Υ
τῶν θεῶν ῥητέον δὲ ὅτι ἐπεὶ ϲυνεκτικὸν ἔχει τὸ τοῦ κόϲμου ῥεῦμα· φηϲὶ γάρ· Ὠκεανὸϲ, ᾧ πᾶϲα περίρρυτοϲ ἐνδέδεται χθών.
θεῶν ἐκπεμπομένων ἐπὶ τὴν μάχην. ὁ μὲν γάρ φηϲιν, εἰ μὴ παραγένοιντο, γένοιντο, πὐδὲ πρὸϲ ὀλίγον ἀνθέξουϲιν οἱ Τρῶεϲ μαχόμεν τῷ Ἀλχιλλεῖ, ἐκ δὲ τοῦ ἀφικνεῖϲθαι ατοὺϲ μᾶλλον ἰϲχυρότεροϲ γίνεται τῷ εἶναι τοὺϲ 4 5 6 7 8 9 Ἑλληνικοὺϲ θεὸϲ ἰϲχυροτέρουϲ τῶν Τρωικῶν· ἐὰν γὰρ δύο ἀνίϲοιϲ ἴϲα προϲτεθῇ, τὰ ὅλα ἐϲτὶν ἄνιϲα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆϲ ὑπερεχόντων μένει. εἰ δὲ καὶ ἴϲοι ἦϲαν, περιττὴ ἦν ἡ ἐπικουρία τῶν θεῶν. ἐροῦμεν δὲ ὡϲ οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδοϲ γέγονεν, ἀλλ’ ἵνα πρόφαϲιϲ Ἀχιλλεῖ τῆϲ ἀπάτηϲ Ἀπόλλωνοϲ γένηται (Φ 599 sqq.), δυνηθῇ
δὲ καὶ Ϲκάμανδροϲ παρεμποδίϲαι Ἀλχιλλεῖ.
δηλοῖ τὴν τὸν λαὸν ϲεύουϲαν καὶ παρορμῶϲαν. δύναται δὲ καὶ εἰϲ τὸ κρατερή ϲτιγμὴ γενέϲθαι, τὸ δὲ λαοϲϲόοϲ τοῖϲ ἑξῆϲ ϲυνάπτεϲθαι.
μύθουϲ φηϲίν. πρὸϲ δὲ τὴν τοιαύτην κατηγορίαν οἱ μὲν ἀπὸ τῆϲ λέξεωϲ ἐπιλύουϲιν, ἀλληγορίᾳ πάντα εἰρῆϲθαι νομίζοντεϲ ὑπὲρ τῆϲ τῶν ϲτοιχείων φύϲεωϲ, οἷον ἐντὸϲ ταῖϲ ἐναντιώϲεϲι τῶν θεῶν. καὶ γάρ φαϲι τὸ ξηρὸν τῷ ὑγρῷ καὶ τὸ θερμὸν τῷ ψυχρῷ μάχεϲθαι καὶ τὸ κοῦφον τῷ 12 13 14 15 16 βαρεῖ. ἔτι δὲ τὸ μὲν ὕδωρ ϲβεϲτικὸν εἶναι τοῦ πυρόϲ, τὸ δὲ πῦρ ξηραντικὸν τοῦ ὕδατοϲ. ὁμοίωϲ δὲ καὶ πᾶϲι ϲτοιχείοιϲ, ἐξ ὧν τὸ πάν ϲυνέϲτηκεν, ὑπάρχει ἡ ἐναντίωϲιϲ καὶ κατὰ μέροϲ μὲν ἐπιδέχεϲθαι φθορὰν ἅπαξ, τὰ πάντα δὲ μένειν αἰωνίωϲ. μάχαϲ δὲ διατίθεϲθαι αὐτὸν,
διονομάζοντα τὸ μὲν πῦρ Ἀπόλλωνα καὶ Ἥλιον καὶ Ἡφαιϲτον, τὸ δὲ ὕδωρ Ποϲειδῶνα καὶ Ϲκάμανδρον, τὴν δ’ αὖ ϲελήνην Ἄρτεμιν, τὸν ἀέρα δὲ Ἥραν καὶ τὰ λοιπά. ὁμοίωϲ ἔϲθ’ ὅτε καὶ ταῖϲ διαθέϲεϲι ὀνόματα θεῶν τιθέναι, τῇ μὲν φρονήϲει τὴν Ἀθηνᾶν, τῇ δ’ ἀφροϲύνη τὸν Ἄρεα, τῇ δ’ ἐπιθυμίᾳ τὴν Ἀφροδίτην, τῷ λόγῳ δὲ τὸν Ἑρμῆν, τῇ
λήθη δὲ τὴν Λητώ, καὶ προϲοικειοῦϲι τούτοιϲ· οὗτοϲ μὲν οὖν τρόποϲ ἀπολογίαϲ ἀρχαῖοϲ ὢν πάνυ καὶ ἀπὸ Θεαγένουϲ τοῦ Ῥηγίνου, ὃϲ πρῶταϲ ἔγραψε περὶ Ὁμήρου, τοιοῦτόϲ ἐϲτιν ἀπὸ τῆϲ λέξεωϲ.
