IBΔIΟN ΔΕΥΤΕΡΟΝ
μενοι εἰς τὸν περὶ τῶν θυσιῶν, ὦ Καστρίκιε, λόγον ἀφικόμεθα δυσδιαίτητόν τε ὁμοῦ καὶ πολλῆς ἐξηγή-
σεως δεόμενον, εἰ μέλλοιμεν ἀληθῶς τε ἅμα καὶ τοῖς θεοῖς εὐαρέστως τὴν περὶ αὐτοῦ κρίσιν διαθήσειν. διʼ ὃ εἰς ἴδιον σκέμμα τὸν τόπον ὑπερβαλλόμενοι, νῦν τὰ φαινόμενα ἡμῖν καὶ ὅσα δυνατὸν ἐξαγορεύειν ἐροῦμεν, τὸ παρορώμενον πρότερον εἰς τὴν ἐξ ἀρχῆς
προκειμένην ὑπόθεσιν εὐθύναντες.
στὰς εἴτε καὶ ἀγνώστους ἀνθρώποις, διὰ τοῦτο παὶ θοινᾶσθαι ἐξ ἀνάγκης δεῖ τὰ ζῷα. δειχθήσεται γὰρ ἄνθρωπος παραλαμβανόμενος ἐν θύμασι καὶ ζῷα, ὧν οὐκ ἄν τις οὐδὲ τῶν εἰωθότων σαρκοφαγεῖν ἀνθρώ- πων ὑπομείνειεν ἂν γεύσασθαι. καὶ μὴν ἐπὶ τοῦ φο-
νεύειν ζῷα τὸ αὐτὸ παρορᾶται πλημμέλημα. οὐ γὰρ εἴ τινα δεῖ, καὶ πάντα, ὡς οὐδʼ εἰ τὰ ἄλογα ζῷα, πάν- τως καὶ ἀνθρώπους.
τούτων μᾶλλον τοῖς ἐκ τοῦ θεοῦ καὶ τῆς τούτου μι- μήσεως τὴν σφῶν εὐδαιμονίαν ἀνάψασιν. οὐδὲ γὰρ ἐν τῷ πόλεως βίῳ τὰ αὐτὰ οἱ νομοθέται τοῖς τε ἰδιώ- ταις καὶ τοῖς ἱερεῦσιν ἀφωρίσαντο πρακτέα, ἀλλʼ ἔστιν ἐν οἷς συγχωρήσαντες τοἵς πολλοῖς τὰ κατὰ τὴν
τροφὴν καὶ τὸν ἄλλον βίον, τοὺς ἱερέας χρῆσθαι τοῖς αὐτοῖς διεκώλυσαν, θάνατον ἢ ζημίας μεγάλας θέν- τες τὰ ἐπιτίμια.
ὅτι φονεύειν δεῖ διὰ τὰς βλάβας τὰς ἀπʼ αὐτῶν μη- νύσαντα καὶ τὸ ὅτι ἐσθίειν ὡς ἀκόλουθον λαμβάνει, ἢ ὅτι ἐν ταῖς θυσίαις καὶ ζῷα παρελήφθη, συλλογίζε- ται ὡς καὶ ἀνθρώποις ἄρα βρωτέον ταῦτα. καὶ πάλιν εἴ τινα διὰ τὸ ἄγριον ἀναιρετέον, ἀξιοῦσιν ὡς ἀκό-
λουθον τὸ δεῖν φονεύειν καὶ τὰ ἥμερα· καὶ εἴ τισι βρωτέον, οἷον ἀθληταῖς καὶ στρατιώταις καὶ τοῖς διὰ σώματος τὴν ἐργασίαν ποιουμένοις, ὅτι καὶ φιλοσό- φοις· καὶ εἴ τισι τούτων, καὶ πᾶσι· πασῶν τῶν ἀκο- λουθιῶν τούτων μοχθηρῶν τε οὐσῶν καὶ οὐδεμίαν ἀνάγκην τῆς θέσεως παραστῆσαι δυναμένων. καὶ ὅτι
μὲν πᾶσαι μοχθηραί, ἐναργῶς αὐτόθεν τοῖς μὴ ἐρι- στικοῖς προσπίπτει. ἡμεῖς μέντοι τὰς μὲν ἤδη εὐθύ- ναντες, τὰς δὲ προῖόντος τοῦ λόγου ἐλέγξειν μέλλον- τες, νῦν τὸ περὶ τῶν θυσιῶν σκέμμα διευκρινήσομεν, τάς τε ἀρχὰς ὅθεν γεγόνασιν ἀφηγούμενοι, καὶ τίνες
καὶ ποῖαι ἦσαν αἱ πρῶται, πῶς τε μετέβρλλον καὶ πότε, καὶ εἰ πάντα θυτέον τῷ φιλοσόφῳ, τίσιν τε θυ- σίαι αἱ διὰ τῶν ζῴων γίγνονται· καὶ ὅλως πᾶν τὸ πα- ρακείμενον, τὰ μὲν αὐτοὶ ἐφευρίσκοντες, τὰ δὲ παρὰ τῶν παλαιῶν λαμβάνοντες ἀναγράψομεν, τοῦ συμμέ-
τρου καὶ οἰκείου τῇ ὑποθέσει στοχαζόμενοι κατὰ δύ- ναμιν. ἔχει δὲ οὕτως.
κατοικοῦν ἤρξατο πρῶτον ἁφοʼ Ἑστίας τοῖς οὐρανίοις θεοῖς θύειν οὐ σμύρνης οὐδὲ κασίας καὶ λιβανωτοῦ κρόκῳ μιχθέντων ἀπαρχάς· πολλαῖς γὰρ γενεαῖς ὕστερον παρελήφθη ταῦτα, καὶ πλάνης καὶ μαστὴρ ὁ ἄνθρωπος γιγνόμενος τῆς ἀναγκαίας ζωῆς μετὰ πολ-
λῶν πόνων καὶ δακρύων σταγόνας τούτων ἀπήρξατο τοῖς θεοῖς· οὐ τούτων οὖν ἔθυον πρότερον, ἀλλὰ χλόης, οίονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι. δένδρα μὲν γὰρ δὴ πρὸ ζῴων ἀνέ- δωκεν ἡ γῆ,τῶν δένδρων δὲ πολὺ πρόσθεν τὴν ἐπέ-
τειον γεννωμένην πόαν, ἧς δρεπόμενοι φύλλα καὶ ῥί- ζας καὶ τοὺς ὅλους τῆς φύσεως αὐτῶν βλαστοὺς κατέ- καιον, ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς τῇ θυσία δεξιούμενοι καὶ διὰ τοῦ πυρὸς ἀπαθανατίζον- τες αὐτοῖς τὰς τιμάς. τούτοις γὰρ καὶ τὸ πῦρ ἀθάνα- τον ἐφύλαττον ἐν τοῖς ἱεροῖς, ὡς ὄν μάλιστα αὐτοῖς ὁμοιότατον. ἐκ δὲ τῆς θυμιάσεως τῶν ἀπὸ γῆς θυ- μιατήριά τε ἐκάλουν καὶ τὸ θύειν καὶ θυσίας· ἃ δὴ
ἡμεῖς ὡς τὴν ὑστέραν πλημμέλειαν σημαίνοντα οὐκ ὀρθῶς ἐξακούομεν, τὴν διὰ τῶν ζῴων δοκοῦσαν θε- ραπείαν καλοῦντες θυσίαν. τοσοῦτον δὲ τοῖς παλαι- οἵς τοῦ μὴ παραβαίνειν τὸ ἔθος ἔμελεν, ὡς κατὰ τῶν ἐκλειπόντων τὸ ἀρχαῖον, ἐπεισαγόντων δὲ ἕτερον
ἀρασαμένους, ἀρώματα τὰ θυμιώμενα προσαγορεύ- σοι. τὴν δὲ ἀρχαιότητα τῶν εἰρημένων θυμιαμάτων κατίδοι τις ἂν, ἐπιβλέψας ὅτι πολλοὶ καὶ νῦν ἔτι θύ- ουσι συγκεκομμένα τῶν εὐωδῶν ξύλων τινά. ὅθεν μετὰ τὴν ἐξ ἀρχῆς πόαν δενδροφυούσης ἤδη τῆς γῆς,
πρώτης δρυὸς καρποφαγήσαντες, τῆς μὲν τροφῆς διὰ τὴν σπάνιν μικρά, τῶν δὲ φύλλων αὐτῆς πλείω τοῖς θεοἵς εἰς τὰς θυσίας ἀνὴπτον. μετὰ δὲ ταῦτα ὁ βίος ἐπὶ τὴν ἥμερον ἢδη τροφὴν μεταβαίνων καὶ θύματα τὰ ἐκ τῶν καρπῶν “ἅλις δρυὸςʼʼ ἔφη.
τρίου καρποῦ μετὰ τὸν χέδροπα πρώτου φανέντος κριθῶν, ταύταις ἀπʼ ἀρχῆς μὲν οὐλοχυτεῖτο κατὰ τὰς πρώτας θυσίας τὸ τῶν ἀνθρώπων γένος· ὕστερον δὲ ἐρεξαμένων τε αὐτὰς καὶ τὴν τροφὴν ψαισαμένων τὰ μὲν τῆς ἐργασίας ὄργανα θείαν τοῖς βίοις ἐπικουρίαν
παρασχόντα κρύψαντες εἰς ἀπόρρητον, ὡς ἱεροἵς αὐ- τοῖς ἀπήντων. τοῦ δʼ ἀληλεμένου βίου παρὰ τὸν πρόσθεν μακαρισθέντος, ἀπήρξαντο τῆς ψαισθείσης τροφῆς πρῶτον εἰς πῦρ τοῖς θεοῖς. ὅθεν ἔτι καὶ νῦν πρὸς τῷ τέλει τῶν θυσιῶν τοῖς ψαισθεἵσι θυλήμασι
χρώμεθα, μαρτυροῦντες μὲν τῷ πραττομένῳ τὴν ἐξ ἀρχῆς τῶν θυμάτων αὔξησιν, οὐ συνορῶντες δὲ τί- νων χάριν τούτων ἕκαστα δρῶμεν. ἀφʼ ὧν ὁρμωμέ- νοις ἡμἴν, καὶ τῶν καρπῶν ἀλλὰ καὶ τῶν πυρῶν ἀφθο- νωτέρων γιγνομένων, προσετίθεντο πελάνων ἤδη καὶ τῶν λοιπῶν ἀπάντων ἀπαρχαὶ τοῖς θεοἴς εἰς τὰς
θυσίας· πολλὰ μὲν ἀνθολογούντων, οὐκ ἐλάττω δὲ τούτων μιγνύντων τόκε, εἰ τι καλὸν εἶχον ἐν βίῳ καὶ πρέπον ὀσμῇ πρὸς θείαν αἴσθησιν. καὶ τὰ μὲν στέ- φοντες, τὰς δʼ εἰς πῦρ δωρούμενοι θείας ἑτέρας στα- γόνας οἴνου καὶ μέλιτος· ἔτι δʼ ἐλαίου ταἵς χρείαις
ἀνευρίσκοντες ἀπήρχοντο καὶ τούτων τοῖς αἰτίοις θε- οῖς.
ρία, ἀλεύρων πυρίνων καὶ κριθίνων φθοῖς, ὀρθο- στάτης, χύτρος. πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρ- χῶν τοἵς ἀνθρώποις προιουσῶν παρανομίας, ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη, ὠμότη- τος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθʼ
ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀν- θρώπων καὶ τοὺς βωμοὺς αἰμιαξάντων, ἀφʼ οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. τοιγὰρ οὖν τὸ δαιμόνιον, ὡς φησὶν ὁ Θεόφραστος, τούτων ἐκατέρων νεμεσῆσαν ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε
τιμωρίαν. καθʼ ὃ οἱ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώ- πων, οἱ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηθὲν ἡμῶνβελτίους 1 ἡγεἵσθαι τὴν φύσιν εἶναι τοὺς θεούς· οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινές, οὐδεμίαν ἀπαρχὴν τῶν ὑπαρχόντων ποιούμενοι τοἵς θεοἵς· οἱ δὲ κακό- θυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων.
