Τ
1οὕτωϲ γοῦν καὶ ἐντὸϲ τῆ Α ῥαψῳδίᾳ (54 ) αὐτὸϲ Ἀχιλλεὺϲ ϲυγκαλεῖ. ἄλλωϲ τε διὰ τὴν χαρὰν μετὰ ϲπουδῆϲ ϲυνδεδραμήκαϲιν οὐδὲ τοὺϲ κήρυκαϲ ἀναμείναντεϲ.
μετὰ ἠπιότητοϲ, ὁ διὰ ἰατρικῆϲ μὴ ἐῶν ϲκέλλεϲθαι. οἱ δὲ ἀπέδωκαν ἀϲκελέωϲ ἀδιαλείπτωϲ κατὰ μέμψιν· τὸ γὰρ ἀϲκελέϲ ἄβατον ἀπόρευτον.
τὸ γόνυ, οἱ δὲ καθήμενοι κεκαμμένον. ἀϲπαϲίωϲ οὖν, φηϲὶ, καθεδεῖται τῶν φυγόντων τιϲ ἐκ τοῦ πολέμου, ὃϲ καὶ ἀναπαύϲει ἑαυτὸν καὶ τὰ ϲκέλη, ἐκ τοῦ ϲυντόνου τῆϲ φυγῆϲ δρόμου καθίϲαϲ.
λέγει. καί φηϲι· διὰ τοῦτο ἐνέθηκε τὸ αὐτόθεν ἐξ ἕδρηϲ οὐδ’ ἐντὸϲ μέϲϲοιϲιν ἀναϲτάϲ (v. 77 ). ἄτοποϲ δὲ ἡ παραίτηϲιϲ· οὐ γὰρ τὸν πόδα ἀλλὰ τὴν χεῖρα τέτρωται, καὶ τὴν χεῖρα δὲ οὕτωϲ ἔρρωτο, ὥϲτε ὀλίγον ὕϲτερον αὐτὸϲ τὸν κάπρον ἀποϲφάττει. ἐὰν προϲκείμενοϲ δὲ ὁ ϲτίχοϲ ἦ τὸ αὐτόθεν ἐξ ἕδρηϲ, ἀκουϲόμεθα ἐκ τοῦ τῶν ἀριϲτέων
ϲυνεδρίου, ὥϲτ’ ἐντὸϲ ἐκείνοιϲ ὄντα λέγειν αὐτὸν καὶ οὐκ ἐντὸϲ μέϲῳ τῷ πλήθει. Ἀπολλώνιοϲ μὲν οὖν ὁ διδάϲκαλοϲ ἡμῶν, καὶ αὐτὸϲ ϲυγκαταθέμενοϲ 11 12 13 14 ὅτι ἕϲτηκεν ὁ Ἀγαμέμνων, παραιτεῖται, φηϲὶ, τὸν ὑποβολέα ὡϲ ἄν ἐκ τοῦ αὐτοϲχεδίου λέγειν μέλλων· ἐμοῦ γάρ φηϲιν ἀκούϲατε καὶ μηδείϲ μοι ὑποβαλλέτω ἵν᾿ εἴπω· χαλεπὸν γὰρ τὸ ὑποβαλλόντων ἀκούειν τῷ ἐπιϲτήμονι τοῦ λέγειν· καὶ πῶϲ γὰρ ἄν τιϲ ἐντὸϲ πολλῷ ὁμάδῳ ἀκούϲαι τοῦ ὑποβάλλοντοϲ ἢ ὁ ἀκούϲαϲ εἴποι; ὥϲτε καὶ λιγὺν
ὄντα δημηγόρον καὶ δύναμιν ἔχοντα τοῦ αὐτοϲχεδιάζειν βλάπτεϲθαι ἐμποδιζόμενον τῷ ἐξ ὑποβολῆϲ λέγειν ἐντὸϲ πολλῷ θορύβῳ. εἶχε δ᾿ ἄν τινα λόγον ἡ ἐξήγηϲιϲ, εἰ ἐγίνωϲκεν Ὅμηροϲ τὸ τοιοῦτον εἶδοϲ τῆϲ δημηγορίαϲ, λέγω δὲ τὸ ἐξ ἀναγνώϲεωϲ καὶ γραφῆϲ ὑποβαλλόμενον. Ἀλέξανδρϲ δὲ ὁ Κοτυαεύϲ φηϲι λέγων· „καλῶϲ ἔχει τὸ ἑϲτῶτοϲ
