσθαι), οὔτε ὡς διαιρουμένου οὐ γὰρ κατὰ συλλαβὰς ἡ | μετοχὴ τοῦ ὀνόματος)· εἰ δὲ μήτε ὡς ἀδιαιρέτου
μήτε ὡς διῃρημένου, πῶς οἷόν τε κοινὸν εἶναι τὸ ὄνομα;
παραλείπουσιν, ὅπερ ἐστὶ τρόπος τῆς ἐπὶ τοῦ ὀνόματος κοινωνίας·
αὐτῷ γὰρ τῷ μὴ διαιρεῖσθαι τούτῳ καὶ πάρεστι πᾶσι τοῖς μετέχουσιν αὐτοῦ.
εἴη), τὸ δὴ κοινὸν πλειόνων οὐχ ἑνός ἐστι σημαντικόν. ἄδηλον γάρ ἐστι,
τί τῶν πολλῶν βούλεται σημῆναι· ὁ γὰρ εἰπὼν κύνα, ὅτι μὲν οὐ βοῦς οὐδ’ ἵππος οὐδ’ ἄνθρωπος τὸ σημαινόμενον ἐδήλωσεν, τίνα δὲ κύνα βούλεται δηλοῦν, οὐ σημαίνει. τὸ δὲ ὄνομα τὸ σημαντικόν ἐστιν, ὥστε οὐκ ἂν εἴη
ὄνομα κοινὸν πλειόνων· εἰ δὲ τοῦτο, οὐδὲ ὁμώνυμον ὅλως ἔσται τι πρᾶγμα· τὰ γὰρ ὁμώνυμα βούλεται ὑπὸ κοινοῦ τινος σημαίνεσθαι ὀνόματος
πλείω ὄντα πράγματα. εἰ δὲ προσθήκης δεῖται τὸ ὄνομα πρὸς τὸ σημῆναι ἓν ἐκ τῶν πολλῶν ὃ βούλεται, πάλιν ὁ τοῦ ὁμωνύμου λόγος ἀνα- τρέπεται· οὐκέτι γὰρ διαμένει κοινόν, ὅταν τῇ προσθήκῃ τῆς διαφορᾶς
ἴδιόν τινος γένηται, οἷον ὅταν τῷ κυνὶ προσθῶμεν τὸ χερσαῖον ἢ θαλάτ- τιον, ὥστε οὐ μόνον οὐ διαμένει τὸ ὄνομα κοινόν, ἀλλ’ οὐδὲ ὅλως ἐστὶν
ὄνομα διαφορὰν προσλαβόν.
20 οὕτως εἶπεν Ἀριστοτέλης τὸ κοινόν, ὡς τὴν λύραν καὶ τὸν ἵππον, ἀλλ’ ὡς τὴν κοινὴν φωνὴν τὴν ἐν τῷ θεάτρῳ, ἥτις ἡ αὐτὴ καὶ μία οὖσα εἰς διφόρων ἀκοὰς ἀφικνεῖται ὅλη· καὶ γὰρ ἐνταῦθα τοὔνομα ἕν καὶ
ταὐτὸν ὂν κατὰ οιαφορων πραγμάτων τέτακται.
κοινὸν εἶναι ἀδύνατον διαμένειν γὰρ δεῖ τὸ κοινόν· εἰ γὰρ μὴ διαμένοι, ἴδιον ἑκάστου γίνεται τὸ καθῆκον εἰς ἕκαστον), τὸ δὲ ὄνομα αἰσθητόν.
αἰσθητὴ γὰρ ἡ φωνή· ὥστε οὐδὲ κατὰ τοῦτ’ ἄν εἴη κοινὸν ὄνομα· εἰ δὲ μὴ τοῦτο, οὐδὲ ὁμωνύμων. αἰσθάνομαι μὲν οὖν καὶ αὐτός, ὡς σοφισματώδης
ἐστὶν ἡ τοιαύτη ἀπορία, ὅμως δὲ λύσιν αὐτῆς δοθῆναι βούλομαι. Φημὶ δὴ ἠγνοηκέναι αὐτούς, ὅτι τὸ κοινὸν οὐχ οὕτως ἐρρέθη, ὡς τὸ μεριστὸν εἰς πλείω, ἀλλ’ ὡς ὅλον ἑκάστου ταὐτόν, καὶ οὐχ ἕτερον μὲν τούτου
ἄλλο δὲ τούτου, ὡς ἰδίαν εἶναι περιοχὴν σχημάτων τὴν τῆς ὁμωνυμίας
κοινότητα. καὶ ᾧ λόγῳ μένει τὸ ἴδιον ἑκάστου ὄνομα, καὶ τὸ κοινὸν δια- μένει. ἔπειτα καὶ τὸ τρεπτὸν εἰ καὶ κατὰ τῆς φωνῆς ὡς σώματος ἐλήφθη, ἀλλ’ οὐ κατά γε τοῦ ὀνόματος καλῶς ἄν λαμβάνοιτο· ἀμετάβλητον γὰρ δεῖ τοῦτο μένειν.
εἰπεῖν· ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, οἱ δὲ ὅροι ἕτεροι·
ἐνῆν τὰ αὐτὰ ὁμώνυμα καὶ συνώνυμα ἀποφαίνειν ὡς τοὺς Αἴαντας· μὴ
γὰρ ἀποδιδομένου τοῦ ὅρου κατὰ τὸ ὄνομα εἷς καὶ ὁ αὐτὸς ὅρος ὡς ἀν- θρώπων ἐγίγνετο, ὥστε ἐφαίνοντο συνώνυμοι.
διόπερ ἀκριβῶς λόγον τῆς οὐσίας ἀντὶ ὅρου παρέλαβεν.
21 ἔχει ταὺτὸν (καλεῖται γὰρ ὀμώνυμα) καὶ λόγον ἐπιδέχεται τὸν τοῦ ὁμωνύμου, συνώνυμα ἔσται τὰ ὁμώνυμα. ἀλλὰ μὴν καὶ τὰ συνώνυμα πολὺ πρότερόν ἐστι συνώνυμα· πάντα ἄρα ἔσται συνώνυμα.
πλὴν ἵνα μὴ δοκῶσί τι λέγειν, οὕτως αὐτοῖς ἀπαντήσωμεν. οὐδὲν
γὰρ κωλύει τὰ πράγματα κατὰ ἄλλο μὲν εἶναι ὁμώνυμα, κατ’ ἄλλο δὲ συνώ- νυμα· ὥσπερ οὖν καὶ ἐνταῦθα πάντα γε τὰ ὁμώνυμα καλεῖται ὁμώνυμα, οἷον οἱ Αἴαντες· ἑκάτερός τε γὰρ αὐτῶν Αἴας καὶ ἑκάτερος ὁμώνυμος, καὶ καθὸ μὲν Αἴαντες οὐδὲν ἔχοντες προσὸν αὐτοῖς πρᾶγμα κοινόν, ὁμωνύμως
λέγονται, καθὸ δὲ ὁμώνυμοι κοινὸν ἔχοντες λόγον συνώνυμοι γίνονται.
