Η
κορυνήτου παῖδα εἶναι Μενέϲθιον, ὑπὸ δὲ Λυκούργου φηϲὶν ἀνηρῆϲθαι τὸν Ἀλρηίθοον, ὃν δὴ καὶ λαβεῖν αὐτοῦ τὰ ὅπλα, γηράϲαντα δὲ τοῦτον Ἐρευθαλίωνι παραδοῦναι, τὸν δὲ Ἐρευθαλίωνα ὑπὸ Nέϲτοροϲ ἀναιρεθῆναι νέου ὄντοϲ· φηϲὶ γὰρ γενεῇ δὲ νεώτατοϲ ἔϲκον ἁ ἁπάντων (H 153). ῥητέον δὲ ὅτι ἴϲωϲ ἀπέθανεν Ἀρηίθοοϲ ἐνιαυϲιαῖον ἐάϲαϲ
τὸν υἱόν, ἀνεῖλε δὲ τὸν Ἀρηίθοον ὁ Λυκοῦργοϲ ἤδη γηραιὸϲ ὤν· φηϲὶ γὰρ πέφνε δόλῳ οὔτι κράτεΐ γε (H 142) ὀλίγον δὲ ἐπιβιοὺϲ δύναται Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προκαλούμενοϲ δὲ οὗτοϲ τοὺϲ Πυλίουϲ οὐκ ἀπεικότωϲ ὑπὸ Νέϲτοροϲ ἀναιρεῖται νέου ὄντοϲ, ὥϲτε Nέϲτορα μὲν εἶναι Μενεϲθίου πρεϲβύτερον, τῶν δὲ ἄλλων τῶν
ἐπὶ Ἴλιον ϲτρατευϲάντων μείζονα Μενέϲθιον. ἢ τῇ τοῦ ὀνόματοϲ ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεϲθίου πατὴρ Ἀλρηίθουϲ Βοιωτὸϲ ἦν, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶϲ Ἀλρκάϲ.
εἰ γηράϲαϲ δὲ οὗτοϲ Ἐρευθαλίωνι κατέλιπε τὴν κορύνην. τοῦτον δὲ Νέϲτωρ νεώτατοϲ ὢν ἀνεῖλεν (H 142 — 154). ἡ δὲ λύϲιϲ ἀπὸ τῆϲ λέξεωϲ· ὁμώνυμοϲ γὰρ πατὴρ υἱῷ, καὶ ὅταν φηϲὶν (H 138) ὁ κορυνήτηϲ, οὐ τὸν Μενέϲθιον λέγει ἀλλὰ τὸν Ἀρηίθοον τὸν Μενεϲθίου πατέρα, ὥϲτε εἶναι τὸν κορυνήτην πάππον τοῦ Μενεϲθίου.
Ἕκτορι (v. 111) οὐκ ἔμελλεν αὖθιϲ ἀνίϲταϲθαι, καὶ ὅτι τὸ πρότερον ἐκ φιλονεικίαϲ ἡ ἀνάϲταϲιϲ, καὶ ὅτι ἤδη μονομαχήϲαϲ ἐτύγχανεν Ἀλεξάνδρῳ καὶ οὐ καλῶϲ ἀπαλλάξαϲ, καὶ νεωϲτὶ ἐτέτρωτο ὑπὸ Πανδάρου, καὶ ὅτι ἀποκινδυνεύειν τοῦτον οὐκ ἐχρῆν ἐντὸϲ ᾧ τὸ τέλοϲ ἤρτητο τοῦ πολέμου· ἐπὶ γὰρ Ἀλεξάνδρου ἴϲον ἦν τὸ τοῦ κινδύνου.
9
βαϲιλεῖϲ; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδικοῦντοϲ ἡδέωϲ οἱ Τρῶεϲ εἶχον, τὸν δὲ ὡϲ ἀδικούμενον ἐλεοῦϲιν.
πολεμίου πατὴρ ἀθυμεῖ, πόϲῳ μᾶλλον οἱ ὑμῶν ἅμα δὲ καὶ ὑπομιμνήγέρων ϲκει Ἀγαμέμνονα Ἀχιλλέωϲ, ὅτι ὁ νῦν προκαλούμενοϲ πάνταϲ, ὄφρ᾿ Ἀχιλλεὺϲ μετ᾿ Ἀλχαιοῖϲιν πολέμιζεν, οὐκ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ ὀρνύμεν Ἕκτωρ (I 352) ἐπαχθὲϲ γὰρ ἦν οὕτω ϲαφῶϲ ὀνειδίϲαι. προμνηϲτεύει οὖν τὰϲ λιτάϲ, καὶ τοῖϲ βαρβάροιϲ δὲ
ἐμφαίνει ὅτι οὐκ ἔϲται ἡ Ἀχιλλέωϲ ὀργὴ πολυχρόνιοϲ, τοῦ Πηλέωϲ οὕτωϲ πρὸϲ τοὺϲ Ἕλληναϲ διακειμένου. ὑποθωπεύει δὲ λεληθότωϲ τὸν Ἀχιλλέα.