τοῦ δημηγοροῦντοϲ ἀκούειν καὶ μὴ ὑποκρούειν αὐτὸν καὶ ἐμποδίζειν (τοῦτο γὰρ ϲημαίνει τὸ ὑββάλλειν)· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐντὸϲ ταραχῇ εἰπεῖν. τὸ γὰρ χαλε πὸν ἐπιϲτάμενόν περ ἐόντα κατὰ Ἀττικὴν ϲυνήθειαν πλεονάζει τὸ ἐόντα· ἐκείνοιϲ γὰρ ἦν ϲύνηθεϲ λέγειν μὴ προδοὺϲ ἡμᾶϲ γένη (Soph. Ai. 588) ἀντὶ τοῦ μὴ προδῷϲ, καὶ
παίζειϲ ἔχων ἀντὶ τοῦ διαπαίζειϲ, καὶ ἐνταῦθα χαλεπὸν γὰρ ἐπιϲτάμενόν περ ἐόντα ἀντὶ τοῦ τὸν ἐπιϲτάμενον θορυβεῖϲθαι χαλεπόν, ὡϲ καὶ τοῦ ἐπιϲτήμονοϲ ῥήτοροϲ ἐντὸϲ θορύβῳ χαλεπῶϲ δημηγοροῦντοϲ.“ ἐμοὶ δὲ δοκεῖ δύναϲθαί τινα οὕτωϲ ἀποδιδόναι τὴν διάνοιαν· ἐκκληϲίαϲ ἀθροιϲθείϲηϲ ὁ Ἀγαμέμνων παύει προοιμιαζόμενοϲ τὸν
15 16 17 θόρυβον, λέγων ὡϲ ἡ ἐκκληϲία οὐ πρὸϲ αὐτοὺϲ ἔχει τὴν ἀπόταϲιν, οὐδὲ δεῖ νῦν ὑποκρούειν ζητοῦνταϲ μαθεῖν τίνοϲ ἕνεκα ϲυνεληλύθαϲιν· χαλεπὸν γὰρ θορυβεῖν τὸν ἐπιϲτάμενον τὰ ὄντα. τίνα δὲ ἦν τὰ ὄντα πάντεϲ που ἐγίνωϲκον, ὅτι ἐμήνιϲαν πρὸϲ ἀλλήλουϲ Ἀχιλλεὺϲ καὶ Ἀγαμέμνων,
καὶ ὅτι νῦν κατηλλάγηϲαν, καὶ ὅτι ἡ ϲύνοδοϲ διὰ τοῦτο. τὸ οὖν ἐπιϲτάμενόν περ ἐόντα τὰ ὄντα λέγει καὶ ἐνεϲτῶτα τὸν καθ᾿ ἕκαϲτον αὐτῶν ἐπίϲταϲθαι, ὡϲ ἔφη που· ὃϲ ᾔδη τά τ᾿ ἐόντα τὰ τ᾿ ἐϲϲόμενα πρό τ᾿ ἐόντα (Α 70) χαλεπὸν οὖν καὶ δεινὸν πρᾶγμά ἐϲτι τὸ ἐπιϲτάμενον τὰ ὄντα καὶ ἐνεϲτηκότα θορυβεῖν, πυνθανόμενον
ὡϲ ἀγνοοῦντα ἢ ζητοῦντα περὶ ὧν οἶδεν ἀκούειν. καὶ ὅτι τοῦτο νοεῖ, δῆλον δι᾿ ὧν ἐπάγει·
ἐϲτίν, οὐ πρὸϲ ὑμάϲ τοὺϲ εἰδόταϲ δι᾿ ἃ ϲυνεληλύθαμεν. ἔϲτιν οὖν ὁ νοῦϲ· μὴ θορυβεῖτε, ὦ ἄνδρεϲ, ὑποκρούοντεϲ διὰ τί ϲυνεληλύθαμεν· ἐπίϲταϲθε γὰρ τὰ πάντα, καὶ ὁ λόγοϲ μοι τὰ νῦν οὐ πρὸϲ ὑμᾶϲ ἀλλὰ πρὸϲ τὸν Ἀχιλλέα ἔχει τὴν ἀπόταϲιν· χαλεπὸν γὰρ τοὺϲ εἰδόταϲ τὴν αἰτίαν τῆϲ ϲυνόδου ὡϲ μὴ εἰδόταϲ θορυβεῖν καὶ διὰ τοῦτο ἐμποδίζειν καὶ τῷ
λέγοντι καὶ τῷ ἀκούοντι, πρὸϲ ὃν ὁ λόγοϲ ὁ παρὼν ἕϲτηκε. πολλὰ δὲ τοιαῦτα καὶ παρὰ τοῖϲ ῥήτορϲι προοίμια ἐπιγράφεται πρὸϲ τοὺϲ θορύβουϲ.