τοῦ ὁμωνύμου εἶπεν ὁ δὲ κατὰ τοὔνομα τῆς οὐσίας λόγος; φαίνεται γὰρ ἐλλιπῶς εἰρηκώς, εἴ γε ἐν ἅπασι τοῖς γένεσι τῆς ὁμωνυμίας οὔσης ὁ λόγος οὗτος τὰ ἐν τῇ οὐσίᾳ μόνῃ ὁμώνυμα περιορίζει. Πρῶτον μὲν οὖν οὐκ ἐν ἅπασι τοῖς ἀντιγράφοις τὸ ὁ δὲ λόγος τῆς οὐσίας πρόσκειται, ὡς καὶ Βόηθος μνημονεύει ·καὶ Ἀνδρόνικος. εἰ
δὲ καὶ προσκείμενον εἴη τὸ ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος, διότι
παρὰ‘ τοῖς πλείστοις οὕτως εὑπίσκεται γεγραμμένον, ἀλλ’ ὀρθῶς γε ἔχει προσ- κείμενον. εἰ γὰρ ὁ λόγος ὁμώνυμον λόγος γάρ τις καὶ ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγή, διαφέρει δὲ τούτων ὁ τῆς οὐσίας δηλωτικὸς λόγος), καλῶς ἐποίησε προσθεὶς τὸ ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος. πρὸς δὲ τούτοις οὐ τῆς
οὐσίας μόνον εἶναι λεγομένης ἀλλὰ καὶ τῶν συμβεβηκότων ὄντων λεγομένων εἰκότως λόγον ἰῆς οὐσίας εἶπεν, οὐκ οὐσίας μόνον μνημονεύων ἀλλὰ καὶ τῶν ἄλλων γενῶν, καθὸ καὶ ταῦτα ὄντα λέγεται· ὁ γὰρ τὴν ἑκάστου τῶν συμβεβηκότων ὕπαρξιν δηλῶν λόγος τῆς οὐσίας ὀρθῶς ἂν λέγοιτο λόγος. ἔπειτα καὶ λόγον οὐσίας τὴν ὑπόστασιν τῶν ὁμωνύμων ἀκούειν προσῆκε.
ιθ. Καὶ μὴν εἰ τὰ συνώνυμα καὶ λόγου τοῦ αὐτοῦ καὶ ὀνόματος μετέχει, τί δήποτε περὶ τούτων προτέρων εἰπεῖν παρῆκε, τῶν δὲ ὁμωνύτὸν 22 μῶν ἐμνημόνευσεν; ἔτι δὲ εἰ περὶ τῶν ἀνωτάτω γενῶν μέλλει ποιεῖσθαι τὸν λόγον, τοῖς δὲ γένεσιν ὑπάρχει τὸ συνωνύμως τῶν ὑπ’ αὐτὰ κατηγορεῖσθαι,
ὁμωνύμως δὲ οὔ, ὑπάρχει μὲν αὐτοῖς τὸ συνώνυμον, τὸ δ’ ὁμώνυμον οὔ· προηγεῖται δὲ πανταχοῦ τὸ ὑπάρχον τοῦ μὴ ὑπάρχοντος, ὥστε
πρότερον ἐχρῆν περὶ τῶν συνωνύμων δεῖξαι, εἶτα περὶ τῶν ὁμωνύμων.
ἡ τοῦ ὁμωνύμου διδασκαλία καὶ ἡ τοῦ μὴ ὑπάρχοντος ἐπίδειξις· δεῖ γὰρ διαστείλασθαι πρῶτον τὴν ὁμωνυμίαν, εἶθ’ οὕτως εἰς ἀριθμὸν ἀγαγόντα
καὶ ὁρισάμενον τὰ γένη καθ’ ἕκαστον λοιπὸν ἐπιδεικνύναι, πῶς τῶν ὑπ’ αὐτὸ συνωνύμως κατηγορεῖται.
ἄνευ συμπλοκῆς διαιρέσει. οὐ γὰρ πάντως ἄνευ συμπλοκῆς ἢ μετὰ συμπλοκῆς τὰ λεγόμενα· τὸ γὰρ ‘ἄνθρωπος περιπατεῖ’ οὐ μετὰ συμπλοκῆς
οὐ γὰρ μετὰ συμπλεκτικοῦ συνδέσμου), τὸ δὲ ‘ἄνθρωπος’ ἡ | ‘βοῦς’ οὐκ
ἄνευ συμπλοκῆς· σύνθεσιν γάρ τινα συλλαβῶν καὶ στοιχείων ἔχειν καὶ τὰ ὀνόματα.
Ἀριστοτέλης καὶ τῇ τῶν πρεσβυτέρων συνηθείᾳ χρώμενος, οἵτινες
τὴν τῶν πλειόνων μερῶν τοῦ λόγου σύνοδον συμπλοκὴν ὠνόμαζον. τὸ δὲ λέγειν ὅτι μετὰ συμπλοκῆς ὁ ἄνθρωπος ἢ ὁ βοῦς, διότι σύνθεσις ἐπ’ αὐτῶν ἐστι συλλαβῶν καὶ στοιχείων, καὶ αὐτὸ οὐ καλῶς λέγεται· οὐ γὰρ τὴν τῶν στοιχείων σύνθεσιν, ἀλλὰ τὴν τῶν μερῶν τοῦ λόγου οἱ παλαιοὶ
συμπλοκὴν ὀνομάζουσιν.
εἶναι δύναται· καὶ γὰρ εἴ τις λέγοι τοῦ ἐν μέρει τόπου καὶ χρόνου χωρίζεσθαι
αὐτὰ, ἀλλὰ τοῦ τε ἀπλῶς χρόνου καὶ τόπου οὐ χωρίζεται.
πορεύεται γὰρ τῷ χρόνῳ καὶ συμμεταβάλλεται· εἰ δ’ ἦν τι ἀίδιον, κατὰ συμβεβηκὸς ἂν ἦν ἐν χρόνῳ ἀκίνητον ὂν καὶ ἀμετάβλητον· χρόνου γὰρ ὄντος εἶναι λέγεται. τούτων δὴ οὕτω διῃρημένων εἰ τὸ κινούμενον ᾗ
κινεῖται συμπαραμείβει τῷ χρόνῳ, οὐκ ἂν εἴη ἔν τινι κυρίως οὐδὲ ἐν χρόνῳ. εἰ γὰρ μηδ’ ἐν τόπῳ κινούμενον, οὐδὲ ἐν χρόνῳ ἂν εἴη· ὅμοιον
γὰρ ὡς ἂν εἰ ἐκινεῖτο. τότε γὰρ πολὺ μᾶλλον οὐκ ἂν εἴη ἐν τόπῳ ἀμφοτέρων καθ’ αὑτὰ κινουμένων. τοιοῦτον οὖν πέπονθε καὶ πρὸς τὸν χρόνον οὐδέτερον γὰρ ὑπομένει, ὥστε οὐκ ἔσται τὸ ἕτερον ἐν τῷ
ἑτέρω, οὔτε ἐν τῷ | κατὰ μέρος οὔτε ἐν τῷ γενικῷ. εἰ δὲ καὶ ἐν
χρόνῳ ῥητέον, κοινότερον, ἀλλ’ οὐκ ἐν τῷ ὡρισμένῳ ῥηθήσεται· οὔτε γὰρ κινήσεως οὔτε χρόνου ἐστὶ δεῖξις ἀμφοτέρων ἐν πλάτει θεωρουμένων καὶ κατὰ διέξοδον· ὑφισταμένων καὶ κατὰ συνεχῆ τῶν μερῶν γένεσιν· τὸ μὲν γὰρ παρελήλυθεν, τὸ δὲ μέλλει. εἰ δ’ ἄρα εἴη, ἄλλο
ληπτέον τὸ ἐν τῷ τόπῳ καὶ χρόνῳ, ἄλλο τὸ ὡς ἐν ὑποκειμένῳ τὸ ἐπὶ του χρώματος·
καὶ ποσότης (οὐδὲν γὰρ ἄχρουν ἢ ἀσχημάτιστον ἢ ἄποσον σῶμα), τοῦδε
δὲ τοῦ σώματος οἷον τοῦ πυρὸς ἢ τῆς χιόνος ἡ ψυχρότης ἡ ἡ θερμότης καὶ ἡ λευκότης ἢ ἡ λαμπρότης συμπληροῦσι τὴν οὐσίαν, ἤτοι μέρη αὐτῶν ἔσται τὰ εἰρημένα καὶ εὑρίσκεται τὰ ἐν ὑποκειμένῳ ὡς μέρη ὑπάρχοντα, ἡ οὐκ ἔσται μέρη καὶ οὐ συμπληροῖ ἰὴν οὐσίαν.
