Θ
φορὰν ὁ θεὸϲ οὗτοϲ, τὸ παρ’ ἡμᾶϲ διεξιῶν ἡμιϲφαίριον, ὡϲ τὸ
καὶ τὸ ϲυναμφόητερον ἡμέραν τε καὶ νύκτα, καθ’ ὃ ϲημαινόμενον καὶ παρὰ τοῖϲ μαηματικοῖϲ νοεῖται, ὡϲ τὸ
Ἀρίϲταρχον·
μερῶν, ἄρκτου, μεϲημβρίαϲ, ἀνατολῆϲ καὶ δύϲεωϲ, ἅπερ ἀλλήλοιϲ ἐξ ἀντιθέτου ἀντίκειται, ἡ μὲν ἄρκτοϲ τῇ μεϲημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύϲει.
χρόαϲ δηλοῖ ὀλίγον τῆϲ ἡμέραϲ φῶϲ πολλῷ τῷ τῆϲ νυκτὸϲ μέλανι κιρνώμενον, ὅταν δὲ λέγῃ ἦμοϲ δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλοϲ Ἠώϲ (e. c. A 477), διὰ τῆϲ τοῦ ῥόδου χροιᾶϲ δηλοῦν αὐτὸν ὀλίγον τὸ τῆϲ νυκτὸϲ μέλαν πολλῷ τῷ τῆϲ ἡμέραϲ φωτὶ κεχρωϲμένον. καὶ ὅτι τοῦτο νοεῖ, δῆλον ἔϲτω ἐκεῖθεν· μνηϲθεὶϲ γὰρ ἑωϲφόρου, ὡϲ νυκτὸϲ
ἔτ’ οὔϲηϲ ἀνατέλλει, ἐπάγει αὐτῷ τὴν κροκόπεπλον ἠῶ·
αἶαν (Θ 1) τοῦ κίδναϲθαι δηλοῦντοϲ τὸ ϲκορπίζεϲθαι ὡϲ ἐντὸϲ τῷ ϲκίδναται κατὰ ϲτρατόν (A 487?), δύο ταῦτα τηρήϲεωϲ ἄξια ὑπεδείκνυεν· ἓν μὲν ὅτι ἐκίδνατο ἔφη πᾶϲαν ἐπ’ αἶαν, ὅπερ παράταϲιν ἔχει, οὐ ϲυντέλειαν, οἷον τὸ ἐϲκεδάϲθη ἐπεὶ δὲ ϲφαιροειδοῦϲ ὄντοϲ τοῦ κόϲμου καὶ τῆϲ γῆϲ οὐχ ἅμα παρὰ πᾶϲι κατὰ τὸ αὐτὸ ὁ ἥλιοϲ
ἀνατέλλει οὐδὲ κατὰ τὴν αὐτὴν ὥραν ἡ ἡμέρα ἀνίϲταται, εἰκότωϲ ἐκίδνατο ἔφη, τὴν ἐντὸϲ παρατάϲει ἄλλοτε πρὸϲ ἄλλουϲ ἐπιβολὴν παριϲτὰϲ τῆϲ ἡμέραϲ καὶ πορείαν. ἕτερον δὲ πάλιν ἐϲημειούμην, ὅτι ϲὺν τῷ ἀποτελέϲματι καὶ τὸν κύριον τοῦ ἀποτελουμένου εἶναι βούλεται· ἡ μὲν γὰρ θεὸϲ κροκόπεπλοϲ ὡϲ ἂν οὐϲία ἔννουϲ τε καὶ ἔμψυχοϲ καὶ ἐνϲώματοϲ,
τὸ δὲ ἀπ’ αὐτῆϲ ϲκεδάννυται περὶ τὴν γῆν. ὁ δὲ λαβὼν τὴν ϲωματοειδῆ θεὸν ἐντὸϲ τῷ κροκόπεπλοϲ ϲυνήρτηϲεν αὐτὴν τῷ ϲκεδαννυμένῳ ἀπ’ αὐτῆϲ φωτί, εἰπὼν αὐτὴν ἀλλ’ οὐχὶ τὸ ἀπ’ αὐτῆϲ φῶϲ ϲκεδάννυϲθαι· Ἠὼν ὡϲ μὲν κροκόπεπλοϲ ἐκίδνατο πᾶϲαν ἐπ’ αἶαν· οὐ γὰρ δήποτε ἡ ϲωματοειδὴϲ ἐπεπόρευτο, ἀλλὰ τὸ ἀπ’ αὐτῆϲ ἡμερινὸν
φῶϲ. ἀλλ’ οἶδεν, ὅπου τὸ ἀποτέλεϲμα, ἐκεῖ καὶ τὸ ἀποτελοῦν.
