συνηρτῆσθαι φυλάσσεις ὡς τοῖς ἐμβρύοις κυοφορου- μένοις τὸ χορίον καὶ τῷ σίτῳ βλαστάνοντι τὴν καλά- μην, οὐ γνώσῃ σεαυτήν. οὐδὲ γὰρ ἄλλος ὅστις μὴ οὕτω δοξάζει ἔγνω ἑαυτόν. ὥσπερ οὖν τὸ χορίον συγγενόμενον καὶ ἡ καλάμη τοῦ σίτου, τρυχωθέντα δὲ ῥίπτεται ἑκάτερα, οὕτω καὶ τὸ συναρτώμενον τῇ ψυχῇ παρείκῃ σῶμα οὐ μέρος ἀνθρώπου· ἀλλ᾿ ἵνα μὲν ἐν γαστρὶ γένηται, προσυφάνθη τὸ χορίον, ἵνα
δὲ ἐπὶ γῆς γένηται, συνεζύγη τὸ σῶμα. ὅσῳ τις τέτρα- πται πρὸς τὸ θνητόν, τοσούτῳ τὴν ἑαυτοῦ γνώμην ἀσύμμετρον παρασκευάζει πρὸς τὸ τῆς ἀφθαρσίας μέγεθος· καὶ ὅσῳ τῆς τοῦ σώματος προσπαθείας ἀφί- σταται, τοσούτῳ μέτρῳ τῷ θείῳ πελάζει. ὁ συνετὸς
ἀνὴρ καὶ θεοφιλὴς ὅσα οἱ ἄλλοι μοχθοῦσι τοῦ σώμα- τος ἕνεκα, τοσαῦτα ὑπὲρ τῆς ψυχῆς σπουδάσεται πονῆσαι, οὐ τὸ μεμνῆσθαι ὧν ἤκουσεν αὔταρκες εἶναι νομίζων, τὸ δὲ ἀνατρέχειν εἰς ἃ δεῖ δι᾿ ὧν ἤκουσεν μελετῶν.
Ad Marcellam. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.