διττὸν καὶ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ κατὰ τοὺς πρεσβυτέρους· ἓν μὲν τὸ λεγόμενον πρῶτον ὑποκείμενον ὡς ἡ ἄποιος ὕλη, ἣν δυνάμει σῶμα Ἀριστοτέλης φησί, δεύτερον δὲ ὑποκείμενον τὸ ποιόν, ὃ κοινῶς ἢ ἰδίως ὑφίσταται· ὑποκείμενον γὰρ καὶ ὁ χαλκὸς καὶ ὁ Σωκράτης τοῖς
ἐγγινομένοις ἢ κατηγορουμένοις κατ’ αὐτῶν. τὸ γὰρ ὑποκείμενον κατὰ πρός τι λέγεσθαι ἐδόκει τινὶ γὰρ ὑποκείμενον), ἤτοι δὲ ἁπλῶς τῶν γινομένων ἐν αὐτῷ καὶ κατηγορουμένων αὐτοῦ ἢ ἰδίως· ἀπλῶς μὲν γὰρ ὑποκείμενον πᾶσι τοῖς γινομένοις καὶ κατηγορουμένοις ἡ πρώτη ὕλη, τισὶ δὲ 24 ὑποκείμενον γιγνομένοις ἐπ’ αὐτοῦ καὶ κατηγορουμένοις ὁ χαλκὸς καὶ ὁ
Σωκράτης. δύο τοίνυν ὑποκειμένων ὄντων πολλὰ τῶν ἐγγινομένων ὡς πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ὄντα ὡς πρὸς τὸ δεύτερον οὐκ ἦν ἐν ὑποκειμένῳ ἀλλὰ μέρη αὐτοῦ. διότι μὲν γὰρ πᾶν χρῶμα καὶ πᾶσα
ποιότης καὶ | πᾶν σχῆμα τῆς πρώτης ὕλης ἐστὶν ἐν ὑποκειμένῳ (ἐν γὰρ
ταύτῃ ὑφίσταται οὐχ ὡς μέρη αὐτῇς ὄντα καὶ ἀδύνατα χωρὶς αὐτῆς εἶναι), διότι δὲ οὐ πᾶν χρῶμα οὐδὲ πᾶν σχῆμα ἐπὶ τοῦ δευτέρου ὑποκειμένου ἐν αὐτῷ ἐστιν, <ἀλλ᾿> ὅταν μὴ συμπληρωτικὰ ᾖ τῆς οὐσίας, τότε ἔσται ἐν ὑποκειμένῳ. * * * ἐπὶ δὲ τῆς χιόνος οὐκ ἐν ὑποκειμένῳ ἀλλ’ ὑποκείμενον.
ἡ γὰρ τῆς χιόνος λευκότης οὔτε καθ’ ὑποκειμένου λέγεται ἄλλου σώματος οὔτε ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι τῆς χιόνος, ἀλλὰ συμπληροῖ τὴν οὐσίαν ὡς μέρος. Ἀριστοτέλης οὖν τὸ δεύτερον ὑποκείμενον εἰς τὴν διδασκαλίαν παραλαμβάνων πᾶν τὸ μὴ οὐσιωδῶς ὑπάρχον τινὶ ἐν ὑποκειμένῳ
φησὶν εἶναι, τὰ μὲν οὐσίαν συμπληροῦντα τιθεὶς ὄντα, τὰ δὲ μὴ
τοιαῦτα μέρη μὲν οὐ λέγων, συμπτώματα δὲ καὶ παθήματα, ὡς· εἶναι τοῦ μὲν πρώτου ὑποκειμένου τὰς ποιότητας συμπτώματα καὶ παθήματα καὶ τὰς ποσότητας, τοῦ δὲ δευτέρου ὡς μέρη, ὅταν συμπληρῶσιν αὐτοῦ τὴν οὐσίαν.
ἐκεῖνό γε ἄτοπον τὸ ἐν τῷ ὅρω τοῦ ἐν ὑποκειμένῳ δύνασθαι πολλάκις εὑρίσκεσθαι καὶ τὰ ὡς ἐν εἴδει καὶ τὰ ὡς ἐν γένει καὶ τὰ ὡς ὅλα ἐν μέ. ρεσι· κοινὸν γὰρ εἶναι καὶ πρὸς ταῦτα τὸν εἰρημένον λόγον τοῦ ἐν ὑποκειμένω. οὔτε γὰρ τὸ εἶδος μέρος τοῦ γένους δύναται γὰ·ρ καὶ ἐξαιρεθέντος
εἴδους· σώζεσθαι τὸ γένος ὡς τὸ ζῷον ἐξαιρεθέντος τοῦ ἀνθρώπου), οὔτε
δύναται ἄνευ τοῦ ζῴου εἶναι, πῶς γὰρ ἂν εἶδος εἴη γένους μὴ ὄντος; ἀλλὰ καὶ τὸ ὅλον ἐν τοῖς ἑαυτοῦ μέρεσιν ὂν οὔτε̣ μέρος ἐστὶν αὐτῶν ἄτοπον γὰρ τὸ ὅλον τῶν μερῶν λέγειν μέρος), οὔτε δύναται χωρὶς αὐτῶν εἶναι. πέφηνεν οὖν ὁ λόγος κοινὸς οὐ μόνον τῶν ἐν ὑποκειμένῳ, ἀλλὰ καὶ τῶν
μὴ ἐν ὑποκειμένῳ.
οὐκ εἶπεν ὃ ἔν τινι μὴ μέρος ὑπάρχον, ἀλλὰ μὴ ὡς μέρος ὑπάρχον, 25 ὥστε καὶ τὸ ὡς εἶδος ὑπάρχον ἀνῄρηκε διὰ ταύτης τῆς προσθήκης. τὸ δὲ ὅλον οὐκ ἔστιν ἔν τινι τῶν αὑτοῦ μερῶν, ἀλλ’ ἐν ἅπασι τοῖς ἑαυτοῦ θεωρεῖται μέρεσιν, ἐκεῖνος δὲ ἔφη ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον.
τὸ ὅλον οὖν περιγράφεσθαι ὑπακουστέον ἀπὸ κοινοῦ τοῦ μὴ ὡς μέρος. οὐ
γὰρ μόνον τὸ ἐπὸν οὐ δεῖ εἶναι μέρος, ἀλλὰ καὶ τὸ ὑποκείμενον μὴ μέρος εἶναι τοῦ ἐπόντος· τὸ γὰρ ὅλον ὡς ἐν πᾶσι τοῖς μέρεσι καθ’ ὑποκειμένων αὐτῶν λέγεται.
καὶ τῶν ῥόδων; πολλάκις γὰρ αἱ ποιότητες διαμένουσι τῶν πρώτως αὐτὰς δεδεγμένων μηκέτ’ ὄντων, ὥσπερ καὶ τοῦ οἴνου ποθέντος ἢ τοῦ σκορόδου βρωθέντος ἡ ὀσμὴ διαμένει.