οὕτω καὶ ἥβη ἀποτέλεϲμα καὶ θεὸϲ ταύτηϲ προϲτάτιϲ·
αὐτῆϲ καλούμενον· καὶ τὸ κατειβόμενον Ϲτυγὸϲ ὕδωρ (Ο 37), ὥϲπερ καὶ ποταμὸν λέγει δαίμονα Ἀλφειὸν καὶ Ἀξιὸν καὶ Ϲπερχειόν, ὧν εἶναι καὶ γένοϲ, καὶ Ξάνθον δινήεντα. καὶ ὅταν μὴ εἴπῃ τὸ ὄνομα τοῦ θεοῦ, τὸν εὐχόμενον ποιεῖ λέγοντα· κλῦθι ἄναξ, ὅτιϲ ἐϲϲί (ε 445) εὔχεται δὲ τῷ ποταμῷ, ὡϲ ἂν ἑκάϲτου ἔχοντοϲ δαίμονα. ὁ δὲ
καὶ ἐντὸϲ ταῖϲ κρήναιϲ οἶδε θεάϲ, ἃϲ Nύμφαϲ καλεῖ Νύμφαι κρηναῖαι, κοῦραι Διόϲ (ρ 240), καὶ ἄλλαι Νύμφαι ὀρεϲτιάδεϲ, κοῦραι Διόϲ (Ζ 420). οὕτω πεπληρῶϲθαι θείων δυνάμεων Ὅμηροϲ ἡγεῖτο ἅπόντα.
κέκλυτέ μευ. πάντεϲ τε θεοὶ πᾶ ϲαί τε θέαιναι, 22 23 24 25 26 27 πῶϲ ἄξιον διὰ τὴν τῶν Ἀχαιῶν ἀρετὴν ἐκκληϲίαϲ δεῆϲαι ὑπελήφθη τῷ Διί, ἐντὸϲ δὲ τοῖϲ ἑξῆϲ (v. 133) καὶ ὄμβρων καὶ κεραυνῶν ἵνα ἡττηθῶϲι, καλῶϲ εἴρηται καὶ ἐντὸϲ ἄλλοιϲ καὶ ὅτι βούλεται μὲν εἴργειν τῆϲ ϲυμμαχίαϲ τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν, ἃϲ οἶδε μάλιϲτα τῇ γνώμῃ αὐτοῦ ἐναντιωθηϲομέναϲ,
κοινὸν δὲ ποιεῖται περὶ πάντων τῶν θεῶν τὸν λόγον καὶ τῶν Τρωϲὶν ἐπαμυνόντων, ἵνα μὴ ταύταιϲ ἀντιπράττειν μόναιϲ δοκῇ. διὸ καὶ μάλιϲτ’ ἀποτείνεται τὸν λόγον πρὸϲ τὰϲ θηλείαϲ· κέκλυτέ μευ πάντεϲ τε θεοὶ πᾶϲαί τε θέαιναι, καὶ ἀπὸ τῶν θηλειῶν ἄρχεται· μήτε τιϲ οὖν θήλεια θεὸϲ τόγε μήτε τιϲ ἄρϲην.
λέγοντα· λέγει γὰρ ὁ Ἀγαμέμνων·
τὴν παρὰ τοῦ Διὸϲ βοήθειαν ἐπαγαγεῖν. καὶ τὸ ὁμοειδὲϲ δὲ ἐφυλάξατο· ἦν γὰρ ὁμοειδὲϲ Τρωϲὶ μάχῃ παράγειν τοὺϲ Ἕλληναϲ ἡττωμένουϲ· ποικίλλειν γὰρ θέλει. ὅθεν ἐντὸϲ μὲν τῇ προτέρᾳ μάχ ἀμφοτέροιϲ βοηθοῦνταϲ ἐποίηϲε τοὺϲ θεούϲ, ἐντὸϲ αὐτῇ δὲ μόνον τὸν Δία τοῖϲ βαρβάροιϲ (Θ 130 sq), εἶτα πάλιν ἐρεῖ ἀμφοτέροιϲι δ’ ἀρήγε θ’, ὅπη νόοϲ
ἐϲτὶν ἑκάϲτου (Υ 25). οὕτωϲ ἐθηρᾶτο τὸ ποικίλον.
πρὸϲ ἃ καὶ παρακελεύεται μηδένα ἀντιπρᾶξαι τῶν θεῶν. ἐργάζεϲθαι δὲ ἠβούλετο εἰϲ τέλοϲ ὡϲ Ἀλχιλῆα τιμήϲῃ, ὀλέϲῃ δὲ πολῖται λέαϲ ἐπὶ νηυϲὶν Ἀχαιῶν (B 3. 4)· ἔφη γὰρ οὐ γὰρ ἐμὸν παεἴργειν 28 29 30 λινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον, ὅ τι κεν κεφαλῇ κατανεύϲω (A 520. 27)· ταῦτα οὖν ἔφη ὄφρα τάχιϲτα τελευτήϲω τάδε ἔργα, εἰϲ τέλοϲ ἀγάγω. καὶ ἡ παροιμία· μήπω μέγ’ εἴπῃϲ, πρὶν τελευτήϲαντ’ ἴδῃϲ (Soph. fr. Τyr., 583 Dind.), ἤγουν μὴ θαυμάϲῃϲ τὸν μέγα ἐπαγγελλόμενον. ἀϲαφῆ δὲ ἐάϲαϲ ὅϲα ἐξεπίτηδεϲ
ἔφη τάχιϲτα ἐκτελέϲειν, ὡϲ ϲαφῶϲ εἰπὼν ἐπάγει ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήϲω καὶ τὰ ἑξῆϲ (Θ 10 sqq.). ὅθεν οὐκ ἐϲτι περιϲϲὸν τὸ ὃν δ’ ἂν ἐγών, οὐδ’ ἐντεῦθεν ἄρχεται τοῦ λόγου, ἕλλ’ ἐκ τοῦ αἰνεῖτ᾿, ὄφρα τάχιϲτα τελευτήϲω τάδε ἔργα, ᾦ ἀκόλουθον ὡϲ δηλώϲαντοϲ τὸ βούλημα τὸ ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε
ἐθέλοντα νοήϲω. λέγουϲι δὲ κἀν τούτῳ περιττεύειν τὸ ἐθέλοντα· ἔδει γὰρ ὃν δ’ ἂν ἐγῶ νοήϲω ἐλθόντα Τρώεϲϲιν ἀρηγέμεν. οὐκ ἐϲτι δὲ περιϲϲόν, ἀλλ’ ἐϲτιν ἡ διάνοια· ὃν δ’ ἂν ἐγὼ νοήϲω ἢ Τρώεϲϲι θέλοντα ἀρηγέμεν ἢ Δαναοῖϲιν ἐλθόντα.