χόμενοι μηδὲ θύοντες, ἀνάρπαστοι κατʼ ἐκεῖνον ἐγέ- νοντο τὸν χρόνον ἐξ ἀνθρώπων, καὶ οὔτε τοὺς οἰ- κοῦντας οὔτε τὴν πόλιν οὔτε τὸν τῶν οἰκήσεων θεμέ- λιον ἐξαίφνης οὐδεὶς εὑρεῖν ἐδύνατο·
νῦν ἐπὶ τῶν ζῴων· ἀπαρξάμενοι γὰρ τὰ λοιπὰ δαῖτα τιθέμεθα), τίς οὐκ ἀκήκοεν ὅτι μετὰ μανίας προσπί- πτοντές τε καὶ δάκνοντες ἀλλήλους, ἔτι δὲ πρὸς ἀλή- θειαν αἱμοδαιτοῦντες οὐκ ἐπαύσαντο πρὶν τὸ γένος ἐξαναλῶσαι τῶν πρώτων παρʼ αὐτοῖς τῆς τοιαύτης
ἁψαμένων θυσίας;
φόβουςτὰς ἀρχὰς ἔχουσιν.τὴν μὲν γὰρ τῶν συῶν σφα-, γὴν ἀκουσίῳ ἁμαρτίᾳ Κλυμένης προσάπτουσιν, ἀπρο- αιρέτως μὲν βαλούσης, ἀνελούσης δὲ τὸ ζῷον. διʼ ὃ καὶ εὐλαβηθέντα αὐτῆς τὸν ἄνδρα, ὡς παράνομον διαπεπραγμένης, Πυθῶδε ἀφικόμενον χρήσασθαι τῷ τοῦ θεοῦ μαντείῳ. τοῦ δὲ θεοῦ τῷ συμβάντι ἐπιτρέ-
ψαντος, ἀδιάφορον λοιπὸν νομίσαι τὸ γιγνόμενον. ἐπι- σκόπῳ δέ, ὃς ἦν ἔκγονος τῶν θεοπρόπων, βουληθέντι προβάτων ἀπάρξασθαι, ἐπιτρέψαι μὲν φασὶ τὸ λόγιον, σὺν πολλῇ δὲ εὐλαβείᾳ. ἔχει γὰρ οὕτως·
λείων ἀγομένων καὶ παρεσκευασμένων κατὰ τὸ πά- λαι ἔθος τῶν καρπῶν ὁ βοῦς προσελθὼν ἀπεγεύσατο τοῦ ἱεροῦ πελάνου· συνεργοὺς γὰρ λαβὼν τοὺς ἄλ- λους ὅσοι παρῆσαν, ἀπέκτεινε τοῦτον. καὶ παρὰ μὲν Ἀθηναίοις τοιαῦται κατὰ μέρος ἀποδίδονται αἰτίαι,
ἄλλαι δὲ παρʼ ἄλλοις λέγονται· πλήρεις δὲ πᾶσαι οὐκ εὐαγῶν ἀπολογιῶν. λιμὸν δὲ οἱ πλεῖστοι αἰτιῶνται καὶ τὴν ἐκ τούτου ἀδικίαν. διʼ ὃ γευσάμενοι τῶν ἐμ- ψύχων ἀπήρξαντο καὶ τούτων, εἰωθότες τῆς τροφῆς ἀπέχεσθαι. ὅθεν οὐδὲ πρεσβύτερον τὸ θυσιῶν ὑπάρ-
χον τῆς ἀναγκαίας τροφῆς ἐκ τούτου ἀφορίζοι ἄν τοἵς ἀνθρώποις τὸ βρωτέον, ἑπόμενον δὲ οἷς ἐγεύσαντο καὶ ἀπήρξαντο, οὐκ ἀναγκάζοι προσίεσθαι ὡς εὐσε- βές, οὗ μὴ εὐσεβῶς τοῖς θεοῖς ἀπήρξαντο.
χὴν τὸ μὴ ἐν παντὶ ἔθνει τὰ αὐτὰ ἢ θύειν ἢ ἐσθίειν, ἐκ δὲ τῆς χρείας τῆς πρὸς αὐτοὺς στοχάζεσθαι τοῦ καθήκοντος. παρὰ γοῦν Αἰγυπτίοις καὶ οίνιξι θᾶττον ἄν τις ἀνθρωπείων κρεῶν γεύσαιτο ἢ θηλείας βοός. αἴτιον δὲ ὅτι χρήσιμον τὸ ζῷων ὄν τοῦτο ἐσπάνιζεν παρʼ αὐτοἵς. διʼ ὃ ταύρων μὲν καὶ ἐγεύσαντο καὶ ἀπήρξαντο, τῶν δὲ θηλειῶν φειδόμενοι τῆς γονῆς ἕνεκα, ἐν μύσει τὸ ἅψασθαι ἐνομοθέτησαν· καίτοι γε
τῆς χρείας ἐφʼ ἑνὸς καὶ ταὐτοῦ γένους τῶν βοῶν τό τε εὐσεβὲς καὶ τὸ ἀσεβὲς διώρισαν. ὧν δὴ τοῦτον ἐχόν- των τὸν τρόπον, εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμιψυχα τοὺς τῷ ὄντι εὐσεβεῖνἐθέλοντας, χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις.
ὅτι ἐξ ἀνάγκης μείζονος, ὡς ἔφαμεν,ἡμᾶς καταλαβού- σης κατήρξαντο αὐτῶν· λιμοὶ γὰρ αἴτιοι καὶ πόλεμοι, οἵ καὶ τοῦ γεύσασθαι ἀνάγκην ἐπήγαγον. ὄντων οὦν τῶν καρπῶν, τίς χρεία τῷ τῆς ἀνάγκης χρῆσθαι θύ- ματι; ἔπειτα τῶν εὐεργεσιῶν τὰς ἀμοιβὰς καὶ τὰς
χάριτας ἄλλοις μὲν ἄλλας ἀποδοτέον κατὰ τὴν ἀξίαν τῆς εὐποιίας, τοἵς δὲ εἰς τὰ μέγιστα ἡμᾶς εὖ πεποιη- κόσιν τὰς μεγίστας καὶ ἀπὸ τῶν τιμιωτάτων, καὶ μά- λιστα εἰ αὐτοὶ εἶεν τούτων πάροχοι. κάλλιστα δὲ καὶ τιμιώτατα ὧν ἡμᾶς οἱ θεοὶ εὖ ποιοῦσιν, οἱ καρποί·
διὰ γὰρ τούτων ἡμᾶς σώζουσιν καὶ νομίμιως ζῆν παρέ- χουσιν· ὥστε ἀπὸ τούτων αὐτοὺς τιμητέον. καὶ μὴν θύειν δεἵ ἐκεῖνα, ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐ- θὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι χρὴ πᾶσιν. εἰ δὲ λέγοι τις ὅτι οὐχ ἧττον τῶν καρπῶν καὶ τὰ ζῷα ἡμῖν
ὁ θεὸς εἰς χρῆσιν δέδωκεν, ἀλλ’ οὖν γε ἐπιθυομένων τῶν ζῴων φέρει τινὰ βλάβην αὐτοῖς, ἅτε τῆς ψυχῆς νοσφιζομένων. οὐ θυτέον οὖν ταῦτα· ἡ γὰρ θυσία ὁσία τίς ἐστι κατὰ τοὔνομα. ὅσιος δὲ οὐδεὶς ὅς ἐκ τῶν ἀλλοτρίων ἀποδίδωσι χάριτας, κἂν καρποὺς λάβη
κἂν φυτά, μὴ ἐθέλοντος. πῶς γὰρ ὅσιον ἀδικουμένων τῶν ἀφαιρεθέντων; εἰ δὲ οὐδὲ καρπούς ὁ ἀφελόμε- νος ἄλλων ὁσίως θύει, τά γε τούτων τιμιώότερα παν- τελῶς οὐχ ὅσιον ἀφαιρουμένους τινῶν θύειν· τὸ γὰρ δεινὸν οὕτω γίγνεται μεῖζον· ψυχὴ δὲ πολλῷ τιμιώ- τερον τῶν ἐκ γῆς φυομένων, ἣν ἀφαιρεῖσθαι θύοντα
τὰ ζῷα οὐ προσῆκεν.
τὴν ψυχὴν πρόηται. καὶ τὴν παρὰ τῶν μελιττῶν δὲ τοῦ καρποῦ παραληψιν ἐκ τῶν πόνων ἡμῶν γιγνομέ- νην, κοινὴν ἔχειν προσήκει καὶ τὴν ὄνησιν. συνά- γουσι γὰρ αἱ μέλιτται ἐκ τῶν φυτῶν τὸ μέλι, ἡμεῖς δὲ αὐτῶν ἐπιμελούμεθα. διʼ ὃ καὶ δεῖ οὕτω μερίζε-
σθαι, ὡς μηδεμίαν αὐταῖς γίγνεσθαι βλάβην. τὸ δʼ ἄχρηστον μὲν ἐκείναις, ἡμῖν δὲ χρήσιμον εἴη ἂν μι- σθὸς ὁ παρʼ ἐκείνων. ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις. καὶ γὰρ ἄλλως πάντα μὲν τῶν θεῶν ἐστίν, ἡμῶν δὲ δοκοῦσιν εἶναι οἱ καρποί· ἡμεῖς γὰρ καὶ σπεί-
ρομεν αὐτοὺς καὶ φυτεύομεν κοί ταῖς ἄλλαις ἐπιμελεί- αις ἀνατρέφομεν. θυτέον οὖν ἑκ τῶν ἡμετέρων, οὐ τῶν ἀλλοτρίων· ἐπεὶ καὶ τὸ εὐδάπανον καὶ εὐπόριστον τοῦ δυσπορίστου ὁσιώτερον καὶ θεοῖς κεχαρισμένον, καὶ τὸ ῥᾷστον τοῖς θύουσιν πρὸς συνεχῆ εὐσέβειαν ἕτοιμον.
τὸ τοίνυν μήθʼ ὅσιον μήτʼ εὐδάπανον οὐ πάνυ θυ- τέον, εἰ καὶ παρείη.
πτέον· πρῶτον μὲν ὅτι πολλὰ τῶν ἐθνῶν οὐκ ἔκτηται τῶν θυσίμων ζῴων οὐθέν, εἰ μή τις τῶν ἀτίμων λέ- γοι· δεύτερον δὲ ὅτι τῶν ἐν αὐταῖς ταῖς πόλεσιν οἰ- κούντων οἱ πλεῖστοι σπανίζουσι τούτων. εἰ δὲ καὶ τῶν ἡμέρων τις καρπῶν λέγοι σπανίζειν, ἀλλʼοὐ τῶν γε λοιπῶν τῶν ἐκ γῆς φυομένων· οὐδʼ οὕτω χαλε- πὸν τοὺς καρποὺς ὡς τὰ ζῷα πορίσασθαι. ῥᾴων γὰρ ὁ πόρος τῶν καρπῶν καὶ τῶν ἀπὸ γῆς ἢ ὁ τῶν ζῴων.
τὸ δὲ εὐδάπανον καὶ εὐπόριστον πρὸς συνεχῆ εὐσέ- βειαν συντελεῖ καὶ πρὸς τὴν ἀπάντων.
ἀγοντος μᾶλλον ἔφησεν ἡ Πυθία τὸν Ἑρμιονέα κεχα- ρίσθαι θύσαντα τῶν ψαιστῶν ἐκ τοῦ πηριδίου τοῖς τρισὶ δακτύλοις. προσεπιβαλόντι δὲ διὰ τὸ ῥηθὲν τὰ λοιπὰ πάντα τῆς πήρας ἐπὶ τὰν βωμόν, εἶπε πάλιν ὅτι δὶς τόσον ἀπέχθοιτο τοῦτο δράσας ἢ πρότερον ἦν κε-
χαρισμένος. οὕτω τὸ εὐδάπανον φίλον θεοῖς, καὶ μὰλ- λον τὸ δαιμόνιον πρὸς τὸ τῶν θυόντων ἦθος ἢ πρὸς τὸ τῶν θυομένων πλῆθος βλέπει.