τῶν ῥόδων, χωρὶς δ’ εἶναι οὐ δύναται, ἀλλ’ ἢ φθείρεται ἢ μεταδίδοται εἰς ἄλλα ὑποκείμενα. ὁ δὲ καὶ τοῦδε ἔτι ἀκριβέστερον τὸ ἐφεξῆς προστίθησιν· οὐ γὰρ ἐκείνου μόνου εἶπε μὴ δύνασθαι χωρὶς εἶναι τοῦ ἐν ᾧ ἦν, ἀλλ’ ἀπλῶς παντὸς ἐν ᾧ ἔστιν. ὥστε εἰ καὶ μεταλλάττοι τὰ ὑποκείμενα
ἡ πρὶν ἐν τῷ μήλῳ εὐωδία ἐγγιγνομένη ἐν τῷ ἀέρι, ὅμως ἐν ὑποκειμένῳ
τινὶ ἔσται, ἄλλοτε μέντοι ἐν ἄλλῳ, καὶ οὐδαμῶς οὐδέπ·οτε οὐδὲν διαφεύγει τὸν ὁρισμὸν τῶν συμβεβηκότων.
·τοῦ Σωκράτους καθ’ ὑποκειμένου κατηγορεῖται, κατὰ δὲ τοῦ ἀνθρώπου λέγεται 31 τὸ μὴ εἶναι Σωκράτην· οὐκοῦν καὶ κατὰ Σωκράτους ῥηθείη ἂν τὸ μὴ εἶναι Σωκράτην.
26 σὐσίαν ὑπαρχόντων λῆψιν, ἢν ἐκεῖνοι οὐ παρασωσάμενοι παραλογίζονται, τὰ μὴ ὑπάρχοντα ὡς κατ᾿ καθ᾿ ὑποκειμένου λέγεσθαι σὑσίαν προσλαμβάνοντες.
καὶ καθόσον κοινωνεῖ πρὸς αὐτὸ τῆς αὐτῆς οὐσίας (τὰ γὰρ γένη τῶν εἰδῶν ἐπινοίᾳ χωρίζομεν, αὐτὰ δὲ καθ’ αὑτὰ οὐχ ὑφέστηκεν, ἀλλ’ ἐν τοῖς εἴδεσι τὸ εἶναι ἔχει), πῶς ἀπαντήσωμεν;
καταταχθέν, ὥσπερ εἴ τις τὸν ἄνθρωπον αὐτὸν καθ’ αὑτὸν νοήσειε, τὸ δὲ εἶδος ἤδη κατατεταγμένον εἰς τὰς κατὰ μέρος διαφοράς, ὥσπερ τὸν πολίτην φυλέτην ἐπινοοῦμεν.
κατὰ μὲν τοῦ ἀνθρώπου τὸ ζῷον, κατὰ δὲ τοῦ ζῴου τὸ γένος, οὐκέτι δὲ κατὰ τοῦ ἀνθρώπου τὸ γένος κατηγορεῖται;
καὶ περὶ τοῦ γένους δὲ ὁ αὐτὸς λόγος. ἔτι τὸ μὲν εἶδος καὶ τὸ γένος ἄλλοις συμβέβηκε καὶ ἀντιδιαιρεῖται, τὸ μὲν πρὸς τὸ μὴ τῶν εἰδῶν εἶναι, τὸ δὲ πρὸς τὸ μὴ τῶν ἀτόμων εἶναι, | τὰ δὲ καθ’ ὑποκειμένου λεγόμενα
συμπληρωτικὰ τῆς οὐσίας ἦν. ἔτι τὰ μὲν κατὰ παντὸς λέγεται· πᾶς γὰρ ἄνθρωπος ζῷον εὐλόγως ἂν ῥηθείη, διότι οὐδέν ἐστι τῶν ὑπὸ τὸν ἄνθρωπον,
καθ’ οὗ οὐ λέγεται τὸ ζῷον· πᾶς δὲ ἄνθρωπος εἶδος ψευδῶς ἂν ῥηθείη, καὶ πᾶν ζῷον γένος οὐχ ὑγιῶς λέγεται· ὁ γὰρ τὶς ἄνθρωπος ἄνθρωπος,
οὐ μὴν εἶδος, καὶ τὸ τὶ ζῷον ζῷον μέν, οὐ μὴν γένος. οὐκ ἄρα κατὰ παντὸς λέγεται ταῦτα, ἀλλ’ ὅτι κοινότητές εἰσιν, οὕτω κατ’ αὐτῶν ῥηθήσονται. καὶ ὅτι τὸ μὲν συμπληρωτικὸν ἦν τῆς οὐσίας, τὸ δὲ ἐνδεικτικὸν
τῆς τοῦ ὀνόματος κατὰ κοινὴν σχέσιν θέσεως οὐ γάρ ἐστιν ὁ ἄνθρωπος
ἢ ὁ Σωκράτης αὕτη ἡ κοινότης ἡ κατηγορουμένη), μᾶλλον οὖν ἔοικεν αὕτη τοῦ ὀνόματος εἶναι παραστατική, παρὰ ποίαν σχέσιν ὠνόμασται ὁ ἄνθρωπος ἤτοι ζῷον, καὶ ἔστιν ὀνόματα ὀνομάτων δεύτερα προτέρων, ἀλλ’ οὐχὶ τῆς προηγουμένης ἔχεται τῶν λέξεων σημασίας, οὐδὲ τὴν φύσιν αὐτὴν σημαίνει 27 τῶν ὀνομαζομένων πραγμάτων, ἀλλὰ κατὰ ποῖον ὠνόμασται χαρακτῆρα ἐνοεικνυται.
εἶναι διαφοράς, ὡς περὶ ἐνίων ἀποφαίνεται, καὶ οὐχ ἁπλῶς περὶ ἁπασῶν· ὅταν δὲ προσδιορίζῃ τὰ ἐπάνω τῶν ὑπ’ αὐτὰ κατηγορεῖσθαι καὶ ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσι, τοσαύτας εἶναι καὶ
τοῦ ὑποκειμένου, ὡς περὶ πασῶν καθόλου ἀποφαίνεται μηδεμίαν αὐτῶν ὑπεξαιρούμενος.
αἰσθητικόν, ·ἅπερ αὐτοῦ καὶ συμπληροῖ τὴν οὐσίαν, οὐσῶν δὲ καὶ ἄλλων διαιρετικῶν, καθ’ ἃς διαιρεῖται τὸ γένος εἰς τὰ ὑπ’ αὐτὸ εἴδη οἷον τὸ ζῷον
εἰς τὸ ·λογικὸν καὶ ἄλογον, φανερὸν γέγονεν, ὅτι αἱ μὲν κατ’ οὐσίαν ὑπάρχουσαι τῷ ζῴῳ διαφοραὶ | πολὺ πρότερον ὑπάρξουσι καὶ τῷ ὀρνέῳ, αἱ δὲ
τέμνουσαι αὐτὸ εἰς τὰ περιεχόμενα ὑπ’ αὐτοῦ αὗται ἐνίοτε μὲν τῷ ὀρνέῳ ὑπάρξουσιν, ὅταν πρὸς αὐτὸ κοινωνῶσιν, ἐνίοτε δὲ οὐχ ὑπάρξουσι, ὅταν μὴ κοινωνῶσι πρὸς αὐτό, ὡς ἡ τοῦ λογικοῦ. ἀληθὲς ἄρα τὸ καὶ ἐνίας καὶ
πάσας εἶναι ταύτας διαφορὰς τοῦ κατηγορουμένου καὶ ὑποκειμένου, καὶ
ποίας ἑκατέρας, διεκρίναμεν. οὐκ ἄρα διορθωτέον τὴν λέξιν μεταστρέφοντας ἐπὶ τἀναντία τὴν ἀπόφασιν οὕτως· ὥστε ὅσαι τοῦ ὑποκειμένου, τοσαῦται καὶ τοῦ κατηγορουμένου. ἡμάρτηται γὰρ ἡ διόρθωσις· οὐχ ὅτι γὰρ ἡ τοῦ ἀνθρώπου διαφορὰ λέγοιτ’ ἂν κατὰ τοὐ ζῴου, τὸ δίπουν
φημὶ καὶ τὸ διαλεγόμενον καὶ τὰ ἄλλα ἀλλὰ δῆλον ὅτι τὸ μὲν οὐδὲν
κωλύει καὶ τὸ μὴ πάσας κατηγορεῖσθαι ταῖς διαιρετικαῖς προσήκει, τὸ δὲ πάσας κατηγορεῖσθαι ταῖς εἰδοποιοῖς. δοκεῖ δ’ ἐμοί γε καὶ αὐτὸς ἐνδείκνυσθαι ταῦτα, δι’ ὧν ἀντιδιαιρεῖ τὸ ἐπάνω τῷ ὑποκάτω, οὐκ ἐπὶ τῶν γενῶν μόνον τῷ τοιούτῳ διορισμῷ χρώμενος, ἀλλὰ καὶ ἐπὶ τῶν διαφορῶν.