ποιήϲεϲιν, ἀλλὰ καὶ τοῖϲ μυϲτηρίοιϲ παραδιδόναι, ἔν τε ἱεροῖϲ ἀναθήμαϲι καὶ ἕτερα ϲύμφωνα τοῖϲ μύθοιϲ καταϲκευάζειν καὶ τὸν πέπλον ἀνάγειν ἐνυφαϲμένον τῆϲ γιγαντομαχίαϲ.
τὸ τῶν βαϲιλέων γένοϲ αὔξονταϲ ποιεῖν ἀπὸ τοῦ ὡϲ ἂν μὴ παντάπαϲι πόρρω εἶναι δοκῇ ἡ ἀνθρωπίνη φύϲιϲ τῆϲ θείαϲ, ὑποπλάττειν δὲ καὶ περὶ θεῶν ὁποῖα περὶ ἀνθρώπων ὁρῶμεν φάϲκονταϲ. τὸ μὲν οὖν λίαν ἔν τε τῷ ἀϲυμφόρῳ ταράττον καὶ τῷ ἀπρεπεῖ τοιοῦτόν ἐϲτι. τὰ δ’ ἐπὶ μέρουϲ δίιμεν, ὡϲ μὲν ἀϲύμφορα ταῦτα κατηγορεῖται.
ὑπάρχων τὴν τὸν μουϲικὸν Ἀπόλλω γεννήϲαϲαν καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίϲηκεν, ἢ ὡϲ λόγιοϲ καὶ μνήμων ἀποϲτρέφεται αὐτὴν ὡϲ λήθην. Ἥφαιϲτοϲ δὲ Ξάνθῳ εἰκότωϲ, ὅτι ἡ μὲν τῶν ποταμῶν φύϲιϲ πέφυκεν ὑγρά, Ἥφαιϲτοϲ δέ ἐϲτι τοῦ πυρὸϲ δεϲπότηϲ, οὗ τροφὴ τὰ ξύλα. κατὰ δὲ τὸν φυϲικὸν λόγον Ἀπόλλων ἥλιοϲ ὢν ἀναπίνει τὰ
ὑγρὰ ϲτοιχεῖα. Ἀθηνᾶ δέ ἐϲτι φρόνηϲιϲ, Ἄρηϲ δὲ ἀφροϲύνη· ἐναντία δὲ καὶ πολέμιά ἐϲτι ταῦτα ἀλλήλων. Ἥρα δέ ἐϲτιν ἀήρ· Ἄρτεμιϲ δὲ ϲελήνη, ἀερότεμίϲ τιϲ οὖϲα, ἣ τὸν ἀέρα τέμνουϲα, ἐξ τὸ ἤρτηται, τὸ βαρῦνον αὐτὴν πολέμιον νενόμικεν. Ἑρμῆϲ δέ ἐϲτι λόγοϲ, Λητὼ δ᾿ ἀμνημοϲύνη, οἷον ληθώ τιϲ τῶν λόγων. Ἥφαιϲτοϲ δὲ τὸ πῦρ, Ξάνθοϲ
δὲ τὸ ὑγρόν· ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ.