σφόδρα, κεκτημένον συχνὰ βοσκήματα. τοῦτον δʼ εἰ- θίσθαι τοἵς θεοῖς καθʼ ἕκαστον ἐνιαυτὸν θυσίας ποι- εἴσθαι πολλὰς καὶ μεγαλοπρεπεῖς· τὰ μὲν διʼ εὐπο- ρίαν τῶν ὑπαρχόντων, τὰ δὲ διʼ εὐσέβειαν καὶ τὸ βούλεσθαι τοῖς θεοῖς ἀρέσκειν. οὕτω δὲ διακείμενον
πρὸς τὸ δαιμόνιον ἐλθεῖν εἰς Δελφούς, πομπεύσαντα δὲ ἑκατόμβην τῷ θεῷ καὶ τιμήσαντα μεγαλοπρεπῶς τὸν Ἀπόλλωνα παρελθεῖν εἰς τὸ μαντεῖον χρηστηρια- σόμενον· οἰόμενον δὲ κάλλιστα πάντων ἀνθρώπων θεραπεύειν τούς θεούς ἐρέσθαι τὴν Πυθίαν, τὸν ἄρι-
στα καὶ προθυμότατα Ιὸ δαιμόνιον γεραίροντα θε- σπίσαι καὶ τὸν ποιοῦντα τὰς θυσίας προσφιλεστάτας, ὑπολαμβάνοντα δοθήσεσθαι αὑτῷ τὸ πρωτεῖον. τὴ δὲ ίέρειαν ἀποκρίνασθαι, πάντων ἄριστα θεραπεύειν τοὺς θεούς Κλέαρχον κατοικοῦντα ἐν Μεθυδρίῳ τῆς Ἀρκαδίας. τὸν δʼ ἐκπλαγέντα ἐκτόπως ἐπιθυμῆσαι
τὸν ἄνθρωπον ἰδεῖν καὶ ἐντυχόντα μαθεἵν, τίνα τρό- πον τὰς θυσίας ἐπιτελεῖ. ἀφικόμενον οὖν ταχέως εἰς τὸ Μεθύδριον πρῶτον μὲν καταφρονἦσοι μικροῦ καὶ ταπεινοῦ ὄντος τὸ μέγεθος τοῦ χωρίου, ἡγούμενον οὐχ ὅπως ἄν τινα τῶν ἰδιωτῶν, ἀλλʼ οὐδʼ ἂν αὐτὴν
τὴν πόλιν δύνασθαι μεγαλοπρεπέστερον αὐτοῦ καὶ κάλλιον τιμῆσαι τοὺς θεούς. ὅμως δʼ οὖν συντυ- χόντα τῷ ἀνδρὶ ἀξιῶσαι φράσαι αὐτῷ, ὅντινα τρόπον τοὺς θεοὺς τιμᾷ. τὸν δὲ Κλέαρχον φάναι ἐπιτελεῖν καὶ σπουδαίως θύειν ἐν τοῖς προσήκουσι χρόνοις,
κατὰ μιῆνα ἕκαστον ταῖς νουμηνίαις στεφανοῦντα καὶ φαιδρύνοντα τὸν Ἑρμῆν καὶ τὴν Ἑκάτην καὶ τὰ λοιπὰ τῶν ίερῶν, ἅ δὴ τοὺς προγόνους καταλιπεἵν, καὶ τι- μᾶν λιβανωτοῖς καὶ ψαιστοῖς καὶ ποπάνοις· κατʼ ἐνι- αυτὸν δὲ θυσίας δημοτελεῖς ποιεῖσθαι, παραλείποντα
οὐδεμίαν ἑορτήν· ἐν αὐταῖς δὲ ταύταις θεραπεύειν τοὺς θεοὺς οὐ βουθυτοῦντα οὐδὲ ίερεῖα κατακόπτοντα, ἀλλʼ ὅ τι ἂν παρατύχῃ ἐπιθύοντα, σπουδάζειν μέντοι ἀπὸ πάντων τῶν περιγιγνομένων καρπῶν καὶ τῶν ὡραίων,ἃ ἑκ τῆς γῆς λαμβάνεται, τοῖς θεοῖς τὰς ἀπαρ-
χὰς ἀπονέμειν· καὶ τὰ μὲν παρατιθέναι, τὰ δὲ καθα- γιζειν αὐτοῖς· αὐτὸν δὲ τῇ αὐταρκείᾳ προσεσχηκότα τοῦ θὔσαι βοῦς προνοεῖσθαι.
σθαι, διότι τοῖς Δοκίμου ψαιστοῖς. Δελφὸς δὲ ἦν οὗ- τος, σκληρὰ γεωργῶν πετρίδια· κατιών δὲ ἀπὸ τοὔ χωρίου ἐκείνης τῆς ἡμέρας, ἐκ τῆς περικειμένης πή- ρας τῶν ἀλφίτων ὀλίγας δράκας ἐθυλήσατο, πλέον τέρψας τὸν θεὸν τῶν μεγαλοπρεπεῖς θυσίας συντελε-
σάντων. ὅθεν καὶ τῶν ποιητῶν τισὶ διὰ τὸ γνώριμον ἀποφαίνεσθαι ἐδόκει τὰ τοιαῦτα, ὡς Ἀντιφάνει ἐν Μύστιδι λέγεται,
λίνοις καὶ πλεκτοῖς ἐχρῶντο καὶ μᾶλλον πρὸς τὰς δη- μοτελεῖς ἱεροποιίας, τοιούτοις χαίρειν πεπεισμένοι τὸ θεῖον. ὅθεν καὶ τὰ παλαιότατα ἤδη κεραμεᾶ καὶ ξύ- λινα ὑπάρχοντα μᾶλλον θεῖα νενόμισται διά τε τὴν 3 ὕλην καὶ τὴν ἀφέλειαν τῆς τέχνης. τὸν γοῦν Αίσχύ- λον φασί, τῶν Δελφῶν ἀξιούντων εἰς τὸν θεὸν γρά- ψαι παιᾶνα, εἰπεῖν ὅτι βέλτιστα Τυννίχῳ πεποίη- ται· παραβαλλόμενον δὲ τὸν αὑτοῦ πρὸς τὸν ἐκείνου
ταὐτὸν πείσεσθαι τοῖς ἀγάλμασιν τοῖς καινοῖς προς τὰ ἀρχαῖα· ταῦτα γὰρ καίπερ ἀφελῶς πεποιημένα, θεῖα νομίζεσθαι, τὰ δὲ καινὰ περιέργως εἰργασμένα θαυμάζεσθαι μέν, θεοῦ δὲ δόξαν ἧττον ἔχειν. καὶ τὸν Ἡσίοδον οὖν εἰκότως τὸν τῶν ἀρχαίων θυσιῶν
νόμον ἐπαινοῦντα εἰπεῖν,
τὴν διὰ τῶν ζῴων θυσίαν. καὶ Σοφοκλῆς διαγρά- φων τὴν θεοφιλῆ θυσίαν φησὶν ἐν τῷ Πολυΐδῳ,
σίας προσάγοντας, ἀλλὰ μὴ πολυτελεῖς. νῦν δὲ ἐσθῆτα μὲν λαμπρὰν περὶ σῶμα μὴ καθαρὸν ἀμφιε- σαμένοις οὐκ ἀρκεῖν νομίζουσι πρὸς τὸ τῶν θυσιῶν ἁγνόν ὅταν δὲ τὸ σῶμα μετὰ τῆς ἐσθῆτός τινες λαμπρυνάμενοι, μὴ καθαρὰν κακῶν τὴν ψυχὴν ἔχον-
τες ἴωσι πρὸς τὰς θυσίας, οὐδὲν διαφέρειν νομί- ζουσιν, ὥσπερ οὐ τῷ θειοτάτῳ γε τῶν ἐν ἡμῖν χαί- ροντα μάλιστα τὸν θεὸν διακειμένῳ καθαρῶς, ἅτε συγγενεῖ πεφυκϲτι. ἐν γοῦν Ἐπιδαύρῳ προεγέγρα- πτο,
στοις πατρίων ἐπιδείξας, ὅτι τὸ παλαιὸν τῶν θυσιῶν διὰ τῶν καρπῶν ἦν τῶν ἐπετείων πρότερον τῆς πόας λαμβανομένης, καὶ τὰ τῶν σπονδῶν ἐξηγεῖται τοῦτον τὸν τρόπον. τὰ μὲν ἀρχαῖα τῶν ἱερῶν νηφάλια παρὰ πολλοῖς ἦν (νηφάλια δʼ ἐστὶν τὰ ὑδρόσπονδα), τὰ
δὲ μετὰ ταῦτα μελίσπονδα· τοῦτον γὰρ ἕτοιμον παρὰ μελιττῶν πρῶτον ἐλάβομεν τὸν ὑγρὸν καρπόν· εἶτʼ ἐλαιόσπονδα · τέλος δʼ ἐπὶ πᾶσιν τὰ ὕστερον γεγο- νότα οἰνόσπονδα.
τικῶν ἱερῶν οἷον ἀντίγραφα ἄττα πρὸς ἀλήθειαν, ἀλλὰ καὶ παρʼ Ἐμπεδοκλέους, ὃς περί τε τῶν θυμά- των καὶ περὶ τῆς θεογονίας διεξιὼν παρεμφαίνει λέγων·
αἰσθήσεως πάντα κατεχούσης, οὐδεὶς οὐθὲν ἐφόνευεν, οἰκεῖα εἶναι νομίζων τὰ λοιπὰ τῶν ζῴων. ἐπεὶ δὲ Ἄρης καὶ Κυδοιμὸς καὶ πᾶσα μάχη καὶ πολέμων ἀρχὴ κατέσχε, τότε πρῶτον οὐθεὶς οὐθενὸς ὄντως ἐφοείδετο τῶν οἰκείων. σκεπτέον δʼ ἔτι καὶ ταῦτα.
ὥσπερ γὰρ οἰκειότητος οὕσης ἡμῖν πρὸς τοὺς ἀνθρώ- πους, τούς κακοποιοὺς καὶ καθάπερ ὑπό τινος πνοῆς τῆς ἰδίας φύσεως καὶ μοχθηρίας φερομένους πρὸς τὸ βλάπτειν τὸν ἐντυγχάνοντα ἀναιρεῖν ἡγούμεθα δεῖν καὶ κολάζειν ἅπαντας· οὕτως καὶ τῶν ἀλόγων ζῴων
τὰ ἄδικα τὴν φύσιν καὶ κακοποιὰ πρός τε τὸ βλά- πτειν ὡρμημένα τῇ φύσει τοὺς ἐμπελάζοντας ἀναι- ρεῖν ἴσως προσήκει, τὰ δὲ μηθὲν ἀδικοῦντα τῶν λοιπῶν ζῴων μηδὲ τῇ φύσει πρὸς τὸ βλάπτειν ὡρ- μημένα ἀναιρεῖν τε καὶ φονεύειν ἄδικον δήπου, ὥσ-
περ καὶ τῶν ἀνθρώπων τοὺς τοιούτους. ὃ δὴ καὶ ἐμφαίνειν ἔοικεν δίκαιον ἡμῖν μηδὲν εἶναι πρὸς τὰ λοιπὰ τῶν ζῴων, διὰ τὸ βλαβερὰ ἄττα τούτων εἶναι καὶ κακοποιὰ τὴν φύσιν, τὰ δὲ μὴ τοιαῦτα, καθά- περ καὶ τῶν ἀνθρώπων.
τοῦ σφάττεσθαιτοῖς θεοῖς; καὶ πῶς, εἴ γε φαῦλα τὴν φύσιν ἐστίν; οὐθὲν γὰρ μᾶλλον ταῦτα ἢ τὰ ἀνά- πηρα θυτέον. κακῶν δὲ οὕτως ἀπαρχὴν καὶ οὐ τι- μῆς ἕνεκα τὰς θυσίας ποιήσομεν. εἰ δʼ ἄρα θυτέον τοῖς θεοῖς τὰ ζῷα, τὰμηθὲν ἀδικοῦντα τούτων ἡμᾶς
θυτέον. οὐκ ἀναιρετέον δὲ ὡμολογηκότες μηθὲν ἡμᾶς ἀδικοῦντα τῶν λοιπῶν ζῴων, ὥστε οὐδὲ θυ- τέον αὐτὰ τοῖς θεοῖς. εἰ οὖν οὔτε ταῦτα θυτέον οὔτε τὰ κακοποιά, πῶς οὐ φανερὸν ὅτι παντὸς μᾶλ- λον ἀφεκτέον καὶ οὐ θυτέον ἐστὶ τῶν λοιπῶν ζῴων οὐδέν, ἀναιρεῖν γε μέντοι τούτων ἕτερ’ ἄττα προσ- ήκει;
ἀγαθῶν. καθάπερ γὰρ τοῖς ἀγαθοῖς ἀνδράσιν, οὕτω κἀκείνοις ἡγούμεθα δεῖν ποιεῖσθαι τὰς ἀπαρχάς· τι- μῶμεν δὲ τοὺς θεοὺς ἢ κακῶν μὲν ἀποτροπήν, ἀγα- θῶν δὲ παρασκευὴν ἡμῖν γενέσθαι ζητοῦντες, ἢ προπεπονθότες εὑ ἢ ἵνα τύχωμεν ὡφελείας τινὸς ἢ
κατὰ ψιλὴν τὴν τῆς ἀγαθῆς αὐτῶν ἕξεως ἐκτίμησιν. ὥστε καὶ τῶν ζῴων, εἰ ἀπαρκτέον αὐτὰ θεοῖς, τού- των τινὸς ἕνεκα θυτέον. καὶ γὰρ ἃ θύομεν, τού- των τινὸς ἕνεκα θύομεν. ἆρʼ οὖν τιμῆς ἡγήσαιτʼ ἂν τυγχάνειν ἡμῶν ὁ θεός, ὅταν ἀδικοῦντες εὐθὺς θεὰ
τῆς ἀπαρχῆς φαινώμεθα, ἢ μᾶλλον ἀτιμίαν οἰήσαιτʼ ἂν τὸ τοιοῦτο δρᾶν; ἐν τῷ δέ γε θύειν ἀναιροῦν- τες τὰ μηδὲν ἐδικοῦντα τῶν ζῴων, ἀδικήσειν ὁμο- λογοῦμεν· ὥστε τιμῆς μὲν ἕνεκα οὐ θυτέον τῶν λοι- πῶν ζῴων οὐθέν. οὐ μὴν οὐδὲ τῶν εὐεργεσιῶν χάριν
αὐτοῖς ἀποδιδόντας. ὁ γὰρ τὴν δικαίαν ἀμοιβὴν τῆς εὐεργεσίας καὶ τῆς εὐποιίας τὸ ἀντάξιον ἀποδι- δοὺς οὐκ ἐκ τοῦ κακῶς τινὰς δρᾶν ὀφείλει ταῦτα παρέχειν· οὐδὲν γὰρ μᾶλλον ἀμείβεσθαι δόξει ἢ κἂν εἰ τὰ τοῦ πέλας ἁρπάσας τις στεφανοίη τινὰς ὡς
χάριν ἀποδιδούς καὶ τιμήν. ἀλλʼ οὐδὲ χρείας τινὸς ἕνεκα τῶν ἀγαθῶν. ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὖ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν. ὥστʼ οὐδʼ ἐλπιζομένης εὐεργεσίας, θυτέον ἐστὶ τοῖς θεοῖς ζῷα. καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι
τις ἂν ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμή- χανον καὶ λαθεῖν. εἰ τοίνυν θυτέον μὲν τούτων τινὸς ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρα- κτέον, δῆλον ὡς οὐ θυτέον ἐστὶν ζῷα τὸ παράπαν τοῖς θεοῖς.