φαυλότατον ἐᾶϲαι. τοῦτο δὲ ποιεῖ ὁ Νέϲτωρ, ἵνα μὴ ἑνὸϲ προκριθέντοϲ ὑβριϲθῶϲιν οἱ λοιποί. τῷ τε πολεμίῳ ἐνδείκνυται, ὅτι οὐχ ἕνα μόνον οἴεται ἀξιόχρεων εἰϲ τὴν πρὸϲ αὐτὸν μάχην. καὶ ἵνα μήτε νικήϲαϲ τὸν ἄριϲτον δοκῇ νενικηκέναι ἀλλὰ τὸν ὑπὸ κλήρου δεδομένον, 13 14 μήτε λειφθεὶϲ ὑπὸ τοῦ ἀρίϲτου λελεῖφθαι ἀλλ’ ὑπὸ τοῦ λαχόντοϲ τὸν κλῆρον. ἅμα δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατήϲ.
ἄλλουϲ αὑτοῦ εἶναι κρείττουϲ. εἶτα εἰπὼν
εἰκότωϲ πέπονθεν Ἀχιλλεύϲ. τὸ γὰρ μετ’ Ἀχιλλῆα ἀμφίβολον, πότερον μετὰ τὴν ἐκείνου τελευτὴν ἢ μετὰ τὴν ἐκείνου ἀρετὴν ἢ καθάπερ ἐκεῖνοϲ ἦν καὶ ἄλλοι εἰϲίν. ἀναγκαῖον οὖν δηλῶϲαι τί πέπονθεν Ἀχιλλεύϲ, καὶ ὅτι μηνίων οὐ πάρεϲτιν ἀλλ’ οὐχὶ τεθνηκὼϲ ἢ ἀποπλεύϲαϲ, ἀλλ᾿ ὅτι ἐντὸϲ νηυϲὶ κορωνίϲι μηνίων. ὀργὴ δ’ ἐντὸϲ ἀγαθοῖϲ ἀνδράϲιν
εὐδιάλυτον.
κρίϲιϲ τὸ πλεῖϲτον ἔχει· ἀπὸ ἴϲου γὰρ ὁρμῶνται. ἔτι τε καὶ τὸν Ἕκτορα 17 18 ὁρῇ ὑπὸ θεῶν βοηθούμενον. ἀλλὰ καὶ διὰ τὸ τῆϲ νυκτὸϲ κατάϲτημα. κατὰ τὸ ϲιωπώμενον δὲ οἱ ἡγεμόνεϲ αὐτὸϲ πέμπουϲιν.
(Ψ 448), καὶ τὸ ἄθροιϲμα δέ Ἥρη ηρη cod. μὲν μετ’ ἀγῶνα νεῶν (Υ 33), καὶ τὸ πλῆθοϲ· λῦτο δ’ ἀγών (Ω 1), καὶ τὸ ἆθλον. θεῖον οὖν ἀγῶνα νῦν τὸ ἱερὸν εἶπε καὶ τὸν νεὼν νέων cod., ἤτοι θεῖον τόπον ὄντα καὶ θεῖον ἄθροιϲμα περιέχοντα, διὰ τὸ πολλῶν θεῶν ἀνατίθεϲθαι ἐντὸϲ αὐτῷ ἀγάλματα. εὐχόμεναι δὲ ἐμοί, οὐχ ὑπὲρ ἐμοῦ,
ὅτι περὶ χειρόνων ἦν ἡ εὐχὴ ἀλλ’ οὐχ ὑπὲρ τοῦ χείρονοϲ ὑπὲρ αὐτοῦ ὡϲ χείρονοϲ ?
καὶ Παλλὰϲ Ἀθήνη, τὸ πλῆθοϲ, ὡϲ τὸ λῦτο λύτο cod. δ’ ἀγών, τὸ ἆθλον, ἀγῶνοϲ ἆθλα. τὸν ναόν, ὡϲ ἐνταῦθα καὶ αἵ τέ μοι εὐχόμεναι θεῖον δύϲονται ἀγῶνα.
Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae. Porphyry. ed. Hermannus Schrader. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.