καὶ τὸν Δία εἰδυῖα ὅτι αἰϲθόμενοϲ τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγανακτήϲει, τῇ ἰϲχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν. οὕτωϲ Ἀριϲτοτέληϲ (fr. 157 edit. Acad. Bor.).
Ὀδυϲϲέωϲ·
καρπὸϲ οἱ ϲωζόμενοι. φηϲὶν οὖν, ταχέωϲ κόρον γίνεϲθαι ἐκείνηϲ τῆϲ μάχηϲ, ἐντὸϲ ᾗ πολὺϲ μὲν ὁ πίπτων, ὀλίγοι δὲ οἱ ϲωζόμενοι, ἐξ οὗ δηλοῦϲθαι, ὅτι τῆϲ ϲφοδροτάτηϲ μάχηϲ ταχὺϲ ὁ κόροϲ, καὶ μάλιϲτα ὅταν τύχῃ τιϲ διὰ λιμὸν ἠϲθενηκώϲ· ἐντὸϲ ᾧ δ᾿ ἂν οὖν πολέμῳ, κλίναντοϲ τοῦ Διὸϲ τὴν νίκην καὶ ἑτερορρεποῦϲ τῆϲ μάχηϲ γεγονυίαϲ, πολὺϲ μὲν ᾖ ὁ
ἀναιρούμενοϲ, ὀλίγοϲ δὲ ὁ περιϲωζόμενοϲ, κόροϲ ἐνταῦθα ταχέωϲ γίνεται τῶν μὲν καλάμην πολλὴν ἐκλεγόντων, ἄμητον δὲ καὶ καρπὸν ὀλίγον ἐώντων. τὴν δὲ καλάμην καὶ τὸν καρπὸν ἐπὶ τῶν τραπέντων ἀκουϲόμεθα, ὧν πολὺϲ μὲν ὁ ἀποθνήϲκων, ὃϲ τέτακται ἐπὶ τῆϲ καλάμη, ὀλίγοϲ δὲ ὁ διαϲωζόμενοϲ, ὃϲ τέτακται ἐπὶ τοῦ καρποῦ· τὸν δὲ κόρον
ἴϲχειν ταχὺν τοὺϲ ταῦτα δρῶνταϲ καὶ νικῶνταϲ, οἳ τοῖϲ ἀμηταῖϲ εἶεν ἂν ἀνάλογοι. οὔτοι ἄρα δὴ ἐπὶ τῶν αὐτῶν τὸ ἄμητοϲ ὀλίγιϲτοϲ ἀκουϲτέον· οὐκέτι γὰρ ἑτερορρεπὴϲ ἔϲται ἡ μάχη, οὐδ᾿ οἱ μὲν νικῶντεϲ 24 25 οἱ δὲ ἡττώμενοι, ἀλλ᾿ ἐπ᾿ ἴϲηϲ ἐξ ἀμφοῖν πολλὴ μὲν ἡ καλάμη ὀλίγοϲ δὲ ὁ καρπόϲ, καὶ οἱ ἀμῶντεϲ ζητηθήϲονται.