θάνομεν ἡμᾶς αὐτούς, οὐ γὰρ δὴ τὸν θεόν. τῶν μὲν οὖν ἀτίμων ζῴων, ἃ μηδεμίαν εἰς τὸν βίον ἡμῖν παρέχεται χρείαν, καὶ τῶν οὐδεμίαν ἀπόλαυσιν ἐχόντων οὐθὲν θύομεν τοῖς θεοῖς. τίς γὰρ δὴ πώ- ποτε ἔθυσεν ὄφεις καὶ σκορπίους ὒ πιθήκους ἢ τι
τῶν τοιούτων ζῴων; τῶν δὲ τοῖς βίοις ἡμῶν χρείαν τινὰ παρεχομένων ἢ καί τι εἰς ἀπόλαυσιν ἐν αὐτοῖς ἐχόντων οὐθενὸς ἀπεχόμεθα, σφάττοντες ὡς ἀληθῶς καὶ δέροντες ἐπὶ προστασίας τοῦ θείου. βοῦς γὰρ καὶ πρόβατα, πρός τε τούτοις ἐλάφους καὶ ὄρνιθας,
αὐτούς τε τοὺς καθαριότητος μὲν οὐδὲν κοινωνοῦν- τας, ἀπόλαυσιν δὲ ἡμῖν παρέχοντας σιάλους σφάτ- τομεν τοῖς θεοῖς ὧν τὰ μὲν τοῖς βίοις ἡμῶν ἐπι- κουρεῖ συμπονοῦντα, τὰ δὲ εἰς τροφὴν ἤ τινας ἄλ- λας χρείας ἔχει βοήθειαν. τὰ δὲ οὐθὲν τούτων
δρῶντα διὰ τὴν ἐξ αὐτῶν ἀπόλαυσιν ὁμοίως τοῖς ἔχουσι τὸ χρήσιμον ὑπὸ τῶν ἀνθρώπων ἀπόλλυται ταῖς θυσίαις. ἀλλʼ οὐκ ὄνους οὐδʼ ἐλέφαντας οὐδὲ ἄλλο τῶν συμπονούντων μέν, οὐκ ἐχόντων δὲ ἀπό- λαυσιν θύομεν. καίτοι καὶ χωρίς γε τοῦ θύειν οὐκ
ἀπεχόμεθα τῶν τοιούτων, σφάττοντες διὰ τὰς ἀπο- λαύσεις, καὶ θύομεν αὐτῶν τῶν θυσίμων οὐ τὰ τοῖς θεοῖς, πολὺ δὲ μᾶλλον τὰ ταῖς τῶν ἀνθρώπων ἐπι- θυμίαις κεχαρισμένα, καταμαρτυροῦντες ἡμῶν αὐ- τῶν, ὅτι τῆς ἀπολαύσεως χάριν ἐμμένομεν τοῖς τοι-
ούτοις θύμασιν.
σιν νηστεύοντες τὰς ἀνὰ μέσον τούτων ἡμέρας· κατὰ δὲ πάντα τοῦτον τὸν χρόνον, ἅτε φιλόσοφοι τὸ γέ- νος ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴνθεωρίαν, βλέποντες εἰς αὐτὰ καὶ διὰ τῶν εὐχῶν θεοκλυτοῦν-
τες. κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε λοιπῶν ζῴων καὶ σφῶν αὐτῶν, ἀνάγκᾐ καὶ οὐκ ἐπιθτν- μίᾳ τοῦτο πράξαντες. μάθοι δʼ ἄν τις ἐπιβλέψας τοὺς λογιωτάτους πάντων Αἰγυπτίους, οἳ τοσοῦτον ἀπεῖχον τοῦ φονεύειν τι τῶν λοιπῶν ζῴων, ὥστε
τὰς τούτων εἰκόνας μιμήματα τῶν θεῶν ἐποιοῦντο. οὕτως οἰκεῖα καὶ συγγενῆ ταῦτα τοῖς θεοῖς ἐνόμιζον εἶναι καὶ τοῖς ἀνθρώποις.
καρπῶν ἐσπάνισαν, καὶ διὰ τὴν τῆς νομίμου τρο- φῆς ἔνδειαν εἰς τὸ σαρκοφαγεῖν ἀλλήλων ὥρμησακ, τότε μετὰ πολλῶν λιτῶν ίκετεύοντες τὸ δαιμόνιον, σφῶν αὐτῶν ἀπήρξαντο τοῖς θεοῖς πρῶτον, οὐ μό- νον ὅ τι κάλλιστον ἐνῆν αὐτοῖς καὶ τοῦτο τοῖς θεοῖς
καθοσιοῦντες, ἀλλὰ καὶ πέρα τῶν καλλίστων προσ- επιλαμιβάνοντες τοῦ γένους· ἀφʼ οὗ μέχρι τοῦ νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον τοῖς Αυκαίοις, οὐδʼ ἐν Καρ- χηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον τῆς τοῦ νομίμου χάριν μνήμης
ἐμφύλιον αἷμα ῥαίνουσι πρὸς τοὺς βωμούς, καίπερ τῆς παρʼ αὐτοῖς ὁσίας ἐξειργούσης τῶν ἱερῶν, τοῖς κεριρραντηρίοις κηρύγματι, εἴ τις αἵματος ἀνθρω- πείου μεταίτιος. ἐντεῦθεν οὖν μεταβαίνοντες ὑπάλ- λαγμα [πρὸς τὰς θυσίας] τῶν ἰδίων ἐποιοῦντο σωμά- των τὰ τῶν λοιπῶν ζῴων σώματα, καὶ πάλιν κόρῳ
τῆς νομίμου τροφῆς εἰς τὴν περὶ εὐσεβείας λήθην ἰόντες, ἐπιβαίνοντες ἀπληστίᾳ καὶ οὐθὲν ἄγευστον οὐδὲ ἄβρωτον περιλείποντες. ὅπερ καὶ περὶ τὴν ἐκ τῶν καρπῶν τροφὴν νῦν συμβαίνει περὶ πάντας. ὅταν γὰρ τῇ προσφορᾷ τὴν ἀναγκαίαν ἔνδειαν κου-
φίσωνται, ζητοῦντες τοῦ κόρου τὸ περιττὸν ἐκπο- νοῦσι πρὸς βρῶσιν πολλὰ τῶν σωφροσύνης ἔξω κειμένων. ὅθεν ὡς οὐκ ἄτιμα ποιούμενοι τὰ θεοῖς θύματα, γεύσασθαι τούτων προήχθησαν, καὶ διὰ τὴν ἀρχὴν τῆς πράξεως ταύτης προσθήκη ἡ ζῳο-
φαγία γέγονεν τῇ ἀπὸ τῶν καρπῶν τροφῇ τοῖς ἀν- θρώποις. καθάπερ οὖν τὸ παλαιὸν ἀπήρξαντό τε τοῖς θεοῖς τῶν καρπῶν, καὶ τῶν ἀπαρχθέντων ἀσπα- στῶς μετὰ τὴν ὁσίαν ἐγεύσαντο, οὕτω τῶν ζῴων καταρξάμενοι ταὐτὸν ἡγοῦντο δεῖν τοῦτο δρᾶν, καί-
περ τὸ ἀρχαῖον οὐχ οὕτως τῆς ὁσίας ταῦτα βραβευ- σάσης, ἀλλʼ ἐκ τῶν καρπῶν ἕκαστον τῶν θείων τι- μῶντες. τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀν- θρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνη- ρέσκετο,
παρʼ αὐτοῖς οὐδὲ θυομένου ἐπʼ αὐτοῦ ζῴου, εὐσε- βῶν κέκληται βωμός. οὕτως οὐ μόνον ἀπείχοντο τῶν ζῴων θύοντες, ἀλλὰ καὶ τοῖς ἱδρυσαμένοις τοῦ- τον ὁμοίως καὶ τοῖς χρωμένοις αὐτῷ μετέδοσαν τῆς εὐσεβείας. διʼ ὅπερ οἱ Πυθαγόρειοι τοῦτο παραδε- ξάμενοι κατὰ μὲν τὸν πάντα βίον ἀπείχοντο τῆς ζῳο- φαγίας, ὅτε δὲ εἰς ἀπαρχήν τι τῶν ζῴων ἀνθʼ ἑαυ- τῶν μερίσειαν τοῖς θεοῖς, τούτου γευσάμενοι μόνον,
πρὸς ἀλήθειαν ἄθικτοι τῶν λοιπῶν ὄντες ἔζων. ἀλλʼ οὐχ ἡμεῖς· ἐμπιπλάμενοι δὲ εἰς πολλοστὸν ἀφικό- μεθα τῆς ἐν τούτοις παρὰ τὸν βίον παρανομίας. καὶ γὰρ οὔτε φόνῳ τοὺς τῶν θεῶν βωμούς χραίνειν δεῖ, οὔτε ἁπτέον τοῖς ἀνθρώποις τῆς τοιαύτης τροψῆς,
ὡς οὐδὲ τῶν ἰδίων σωμάτων, ἀλλὰ ποιητέον παράγ- γελμα τῷ παντὶ βίῳ τὸ ἐν Ἀθήναις ἔτι σωζόμενον.
θυσίας οὔσης Ἀθήνησιν Δίομον ἢ Σώπατρόν τινα, τῷ γένει οὐκ ἐγχώριον, γεωργοῦντα δὲ κατὰ τὴν Ἀττικήν, ἐπεὶ πελάνου τε καὶ τῶν θυλημάτων ἐπὶ τῆς τραπέ- ζης ἐναργῶς κειμένων, ἵνα τοῖς θεοῖς ταῦτα θύοι, τῶν βοῶν τις εἰσιὼν ἀπʼ ἔργου τὰ μὲν κατέφαγεν, τὰ δὲ
συνεπάτησεν· αὐτὸν δʼ ὑπεραγανακτήσαντα τῷ συμ- βάντι, πελέκεως τινος πλησίον ἀκονωμένου, τοῦ- τον ἁρπάξαντα, πατάξαι τὸν βοῦν. τελευτήσαντος δὲ τοῦ βοός, ὡς ἔξω τῆς ὀργῆς καταστὰς συνεφρό- νησεν οἷον ἔργον ἦν εἰργασμένος, τὸν μὲν βοῦν
θάπτει, φυγὴν δὲ ἑκούσιον ἀράμενος ὡς ἠσεβηκώς, ἔφυγεν εἰς Κρήτην. αὐχμῶν δὲ κατεχόντων καὶ δεινῆς ἀκαρπίας γενομένης, ἐπερωτῶσι κοινῇ τὸν θεόν. ἀνεῖλεν ἡ Πυθία, τὸν ἐν Κρήτῃ φυγάδα ταῦτα λύσειν, τόν τε φονέα τιμωρησαμένων καὶ τὸν τε-
θνεῶτα ἀναστησάντων ἐν ᾗπερ ἀπέθανε θυσίᾳ λῷον ἔσεσθαι γευσαμένοις τε τοῦ τεθνεῶτος καὶ μὴ κα- τασχοῦσιν. ὅθεν ζητήσεως γενομένης καὶ τοῦ Σω- πάτρου μετὰ τῆς πράξεως ἀνευρεθέντος, Σώπατρος νομίσας τῆς περὶ αὐτὸν δυσκολίας ἀπαλλαγήσεσθαι ὡς ἐναγοῦς ὄντος, εἰ κοινῇ τοῦτο πράξειαν πάντες,
ἔφη πρὸς τοὸς αὐτὸν μετελθόντας, δεῖν κατακο- πῆναι βοῦν ὑπὸ τῆς πόλεως. ἀπορούντων δὲ τίς ὁ πατάξων ἔσται, παρασχεῖν αὐτοῖς τοῦτο, εἰ πολίτην αὐτὸν ποιησάμενοι κοινωνήσουσι τοῦ φόνου. συγ- χωρηθέντων οὖν τούτων, ὡς ἐπανῆλθον ἐπὶ τὴν πό-
λιν, συνέταξαν οὕτω τὴν πρᾶξιν, ἥπερ καὶ νύν δια- μένει παρʼ αὐτοῖς.