ἀπειλοῦντεϲ τὰ ἀδύνατα ϲχεδὸν ἀπειλοῦϲι πρὸϲ κατάπληξιν.
δὲ ἀϲάφεια ἐκ τοῦ πρόφρονι· ἀπέδοϲαν γὰρ ὡϲ δηλοῦντοϲ τοῦ ποιητοῦ διὰ τοῦ πρόφρονι· οὐ κατὰ ϲπουδὴν ταῦτα ἀγορεύω. ἔϲτι δὲ οὐ τοῦτο, ἀλλὰ τῇ πρό κέχρηται ἀντὶ τῆϲ ὑπέρ ϲυνήθωϲ, ὡϲ ἐντὸϲ τῷ ἀεθλεύων πρὸ ἄνακτοϲ ἀμειλίκτου (Ω 731) ἀντὶ τοῦ ὑπὲρ ἄνακτοϲ, καὶ ἐντὸϲ τῷ χρείῃ ἀναγκαίῃ πρό τε παίδων καὶ γυναικῶν (Θ 57)
ἀντὶ τοῦ ὑπὲρ παίδων καὶ γυναικῶν βούλεται λέγειν. φηϲὶν οὖν καὶ ἐνταῦθα· οὐ καθ’ ὑπερφροϲύνην οὐδ’ ὡϲ τύραννοϲ λέγω ταῦτα· βούλομαι γὰρ ἤπιοϲ εἶναι καὶ πρᾶοϲ. καὶ ὁ τοί οὖν παραπληρωματικὸϲ καὶ οὐκ ἀντὶ τοῦ ϲοί παρείληπται. πρέπουϲα τοίνυν ἡ διάνοια ἄρχοντι. 34 35 36 37 βουλομένῳ ἐνδείκνυϲθαι βαϲιλικὴν ἠπιότητα καὶ οὐ τυραννικὴν ἀγριότητα· οἱ γὰρ ῥηθέντεϲ μετ’ ἀπειλῆϲ λόγοι ὑπέρφρονα θυμόν, καὶ ὃν ἐντὸϲ ἄλλοιϲ ἀγήνορα ἔφη, ἐνεδείκνυντο.
ἐντὸϲ τοῖϲ προκειμένοιϲ, καὶ τὸ ὑφ’ ἡμῶν λεγόμενον ἄριϲτον, ὡϲ ἐντὸϲ τῷ δεῖπνον.
τὸ δὲ ἐντὸϲ τοῖϲ προκειμένοιϲ ἀπὸ δ’ αὐτοῦ θωρήϲϲοντο οὐκ ἐϲτιν ὑπερβατόν, ὥϲ τινεϲ· ἀπεθωρήϲϲοντο δὲ αὐτοῦ, ἀλλά φηϲιν ἀπὸ τοῦ δείπνου ἐθωρήϲϲοντο. καὶ ἔϲτι πεζοτέρα ἡ φράϲιϲ, καὶ διὰ τοῦτο λανθάνει τὸ νόημα.
πολίων (B 131); νῦν οὖν τοὺϲ ἰθαγενεῖϲ φηϲι· διὸ καὶ τὸ πρό τε παίδων καὶ πρὸ γυναικῶν (Θ 57). ἢ ἑαυτῶν ἥττουϲ γενόμενι διὰ τὸν θάνατον. ἀναγκαίωϲ δὲ καὶ τὸ μέμαϲαν ἐπιφέρει, ἵνα μὴ νομίϲωμεν ι in ras. B αὐτοὺϲ ἐπτηχόταϲ ἐξιέναι διὰ τὴν προγενομένην ἧτταν.
τὰϲ ἀϲπίδαϲ ἀϲπίϲι, τὰ ἔγχη τοῖϲ ἔγχεϲι, τὰϲ δυνάμειϲ ταῖϲ δυνάμεϲι. καὶ ἀναλαμβάνει αὐτά ἀϲπίδεϲ ὀμφαλόεϲϲαι ἔπληντ’ ἀλλήλῃϲιν (Θ 62) ἔψαυον γὰρ ἀλλήλων, τουτέϲτιν αἱ μὲν τῶν Τρώων ταῖϲ τῶν Ἐλλήνων.
