σοι παραμυθούμενον τῷ λόγῳ ἅμα ἐπισκήπτειν, οἰ- κειότερον δ᾿ εἴποιμ᾿ ἂν τοῦ σαυτῆς καὶ ἐν σεαυ- τῇ “οἴκου κήδεσθαι καὶ ἔμπεδα πάντα φυλάσσειν” , καταλειπόμενος οὐδὲν ἀπεικότως τοῦ ἐν τραγῳδίαις Φιλοκτήτου “ἕλκεϊ μοχθίζοντος” , πλὴν ὅτι τῷ μὲν τὸ
ἕλκος ὑπὸ “ὀλοόφρονος ὕδρου” , σοὶ δʼ ἐπιγνούσῃ τὸ εἰς τὴν γένεσιν πτῷμα ὅσον καὶ οἷον ἡμῖν τῆς ψυχῆς περιέστη, οὐ τῶν θεῶν ἡμᾶς ὑπεριδόντων, ὡς ἐκεῖ- νον οἱ Ἀτρεῖδαι, ἀλλὰ σωτήρων γενομένων καὶ οὐκ ἐπιλαθομένων. πολλοῖς δή σε παλαίσμασι καὶ ἐπω-
δύνοις εἰς ἀγῶνα ἐμπεσοῦσαν νῦν μάλιστα φιλοσο- φίας τοῦ μόνου ἀσφαλοῦς πείσματος ἀντεχομένην παρακαλῶ μὴ ταῖς ἀμηχανίαις ταῖς ἐκ τῆς ἡμετέρας ἀπουσίας πλέον ἐνδοῦναι τοῦ προσήκοντος μηδὲ πόθῳ τῆς παῤ ἡμῖν διδασκαλίας καὶ τὸ δοθὲν ἤδη ἐκκροῦ- σαι, μηδὲ πρὸς τὸ πλῆθος τῶν περιεστώτων ἀλλοτρί- ων ἀπαυδήσασαν ἔκδοτον σεαυτὴν τῷ σύροντι ποτα- μῷ τῶν πραγμάτων ἐᾶσαι, ἀλλὰ λογισαμένην ὡς οὐ
διὰ ῥᾳστώνης ἡ τῶν ὄντως ἀγαθῶν κτῆσις τοῖς ἀν- θρώποις περιγίνεται, αὐτοῖς τούτοις τοῖς συγκυρή- μασιν εἰς ἄσκησιν τοῦ προσδοκωμένου χρήσασθαι βίου, ὅσα καὶ μόνα τῶν ἄλλων ἀντίπαλα τῆς σῆς καρτερίας εἰς τὸ παρατρέψαι σε καὶ βιάσαι εἶναι δύ-
ναται. τὰ μὲν γὰρ τῶν ἐπιβουλῶν εὐκαταφρόνητα πάντῃ τοῖς ὧν οὐχ ἡμεῖς κύριοι ἐθίσασιν ἀτιμάζειν καὶ μᾶλλον εἰς ἐκείνους κεκρικόσι τὴν ἀδικίαν ἀνα- στρέφειν ἢ βλάπτειν γε τούτους οἷς τῶν μάλιστα παῤ ἑαυτοῖς δρωμένων ἐναντίων οὐ μεγάλη τῆς ζημίας ἡ
ἐλάττωσις εἶναι ὑπελήφθη.
Ad Marcellam. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.