βοῦν, ἄλλος δʼ ἔσφαξε· τῶν δὲ μετὰ ταῦτα δειράν- των, ἐγεύσαντο τοῦ βοὸς πάντες. τούτων δὲ πρα- χθέντων τὴν μὲν δορὰν τοῦ βοὸς ῥάψαντες καὶ χόρ- τῳ ἐπογκώσαντες ἐξανέστησαν, ἔχοντα ταὐτὸν ὅπερ καὶ ζῶν ἔσχε σχῆμα, καὶ προσέζευξαν ἄροτρον ὡς
ἐργαζομένῳ. κρίσιν δὲ ποιούμενοι τοῦ φόνου πάν- τας ἐκάλουν εἰς ἀπολογίαν τοὺς τῆς πράξεως κοι- νωνήσαντας. ὡς δὲ αἰ μὲν ὑδροφόροι τοὺς ἀκονή- σαντας αὐτῶν ῇτιῶντο μᾶλλον, οἱ δὲ ἀκονήσαντες τὸν ἐπιδόντα τὸν πέλεκυν, οὗτος δὲ τὸν ἐπισφάξαντα,
καὶ ὁ τοῦτο δράσας τὴν μάχαιραν, καθʼ ἧς οὔσης ἀφώνου τὸν φόνον κατέγνωσαν. ἀπὸ δʼ ἐκείνου μέχρι τοῦ νῦν ἀεὶ τοῖς Διπολείοις Ἀθήνησιν ἐν ἀκρο- πόλει οἱ εἰρημένοι τὸν αὐτὸν τρόπον ποιοῦνται τὴν τοῦ βοὸς θυσίαν. θέντες γὰρ ἐπὶ τῆς χαλκῆς τρα-
πέζης πέλανον καὶ ψαιστά, περιελαύνουσι τοὺς κα- τανεμηθέντας βοῦς, ὧν ὁ γευσάμενος κόπτεται. καὶ γένη τῶν ταῦτα δρώντων ἔστιν νῦν· οἱ μὲν ἀπὸ τοῦ πατάξαντος Σωπάτρου βουτύποι καλούμενοι πάντες, οἱ δʼ ἀπὸ τοῦ περιελάσαντος κεντριάδαι· τοὺς δʼ ἀπὸ τοῦ ἐπισφάξαντος δαιτροὺς ὀνομάζου- σιν διὰ τὴν ἐκ τῆς κρεανομίας γιγνομένην δαῖτα. πληρώσαντες δὲ τὴν βύρσαν, ὅταν πρὸς τὴν κρίσιν
ἀχθῶσι, κατεπόντωσαν τὴν μάχαιραν.
σθαι τῶν ζῴων οὐχ ὅσιον ἡγητέον. οὐδʼ ἄρα τοῦτο διὰ τὴν πρὸς τὸ θεῖον ἁγιστείαν ποιητέον, ἀλλʼ ὅτι γε τὸ πάθος ἐκ τῶν σωμάτων καθʼ ἑαυτὸ πᾶν ἐκ- πεμπτέον τοῦτο, ἵνα μὴ τῆς τροφῆς ἐξ ὧν οὐ προσ- ήκει ποριζομένης, σύνοικον ἔχωμεν τὸ μίασμα τοῖς
ἰδίοις βίοις. καὶ γὰρ εἰ μηθὲν ἄλλο, πρός γε τὴν κατʼ ἀλλήλων ἐκεχειρίαν μεγάλα πάντες ὀνηθείημεν ἄν. οἷς γοῦν ἡ αἴσθησις τοῦ τῶν ἀλλοφύλων ἅπτε- σθαι ζῴων ἀπέκλινεν, τούτων ὁ νοῦς πρόδηλός ἐστιν ὁμοφύλων ἀφεξόμενος. πάντων μὲν οὖν ἴσως
ἦν κράτιστον εὐθὺς ἀποσχέσθαι ἐπεὶ δʼ ἀναμάρτη- τος οὐδείς, λοιπὸν ἀκεῖσθαι τοῖς ὕστερον διὰ τῶν καθαρμῶν τὰς πρόσθε περὶ τὴν τροφὴν ἁμαρτίας. τοῦτο δὲ ὁμοίως γένοιτʼ ἄν, εἰ πρὸ ὀμμάτων ποιη- σάμενοι τὸ δεινὸν ἀνευφημήσαιμεν κατὰ τὸν Ἐμ-
πεδοκλέα λέγοντες
ζητούντων βίον, ἵνα καθάπερ ἁγνὰ θύματα τῷ δαι- μονίῳ τῶν ἀνθρώπων ἕκαστος ἀπαρχόμενος τύχῃ τῆς ὁσίας καὶ τῆς παρὰ θεῶν ὡφελείας.
θρώπων ἑστία, καὶ δεῖ πάντας ἐπὶ ταύτης ὡς τρο- φοῦ καὶ μητρὸς ἡμῶν κλινομένους ὑμνεῖν καὶ φι- λοστοργεῖν ὡς τεκοῦσαν· οὕτως γὰρ τῆς τοῦ βίου καταστροφῆς τυχόντες πάλιν ἀξιωθείημεν ἄν εἰσορᾶν τὸ σύμπαν γένος τῶν ἐν οὐρανῷ θεῶν, οὕς νῦν
ὁρῶντας τιμὰν τούτοις ὧν συναίτιοι ἡμῖν εἰσίν, ἀπαρ- χομένους μὲν τῶν ὑπαρχόντων καρπῶν καὶ πάντας, οὐκ ἀξιόχρεως δʼ εἰς τὸ θύειν θεοῖς πάντας ἡμᾶς ἡγουμένους. καθάπερ γὰρ οὐ πᾶν θυτέον αὐτοῖς, οὕτως οὐδʼ ὑπὸ παντὸς ἴσως κεχάρισται τοῖς θεοῖς.
περὶ πολιτείας νῦν πρόκειται λέγειν· δεδωκότων δὲ τῶν νόμων, ἐν οἷς πολιτευόμεθα, καὶ διὰ τῶν λι- τοτάτων καὶ ἀψύχων γεραίρειν τὸ θεῖον, τὸ λιτό- τατον αἱρούμενοι νόμῳ τε πόλεως θύσομεν καὶ αὐτοὶ σπουδάσομεν τὴν προσήκουσαν θυσίαν ποιεῖσθαι,
καθαροὶ πανταχόθεν τοῖς θεοῖς προσιόντες. ὅλως δʼ εἰ τὸ τῆς θυσίας ἀπαρχῆς ἔχει ἀξίαν καὶ εὐχαρι- στίαν ὧν παρὰ θεῶν ἔχομεν εἰς τὰς χρείας, ἀλογώ- τατον ἂν εἴη αὐτοὺς ἀπεχομένους τῶν ἐμψύχων τοῖς θεοῖς τούτων ἀπάρχεσθαι. οὔτε γὰρ χείρους ἡμῶν
οἱ θεοί, ἵνα τούτων αὐτοὶ δέωνται, ἡμῶν μὴ δεο- μένων, οὔτε ὅσιον ἀπαρχὴν διδόναι ἧς ἡμεῖς ἀπε- χόμεθα τροφῆς. ἐπεὶ καὶ τὸ ἔθος τοιοῦτο κατειλή- φαμεν τῶν ἀνθρώπων ὅτε μὲν οὐχ ἥπτοντο ἐμιψύχου βορᾶς οὐδʼ ἀπαρξαμένων ἀπὸ τῶν ζῴων, ἀφʼ οὗ δʼ ἐγεύσαντο καὶ θεοῖς ἀπαρξαμένων· ὥστε καὶ νῦν καθήκει δήπου τὸν ἀποσχόμενον ἐκείνων ἀπάρχεσθαι ὧν καὶ θιγγάνει.
θύσομεν, ὡς προσήκει, διαφόρους τὰς θυσίας ὡς ἂν διαφόροις δυνάμεσι προσάγοντες· θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθη- τῶν μήτε θυμιῶντες μήτε ἐπονομάζοντες· οὐδὲν γὰρ ἔστιν ἔνυλον, ὃ μὴ τῷ ἀύλῳ εὐθύς ἐστιν ἀκάθαρ-
τον. διʼ ὃ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδʼ ὁ ἔνδὸν, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύομεν αὐτόν. δσῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀναγωγὴν θυσίαν
ἱερὰν προσάγειν τῷ θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται. τοῖς δὲ αὐτοῦ ἐκγόνοις, νοητοῖς δὲ θεοῖς ἤδη καὶ τὴν ἐκ τοῦλόγου ὑμνῳδίαν προσθετέον. ἀπαρχὴ γὰρ
ἑκάστῳ ὧν δέδωκεν ἡ θυσία, καὶ διʼ ὧν ἡμῶν τρέφει καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. ὡς οὖν γεωρ- γὸς δραγμάτων ἀπάρχεται καὶ τῶν ἀκροδρύων, οὕτως ἡμεῖς ἀπαρξόμεθα αὐτοῖς ἐννοιῶν τῶν περὶ αὐτῶν καλῶν, εὐχαριστοῦντες ὧν ἡμῖν δεδώκασιν τὴν θεω-
ρίαν, καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς τρέφουσι, συνόντες καὶ φαινόμενοι καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἐπιλάμποντες.
τὰ ἀφιδρύματα στρέφονται, οὐδὲ πῇ ἀπαντητέον ἢ μὴ ἐπεσκεμμένοι, οὐδὲ παρὰ τῶν θεοσόφων μαθεῖν σπουδάσαντες, ἄχρι τίνος καὶ πόσου κἀνταῦθα πα- ραβλητέον. ἀλλʼ ἡμεῖς οὐδὲν διοισόμεθα τούτοις, μή πῃ δὲ καὶ αὐτοὶ τοιοῦτον σπουδάσομεν διαγι- γνώσκειν, καὶ τοὺς ὁσίους καὶ παλαιοὺς ἐκμιμησό-
μεθα, τὸ πλέον ἀπαρχόμενοι ἐκ τῆς θεωρίας, ἧς ἡμῖν αὐτοὶ δεδώκασι, καὶ ἧς ἐν χρείᾳ πρὸς τὴν ὄν- τως σωτηρίαν καθεστήκαμεν.
θεοῖς ἀπήρχοντο, τὸν μέν τινα ἀριθμὸν Ἀθηνᾶν καλοῦντες, τὸν δέ τινα Ἄρτεμιν, ὥσπερ οὖ ἄλλον Ἀπόλλωνα, καὶ πάλιν ἄλλον μὲν δικαιοσύνην, ἄλ- λον δὲ σωφροσύνην· καὶ ἐπὶ τῶν διαγραμμάτων ὁμοίως. καὶ οὕτως ἠρέσκοντὀ τοὺς θεοὺς ταῖς τοι-
αύταις ἀπαρχαῖς, ὡς καὶ τυγχάνειν αὐτῶν καλοῦν- τας ἕκαστον τοῖς ἀναθήμασι καὶ κεχρῆσθαι πολλά- κις πρὸς μαντείαν καὶ εἴ τινος πρὸς ἐξέτασιν δέοιντο. θεοῖς γε μὴν τοῖς ἐντὸς οὐρανοῦ πλανωμένοις τε καὶ ἀπλανέσιν, ὧν ἡγεῖσθαι θετέον ἥλιον πάν-
των σελήνην τε δευτέραν, πῦρ τε ἤδη ξυγγενὲς ἀνά- πτοιμεν ἂν ἅ τε φησὶν ὁ θεολόγος ποιήσωμεν. φησὶ δὲ ἔμψυχον οὗτος θύειν μηδὲ ἕν, ἀλλʼ ἄχρις ἀλφί- των καὶ μέλιτος καὶ τῶν ἐκ γῆς ἀκροδρύων τῶν τε ἄλλων ἀνθέων ἀπάρχεσθαι· μηδὲ ἀφʼ ᾑμαγμένης
ἐσχάρας ἔστω τὸ πῦρ, καὶ ὅσα φησὶν ἐκεῖνος· τί γὰρ δεῖ μεταγράφειν ταῦτα; οἶδεν δὲ ὁ τῆς εὐσεβείας φροντίζων ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδέν, δαίμοσι δέ, ἀλλʼ ἤτοι ἀγαθοῖς ἢ καὶ φαύλοις, καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις, καὶ ἄχρι τίνος αὐτῶν
δεομένων. ἐμοὶ δὲ τὰ μὲν ἄλλα εὔστομα κείσθω, ἅ 4 δʼ οὖν τῶν Πλατωνικῶν τινὲς ἐδημοσίευσαν, ταῦτα ἀνεμέσητον παρατιθέντα τοῖς εὐξυνέτοις μηνύειν τὰ προκείμενα· λέγουσι δὲ ὧδε.