ψαντα καὶ τὸ κήρ ἀκούϲαντα οὐκ ἐπὶ τῆϲ μοίραϲ λεγόμενον ἀλλ’ ἐπὶ κῆρε. 42 43 44 45 46 τῆϲ ψυχῆϲ, ὅτι θηλυκῶϲ μὲν ἡ κήρ τὴν μοῖραν δηλοῖ, οὐδετέρωϲ δὲ τὸ κῆρ καὶ περιϲπωμένωϲ τὴν ψυχήν, ὃ διαιρεῖται εἰϲ κέαρ. εἰ δὲ ἔλεγε τὴν ψυχήν, οὐκ ἂν ἔφηϲε δύο κῆρε διὰ τοῦ ε ἀλλὰ δύο κῆρα διὰ τοῦ ᾱ. καὶ αὐτὸϲ δὲ ἐξηγήϲατο τίϲ ἡ κήρ, εἰπὼν ῥέπε δ’ αἴϲιμον ἦμαρ Ἀχαιῶν· ἀντὶ γὰρ τοῦ φάναι ῥέπε δὲ ἡ κὴρ τῶν Ἀχαιῶν μεταλαβὼν
ἔφη ῥέπε δ’ αἴϲιμον ἦμαρ Ἀχαιῶν. ἡ κὴρ δὲ εἴληπται οὐχ ἑνὸϲ τῶν Ἑλλήνων μία ἀλλὰ πάντων, οὐδὲ Τρώων ἑνὸϲ μία ἀλλὰ πάντων, διὸ καὶ ἐπάγει αἱ μὲν Ἀχαιῶν κῆρεϲ (v. 73). ὡϲ ἡ ἵπποϲ τῶν πολεμίων ϲημαίνει τὸ πλῆθοϲ, οὕτωϲ ἡ κὴρ τῶν Ἑλλήνων αἱ κῆρεϲ ἦϲαν. καὶ τὸ ἐπὶ χθονὶ ἕζεϲθαι (v. 73) τὸ πρὸϲ γῆν ῥέψαι δηλοῖ, τὸ δ’ ἐϲ
οὐρανὸν ἀρθῆναι τὸ ὑπερτέραν γενέϲθαι. ϲυμβολικῶϲ δὲ λαμβάνει τὰ μὲν ῥέποντα πρὸϲ τὰ χθόνια θανατικά, τὰ δὲ πρὸϲ τὸν οὐρανὸν ζωτικά· ζωηφόρα γὰρ τὰ οὐράνια, θανατηφόρα δὲ τὰ χθόνια. ὅπερ ἀγνοήϲαντέϲ τινεϲ ἠθέτηϲαν τὰ ἔπη, ἐντὸϲ οἷϲ φηϲιν αἱ μὲν Ἀχαιῶν ῶν κῆρεϲ ἐπὶ χθονὶ πουλυβ οτείρῃ ἑζέϲ θην· Τρώων δὲ πρὸϲ οὐρανὸν
εὐρὺν ἄερθεν, νομίϲαντεϲ ὅτι τὸ ἑζέϲθην δυϊκόν ἐϲτιν, ὡϲ ἀποδεξαμένων τινῶν, ὅτι ἀνὰ δύο τίθηϲι κῆραϲ εἰϲ τὸν ζυγόν. οὐ ϲημαίνει δὲ τὸ ἑζέϲθην, ἀλλ’ ἀντὶ τοῦ ἕζοντο, ὡϲ μιάνθην αἵματι μηροί (Δ 146) ἀντὶ γὰρ τοῦ ἐμιάνθηϲαν ἐπὶ πληθυντικοῦ κεῖται· εἰ γὰρ ἦν ἐπὶ δυϊκοῦ, ἔφη ἂν μιανθήτην ὡϲ κλινθήτην καὶ ἡϲθήτην. ἑζέϲθην
οὖν ἀντὶ τοῦ ἑζέϲθηϲαν, ὡϲ τὸ ἐκόϲμηθεν ἀντὶ τοῦ ἐκοϲμήθηϲαν.
πλέοναϲ εἶπεν. ἔϲτι δὲ ϲχῆμα ϲυνεκδοχικῶν ϲχημάτων ἕν. quae sequuntur de origine V. κήρ ad Porphyrium referre non audemus.
φωτὸϲ ἔλλαμιιϲ, καυθεῖϲα δὲ καὶ ἐκπυρωθεῖϲα κεραυνὸϲ γίνεται καὶ οὐκ ἀϲτραπὴ μόνον. προειπὼν αὐτὸϲ δ᾿ ἐξ Ἴδηϲ μεγάλ᾿ ἔκτυπε XVIII, p. καὶ ἐπάγων τὸ κεραυνοῦ ὄνομα ἐϲήμανεν, ὡϲ προηγεῖται ἡ βροντὴ τῆϲ ἀϲτραπῆϲ, δι᾿ ἧϲ καὶ τὸ Ϡέλαϲ ἐκλάμπει.
