των πόνος ἐστίν, ἀλλὰ φεύγειν μᾶλλον τὸν ἀνόνητον ἐκ τῶν κενῶν δοξῶν πόνον. ἔρωτι γὰρ φιλοσοφίας ἀληθινῆς πᾶσα ταραχώδης καὶ ἐπίπονος ἐπιθυμία ἐκ- λύεται. κενὸς ἐκείνου φιλοσόφου λόγος ὑφ᾿ οὗ μηδὲν πάθος ἀνθρώπου θεραπεύεται· ὥσπερ γὰρ ἰατρικῆς
οὐδὲν ὄφελος ἣ μὴ τὰς νόσους τῶν σωμάτωνθεραπεύει, οὕτως οὐδὲ φιλοσοφίας, εἰ μὴ τὸ τῆς ψυχῆς ἐκβάλ- λει πάθος. ταῦτα μὲν οὖν καὶ τὰ πρὸς τούτοις ὅμοια ὁ τῆς φύσεως παραγγέλλει νόμος.
Ad Marcellam. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.