τείνοι πρὸς τὸ χρήσιμον, θαρρεῖν δὲ καὶ διαναπαυ- σαμένῃ παρέχεσθαι ἐκ τοῦ ῥᾴστου δι᾿ ἐξουσίας τὴν ἀνάκτησιν. καλούσης δὲ τῆς τῶν Ἑλλήνων χρείας καὶ τῶν θεῶν συνεπειγόντων αὐτοῖς ὑπακούειν μὲν σὲ καίπερ οὖσαν προθυμοτάτην μετὰ τοσαύτης ἀκο-
λουθίας θυγατέρων ἀδύνατον ἦν. ἄνευ δὲ σοῦ ταύ- τας ῥίπτειν οὕτως ἐν σκαιοῖς ἀνθρώποις ἀβουλίας εἶναι ὁμοῦ καὶ ἀδικίας ἔργον ὑπείληφα. μένειν δὲ ἐνταυθοῖ βιαζόμενος τήν τε τοῦ αὖθις ἐντυχεῖν ἐλ- πίδα προϊσχόμενος εἰκότως σοι παραινέσαιμι᾿ ἂν ἀντ-
ἐχομένῃ τῶν δοθέντων ἐν τοῖς δέκα μησὶν οἷς μοι συνῴκησας μὴ πόθῳ καὶ ἐπιθυμίᾳ τοῦ πλείονος καὶ τὸ ὂν ἤδη ἐκβαλεῖν. σπεύδω μὲν γὰρ ὃν ἂν δύνω- μαι τρόπον τὴν ταχίστην πάλιν ἀναλαβεῖν.
Ad Marcellam. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.