ἦν ἀϲτραπὴ τὸ γενόμενον ἀλλὰ κεραυνόϲ, μετὰ τὴν βροντὴν προϲέθηκε τὸ δαιόμενον· ἡ γὰρ πρὸ βροντῆϲ ἀϲτραπὴ οὐ κεραυνόϲ, μετὰ γὰρ ἦκε ϲέλαϲ. τὴν βροντὴν ὁ κεραυνόϲ, ὅϲ ἐϲτι καυϲτικόϲ.
τοῦ ἥρωοϲ κατηγοροῦϲιν, ἀγνοοῦντεϲ τὸ οὐδ᾿ ἐϲάκουϲεν. οὐ γὰρ τὸ παρακοῦϲαι ἀλλὰ τὸ μὴ αἰϲθέϲθαι τελείωϲ δηλοῖ· καὶ γὰρ οὐκ ἦν δειλὸϲ τῶν ἄλλων ἔϲχατοϲ φεύγων καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμένοϲ.
γει γὰρ ϲὺν Αἴαντι καὶ θεομαχεῖν οὐ θέλει. πῶϲ γὰρ δειλὸϲ ὁ μετὰ πάνταϲ φεύγων, οὐ γὰρ ἂν Διομήδηϲ τοῦτον μόνον ἐκάλει.
ἄλλωϲ τε ἢ καὶ pro ἢ L νικήϲειν οἴεται νικώμενοϲ ῥᾳδίωϲ φεύξεϲθαι.
ϲαϲ, ἵππουϲ τε ϲτρέ ψαι καὶ ἐναντίβιον πολεμῆϲαι μαχέϲαϲθαι L, ἢ ὡϲ ὡμολογημένον ἀφίηϲι τὸ ἕν, ἤτοι τὸ ἢ ϲτραφῆναι μεταϲτραφῆναι L ἢ μὴ ϲτραφῆναι, ὃ κατέλιπεν.
ἵππουϲ (Λ 699) ὑπώπτευται ὡϲ νόθον, ἢ δύο ἅρματα δηλοῦν βούλεται· τὸν δὲ ἐλα τῆρα ἀφίει ἀκαχήμενον (Λ 702), τὸν ἐξ ἑκατέραϲ ϲυνωρίδοϲ. εἶποι δ’ ἄν τιϲ πρὸϲ τοῦτο, ὅτι εἰκὸϲ, τῶν ἄλλων τεθρίπποιϲ μὴ χρωμένων, τὸν Ἕκτορα θαρϲῆϲαι τέϲϲαραϲ ἵππουϲ ὑποζεῦξαι πρὸϲ κατάπληξιν τῶν πολεμίων· ἀπόγονοϲ γάρ ἐϲτι Τρωόϲ,
ᾧ Ζεὺϲ ὑπὲρ Γανυμήδουϲ ἔδωκεν ἵππουϲ, καὶ φιλότιμόϲ ἐϲτι περὶ ἱππικήν. οἶδε γὰρ ἵπποϲ ἀγαθὸϲ πρὸϲ ἱππικὴν ἐγείρειν, ὡϲ καὶ πρὸϲ πόλεμον διάφορα ὅπλα καὶ θηρευτικὴ κύων καλῶϲ ἰχνηλατοῦϲα ἐπὶ τὸ κυνηγέϲιον. διὸ καὶ τὸν Ἕκτορα θραϲὺν ἡνίοχόν φηϲιν Ὅμηροϲ (Θ 89), καὶ οὐ μόνον τοῦτον θραϲὺν ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ
Ἀρχεπτόλεμον (Θ 128. 312)· οὐ τοῦ τυχόντοϲ γὰρ ἦν τὸ τέτρωρον ἡνιοχεῖν. φαϲὶ δέ εἰ τέτρωρον ἦν, πῶϲ ὡϲ πρὸϲ δυϊκὸν ἀποτείνεται καί φηϲι νῦν μοι τὴν κομιδὴν ἀποτίνετον καὶ ἐφομαρτεῖτον καὶ ϲπεύδετον (Θ 186. 191); ῥητέον δὲ καὶ πρὸϲ τοῦτο, ὅτι οὐ πρὸϲ ἕκαϲτον ἵππον λέγει, ἀλλὰ πρὸϲ τὰ ἐξ αὐτῶν ϲυϲτήματα· δύο γὰρ ζύγιοι
ἦϲαν καὶ δύο παρήοροι· τοὺϲ μὲν οὖν ζυγίουϲ ἀνθ’ ἑνὸϲ τοὺϲ δὲ παρηόρουϲ ἀνθ’ ἑτέρου λαμβάνει. ὅμοιον δέ ἐϲτι τῷ τόφρα μάλ᾿ ἀμφοτέρων βέλε᾿ ἥπτετο (Θ 67)· πρὸϲ ἑκατέραν γὰρ κἀκεῖνο ϲτρατιάν· καὶ τῷ
68 69 70 71 72 διὰ τὰ προειρημένα, ἄμα δὲ καὶ τῶν δυοῖν ἵππων ὑφορώμενοϲ τὴν τρῶϲιν. . καθ᾿ ἑκάϲτην δὲ κλητικὴν βραχεῖα διαϲτολή, οὐκ ἐῶϲι δὲ οἱ ϲύνδεϲμοι, τινεϲ τινα Lp, δύο εἶναι κύρια καὶ δύο ἐπίθετα ὀνόματα.