ἐπάνω μὲν οὖν ταύτας θήσομεν διαφορὰς τὰς συμπλγρωτικάς αὐτῶν
τῆς οὐσίας, ὅσας καὶ οἷόν τε κατηγορεῖν ἐπὶ τῶν ὑποκειμένων, ὑποκάτω δέ, ὅσαι περιέχονται ἐν τοῖς προτέροις αὐτῶν γένεσιν, ἃς ἐνίοτε οὐχ οἷόν τε κατηγορεῖσθαι. διέλοι δ’ ἄν τις καὶ τὰς μὲν γενικὰς προσαγορεύων 28 διαφοράς, τὰς δὲ εἰδικάς· εἰδικὰς μὲν ὅσαι τέμνουσι τὸ γένος, καθ’ ἃς καὶ
εἰδοποιεῖται τὰ ὑπὸ τὰ γένη εἴδη, γενικὰς δὲ αὖ τὰς τῶν γενῶν συμπληρωτικὰς διαφοράς, αἷς εἰδοποιεῖται τὰ γένη. εἰσὶ μέντοι τινὲς καὶ τῶν διαιρετικῶν, ἃς οἷόν τε ὑπάρχειν τοῖς αὐτοῖς, ὡς ἐπὶ τῶν ὑπαλλήλων
ἐπιδέδεικται.
λέγεται καὶ ἓν κατ’ αὐτῶν κοινὸν ὄνομά ἐστι τὸ σχῆμα, καὶ τῶν | ἀρετῶν
καὶ κακιῶν διαφερουσῶν τῷ γένει τὰς αὐτὰς εἶναι διαφοράς· αἱ μὲν γὰρ
λογικαὶ αἱ δὲ ἄλογοι κατηγοροῦνται ἐπ’ ἀμφοτέρων.
γε ὑπὸ ἓν κοινὸν γένος ὑποτάττεται, ὥσπερ ἐπὶ τοῦ εὐθυγράμμου καὶ ὑπὸ τὸ σχῆμα· καὶ ἡ ἀρετὴ τοίνυν καὶ ἡ κακία ὑπὸ τὴν ἕξιν ταχθήσεται, καὶ
οὐκ ἔσται ἕτερα ἀλλήλων τὰ τοιαῦτα γένη.
καὶ τῶν διεστηκότων αἱ αὐταὶ ἐνίοτέ, εἰσι διαφοραί· καὶ οὕτως ψεῦδος
ἔσται τὸ νυνὶ λεγόμενον. ἔστι δὲ καὶ πρὸς τούτους ἡ αὐτὴ ἀπάντησις· ἐροῦμεν γὰρ ὅτι κακῶς λαμβάνετε τὰ ἕτερα γένη, οὐ γὰρ τὰ ἐπὶ βραχὺ παραλλάττοντα ἀλλὰ τὰ πάντῃ διεστηκότα ἐστὶν ἕτερα. πάλιν ὅταν λέγωσι
τὸ ζῶον πεζὸν καὶ τὸ ζῷον πτηνὸν τὰς αὐτὰς ἔχειν διαφοράς· ποηφάγα γὰρ καὶ σαρκοφάγα καὶ σπερμοφάγα ἐστὶν ἀμφότερα καίτοι μὴ ὄντα ὑπάλληλα
ἀλλ’ ἀντιδιαιρούμενα· ὥστε ῥᾴδιον καὶ πρὸς τοῦτο τὸ ἀπόρημα ἀντιθεῖναι τὸ αὐτό· τὸ γὰρ πεζὸν καὶ τὸ πτηνὸν ἄμφω κοινωνεῖ τοῦ ζῴου καὶ
οὐ πάντῃ ἕτερα εἴληπται τὰ γένη.
29 ἀτόμων ἔχειν τὴν κοινωνίαν τοὐ λόγου, ὥσπερ τὸ γένος τὸ κατὰ εἰδῶν ἔχειν τὸ κοινόν. διαφορὰ δέ ἐστι τὸ χωρίζειν πεφυκὸς ἀπὸ τῶν ὑπὸ τὸ γένος τὰ ὗπ’ αὐτὸ τεταγμένα, καὶ ὅτῳ διαφέρει | ἕκαστον τῶν εἰδῶν. κατὰ
γὰρ τὸ γένος οὐ διενήνοχεν. οὐ μέντοι ἁπλῶς τὸ χωρίζον ἐστὶ διαφορά,
ἀλλὰ τὸ ἐν τῷ εἶναι χωρίζον· οὐ γὰρ εἰ τὸ πλεῖν χωρίζει ἡμᾶς ἀπὸ τῶν ἄλλων ζῴων, ἔσται διαφορὰ τοῦ ἀνθρώπου ἡ τοῦ πλευστικοῦ. οὐ γάρ κατ’ οὐσίαν τὸν χωρισμὸν αὕτη ποιεῖται, κατὰ συμβεβηκὸς δὲ ἄλλως. βούλεται
οὖν ἡ διαφορὰ γίγνεσθαι οὐσίας μέρος· περὶ γὰρ τὴν οὐσίαν τὴν ἰδιότητα ἀφορίζει τῶν κεχωρισμένων. διαφορὰ δὲ καὶ εἶδος διαφέρει ὡς ὅλον καὶ
μέρος· ὥσπερ γὰρ τὸ ὄνομα τὸ λογικὸν ἔχει πρὸς τὸν ὅρον, οὕτω καὶ τὸ πρᾶγμα τῆς οιαφορας περιέχεται ὑπὸ του εἴδους.
τῶν προτιθεμένων θεωρημάτων; καὶ ἐνταῦθα πειραθῶμεν ἐπὶ τῶν παρόντων διά τινος μεθόδου τεχνικῆς τὴν εὕρεσιν αὐτῶν παραδοῦναι.
περὶ τὰ εἴδη καὶ καθολικώτερον μᾶλλον. τὴν δὲ διαφορὰν εὑρίσκομεν ἀπὸ τῆς κὰτ ειοη ειεροτητος χαρακτηριστικης. ἔχει μὲν οὖν τὸ μέσον
οὐσίας καὶ ποιότητος ἤτοι ἐξ ἀμφοῖν συνεστηκὸς ἢ τῆς οὐσίας συλλαβούσης τὸ ποιὸν ἢ ἀνάπαλιν τῆς ποιότητος τὴν οὐσίαν ἢ μεταξὺ τῆς διαφορᾶς
οὔσης τῶν ποιῶν τε καὶ τῆς οὐσίας, ὡς ἐκβεβηκέναι αὐτὴν ἀμφότερα τὰ ἄκρα. δεῖ τοίνυν τὸν λόγον τῆς διαφορᾶς μηδαμοῦ ἀπέχεσθαι τῆς οὐσίας τῶν εἰδῶν εἰ δὲ μή, γίνεται κατὰ συμβεβηκός), ἀλλ’ ὥσπερ εὑρίσκεται
τὸ γένος ἀπὸ τῆς τῶν εἰδῶν καὶ τῆς οὐσίας κοινωνίας, τὰ δὲ εἴδη, ἡνίκα ἄν τὰ ἀριθμητὰ κοινωνῇ τοὐ. εἶναι, οὕτως δὴ καὶ τὰς διαφορὰς ἀπὸ τῆς
ἑτερότητος τῆς θεωρουμένης κατὰ τὰς ἰδιότητας τῆς οὐσίας περιλαμβάνεσθαι· οὕτω γὰρ ἄν εὔληπτος αὐτῶν γένοιτο ἡ εὕρεσις.