τῶν ἔξωθεν, ὥσπερ εἴρηται, οὐ μὴν οὐδʼ ἡ τοῦ κό- σμου ψυχὴ ἔχουσα μὲν τὸ τριχῇ διαστατὸν καὶ αὐτο- κίνητον ἐκ φύσεως, προαιρεῖσθαι δὲ πεφυκυῖα τὸ καλῶς καὶ εὐτάκτως κινεῖσθαι καὶ κινεῖν τὸ σῶμα τοῦ κόσμου κατὰ τοὺς ἀρίστους λόγους. δέδεκται
δὲ τὸ σῶμα εἰς ἑαυτὴν καὶ περιείληφεν, καίπερ ἀσώ- ματος οὖσα καὶ παντὸς πάθους ἀμέτοχος. τοῖς δὲ λοιποῖς θεοῖς, τῷ τε κόσμῳ καὶ τοῖς ἀπλανέσι καὶ πλανωμένοις, ἔκ τε ψυχῆς καὶ σώμιατος οὖσιν ὁρα- τοῖς θεοῖς, ἀντευχαριστητέον τὸν εἰρημένον τρόπον
διὰ τῶν θυσιῶν τῶν ἀψύχων. λοιπὸν οὖν ἡμῖν ἐστὶ τὸ τῶν ἀοράτων πλῆθος, οὓς δαίμονας ἀδιαστόλως εἴρηκε Πλάτων. τούτων δὲ οἱ μὲν κατονομασθέν- τες ὑπὸ τῶν ἀνθρώπων παρʼ ἑκάστοις τυγχάνουσι τιμῶν τʼ ἰσοθέων καὶ τῆς ἄλλης θεραπείας, οἱ δὲ
ὡς τὸ πολὺ μὲν οὐ πάνυ τι κατωνομάσθησαν, ὑπʼ ἐνίων δὲ κατὰ κώμας ἢ τινας πόλεις ὀνόματός τε καὶ θρησκείας ἀφανῶς τυγχάνουσιν. τὸ δὲ ἄλλο πλῆ- θος οὕτω μὲν κοινῶς προσαγορεύεται τῷ τῶν δαι- μόνων ὀνόματι, πεῖσμα δὲ περὶ πάντων τοιοῦτόν
ἐστιν, ὡς ἄρα καὶ βλάπτοιεν ἂν εἰ χολωθεῖεν ἐπὶ τῷ παρορᾶσθαι καὶ μὴ τυγχάνειν τῆς νενομισμένης θεραπείας, καὶ πάλιν εὐεργετοῖεν ἂν τοὺς εὐχαῖς τε αὐτοὺς καὶ λιτανείαις θυσίαις τε καὶ τοῖς ἀκολού- θοις ἐξευμενιζομένους.
αὐτῶν ἐννοίας καὶ εἰς πολλὴν διαβολὴν χωρούσης, ἀναγκαῖον διαστεῖλαι λόγῳ τὴν φύσιν αὐτῶν. ἴσως γὰρ ἀναγκαῖον φασὶν ὅθεν ἡ πλάνη γέγονεν τοἵς ἀνθρώποις περὶ αὐτῶν ἀναφαίνειν. διαιρετέον οὖν τὸν τρόπον τοῦτον. ὅσαι μὲν ψυχαὶ τῆς ὅλης ἐκπε- φυκυῖαι μεγάλα μέρη διοικοῦσι τῶν ὑπὸ σελήνην
τόπων, ἐπερειδόμεναι μὲν πνεύματι, κρατοῦσαι δὲ αὐτοῦ κατὰ λόγον, ταύτας δαίμονάς τε ἀγαθοὺς νο- μιστέον καὶ ἐπʼ ὠφελείᾳ τῶν ἐρχομένων πάντα πραγ- ματεύεσθαι, εἴτε τινῶν ἀφηγοῖντο ζῴων, εἴτε καρ- πῶν ἀποτεταγμένων, εἴτε καὶ τῶν ἕνεκα τούτων,
οἷον ὄμβρων, πνευμάτων μετρίων, εὐδίας, τῶν. τε ἄλλων ἃ τούτοις συνεργεῖ, εὐκρασίας τε ὡρῶν τοῦ ἔτους, ἡμῖν οὖ τεχνῶν τε καὶ τῶν κατὰ μουσικὴν παιδείας τε συναπάσης ἰατρικῆς τε καὶ γυμναστικῆς τινος τούτοις ὁμοίας. τούτους γὰρ ἀδύνατόν ἐστι
καὶ τὰς ὡφελείας ἐκπορίζειν καὶ πάλιν οὖ βλάβης ἐν τοῖς αὐτοῖς αἰτίους γίγνεσθαι. ἐν δὲ τούτοις ἀριθ- μητέον καὶ τοὺς πορθμεύοντας, ὡς φησὶ Πλάτων, καὶ διαγγέλλοντας τὰ παρʼ ἀνθρώπων θεοῖς καὶ τὰ παρὰ θεῶν ἀνθρώποις, τὰς μὲν παρʼ ἡμῶν εὐχὰς
ὡς πρὸς δικαστὰς ἀναφέροντας τοὺς θεούς, τὰς δὲ ἐκείνων παραινέσεις καὶ νουθεσίας μετὰ μαντειῶν ἐκφέροντας ἡμῖν. ὅσαι δὲ ψυχαὶ τοῦ συνεχοῦς πνεύ- ματος οὐ κρατοῦσιν, ἀλλʼ ὡς τὸ πολὺ καὶ κρατοῦν- ται, διʼ αὐτὸ τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν,
ὅταν αἱ τοῦ πνεύματος ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν. αὗται δʼ αἱ ψυχαὶ δαίμονες μὲν καὶ αὐταί, κακοεργοὶ δʼ ἂν εἰκότως λέγοιντο.
ἀνθρωπίναις. οὐ γὰρ στερεὸν σῶμα περιβέβληνται οὐδὲ μορφὴν πάντες μίαν, ἀλλʼ ἐν σχήμασι πλείο- σιν ἐκτυπούμεναι αἰ χαρακτηρίζουσαι τὸ πνεῦμα αὐτῶν μορφαὶ τοτὲ μὲν ἐπιφαίνονται, τοτὲ δὲ ἀφανεῖς εἰσίν ἐνίοτε δὲ καὶ μεταβάλλουσι τὰς μορφὰς οἵ γε χείρους. τὸ δὲ πνεῦμα μέν ἐστι σωματικόν, πα- θητικόν ἐστι καὶ φθαρτόν· τῷ δὲ ὑπὸ τῶν ψυχῶν οὕτως δεδέσθαι, ὥστε τὸεἶδος αὐτῶν διαμένειν πλείω
χρόνον, οὐ μήν ἐστιν αἰώνιον. καὶ γὰρ ἀπορρεἴν αὐτοῦ τι συνεχῶς εἰκός ἐστι καὶ τρέπεσθαι. ἐν συμ- μετρίᾳ μὲν οὖν τὸ τῶν ἀγαθῶν ὡς καὶ τὰ σώμιατα τῶν φαινομένων, τῶν δὲ κακοποιῶν ἀσύμμετρα, οἳ πλέον τῷ παθητικῷ νέμοντες τὸν περόγειον τόπον,
οὐδὲν ὅ τι τῶν κακῶν οὐκ ἐπιχειροῦσι δρᾶν. βίαιον γὰρ ὅλως καὶ ὕπουλον ἔχοντες ἦθος ἐστερημένον τε τῆς φυλακῆς τῆς ἀπὸ τοῦ κρείττονος δαιμονίου, σφοδρὰς καὶ αἰφνιδίους οἷον ἐνέδρας ὡς τὸ πολὺ ποιοῦνται τὰς ἐμπτώσεις, πῇ μὲν λανθάνειν πειρώ-
μενοι, πῇ δὲ βιαζόμενοι. ὅθεν ὀξέα μὲν τὰ ἀπʼ ἐκείνων πάθη· αἱ δʼ ἀκέσεις καὶ κατορθώσεις αἰ ἀπὸ τῶν κρειττόνων δαιμόνων βραδύτεραι δοκοῦσιν. πᾶν γὰρ τὸ ἀγαθὸν εὐήνιόν τε ὂν καὶ ὁμαλὸν τάξει πρόεισιν καὶ τὸ δέον οὐχ ὑπερβαίνει. οὕτως δέ
σοι δοξάζοντι οὐδέποτʼ ἂν εἰς τὸ ἀτοπώτατον ἐμ- πίπτειν ἐνέσται, τὸ περὶ τῶν ἀγαθῶν τὰ κακὰ ὑπο- λαμβάνειν καὶ περὶ τῶν κακῶν τὰ ἀγαθά· οὐ γὰρ ταύτῃ μόνον ὁ λόγος ἄτοπός ἐστιν, ἀλλὰ καὶ τὰς περὶ τῶν θεῶν φαυλοτάτας ὑπολήψεις λαμιβάνοντες
οἱ πολλοί, διαδιδόασιν καὶ εἰς τοὺς λοιποὺς ἀνθρώ- πους.
ἀναπείθουσιν ἡμᾶς, ὡς ἄρα τούτων αἴτιοί εἰσιν οἵ- περ καὶ τῶν ἐναντιωτάτων [τουτέστιν τῶν εὐφο- ριῶν], ἑαυτοὺς ἐξαιροῦντες τῆς αἰτίας καὶ αὐτὸ τοῦτο πραγματευόμενοι πρῶτον, τὸ λανθάνειν ἀδικοῦντες. τρέπουσίν τε μετὰ τοῦτο ἐπὶ λιτανείας ἡμὰς καὶ θυσίας τῶν ἀγαθοεργῶν θεῶν ὡς ὠργισμένων. ταῦτα
δὲ καὶ τὰ ὅμοια ποιοῦσιν, μεταστῆσαι ἡμᾶς ἐθέλον- τες ἀπὸ τῆς ὀρθῆς ἐννοίας τῶν θεῶν καὶ ἐφʼ ἑαυ- τοὺς ἐπιστρέψαι. πᾶσι γὰρ τοῖς οὕτως ἀνομολόγως καὶ ἀκαταλλήλως γινομένοις αὐτοὶ χαίρουσι, καὶ ὥσπερ ὑποδύντες τὰ τῶν ἄλλων θεῶν πρόσωπα, τῆς
ἡμετέρας ἀβουλίας ἀπολαύουσι, προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν ἔρωσιν καὶ πόθοις πλούτων καὶ δυναστειῶν καὶ ἡδονῶν, κενοδοξίαις τε οὖ, ἐξ ὧν στάσεις καὶ πόλεμοι φύονται καὶ τὰ συγγενὴ τούτων. τὸ δὲ
πάντων δεινότατον, ἐπαναβαίνουσιν ἐκ τῶνδε καὶ τὰ ὅμοια ἀναπείθουσι καὶ περὶ τῶν μεγίστων θεῶν, μέχρι τοῦ καὶ τὸν ἄριστον θεὸν τούτοις τοῖς ἐγκλή- μασιν ὑπάγειν, ᾧ δὴ καὶ τεταράχθαι φασὶν πάντʼ ἄνω κάτω. πεπόνθασι δὲ τοῦτο οὐκ ἰδιῶται μόνον,
ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οὐκ ὀλί- γοι. ἡ δʼ αἰτία διʼ ἀλλήλων γέγονεν. καὶ γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς κοινῆς φορᾶς εἰς τὰ αὐτὰ τοῖς πλήθεσι συνέβησαν, καὶ πάλιν οὐ τὰ πλήθη σύμφωνα ταῖς ἑαυτῶν δόξαις παρὰ τῶν
δοκούντων σοφῶν ἀκούοντα, ἐπερρώσθη φρονεῖν ἔτι μᾶλλον περὶ τῶν θεῶν τ᾿ὰ τοιαῦτα.
στιν περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ· δέον ἐμπέ- δως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτὲ οὔτε τὸ κακὸν ὠφελεῖ· οὐ γὰρ θερμότητος, ὡς φη- σὶν Πλάτων, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναντίου· οὕτως οὐδὲ τοῦ δικαίου τὸ βλάπτειν. δικαιότατον δὲ δή― που φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδʼ ἂν ἦν θεῖον. οὐκοῦν ἀποτετμῆσθαι δεῖ ταύτην τὴν δύναμιν καὶ μοῖραν τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. ἡ γὰρ βλά-
πτειν πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγα- θοεργῷ· τὰ δʼ ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο. τούτων δὲ κατὰ πολλὰ μέρη λυμαινομέ- νων τὸ θνητόν, ἐνίοτε δὲ καὶ κατὰ μεγάλα, καθʼ ἕνα μὲν γὰρ οὐκ ἔσθʼ ὅτε οὐχὶ οἱ ἀγαθοὶ οὐκ ἀνιᾶσι
τὰ καθʼ ἑαυτούς, ἀλλὰ καὶ προσημαίνουσιν εἰς δύ- ναμιν τοὺς ἐπηρτημένους ἀπὸ τῶν κακοεργῶν κιν- δύνους, καὶ διʼ ὀνειράτων ἐμφαίνοντες καὶ διὰ ἐν- θέου ψυχῆς ἄλλων τε πολλῶν. καὶ εἰ ἱκανός τις εἴη τὰ σημαινόμενα διαιρεῖσθαι, πᾶς ἂν γιγνώσκοι
καὶ προφυλάττοιτο. πᾶσι γὰρ σημαίνουσιν, οὐ πᾶς δὲ ξυνίησι τὰ σημαινόμενα, οὐδὲ πᾶς τὰ γεγραμ- μένα δύναται ἀναγινώσκειν, ἀλλʼ ὁ μαθὼν γράμματα. διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα γοητεία ἐκτε- λεῖται. τούτους γὰρ μάλιστα καὶ τὸν προεστῶτα αὐ-
τῶν ἐκτιμῶσιν οἱ τὰ κακὰ διὰ τῶν γοητειῶν δια- πραττόμενοι.
καὶ δόξης διὰ τούτων΄, καὶ μάλιστα ἡ ἀπάτη. τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοὶ καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖν θεὸς εἶναι ὁ μέγιστος. οὗτοι οἱ χαίροντες “λοιβῇ τε κνίσῃ τε”, διʼ ὧν αὐτῶν τὸ πνευματικὸν καὶ σωματικὸν
πιαίνεται. ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιάσεσι ποικίλως διὰ τῶν ποικίλων, καὶ δυναμοῦται ταῖς ἐκ τῶν αἱμάτων καὶ σαρκῶν κνίσαις.
καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται διὰ τὸ αὐτοῖς ἀνόμιοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτους ἀπομειλίττεσθαι, οὐδὲν πρὸς ἡμᾶς. ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται καὶ τὰ ἐναντία κακά, ὀλιγοστὸν δʼ
ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον. ἡμεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλʼ ἔκ τε ψυχῆς ἔκ τε τῶν ἐκτὸς πᾶσαν σπουδὴν ποιούμεθα, θεῷ μὲν καὶ τοῖς ἀμφʼ αὐτὸν ὁμοιοῦ- σθαι (ὃ γίνεται διʼ ἀπαθ είας καὶ τῆς περὶ τῶν ὄν-
τως ὄντων διηρθρωμένης διαλήψεως καὶ τῆς πρὸς αὐτὰ ταῦτα ζωῆς), πονηροῖς δὲ ἀνθρώποις καὶ δαί- μοσιν καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι ὥστε κατὰ τὰ εἰρημένα τῷ Θεοφράστῳ θύσομεν καὶ ἡμεῖς. οἷς καὶ οἱ θεολόγοι
συνεφώνησαν, εἰδότες ὡς καθʼ ὅσον τῆς τῶν παθῶν ἐξαιρέσεως ἀμελοῦμεν τῆς ψυχῆς, κατὰ τοσοῦτον τῇ πονηρᾷ δυνάμει συναπτόμεθα, καὶ δεήσει καὶ ταύ- την ἀπομειλίττεσθαι. ὡς γὰρ φασὶν οἱ θεολόγοι, τοῖς δεδεμένοις ὑπὸ τῶν ἐκτὸς καὶ μηδέπω κρατοῦ-
σιν τῶν παθῶν ἀναγκαῖον ἀποτρέπεσθαι καὶ ταύτην τὴν δύναμιν· εἰ δὲ μή γε, πόνων οὐ λήξουσι.
ἀνάγκης τὸ μὴ δεῖν ἐσθίειν, εἴπερ καὶ θύειν ἀνάγκη ποτέ, ἐπιδείκνυται. πάντες γὰρ ἐν τούτῳ ὡμολό- γησαν οἱ θεολόγοι ὡς οὔτε ἁπτέον ἐν ταῖς ἀποτρο- παίοις θυσίαις τῶν θυομένων, καθαρσίοις τε χρη- στέον. μὴ γὰρ ἴοι τις εἰς ἄστυ μηδʼ εἰς οἶκον ἴδιον, μὴ πρότερον ἐσθῆτα καὶ σῶμα ποταμοῖς ἢ πηγῇ ἀποκαθήρας, φασίν. ὥστε καὶ οἷς ἐπέτρεψαν θύειν, ἀπέχεσθαι τῶν θυομένων τούτοις παρήγγειλαν, προ-
αγνεύειν τε ἀποσιτίαις καὶ μάλιστα ταῖς ἀποχαῖς τῶν ἐμψύχων. εἶναι γὰρ τὴν ἁγνείαν φυλακὴν πρὸς εὐλάβειαν, οἷον σύμβολον ἢ σφραγῖδα θείαν περὶ τοῦ μηδὲν παθεῖν ὑπʼ ἐκείνων, οἷς πρόσεισι καὶ ἀπομειλίττεται. ἐναντίως γὰρ διακείμενος οἷς δρᾷ
καὶ θειοτέρως, ὅτι καὶ καθαρωτέρως, καὶ κατὰ σῶμα καὶ κατὰ τὰ πάθη τῆς ψυχῆς μένει ἀβλαβής, οἷον ἔρυμα περιβεβλημένος τὴν ἁγνείαν.
ἐνοχλοῦσι δαίμονας πονηρούς· ὥστε οὐ γοήτων ἦν ἡ ἁγνεία, ἀλλὰ θείων καὶ θεοσόφων ἀνδρῶν, φυ- λακὴν δὲ φέρουσα πανταχοῦ τοῖς χρωμένοις τὴν πρὸς τὸ θεῖον οἰκείωσιν. ὡς εἴθε διὰ παντὸς αὐτῇ καὶ γόητες ἐχρῶντο, καὶ οὐκ ἄν γοητεύειν προυθυμή-
θησαν, ἀποκεκλεισμένοι ὑπὸ ταύτης ἀπολαύειν ὧν ἕνεκα ἀσεβοῦσιν. ὅθεν παθῶν ὄντες πλήρεις καὶ πρὸς ὀλίγον ἀπεχόμενοι τῶν ἀκαθάρτων βρώσεων, μεστοὶ ὄντες ἀκαθαρσίας, δίκας τίνουσι τῆς εἰς τὰ ὅλα παρανομίας, τὰ μὲν ὑπʼ αὐτῶν ὧν ἐρεθίζουσι,
τὰ δὲ καὶ ὑπὸ τῆς πάντʼ ἐφορώσης τὰ θνητὰ καὶ ἔργα καὶ διανοήματα δίκης. ἀνδρὸς ἄρα θείου ἡ ἔσω καὶ ἡ ἐκτὸς ἁγνεία, ἀποσίτου μὲν παθῶν ψυ- χῆς σπουδάζοντος εἶναι, ἀποσίτου δὲ καὶ βρώσεων αἳ τὰ πάθη κινοὑσιν, σιτουμένου δὲ θεοσοφίαν καὶ
ὁμοιουμένου ταῖς περὶ τοῦ θείου ὀρθαῖς διανοίαις καὶ ἰερωμένου τῇ νοερᾷ θυσίᾳ καὶ μετὰ λευκῆς ἐσθῆ- τος καὶ καθαρᾶς τῷ ὄντι τῆς ψυχικῆς ἀπαθείας καὶ τῆς κουφότητος τοῦ σώματος προσιόντος τῷ θεῷ, οὐκ ἐξ ἀλλοτρίων καὶ ὀθνείων χυμῶν καὶ πα- θῶν ψυχικῶν βεβαρημένου.
ροῖς ὑπʼ ἀνθρώπων θεοῖς ἀφωρισμένοις καὶ τὰ ἐν ποσὶ καθαρὰ δεῖ εἶναι καὶ ἀκηλίδωτα πέδιλα, ἐν δὲ τῷ ναῷ τοῦ πατρός, τῷ κόσμῳ τούτῳ, τὸν ἔσχατον καὶ ἐκτὸς ἡμῶν χιτῶνα τὸν δερμάτινον οὐχ ἁγνὸν προσήκει διατηρεῖν καὶ μεθʼ ἀγνοῦ διατρίβειν ἐν
τῷ ναῷ τοῦ πατρός. εἰ μὲν γὰρ ἐν τῷ μεμολύνθαι αὐτὸν μόνον ὁ κίνδυνος ἔκειτο, ἐνῆν παριδεῖν ἴσως καὶ καταρρᾳθυμῆσαι. νῦν δὲ παντὸς τοῦ αἰσθη- τοῦ σώμιατος ἀπορροίας φέροντος δαιμονίων ὑλικῶν, ἅμα τῇ ἀκαθαρσίᾳ τῇ ἔκ σαρκῶν καὶ αἱμάτων πάρ-
εστιν ἡ ταύτῃ φίλη καὶ προσήγορος δύναμις διʼ ὁμοιότητα καὶ οἰκειότητα.
γος, ἣ τὸ σῶμα ἀπέλιπε βίᾳ συληθεῖσα, προσμένει τούτῳ, ὅπου γε καὶ τῶν ἀνθρώπων αἱ τῶν βίᾳ ἀποθανόντων κατέχονται πρὸς τῷ σώματι, ὃ καὶ τοῦ μὴ βίᾳ ἑαυτὸν ἐξάγειν ἦν κωλυτικόν, ἐπεὶ οὖν τῶν ζῴων αἱ βίαιοι σφαγαὶ ἐμφιληδεῖν τὰς ψυχὰς
οἷς ἀπολείπουσιν ἀναγκάζουσιν, διείργεται δὲ οὐδα- μῶς ψυχὴ ἐκεῖ εἶναι, ὅποι τὸ συγγενὲς καθέλκει αὐτήν, ὅθεν καὶ ὀδυρόμεναι ὤφθησαν πολλαί, καὶ αἱ τῶν ἀτάφων παραμένουσι τοῖς σώμασιν, αἷς καὶ οἱ γόητες καταχρῶνται πρὸς αὑτῶν ὑπηρεσίαν, βια-
ζόμενοι τῇ τοῦ σώματος ἢ μέρους τοῦ σώματος κατ- οχῇ· ἐπεὶ οὖν ταῦτα ἱστόρησαν καὶ φύσιν ψυχῆς φαύλης καὶ συγγένειαν καὶ ἡδονήν, ἣν ἔχει πρὸς τὰ σώματα ἐξ ὧν ἀπεσπάσθη, εἰκότως ἐφυλάξαντο τὴν τῶν σαρκῶν θοίνην, ἵνα ἀλλοτρίαις ψυχαῖς βι- αίοις καὶ ἀκαθάρτοις πρὸς τὸ συγγενὲς ἑλκομέναις μὴ ἐνοχλοῖντο μηδὲ ἐμποδίζοιντο προσέρχεσθαι μό- νοι τῷ θεῷ, δαιμόνων τῇ παρουσίᾳ ἐνοχλούντων.
παροῦσαν τὴν ψυχὴν καὶ χρηματίζουσαν ὡς θεὸν καὶ εἰσιοῦσαν εἰς αὐτοὺς ἅμα τῇ ἐνθέσει τῇ τοῦ σώματος.
ἄνευ τῆς τῶν παρομαρτούντων ἐνοχλήσεως, καὶ ἔστιν εὐλαβὴς τὰς τῆς φύσεως ἀνάγκας ἐξιστορηκώς. ἵστωρ γὰρ πολλῶν ὁ ὄντως φιλόσοφος καὶ σημειωτικὸς καὶ καταληπτικὸς τῶν τῆς φύσεως πραγμάτων καὶ συνετὸς καὶ κόσμιος καὶ μέτριος, πανταχόθεν σώζων
ἑαυτόν· καὶ ὥσπερ ὅ τινος τῶν κατὰ μέρος ἱερεὺς ἔμπειρος τῆς ἱδρύσεως τῶν ἀγαλμάτων αὐτοῦ τῶν τε ὀργιασμιῶν καὶ τελετῶν καθάρσεών τε καὶ τῶν ὁμοίων, οὕτως ὁ τοῦ ἐπὶ πᾶσιν θεοῦ ἱερεὺς ἔμπει- ρος τῆς αὐτοῦ ἀγαλματοποιίας καθάρσεών τε καὶ
τῶν ἄλλων διʼ ὧν συνάπτεται τῷ θεῷ.
5 ρούσης (ἐπεὶ πολλάκις φαίνεται διὰ τοὺς παρόντας ἀκαθάρτους ταράττει τὸν ἱεροσκόπον διʼ ὃ καὶ τὸ θύειν ἀκαίρως καὶ βλάβην μείζονα φέρειν ἢ κέρ- δος φασίν), ἦ που γε ὁ τοῦ πατρὸς ἱερεὺς αὐτὸς
τάφος γίγνεσθαι νεκρῶν σωμάτων ὑπομενεῖ αὐτὸς μιασμάτων πλήρης, ὁμιλητὴς σπουδάζων γενέσθαι τῷ κρείττονι; ἀρκεῖ ὅτι τὰ τοῦ θανάτου μέρη ἐπὶ τῶν καρπῶν εἰς τὴν ἐνταῦθα ἡμῶν ζωὴν παραλαμ- βάνομεν. ἀλλὰ μήπω περὶ τούτων· ἔτι δὲ τὰ περ-
τῶν θυσιῶν διακριτέον.
μέλλοντα· καὶ πολλοί γε τῶν βαρβάρων διʼ ἀνθρώ- πων σπλαγχνεύονται. ἀλλʼ ὥσπερ ἀδικίας καὶ πλε- ονεξίας ἦν τὸ ἕνεκα μαντείας ἀναιρεῖν τὸν ὁμόφυλον, οὕτω καὶ τὸ ἄλογον ζῷον σφάττειν μαντείας ἕνεκα ἄδικον. πότερα δὲ τὰ σημεῖα οἱ θεοὶ ἐπιφαίνουσιν
ἢ δαίμονες ἢ ἡ ψυχὴ ἀπαλλαττομένη τοῦ ζῴου πρὸς τὴν πεῦσιν ἀποκρίνεται διὰ τῶν ἐν τοῖς σπλάγχνοις σημείων, οὐκ ἔστιν τοῦ παρόντος λόγου ἐρευνῆσαι.
φέρονται. ὃν δʼ ἡμεῖς ὑπογράφομεν φιλόσοφον ἀφι- στάμενον τῶν ἐκτός, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσι, μηδὲ μάντεων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων. ὧν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος με- μελέτηκεν ἀφίστασθαι. οὐ γὰρ εἰς γάμον καθίησιν,
ἵνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ, οὐκ εἰς ἐμ 6 πορίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ προκοπῆς καὶ τῆς ἄλλης παῤ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζη- τεῖ, μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύ- σει τὸ σαφές· αὐτὸς δὲ διʼ ἑαυτοῦ, ὡς λέγομεν, προσιών τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγ-
χνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρεύσας, καὶ ἀντὶ μάντεως “Διὸς μεγάλου ὀαριστὴς” εὐχόμενος γενέσθαι.