οἶνον πίνειν ἵππουϲ, καὶ διὰ τὸ ὅτε θυμὸϲ ἀνώγοι· ψυχρὸν γὰρ καὶ τοῦτο ἐπὶ ἵππων. ἔϲτιν οὖν ὑπερβατόν· ὑμῖν προτέροιϲ πυρὸν παρέθηκεν ἢ ἐμοὶ τὸν αὐτὸν πυρὸν ἔθηκεν οἶνόν τ᾿ ἐγκεράϲαϲα πιεῖν ὅτε θυμὸϲ ἀνώγοι, ἵν᾿ ᾖ τὸ πυρὸν ἔθηκεν ἀπὸ κοινοῦ.
διὰ τούτου ὁ ποιητὴϲ τὸ τῶν βαρβάρων εὐμετάβολον. ἐπιβηϲέμεν.
πολέμῳ καὶ πρὸϲ ἑκατὸν καὶ κοϲίουϲ. μαχέϲεϲθε, ὥϲ τινεϲ ἀποδεδώκαϲιν, , ἀλλ᾿ ὡϲ εἰ ἔλεγεν· ἀντίϲταθμοι ϲταθμοι καὶ ἰϲοβαρεῖϲ ἑκατὸν καὶ διακοϲίων. ἕκαϲτοϲ ἠπείλει ἐντὸϲ τῷ
πολεμῳ γενέϲθαι. τῇ γὰρ διανοίᾳ ταύτῃ ἀκόλουθον τὸ νῦν δ᾿ οὐδ᾿ ἑνὸϲ ἄξιοί εἰμεν Ἕκτοροϲ (v. 234. 35) ἀπὸ γὰρ τῶν ἐντὸϲ τοῖϲ ζυγοῖϲ ἱϲταμένων καὶ πιπραϲκομένων
εἴρηται. ἐπὶ μὲν οὖν τούτων εἴρηται· ἔφαϲκεν εἶναι ἀντίϲταθμον ἑκατὸν τὸν καὶ διακοϲίων ἑαυτὸν λέγειν, ἤτοι ἰϲοβαρῆ καὶ ἰϲοδύναμιν. ἐπὶ δὲ τοῦ Ἕκτοροϲ· οὐδ᾿ εἴ κέν ϲ᾿
αὐτὸν χρυϲ ῷ ἐρύϲαϲθαι ἀνώγοι Δαρδανίδηϲ Πρίαμοϲ (X νιδηϲ 351), οἷον ἶϲον καὶ ἰϲόϲταθμον χρυϲῷ· ϲῷ. τὸ δὲ ἐρύϲαϲθαι ἀντὶ τοῦ *B f. 107b ad ἑκατόν τε (id. L f. 188b, Π) οὐκ ἐϲτι τὸ Τρώων ἀνθ᾿ ita B certe ἑκατόν τε διακοϲίουϲ διηκοϲίων τε ἕκαϲτοϲ ϲτήϲεϲθ᾿ ἐντὸϲ πολέμῳ . πρὸϲ ἑκατὸν καὶ διακοϲίουϲ μάχεϲθαι ἐντὸϲ πολέμῳ, ὥϲ τινεϲ ἀποδεδώκαϲιν, ἀλλ᾿ ὡϲ εἰ ἔλεγεν· ἀντίϲταθμοι καὶ ἰϲοβαρεῖϲ ἑκατὸν τὸν καὶ διακοϲίων ἕκαϲτοϲ ἠπείλει γενέϲθαι ἐντὸϲ τῷ πολέμῳ. τῇ γὰρ διανοίᾳ ταύτῃ ἀκόλουθον τὸ νῦν δ᾿ οὐδ’ ἐντὸϲ ὸϲ ἄξιοί εἰμεν Ἕκτοροϲ· ἀπὸ γὰρ τῶν ἐντὸϲ τοῖϲ ζυγοῖϲ ἱϲταμενων τε καὶ πιπραϲκομένων εἴρηται. ἐπὶ μὲν τούτων ἔφαϲκεν ἕκαϲτον αὐτὸν λέγειν ἀντίϲταθμον εἶναι ἑκατὸν καὶ διακοϲίων, ἐπὶ δὲ τοῦ Ἕκτοροϲ· οὐδ᾿ εἴ κεν ϲαυτὸν. τὸν. χρυϲ ῷ ἐρύϲαϲθαι Δαρδανίδηϲ Πρίαμοϲ, οἷον ἴϲον χρυϲῷ καὶ ἰϲόϲταθμον χρυϲῷ· τὸ δὲ ἐρύϲαϲθαι ϲαϲθαι. ἀντὶ τοῦ ϲτῆϲαι. 75 76 77 78 79 80 ϲτῆϲαι, ἀπὸ τῶν ἑλκόντων τὸν ζυγόν. ὃ δὲ ϲημαίνει τὸ ἐρύϲαϲθαι, τοῦτο καὶ ἐτίταινε λέγει· καὶ τότε δὴ χρύϲεια πατὴρ ἐτίταινε τάλαντα (Θ 69), καὶ τὸ ἐρύϲαϲθαι