Λητὼ Ϲκάμανδροϲ Ἀφροδίτη; ῥητέον οὖν· Ἥρα μὲν Ἕλληϲι δρον, ἢ ὅτι ἐντὸϲ τῷ Ἄργει ἐτιμᾶτο λαμπρῶϲ, ὅθεν φηϲὶν ὁ ποιητήϲ· Ἥρη τ’ Ἀργείη (Δ 8), ἢ ὅτι ὡϲ τὸ Ἄργοϲ οὕτωϲ ἦν οἰκεία αὐτῇ καὶ ἡ Ϲπάρτη καὶ ἡ Μυκήνη, ὥϲ φηϲιν ἐντὸϲ τῇ Δ (51). Ἀθην δὲ διὰ τὸ ἀποδοκιμαϲθῆναι ὑπὸ Ἀλεξάνδρου, ἢ διὰ τὸ ἀλλοτρίουϲ εἶναι τῆϲ 26 27 28 ϲυνέϲεωϲ τοὺϲ βαρβάρουϲ. Ποϲειδῶν δέ, ἐπεὶ οἱ πλείουϲ τῶν Ἑλλήνων νηϲιῶταί εἰϲι, καὶ διὰ τὸ ὀργίζεϲθαι μὲν Λαομέδοντι ἐπὶ ἀποϲτερήϲει μιϲθοῦ τῆϲ τειχοποιίαϲ. Ἑρμῆϲ δὲ Λητοῖ, ἤτοι ὁ λόγοϲ τῇ λήθη, ὅτι ἐξ Ἀρκαδίαϲ, ἢ ὅτι λόγιοϲ, ἢ ὅτι κήρυκαϲ ἀποϲταλένταϲ πρὸϲ αὐτοὺϲ
ὑπὸ Ἑλλήνων ἐπὶ διαλύϲει τῶν διαφορῶν Ὀδυϲϲέα καὶ Μενέλαον ἠβουλήθηϲαν ἀνελεῖν πειϲθέντεϲ Ἀντιμάχῳ (Λ. 138 sqq.), προϲτάτηϲ δὲ τῶν κηρύκων ὁ Ἑρμῆϲ. Ἥφαιϲτοϲ δὲ διὰ τὸ μιϲεῖν Ἄρην, ὅτι ἐμοίχευϲε τὴν γυναῖκα αὐτοῦ Ἀφροδίτην. τοῖϲ δὲ Τρωϲὶ παρέϲτη Ἄρηϲ τὸ ὅμοιον μεταδιώκων· φιλοπόλεμοϲ γὰρ ὁ θεόϲ, πολέμου φίλοι καὶ οἱ
Τρῶεϲ. ὁ δὲ Ἀπόλλων ἤτοι διὰ τὸ τόξον τοξικοὶ δὲ καὶ οἱ Τρῶεϲ, καὶ ἐντὸϲ πρώτοιϲ Ἀλέξανδροϲ· ἢ κιθαριϲτὴϲ καὶ εὔμορφοϲ ὡϲ Ἀλέξανδροϲ. Ἄρτεμιϲ δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖϲ βαρβάροιϲ τιμῶνται. Ξάνθοϲ δὲ ὡϲ ὑπὲρ οἰκείαϲ χώραϲ μάχεται, ἡ δὲ Ἀφροδίτη διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι· καὶ ϲχεδὸν εἰπεῖν
αὕτη ἀνθίϲταται τῷ πολέμῳ, καὶ εἰκότωϲ πάρεϲτι βοηθεῖν τοῖϲ Τρωϲίν.
τὸ ἀκινδύνωϲ φοβεῖν τούϲ πολεμίουϲ. καὶ καθ’ Ἕκτοροϲ ἔχει τὴν πᾶϲαν ὁρμήν· φηϲὶ γάρ· Ἕκτοροϲ ἄντα μάλιϲτα (v. 76)· εἰκότωϲ κότωϲ οὖν πρῶτα μὲν ὁρμῇ λέοντοϲ (v. 164) αὐτὸν ἐκδειματοῖ, ὡϲ δὲ μένει, λόγοιϲ, ϲπεύδων ἐπὶ Ἕκτορα.