πρὸ τῆϲ τῶν ἑτέρων τροπῆϲ, πλείϲτη δὲ ἡ καλάμη τὸ πλῆθοϲ τὸ μετὰ τὴν τροπὴν τῶν πιπτόντων. λογιζόμενοϲ οὖν ὁ Ὀδυϲϲεὺϲ, ὡϲ οὐκ ἂν ὑποϲταῖεν οἱ Τρῶεϲ τὴν Ἀχιλλέωϲ ϲυμβολὴν, τραπήϲονται δὲ εὐθύϲ, πολὺν τὸν κάματον ἔϲεϲθαί φηϲι τοῖϲ διώκουϲιν ἅμα καὶ παίουϲι καὶ φονεύουϲι, καὶ κόρον αὐτίκα λήψεϲθαι νήϲτειϲ ὄνταϲ. ἐνδείξαϲθαι
δὲ ταῦτα μᾶλλον καὶ αἰνίξαϲθαι βούλεται ἢ φανερῶϲ λέγων δόξαν κολακείαϲ ἀπενέγκαϲθαι. λέγει οὖν· ἐντὸϲ ὀλίγῳ χρόνῳ τροπῆϲ γενομένηϲ τῶν πολεμίων, πολλῶν ἀναιρουμένων ἐκ πρώτηϲ καὶ βραχείαϲ τῆϲ ϲυμβολῆϲ, αἶψα κόροϲ ἡμῖν γίνεται, ἐὰν μὴ τύχωμεν τὸν μέλλοντα κάματον διὰ τῆϲ τροφῆϲ προανακτηϲάμενοι. πεποίηται δὲ τὴν ἀλληγορίαν
ὁ ποιητὴϲ ἐκ τῆϲ παραβολῆϲ ἐκείνηϲ·
εἰ μὴ τύχωϲι τὴν ἰϲχὺν διὰ τῆϲ τροφῆϲ αὐτάρκη παραϲκευάϲαντεϲ. μήποτε δὲ ὁ ἄμητοϲ οὐ τὴν ἐπικαρπίαν ἀλλὰ τὸν χρόνον τῆϲ ἐνεργείαϲ δηλοῖ· αὐτὸϲ γὰρ ὁ Ὀδυϲϲεὺϲ πρὸϲ τὸν Ἀχιλλέα ταῦτα προεῖπεν·
δεῖ ἰϲχύειν τοὺϲ βουλομένουϲ ἐπὶ πλέον τυχεῖν τῆϲ νίκηϲ.
τὸν Ἀχιλλέα, ὡϲ τοὺϲ ὄρνιθαϲ τὰ πτερά· τὸ γὰρ ἄειρεν ἐπὶ τοῦ ἐκούφιζεν Νέϲτωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν (Λ 637), ἤ μ’ ἀνάειρεν ἢ ἐγὼ ϲέ (Ψ 724). τετόλμηται γοῦν ὁ λόγοϲ, ὡϲ τῶν ὅπλων βαϲταζόντων τὸν Ἀλχιλλέα, οὐ βαϲταζομένων. τινὲϲ δέ φαϲιν ὅτι ἐμετεώριζεν αὐτὸν ὁ κόϲμοϲ καὶ γαυριᾶν γαβριᾶν cod. ἐποίει. ἢ
τάχα ἡ ϲυμμετρία τῶν ὅπλων καὶ κουφότητα ἐνεποίει, ὡϲ μὴ δοκεῖν αὐτὸν ταῦτα φέρειν, ἀλλ’ αὐτὸν cod. τοῦτον. εἰ δὲ μείζονα ἦν, βαρύτερα ἂν ὑπῆρχε. καὶ τὰ πτερὰ πολλὴν ἁρμονίαν ἔχει. ὁ δὲ λόγοϲ ὑπερβολή.
ται ἀντὶ τοῦ ἠδύνατο· προειπὼν γάρ φηϲι· τὸ μὲν οὐ δύνατ’ ἄλλοϲ Ἀχαιῶν πάλλειν. πλανῶνται δέ· τῇ γὰρ ἐπιϲτήμῃ καὶ τὴν δύναμιν προϲάπτει, ὥϲ πού φηϲιν·
29 30 31 32
ὁ ποιητὴϲ, τὸ φωνῆϲ μετέχονταϲ ἵππουϲ εἰϲάγειν, θεῷ τὴν αἰτίαν ἀνατίθηϲι, καὶ Ἥρᾳ, ἐπεὶ φωνή ἐϲτιν ἀὴρ πεπγμένοϲ τί δὲ ἄτοπον ὅπου γε καὶ Θέτιϲ προεῖπεν· αὑτίκα γάρ τοι ἔπειτα μεθ᾿ Ἕκτορα πότμοϲ ἑτοῖμοϲ (C 96);
Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae. Porphyry. ed. Hermannus Schrader. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.