καὶ συμβόλων καὶ διʼ ὄττης ἀγαθοὶ δαίμονες προτρέ- ποντες καὶ μηνύοντες τὸ ἀποβησόμενον καὶ ὃ ἀναγ- καῖον φυλάξασθαι. μόνον γὰρ ἀποστῆναι δεῖ τοῦ κακοῦ καὶ ἐπιγνῶναι τὸ ἐν τοῖς ὅλοις τιμιώτατον καὶ πᾶν τὸ ἐν τῷ ὅλῳ ἀγαθὸν φίλον καὶ προσήγο-
ρον. ἀλλὰ δεινή τις ἡ κακία καὶ τῶν θείων ἀμσ- θία καταφρονεῖν ὧν οὐκ οἶδεν καὶ ἐπισύρειν, ἐπειδὴ ταῦτα οὐ φωναῖς ἐξακούστοις ἡ φύσις βοᾷ, νοερὰ δὲ οὖσα διὰ νοῦ μυσταγωγεῖ τούς ταύτην σέβοντας. κἂν μέντοι τις θυτικὴν παραδέξηται προγνώσεως
ἕνεκα τοῦ μέλλοντος, οὐχ ἕπεται ταύτῃ καὶ τὸ ἐσθί- ειν δεῖν ἐξ ἀνάγκης καὶ σάρκας παραδέχεσθαι, κα- θάπερ οὐδὲ τὸ θύειν ὁπωσοῦν ἢ θεοῖς ἢ δαίμοσιν εἰσηγεῖται τὴν βρῶσιν. ἡ γοῦν ἱστορία οὐ μόνον ὧν Θεόφραστος ἐμνήσθη, ἀλλὰ καὶ ἄλλων πλειόνων τὴν
μενήμην παρέδωκεν ὡς καὶ ἀνθρώπους θυόντων τῶν πάλαι, καὶ οὐ δήπου διὰ τοῦτο καὶ βρωτέον ἀνθρώ- πους.
νιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ. ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν ἔθος μετεβλήθη· ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι μὲν τῶν Κρονίων συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγα- γόντες τὸν ἄνθρωπον ἔξω πυλῶν ἄντικρυς τοῦ Ἀρι- στοβούλης ἕδους, οἴνου ποτίσαντες ἔσφαττον. ἐν
δὲ τῇ νῦν Σαλαμῖνι, πρότερον δὲ Κορωνίδι ὀνο- μαζομένῃ, μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος τῇ Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίδος. καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ Διομήδει τὸν
ἄνθρωπον θύεσθαι ὑφʼ ἕνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς καὶ ὁ τῆς Ἀγραύλου καὶ Διομήδους. ὁ δὲ σφαγιαζόμενος ὑπὸ τῶν ἐφήβων ἀγόμενος τρὶς περιέθει τὸν βωμόν· ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομιάχου, καὶ οὕτως αὐτὸν ἐπὶ
τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζεν.
ἰσάξιόν ἐστιν τὸ δρώμενον. κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθὼς ἐν τῷ περὶ ἀρχαϊσμοῦ καὶ εὐσεβείας. ἐθύοντο δὲ τῇ Ἥρᾳ καὶ ἐδοκιμάζοντο, καθάπερ οἱ ζητούμενοι καθαροὶ μό-
σχοι καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς, ἀνθʼ ὧν κηρίνους ἐκέλευσεν ὁ Ἄμωσις τούς ἴσους ἐπιτίθεσθαι. ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμα- δίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες, καὶ ἐν Τενώ- δῳ, ὡς φησὶν Κὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λα-
κεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον.
τῶν Κρητικῶν θυσιῶν φησὶν τούς Κουρῆτας τὸ πα- λαιὸν τῷ Κρόνῳ θύειν παῖδας. καταλυθῆναι δὲ τὰς ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσιν φησὶ Πάλ- λας ὁ ἄριστα τὰ περὶ τῶν τοῦ Μίθρα συναγαγὼν μυστηρίων ἐπὶ Ἀδριανοῦ τοῦ αὐτοκράτορος. ἐθύετο
γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατʼ ἔτος παρθένος, νῦν δὲ ἔλαφος. καὶ μὴν καὶ οἱ ἐν Λιβύῃ Καρχηδόνιοι ἐποίουν τὴν θυσίαν, ἣν Ἰφικράτης ἔπαυσεν, καὶ Δουμαθηνοὶ δὲ τῆς Ἀραβίας κατʼ ἔτος ἕκαστον ἔθυον παῖδα, ὄν ὑπὸ βωμὸν ἔθα-
πτον, ᾧ χρῶνται ὡς ξοάνῳ. Φύλαρχος δὲ κοινῶς πάντας τούς Ἕλληνας πρὶν ἐπὶ πολεμίους ἐξιέναι ἀνθρωποκτονεῖν ἱστορεῖ. καὶ παρίημι Θρᾷκας καὶ Σκύθας, καὶ ὡς Ἀθηναῖοι τὴν Ἐρεχθέως καὶ Πρα- ξιθέας θυγατέρα ἀνεῖλον. ἀλλʼ ἔτι γε νῦν τίς ἀγνο-
εῖ κατὰ τὴν μεγάλην πόλιν τῇ τοῦ Αατιαρίου Διὸς ἑορτῇ σφαζόμενον ἄνθρωπον; καὶ οὐ δήπου τούτου ἕνεκα βρωτέον καὶ σάρκας ἀνθρώπων, ἐπείπερ διά τινα ἀνάγκην εἰς θυσίαν ἄνθρωπος παρελήφθη. καὶ γὰρ ἐν λιμοῖς πολιορκούμενοί τινες ἀλλήλων ἐγεύ-
σαντο, καὶ ὅμως ἐναγεῖς οὗτοι ἐνομίσθησαν καὶ τὸ πρᾶγμα ἀσεβές.
των, δεύτερον τούς αἰχμαλώτους, τρίτον τούς οἰκέ- τας, ὕστερον δὲ καὶ ἐπʼ ἀλλήλους ὁρμῆσαι καὶ κλήρῳ τούς συστρατιώτας ἐσθίειν. ἀλλʼ ὅ γε Ἀμίλκας λα- βὼν ὑποχειρίους διὰ τῶν ἐλεφάντων συνεπάτησεν, ὡς οὐχ ὅσιον ἔτι τοῖς ἄλλοις ἀνθρώποις αὐτούς ἐπι-
μίγνυσθαι, καὶ οὔτε αὐτὸς παρεδέξατο διὰ τὸ τολ- μῆσαί τινας τὴν ἀνθρωποφαγίαν οὔθ᾿ ὁ υἱὸς αὐτοῦ Ἀννίβας, ᾧ συνεβούλευέ τις εἰς τὴν ταλίαν στρα- τεύοντι ἐθίσαι ἀνθρωποφαγεῖν τὸν στρατόν, ὡς μὴ τροφῆς ἀποροῖεν. οὐ τοίνυν ἐπεὶ λιμοὶ καὶ πόλεμοι
αἴτιοι τῆς τῶν ἄλλων ζῴων βρώσεως γεγόνασιν, ἐχρῆν ταύτην καὶ διʼ ἡδονὴν παραδέξασθαι, καθάπερ οὐδὲ τὴν ἀνθρωποφαγίαν προσηκάμεθα· οὐδὲ ἐπεὶ ἔθυσάν τισι δυνάμεσιν ζῷα, ἐχρῆν καὶ ἐσθίειν αὐτά. οὐδὲ γὰρ ἀνθρώπους θύσαντες ἐγεύσαντο τούτου
γε ἕνεκα σαρκῶν ἀνθρωπίνων.
ταμαθόντες, καὶ τοῦτο πεπίστωται παρʼ αὐτῶν τῶν θεολόγων. καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοί, οἱ δὲ ἀγαθοί, οἵ οὐκ ἐνοχλήσουσιν ἡμῖν ἀπαρχο- μένοις ἐκ μόνων ὧν ἐσθίομεν καὶ τρέφομεν ἤ τὸ σῶμα ἤ τὴν ψυχήν, καὶ τούτου μέμνηνται. ὀλίγα
δʼ ἔτι προσθέντες, ὡς καὶ αἱ ἀδιάστροφοι ἔννοιαι τῶν πολλῶν ἐπιβάλλουσι τῇ ὀρθῇ περὶ τῶν θεῶν ὑπολήψει, τὸ βιβλίον περιγράψομεν. λέγουσι γοῦν καὶ τῶν ποιητῶν οἱ ἐπʼ ὀλίγον σωφρονοῦντες·
καὶ θυσίαι καὶ θυηλαὶ καὶ θυμέλαι ἐκαλοῦντο, καὶ αὐτὸ τὸ θύειν τοῦ θυμιᾶν εἴχετο καὶ τοῦ νῦν παρʼ ἡμῖν λεγομένου ἐπιθύειν. ὃ γὰρ ἡμεῖς νῦν θύειν λέγομεν ἕρδειν ἔλεγον.
ἀδικίαν. πόθεν οἱ μὲν τριττύας χρυσόκερως, οἱ δʼ ἑκατόμβας, Ὀλυμπιὰς δʼ ἡ Ἀλεξάνδρου μήτηρ πάντα χίλια ἔθυεν, ἅπαξ τῆς πολυτελείας ἐπὶ τὴν δεισι- δαιμονίαν προαγούσης; ὅταν δὲ νέος θεούς χαίρειν πολυτελείαις γνῷ καί, ὡς φασίν, ταῖς τῶν βοῶν
καὶ τῶν ἄλλων ζῴων θοίναις, πότʼ ἂν ἑκὼν σωφρο- νήσειεν; πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα, οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλ- λοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοί, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων, με-
γίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ ὅσιος καὶ δίκαιος ἔσται;
έργως δέ, ἀλλὰ σύν πάσῃ προθυμίᾳ. ἐοικέναι γὰρ δεῖ τὰς τιμὰς ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις, ὑπα- ναστάσεσίν τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δό- σεσιν. οὐ γὰρ δὴ ἄνθρωπος μὲν ἐρεῖ·
σίαις καὶ τῇ πάσῃ θεραπείᾳ, τῷ δὲ κακῷ μάτην περὶ θεοὺς τὸν πολύν εἶναι πόνον. ὁ γὰρ ἀγαθὸς οἶδεν ἃ θυτέον καὶ ὧν ἀφεκτέον καὶ τίνα προσε- νεκτέον καὶ τίνων ἀπαρκτέον, ὁ δὲ φαῦλος ἐκ τῆς οἰκείας διαθέσεως καὶ ὧν αὐτὸς ἐσπούδακεν, προσά-
γων τοῖς θεοῖς τὰς τιμὰς ἀσεβεῖ μᾶλλον ἢ εὐσε- βεῖ. διʼ ὅ οὐδʼ οἴται δεῖν τοῖς φαύλοις ὁ Πλάτων ἐθισμοῖς συμπεριφέρεσθαι τὸν φιλόσοφον· οὕτε γὰρ τοῖς θεοῖς εἶναι φίλον οὕτε τοῖς ἀνθρώποις συμ- φέρον, ἀλλὰ μεταβάλλειν μὲν πειρᾶσθαι εἰς τὸ ἄμει-
νον, εἰ δὲ μή, αὐτὸν πρὸς αὐτὰ μὴ μεταβάλλεσθαι, μετιέναι δὲ τὴν ὀρθὴν ὀδὸν αὐτὸν πορευόμενον μήτε κινδύνους τούς ἀπὸ τῶν πολλῶν εὐλαβούμενον μήτε τὴν ἄλλην, εἴ τις γίγνοιτο βλασφημία. καὶ γὰρ δεινὸν ἂν εἴη, Σύρους μὲν τῶν ἰχθύων μὴ ἂν γεύσασθαι μηδὲ τούς Ἕβραίους συῶν, Φοινίκων τε τούς πολλούς καὶ Αἰγυπτίων βοῶν θηλειῶν, ἀλλὰ καὶ βασιλέων πολλῶν μεταβαλεῖν αὐτούς σπουδα-
σάντων θάνατον ὑπομεῖναι μᾶλλον ἢ τὴν τοῦ νό- μου παράβασιν, ἡμᾶς δὲ τούς τῆς φύσεως νόμους καὶ τὰς θείας παραγγελίας φόβων ἕνεκα ἀνθρωπί- νων ἤ τινος βλασφημίας τῆς ἀπὸ τούτων αἱρεῖσθαι παραβαίνειν. ἡ μέγα ὁ θεῖος χορὸς σχετλιάσειεν
ἂν θεῶν τε ὁμοῦ καὶ ἀνδρῶν θείων πρὸς ἀνθρώ- πων φαύλων δόξας ὁρῶν ἡμὰς κεχηνότας καὶ τὸν παρὰ τούτων φόβον ὑφορωμένους, οἵ καθʼ ἡμέραν μελέτην ἐν τῷ βίῳ τὸ ἀποθνήσκειν τοῖς ἄλλοις πε- ποιήμεθα.
De abstinentia. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.