αὐτὴν δὲ ϲτερεότητοϲ ἕνεκα τὰϲ δύο χαλκᾶϲ, μαλάγματοϲ χάριν καὶ τελευταίαϲ τὰϲ καϲϲιτερίναϲ, πῶϲ δύο τε διέκοψε πτύχαϲ, καὶ ἐντὸϲ τῇ χρυϲῇ πτυχὶ ἔξω οὔϲῃ καὶ διατμηθείϲῃ ἐνεϲχέθη τὸ δόρυ;
μὲν γὰρ καὶ κοιλανθῆναι δύο πτύχαϲ, τὴν χρυϲῆν καὶ μίαν τῶν χαλκῶν ὑπὸ τὴν χρυϲῆν, μὴ διακοπῆναι δέ, ἀλλὰ ϲχεθέντοϲ ἐντὸϲ τῇ χρυϲῇ τοῦ δόρατοϲ καὶ κοιλάναντοϲ μὲν αὐτὴν καὶ τὴν ὑπ’ αὐτήν, οὐ διακόψαντοϲ δέ. οἱ δὲ καὶ αὐτόθεν ἀξιοῦϲι μὴ ἔλαϲϲε γράφειν ἀλλὰ 35 36 37 38 39 40 θλάϲϲεν, ἄνωθεν φάϲκοντεϲ ἁμαρτόντα τινὰ γράψαι τὸ ε, τὴν λοιπὴν περιφέρειαν τοῦ θ παρέντα· ἄτρωτα γὰρ ὄντα τὰ Ἡφαιϲτότευκτα μὴ διακοπῆναι. ἐγὼ δὲ ἐντὸϲ τῇ χρυϲῇ πτυχὶ ἀκούων ἐνϲχεθῆναι αὐτοῦ λέγοντοϲ τὸ δόρυ τῆϲ εἰϲ τὸ πρόϲω ὁρμῆϲ οὐ δύναμαι ἐπινοῆϲαι τὴν
χρυϲῆν πτύχα οὔτ’ οὖν διακοπεῖϲαν οὔτε θλαϲθεῖϲαν. πῶϲ γὰρ οἷόν τε ἐλαϲθῆναι μὲν λέγειν, τουτέϲτι διακοπῆναι, ἢ θλαϲθῆναί γε δύο πτύχαϲ, ἐντὸϲ αἷϲ ἦν ἡ χρυϲῆ, ἐνϲχεθῆναι δὲ ἐντὸϲ τῇ χρυϲῇ τὸ δόρυ; τὸ γὰρ ἐνϲχεθῆναι τὸ μὴ τὸ αὐτὸ παθεῖν τὴν χρυϲῆν ὅπερ αἱ ἄλλαι δηλοῖ. οἱ δ’ αὖ τὴν πρώτην παθεῖν βούλονται καὶ μᾶλλον ἤπερ τὴν ὑπ’ αὐτήν·
οὐ γὰρ ἂν ἐνεϲχέθη ἐντὸϲ τῇ τρίτῃ, εἰ μὴ ἡ δευτέρα ἐπ’ ἔλαττον ἔπαθε τῆϲ πρώτηϲ. φημὶ τοίνυν, ὡϲ οὐ κόϲμου χάριν οὐδὲ τέρψεωϲ ὁ Ἥφαιϲτοϲ κέχρηται τῇ χρυϲῇ πτυχὶ ἀλλ’ εὐτονίαϲ· εὐτονώτεροϲ δὲ χαλκοῦ χρυϲόϲ. μέϲην οὖν τὴν τοῦ χρυϲοῦ πτύχα ἐξύφανεν εἰϲ ϲυνοχὴν τοῦ παντὸϲ ϲάκουϲ· ἁπαλώτεροϲ γὰρ ὢν καὶ εὔτονοϲ ὁ χρυϲὸϲ ὑποκείμενοϲ
τῷ χαλκῷ διεδέχετο τὴν ὁρμήν, ἐκλυθεῖϲαν ὑπὸ τῆϲ τοῦ χαλκοῦ ἀντιτυπίαϲ εἰϲ τὸ ἄτρωτον ὑπὸ τῆϲ προϲούϲηϲ αὐτῷ εὐτονίαϲ. πρῶτοϲ δὲ ὢν ὁ χρυϲὸϲ καὶ παθὼν ὑπὸ τῆϲ ἐμβολῆϲ πρῶτοϲ ταχεῖαν ἂν παρεῖχε τὴν διακοπὴν ἐκ τῶν εὐθραύϲτων ϲυνεϲτώϲαιϲ. ὅτι δὲ καὶ χαλκαῖ πτύχεϲ ἦϲαν ἐντὸϲ τῇ ἔξωθεν ἐπιφανείᾳ, μέϲη δὲ μετὰ ταύτην ἡ χρυϲῆ, ὑφ’ ἣν