εἶναι τῷ εἴδει τὰς διαφοράς. |
αὐτῷ ταῦτα ἐπαλλάττειν ἀντὶ ἀλλήλων, βούλεται δὲ διὰ τούτου ἀκριβολογεῖσθαι περί τινος μείζονος· ἵνα γὰρ μὴ τῷ ὀνόματι προσέχοντες τὰς 30 αὐτὰς λέγωμεν διαφορὰς σκεύους καὶ ζῴου, οἷον τὸ ὑπόπουν καὶ ἄπουν,
διὰ τοῦτο προσέθηκε τῷ λόγῳ· ταῦτα γὰρ ὀνόματι μόνῳ δο.κεῖ τὰς αὐτὰς διαφορὰς ἔχειν. ἢ καὶ οὕτως ἄν εἴποιμεν· ὡς ἕτεραι τῷ εἴδει εἰσὶν αἱ λαμβανόμεναι ὡς ἐν τῷ εἴδει ἑκάστου τῶν ἑτέρων γενῶν, ἐν μὲν τῷ ζῴῳ
τοῦ ἀνθρώπου, ἐν δὲ τῇ ἐπιστήμῃ τῆς μουσικῆς λαμβανομένης, δύναται τὸ ἕτεραι τῷ εἴδει καὶ τὰς εἰδοποιοὺς σημαίνειν διαφοράς, ἵνα μὴ λάβῃ
τις τὰς κατὰ συμβεβηκὸς ὡς τὸ πλεῖν τοῦ ἀνθρώπου· οὐ γὰρ αἱ ὁπωσοῦν χωρίζουσαι διαφοραί, ἀλλ’ αἱ κατὰ τὸ εἰδοποιεῖν καὶ τὸ εἶναι αὗται κυρίως εἰσὶν ἕτεραι τῷ εἴδει.
δύναμιν, ἀλλ’ ὅτι πάντα εἰς μίαν νεύει οὐσίαν. ἐπεὶ δὲ πολλαχῶς τὸ ἓν
λέγεται καὶ γένει καὶ εἴδει καὶ κατ’ ἄλλους τρόπους πλείονας, ἀφορίζει νῦν ἓν τὸ κατ’ ἀριθμὸν λαμβάνων οὐ μόνον ᾧ ἀριθμοῦμεν, ὡς συκοφαν- τοῦσί ·τινες, ἀλλὰ καὶ τὸ ἀριθμούμενον. οὕτω γὰρ καὶ τοὺς πέντε ἵππους ἐν ἀριθμῷ τινι λέγομεν.
καὶ ἑνός· ἓν γὰρ ἀριθμῷ ἐστι καὶ οὗτος κἀκεῖνος.
ἔστιν ὅτι ὁ μὲν φέρε γρυπότητι ἡ ξανθότητι ἢ ἄλλῃ συνδρομῇ ποιοτήτων
ἀφώρισται, ἄλλος δὲ σιμότητι ἢ φαλακρότητι ἢ γλαυκότητι, καὶ πάλιν ἕτερος ἑτέραις, οὐ καλῶς μοι δοκοῦσι λύειν· οὐ γὰρ ἡ συνδρομὴ τῶν ποιοτήτων ἀριθμῷ ποιεῖ διαφέρειν, ἀλλ’ εἴπερ ἄρα ποιότης. μᾶλλον οὖν ἐκείνως
ἀπαντητέον, ὅτι τὰ τῷ ἀριθμῷ ἕτερα οὐ διαφέρει ἀλλήλων τῇ φύσει καὶ τῇ οὐσίᾳ, ἀλλ’ ἔχει τὸ ἕτερον κατὰ τὸ ἀριθμεῖσθαι· ἕτερα οὖν ὡς ἀριθμητά·
ἐν γὰρ τῷ καθ’ ἓν ἀριθμεῖσθαι ἕκαστον ἐπέρχεται ὁ ἀριθμός. διαφέροντα οὖν τῷ ἀριθμῷ δοκεῖ μοι λέγειν τοῦτ’ ἔστι διεστηκότα ὡς ἀριθμητά, ἵν’ ᾖ τὸ λεγόμενον ἐπὶ τοῦ εἴδους τοιοῦτον, ὅτι τὸ κατὰ πλειόνων
καὶ διεστηκότων τῷ ἀριθμεῖσθαι εἶδός ἐστιν, ἵνα τὸ διαφέρειν ἀντὶ τοῦ διεστηκέναι λαμβάνωμεν.
εἰς ταὐτὸ ὑπὸ τοῦ τὰς δύο ἀρχὰς εἰς ταὐτὸ συμπίπτειν. τὸ μὲν οὖν κινεῖσθαι ἐν τῷ πάσχειν ἐστί. τὸ δὲ ποιοῦν κινεῖ ἀκίνητον ὄν. ἔνια δὲ τῶν
ποιούντων ἐν τοῖς αἰσθητοῖς κατὰ συμβεβηκὸς κινεῖται ἀπὸ τοῦ τὰς δύο ἀρχὰς ἐν αὑτοῖς ἔχειν, καὶ εἶναι μέν τι αὐτῶν κινοῦν, εἶναι δὲ κινούμενον ἕτερον. ἀντιδιεῖλεν οὖν τῷ ποιοῦντι τὸ πάσχειν κατὰ τὰ ἑαυτῷ περὶ τῶν
αἰτίων δοκοῦντα.