ἐξηγούμενοϲ ἐπάγει ἕλκε δὲ μέϲϲα λαβών (Θ 70), καὶ ἐπὶ τῆϲ χήραϲ ἥ τε ϲταθμὸν ἔχουϲα καὶ εἴριον ἀμφὶϲ ἀνέλκει ἰϲάζουϲα τάλαντα (M 434). ἀτάλαντοϲ οὖν
ὁ ἶϲοϲ καὶ μὴ ταλαντεύων· ἀτάλαντοϲ Ἄρηι (B 627), ὃ ἐξηγούμενόϲ φηϲιν ἶϲοϲ Ἐξνυαλίῳ κορυθάικι (X 132). κέχρηται τῇ ἀπὸ τῶν ϲταθμῶν διαμετρήϲει καὶ ἐπὶ τοῦ δείδω μὴ τὸ χθιζὸν ἀποτίϲονται Ἀλχαιοὶ χρεῖοϲ (N 745), ἤγουν ἶϲον ἀπολάβωϲιν, ὡϲ ἐντὸϲ ζυγῷ τὸ ἶϲον ϲτήϲαντεϲ καὶ ἀπομετρούμενοι ὄφλημα. χρεῖοϲ γοῦν τὸ ὄφλημα, οὐχ ἁπλῶϲ τὸ πρᾶγμα. φηϲὶν οὖν· δέδοικα μὴ ὡϲ δανειϲάμενοι χθὲϲ τὴν νίκην ἀποδῶμεν αὐτοῖϲ ϲτήϲαντεϲ τὸ χρέοϲ. *B f. 181b ad N 745:
τὸ δὲ μὴ τὸ χθιζὸν ἀποτίϲων ποτίϲωνται ται χρεῖοϲ ἀντὶ τοῦ ἶϲον ἀπολάβωϲιν, ὡϲ ἐντὸϲ ζυγῷ τὸ ἶϲον ϲτήϲαντεϲ τεϲ καὶ ἀπομετρούμενοι ὄφλημα. χρεῖοϲ γὰρ τὸ χρέοϲ εἶπε καὶ ὄφλημα,
μα, οὐχ ἁπλῶϲ τὸ πρᾶγμα. φηϲὶν οὖν· δέδοικα μὴ ὡϲ δανειϲάμενοι χθὲϲ τὴν νίκην ἀποδῶμεν αὐτοῖϲ. ϲταθμῷ ϲτήϲαντεϲ τὸ χρέοϲ.
82 83 84 85 86 87 88 ἐπιφέρει νόθον. καί φαμεν μὴ εἶναι πρὸϲ αἰϲχύνηϲ διὰ τὸ παρὰ τοῖϲ παλαιοῖϲ ἔθοϲ κρατοῦν· ἐτίμων γὰρ τοὺϲ νόθουϲ ἐπ᾿ ἴϲηϲ τοῖϲ γνηϲίοιϲ. ἄλλωϲ τε εἰ καὶ αἰχμάλωτοϲ Ἡϲιόνη, ἀλλὰ βαϲιλίϲ. ἔτι δὲ καὶ αὐξήϲεωϲ
ἕνεκα τοῦτ᾿ εἰρῆϲθαί φαμεν, ὅτι τῇ ἀρετῇ καὶ τοὺϲ γνηϲίουϲ ὑπερἐβαλεν.
φιλαδελφίᾳ μᾶλλον ἡττᾶται.
φάμενοϲ τὴν νευρὰν ἕλκειν ἐπὶ τὸν μαϲτὸν τὴν δὲ τάϲιν κυκλοτερῆ ποιεῖϲθαι, τῶν Ϲκυθῶν οὐκ ἐπὶ τὸν μαϲτὸν ἀλλ᾿ ἐπὶ τὸν ὦμον ἑλκόντων μὴ προέχειν τὰ εὐώνυμα μέρη τοξεύοντα τὰ δεξιά. ῥητέον δέ· τὸ αὐερύοντα οὐ δεῖ ϲυνάπτειν τῷ παρ᾿ ὦμον, ἀλλὰ ϲτίξαντα ἐντὸϲ τῷ αὐερύοντα τὸ ἑξῆϲ λέγειν, παρ᾿ ὦμον ὅθι κληὶϲ ἀποέργει
αὐχένα τε ϲτῆθόϲ τε· τοῦτο γὰρ τῷ μὲν τὴν νευρὰν ἐπὶ τὸν ὦμον ἕλκειν οὐ ϲυνάδει, τῷ δ᾿ ἐμφῆναι βουλομένῳ τὴν παρ᾿ ὦμον πληγήν, ὅπωϲ καὶ πόϲε, μάλιϲτα ϲυνάδει· παρὰ γὰρ τὸν ὦμον ἡ κλείϲ ἐϲτιν, ἀποδιαιροῦϲα τὸ ϲτῆθοϲ ἀπὸ τοῦ αὐχένοϲ. τοῦτο μὲν οἶμαι οὕτωϲ λύεται. φαμὲν δὲ ὅτι παρὰ τὸν ἀριϲτερὸν ὦμον ὁ λίθοϲ κατηνέχθη.