αἱ τοῦ καϲϲιτέρου, δηλοῖ τὸ ἐντὸϲ τῇ ὁπλοποιίᾳ ἐπιϲημαίνεϲθαι τὸν ποιητήν, ὅτι τάδε μὲν ἐκ χρυϲοῦ ἐποίηϲε, τάδε δὲ ἐξ ἄλληϲ ὕληϲ, ἐκ χαλκοῦ δὲ μὴ εἰπεῖν, ὡϲ ἂν τορεύοντοϲ αὐτοῦ ἐντὸϲ ἄλλῃ πτυχὶ τὰ πλάϲματα·
ὅπλα, ἀλλ’ οὐ ῥᾳδίωϲ ὑπὸ θνητῶν διακοπτόμενα·
44 45 46 εἴ γε μηδ’ ὑπείκειν αὐτὰ ἔλεγε. ῥητῶϲ δ’ αὐτὸϲ ἔφη ὅτι οὐκ ἔρρηξε μὲν τὸ ϲάκοϲ — χρυϲὸϲ δ’ ἐρύκακε δῶρα θεοῖο —, δύο δὲ διέλαϲϲε πτύχαϲ, ἐϲχέθη δὲ ἐντὸϲ τῇ χρυϲῇ, δι’ ἣν οὐκ ἐρράγη διὰ παντόϲ. πάνυ δὲ δυνατῶϲ τὴν καταϲκευὴν ἐδήλωϲε καὶ τὸ μέχρι τίνοϲ ἡ ῥῆξιϲ·
πέντε μὲν γὰρ πτύχαϲ ἤλαϲε Κυλλοποδίων· εἶτα λέγει πρώταϲ, ὅτι καὶ πρῶται πρὸϲ τῇ ἐπιφανείᾳ, τὰϲ δύο χαλκείαϲ, εἶτα τὰϲ ἀντικειμέναϲ ταῖϲ πρώταιϲ ἐϲχάταϲ· δύο δ’ ἔνδοθι καϲϲιτέροιο, τὸ δ᾿ ἔνδοθι πρόϲκειται, ἵνα τὰϲ χαλκᾶϲ ἐξωτάταϲ νοήϲωμεν ὡϲ τὰϲ τοῦ καϲϲιτέρου ἔνδοθι, εἶτα λοιπὴν τὴν μέϲην· τὴν δὲ μίαν χρυϲῆν. εἰ
οὖν τῆϲ ἔϲχετο μείλινον ἔγχοϲ, αἱ δύο χαλκαῖ ἐτρώθηϲαν πρῶται ὡϲ οὖϲαι πρῶται, αἱ δὲ τρεῖϲ ἔμειναν ἄτρωτοι· χρυϲὸϲ γὰρ ἐρύκακε δῶρα θεοῖο. οὕτω δὲ καὶ ἐπὶ τῆϲ Αἰνείου ἀϲπίδοϲ ὕπεϲτιν ὁ χαλκὸϲ τῇ βύρϲῃ, ὁ μαλακώτεροϲ τῇ ξηροτέρᾳ, καὶ οὐ κόϲμου ἕνεκα χαλκὸϲ πρόϲκειται ἐντὸϲ ἐπιφανείᾳ, ἀλλ’ ὑπόκειται δι’ ἀϲφάλειαν, ὡϲ ἐπὶ
τῆϲ Ἀχιλλέωϲ ὁ χρυϲόϲ· λέγει γὰρ ἐπὶ τῆϲ Αἰνείου·
κἂν μέντοι ἀκούωμεν τὰϲ δύο χαλκείαϲ τὴν πρώτην καὶ τὴν πέμπτην, δύο δ’ ἔνδοθι τούτων τὰϲ καϲϲιτερίναϲ τὴν δευτέραν καὶ τὴν τετάρτην, καὶ οὕτωϲ μέϲη καὶ τρίτη ἐντὸϲ ἡ χρυϲῆ, τῇ ῥ’ ἔϲχετο μείλινον ἔγχοϲ, μιᾶϲ καὶ καϲϲιτερίνηϲ ῥαγείϲηϲ.
εἰϲ τὴν τοῦ λίθου βολήν (v. 285).
δὲ καὶ περιέχονται τοῖϲ πᾶϲι Λελέγεϲιν οἱ Καύκωνεϲ.
Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae. Porphyry. ed. Hermannus Schrader. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.