νεῖν δοκοῦσι πάντα τὰ γένη. ἄλλοι δὲ εἰς οὐσίαν καὶ συμβεβηκὸς διατέμνοντες αὐτὰ ἡγοῦνται ἀρκούντως διαιρεῖσθαι. |
τὰς κατηγορίας ἐφάπτονται μέν πως τῆς Ἀριστοτέλους πρώτης καὶ εἰς ἐλάχιστα τῶν γενῶν τομῆς, καὶ ταύτῃ γε οὐχ ἁμαρτάνουσιν· ᾗ δὲ παραλείπουσι τὰ καθόλου καὶ ἐν μέρει, ταύτῃ δὲ κακῶς χρῶνται καὶ
ἀτελῶς τοῖς Ἀριστοτελικοῖς. οἱ δ’ αὖ εἰς οὐσίαν καὶ πρός τι ἀντιδιαιροῦντες,
ἐπειδὴ τὰ συμβεβηκότα ἄλλου ἐστί, καὶ οὕτω δύο μόνα ποιοῦντες γένη τὰς ὅλας κατηγορίας, οὗτοι δὲ ἐπιτίθενται τῇ ἐνδείᾳ τῶν ὀνομάτων· ᾗ γὰρ συμβεβηκότα οὐ πάντα ἐστὶν ἄλλου, ἀλλὰ ἓν μόνον τὸ αὐτῷ λεγόμενον πρός τι. δοκεῖ δὲ πρός τι εἶναι πάντα τὰ συμβεβηκότα διὰ τὸ ῇμᾶς
ἀφαιρεῖν τὰ ὀνόματα τῶν πεφυκότων συσσημαίνεσθαι διὰ τὸ γνώριμον·
οὕτως ἡ λευκότης δοκεῖ τινος εἶναι οὐκ οὖσα καθ’ αὑτήν τινος. ἐπὶ τούτῳ γε τῷ λόγῳ καὶ τὰ προηγουμένως καθ’ αὑτὰ πρός τί ἐστι. Σωκράτης γὰρ Σωφρονίσκου λέγεται οὐχ οὕτως, ᾗπέρ ἐστι Σωκράτης, ἀλλὰ παραλείπομεν ὡς γνώριμον τὸ υἱός, ἐπεὶ ᾗ Σωκράτης οὐδενός. καὶ τὸ συμβεβηκὸς εἰ
μὲν ἀναφέρ·οιμεν εἰς τὸ ὑποκείμενον, πρός τι, ὥσπερ ὁ ἀγρὸς ὡς κτῆμα
πρός τι, αὐτὸ δὲ καθ’ αὑτὸ τὸ συμβεβηκὸς φύσις τις ἰδία. καὶ ἡ ὕλη δὲ καὶ τὸ ὑποκείμενον καθὸ μὲν τυγχάνει τούτων τῶν προσηγοριῶν, πρός τί 32 ἐστι (τινὶ γὰρ ὑπόκειται), καθὸ δὲ ἀρχή, κατὰ διάστασίν ἐστι καὶ καθ’
ἑαυτό. δεῖ τοίνυν μὴ ῥημάτων συνηθείας ἀλλὰ τῆς τῶν πραγμάτων φύσεως ἐξεταστὰς γίνεσθαι, μηδὲ τῇ ἐνδείᾳ τῶν ὀνομάτων ἐπιτίθεσθαι, ἀλλὰ ταῖς διαφόροις ἰδιότησι τῶν πραγμάτων συνακολουθεῖν. οὕτω γὰρ οὐχ εὑρεθήσεται
τὰ γένη ἐλάττονα ὄντα τῶν δέκα. εἰ δέ τις εἰς ὑποκείμενον <καὶ τὰ περὶ τὸ ὑποκείμενον> διαιρούμενος ὡς περιττεύουσαν εὐθύνει τὴν εἰς δέκα
διανομήν, καὶ οὗτος ἀορίστως ἀντιδιαιρεῖ τὰ περὶ αὐτὸ πρὸς ἓν καὶ ὡρισμένον τὸ ὑποκείμενον.
τοὺς περιττεύειν λέγοντας τὴν τῶν κατηγοριῶν διάταξιν, ἀπάντησον δὲ
καὶ πρὸς τοὺς ἐλλείπειν αὐτὴν ἀποφαινομένους· διὰ τί γάρ φασι τῷ μὲν ποιεῖν τὸ πάσχειν ἀντέταξεν, οὐκέτι δὲ τῷ ἔχειν τὸ ἔχεσθαι;
μὲν γάρ τις τὴν ἀσπίδα, ἔχεται δὲ ἡ ἀσπὶς ἐν τῷ οὑτωσὶ περικεῖσθαι· οὐκ ἄλλο τι οὖν ἔσται ἡ θέσις ἢ τάξις τῶν ἐχομένων. Ἀλλὰ διὰ τί τοὺς συνδέσμους παρέλιπεν, ἀποροῦσιν. Ἐπειδή, φαμὲν ἡμεῖς, οὔτε προηγουμένη ἐστὶν αὐτῶν ἡ χρεία τοῦ λόγου ἀλλὰ δευτέρα, οὔτε τελεία ἀλλ’ ἀτελής, οὔτε λεκτικὴ συμβολικὴ δὲ
μᾶλλον. ἀλλ’ οὐδὲ σημαίνει προηγουμένως συσσημαίνει δὲ μᾶλλον, ὥσπερ τὰς διπλᾶς εἰώθαμεν παραγράφειν, αἵτινες μετὰ τῶν γεγραμμένων μὲν συσσημαίνουσι τὸ ἀπαρτίζον τῆς διανοίας αὐταὶ δὲ καθ’ ἑαυτὰς οὐδὲν δηλοῦσι. καὶ οἱ σύνδεσμοι τοίνυν συσσημαίνουσι μετὰ τῶν ἄλλων μερῶν τοῦ
λόγου, αὐτοὶ δὲ καθ’ ἑαυτοὺς οὐκ εἰσὶ σημαντικοί, ἀλλ’ ἐοίκασι τῇ κόλλῃ·
διόπερ οὐδὲ λόγου στοιχεῖα αὐτοὺς τιθέμεθα, ἀλλ’ εἴπερ ἄρα μέρη λέξεως. κἄν σημαίνωσι δὲ οὗτοι, κατὰ σύνταξιν σημαίνουσιν, ὥσπερ ἡ βα συλλαβή, τὸν δὲ λόγον εἶναί φαμεν περὶ τῶν ἄνευ συντάξεως καὶ καθ’ αὑτὰς σημαινουσῶν λέξεων καὶ κατὰ τὰς προηγουμένας χρήσεις τοῦ λόγου, οὐ μέντοι
κατὰ τὰς ἑπομένας.
διὸ καὶ ἀόριστά τινες αὐτὰ καλοῦσι· τὸ μὲν γάρ τι ὑποκείμενον παρίστησι, μετὰ δὲ τοῦ ἄρρενος συνταττόμενον ἄρρεν τι δηλοῖ, μετά δὲ τοῦ
θήλεος θῆλύ τι. παρῆκται δὲ τὸ τόδε | ἀπὸ τοῦ τινός, συνεκφαίνει δὲ
ὁποτερονοῦν τῶν ἄρθρων τὸ ἄρρεν ἢ τὸ θῆλυ ἐν τῇ συντάξει, αὐτὸ δὲ καθ’ αὑτό ἐστιν ἄσημον.
προσθεὶς γὰρ τἀς κατηγορίας σὺν ταῖς πτώσεσιν αὐτῶν καὶ ταῖς ἀποφάσεσι καὶ ταῖς στερήσεσι καὶ τοῖς ἀορίστοις ὁμοῦ συνέταξεν αὐτῶν τὴν διδασκαλίαν πτώσεις τὰς ἐγκλίσεις ὀνομάζων. ἔσται δὴ οὖν τὸ ἀνυποδετεῖν τῆς αὐτῆς κατηγορίας, ἧς καὶ τὸ ὑποδεδέσθαι, καὶ τὸ ἀναπνεῖν τῆς
τοῦ ἔχειν κατηγορίας. ὥστε καὶ τὸ ὡπλίσθαι. καὶ αἱ ἀποφάσεις οὖν τούτων ἔσονται ὧν καὶ καταφάσεις, καὶ τὰ ἀόριστα τούτων ὧν καὶ τὰ ὡρισμένα· καθόλου γὰρ ἐν τούτω ἔχουσι τὸ εἶναι αἱ ἀποφάσεις καὶ στερήσεις ἐν τῷ τὰ ἀναιρούμενα μὴ εἶναι, εἰκότως ἄρα ἐπ’ ἐκεῖνα ἀναπέμποιτο τὰ ἐν ἕξει ὄντα καταφασκόμενα. καὶ ὁ νεκρὸς οὖν τούτου ἔσται
οὗ καὶ τὸ ζῷον, καὶ ἡ τυφλότης τοῦ αὐτοῦ οὗ καὶ ἡ ἕξις καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. περὶ δὲ τοῦ ἑνός, ὡς οὐκ ἔστιν ἔξω πῖπτον τῶν κατηγοριῶν, πολλαχοῦ ἄν τις ἀποδείξειε· καὶ γὰρ ὡς ἀρχὴ τῶν ἀριθμῶν καὶ ὡς μέτρον ὑπάρχον τοῖς πρός τι συνταχθήσεται, καὶ εἴ τις ἀσώματον καὶ καθ’ ἑαυτὸν τὸν ἀριθμὸν τιθείη, οὐσία ἂν εἴη ἡ μονάς, εἰ δέ τις διττὸν
ἀριθμὸν ὑπόθοιτο, ἔσται καὶ ἡ μονὰς ἐν δύο γένεσιν, ἐπὶ μὲν τῶν κατὰ σύνθεσ‘ιν ἀριθμητῶν ἐν τοῖς πρός τι, ἐπὶ δὲ τῶν νοητῶν ἐν οὐσίᾳ ταττομένη. μένη. εἰ δέ τις αὐτὴν καὶ μέρος ποσοῦ νομίζοι, ὥσπερ καὶ ὁ Ἀλέξανδρος, ἔσται καὶ ἐν τῷ ποσῷ ἅμα. τοῦτο μέντοι ὅλον παρακρούεται ἡμᾶς· πανταχοῦ
γὰρ ἕτερόν ἐστι τὸ πέρας καὶ τὸ ὁριζόμενον ὑπὸ τοῦ πέρατος. καὶ
ἡ μονὰς οὖν ἀρχὴ καὶ πέρας οὖσα τοῦ ποσοῦ οὐκ ἂν εἴη ποσόν. ἴσως δὲ βέλτιον ὁμώνυμον καὶ τὸ ἓν ἀπολιπεῖν, πολ|λαχῇ μὲν καὶ ἄλλῃ, ἀτὰρ
34 δὴ καὶ ὡς νυνὶ λέγομεν, οὐκ ἄν εἴη διαίρεσις προηγουμένη εἰς τὰς κατηγορίας οὐδὲ θέσις αὐτῶν ἀφωρισμένη εἰς ἓν γένος.