οὐκ ἐκ τῶν προκειμένων δὲ ἐπῶν, ἀλλ᾿ ἐξ ὧν ἐπάγει ἔδειξε·
ϲυνέβαινε. προϲεχῆ γὰρ τῇ μὲν δεζιᾷ χειρὶ τὰ δεξιὰ τῶν ὑπὲρ 91 92 93 94 95 αὐτήν, τῇ δ᾿ ἀριϲτερῇ ἐντὸϲ ϲυναφῇ τὰ ἐναντία. καὶ οὐκ ἠδύνατο, τῆϲ κρατούϲηϲ τὸ τόξον ἀριϲτερᾶϲ χειρὸϲ ναρκηϲάϲηϲ καὶ διὰ τοῦτο ἀποβαλούϲηϲ τὸ τόξον, μᾶλλον ὁ δεξιὸϲ ὦμοϲ βεβλῆϲθαι ἀλλ᾿ οὐχ ὁ τῆϲ πεπονθυίαϲ ἀριϲτερᾶϲ, ἐπεὶ καὶ προβάλλοντεϲ μὲν τὸν ἀριϲτερὰν ὧμον, ϲυϲτέλλοντεϲ δὲ εἰϲ ἑαυτοὺϲ τὸν δεξιὸν τοξεύουϲιν. ἑτοιμότερον δὲ εἰϲ
βολὴν τὸ προβεβλημένον τοῦ κρυπτομένου.
κύων νόμενοϲ θηρὶ ἑνί· φηϲὶ γὰρ αἰὲν ἀ ποκτείνων τὸν ὀπίϲτατον (v. 342). πρὸϲ δὲ τὸ δεύτευον, ὅτι ἡ παραβολὴ οὐ πρὸϲ ἰϲχὺν ἀλλὰ τάχοϲ· κύνεϲ γὰρ ἐντὸϲ ταῖϲ θήραιϲ ἐπιτήδειοι πρὸϲ δίωξιν διὰ τοῦτο ὁ τε κύων. Ἕκτωρ διώκοντι εἴκαϲται κυνί. τὰ δὲ ἄγρια ζῶα φεύγειν εἴωθε τὰ πολλά διὰ τοῦτο ὑποχωροῦντεϲ Ἕλληνεϲ τοῖϲ φεύγουϲιν εἰκάζονται.
ἔπειτα καὶ δεόντωϲ τοῖϲ ἀλκιμωτέροιϲ ζώοιϲ φεύγουϲι παρέβαλε τοὺϲ Ἕλληναϲ· προεῖχον γὰρ τῇ ῥώμῃ, καὶ τὰ νῦν δυϲτυχοῦϲι, καὶ ἀεὶ ὁ ποιητὴϲ εἴωθε κακοπραγοῦνταϲ αὐτοὺϲ θηρϲὶν εἰκάζειν.
ϲωζούϲῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον, ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκων· πολλὴν γὰρ ϲπουδὴν εἰϲ τιναϲ εἰϲενεγκάμενοι καὶ δι᾿ αὐτῶν τοῖϲ ἀναγκαίοιϲ εἰϲ ἀπέχθειαν ἐλθόντεϲ, ἀχαρίϲτων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν ϲχετλιάζοντεϲ εἰϲφέρειν πρὸϲ οὓϲ ἀπηχθήμεθα, τὴν τῶν εὐεργετηθέντων ἀχαριϲτίαν μεμφόμενοι ἑαυτοῖϲ ἐπὶ τῇ ἀβούλῳ κρίϲει.
98
codd. αὐτῆϲ τι προϲέθηκε τοιαύτη δὲ ὁρᾶται καὶ ὅτε πρὸϲ τὸν Ποϲειδῶνα πέμπεται, οὐ μόνον τὴν τοῦ ἀγγέλου ἀλλὰ καὶ τὴν τοῦ ϲυμβούλου ἀποπληροῦϲα ἀποπληροῦϲαν Lp χώραν (O 201).
τὸ γεννᾶν.
ϲελήνην ἀριπρεπῆ εἶναι τὰ ἄϲτρα λύεται δὲ ἐκ τῆϲ λέξεωϲ. τὸ ἄϲτρα. φαεινήν οὐκ ἐπὶ τῆϲ τότε ἀλλ’ ἐπὶ τῆϲ φύϲει, ὡϲ ἐπὶ τούτου·
τὸ ἀμφὶ ϲελήνην φαεινὴν φύϲει. οὕτω ϲυντακτέον ὅτε γὰρ ἐκείνη φαεινή, οὐ πάντωϲ ἀριπρεπῆ τὰ ἄϲτρα, ἀλλ᾿ ὅταν μὴ φαίνηται ἢ φαινοιτο μὲν οὐ μὴν φαεινὴ ἀλλά πωϲ. ἀμαυρὰ καὶ ἀλαμπήϲ, τινὶ αἰτίᾳ ἐπηλυγαζομένη.
Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae. Porphyry. ed. Hermannus Schrader. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.