κατηγοριῶν γένη τὸν Ἀριστοτέλην λέγοντας πῶς ἂν διαπραγματεύσοιο; λέγουσι
τοίνυν τινές, ὡς δεῖ τὴν κίνησιν γένος εἶναι < ἀντὶ> τοὐ ποιεῖν καὶ πάσχειν· οὔτε γὰρ εἰς ἄλλο γένος αὐτὴν προσήκει ἀνάγειν, οὔτε ἄνωθέν τι αὐτῆς ἐν τῷ τί ἐστι κατηγορεῖται, οὔτε εἰς τὸ ποιεῖν οἷόντε αὐτὴν τάττειν καὶ γὰρ ἐν τῷ πάσχειν πολλαὶ κινήσεις), οὐδ’ αὗ ἐν τῷ πάσχειν, ὅτι πολλαὶ
κινήσεις ποιήσεις.
καὶ τῆς κινήσεως εἰς ἐντελέχειαν ἀπὸ τῆς δυνάμεως ὁδευούσης ἄλλως μὲν ἐν τῶ ποιῶ, ἄλλως δὲ ἐν τῷ ποσῷ, ἄλλως δὲ ἐν ταῖς ἄλλαις κατηγορίαις, οὐχ οἷόν τέ ἐστι νοεῖν μίαν κατηγορίαν διὰ τὴν ὁμωνυμίαν. καὶ τὴν στάσιν δὲ εἴ τις ἀντεισάγοι, ταὐτὰ πρὸς αὐτὸν ἀντεροῦμεν, καὶ ἔτι προσήκειν λέγοντες οὐ τοῖς ἐν γενέσει ἀλλὰ μᾶλλον τοῖς νοητοῖς τὴν στάσιν. εἰ δέ τις
εἰς τὸ πὼς ἔχον συντάττοι τὰς πλείστας κατηγορίας, ὥσπερ οἱ Στωικοὶ ποιοῦσιν, ἐπιδεικτέον αὐτοῖς, ὅτι πλεῖστα παραλείπουσι τῶν ὄντων τά τε ἐν τόπῳ καὶ τὰ ἐν χρόνῳ καὶ κατ’ ἀριθμὸν ποσὰ καὶ κατὰ πηλίκον καὶ τὸ ὑποδεδέσθαι καὶ ἄλλα τοιαῦτα· οὐδὲν γὰρ ὅτι τῶν τοιούτων περιέχεται
ἐν τῷ πὼς ἔχοντι.
τὸ ἢ ποιεῖν αὐτὸ ἢ πάσχειν ἢ ἀμφότερα· περιλαμβάνει μὲν γὰρ τὰ δηλούμενα ὡς ὄντα αὕτη ἡ ἀπόδοσις τοῦ λόγου, τίνα δέ ἐστιν οὐ σημαίνει. ὡς γὰρ οὐκ ἔστι λόγος κυνὸς τὸ ζῷον χερσαῖον ἢ θαλάττιον ἢ οὐράνιον, ἀλλ’
ὁ δηλῶν τὴν οὐσίαν αὐτοῦ, οὕτως οὐδὲ ὁ εἰρημένος λόγος ἂν εἴη τοῦ ὄντος, ἄλλως τε ὅτι οὐδὲ ἀληθεύεται οὗτος ὁ λόγος κατὰ τῶν εἰδῶν τοὐ
ὄντος. χρὴ γὰρ τὸν ὅρον τοῦ γένους ἐφαρμόζειν καὶ τῷ εἴδει· ὥσπερ οὖν 35 ὁ τοῦ ζῴου λόγος ἐφαρμόζει καὶ τῷ ἀνθρώπῳ, οὕτως ἔδει καὶ τοῦτον τὸν λόγον ἐφαρμόζειν ἑκάστῳ τῶν εἰδῶν τοῦ ὄντος, οἷον κυνὶ ἢ ἀνθρώπῳ ἢ
ἵππῳ, οὐδεὶς δὲ ὅρον ἀποδιδοὺς ἵππου φησὶν αὐτὸν ἢ ποιεῖν ἢ πάσχειν ἢ ἀμφότερα.
τὸν τὸ κατηγορεῖν αὐτῆς τὸ ἔστι· δυνάμει γάρ ἐστι ἡ οὐσία οὐσία καὶ τὸ ποιὸν ποιόν. ἢ εἰ μὴ ἀδολεσχοῦμεν κατηγοροῦντες αὐτῶν τὸ ἔστιν, ἕτερον
αὐτῶν ἔσται τὸ ἔστιν. εἰ δὲ ἕτερον, καὶ καθ’ ἕκαστον ἕτερον, ὥστε οὐ δέκα μόνον αἱ κατηγορίαι, ἀλλὰ καὶ ἄλλαι δέκα καθ’ ἃς τὸ ἔστι περὶ ἑκάστης αὐτῶν λέγομεν, καὶ πάλιν εἰ ἑκάστου τούτων ἄλλο τὸ ἔστι κατηγορήσομεν,
ἐπ’ ἄπειρον ἀναβησόμεθα. εἰ δὲ ἓν εἴη καὶ κοινὸν ἐπὶ πασῶν τὸ ἔστι κατηγορούμενον καὶ ἐγκέκλιται τὸ ἔστι ἀπὸ τοῦ ὄντος, εἴη ἄν γένος
τὸ ὂν.
προσκατηγοροῦντες αὐτοῦ τοῦτο λέγομεν· ἡ δὲ ὕπαρξις καὶ τὸ ὑπάρχειν τὸ ὑποκείμενον οὐ κεχωρισμένον τι δηλοῖ τοῦ ὑποκειμένου, ἀλλά καθ’ ἕκαστον
τῶν δέκα μαρτυρεῖ τῇ ὑποστάσει τὸ μὴ εἶναι ἀνυποστάτῳ αὐτῇ ἀλλ’ ὑφεστηκέναι. καὶ τὸ εἶναι οὖν ὁμώνυμον ἔσται καὶ δεκαχῶς ῥηθήσεται, ὁσαχῶς καὶ τὰ ὄντα. |
In Aristotelis Categorias Commentarium. Dexippus. ed. Adolf Busse. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.