ΒΙΒΔΙΟΝ ΠΡΩΤΟΝ
ὡς τῆς ἀσάρκου καταγνοὺς τροφῆς ἐπὶ τὴν ἔνσαρκον ἀναδεδράμηκας πάλιν βοράν, κατʼ ἀρχὰς μὲν ἠπί- στουν, τῆς τε σῆς σωφροσύνης στοχαζόμενος καὶ τῆς
εὐλαβείας ἣν πρὸς τοὺς ταῦτα ὑποδείξαντας παλαιούς τε ὁμοῦ καὶ θεοφόβους ἄνδρας πεποιήμεθα. ἐπεὶ δὲ καὶ ἄλλοι ἐπὶ τοῖς πρώτοις μηνύοντες τὴν ἀγγελίαν ἐβεβαίουν, τὸ μὲν ἐπιπλήττειν σοι, οὕτε κατὰ τὴν παροιμίαν φυγῇ κακοῦ τὸ ἄμεινον εὑρόντι, οὔτε κατὰ
τὸν Ἐμπεδοκλέα τὸν μὲν πρότερον ἀποδυσαμένῳ βίον, εἰς δὲ τὸν βελτίω ὑποστρέψαντι, ἀγροῖκόν τʼ εἶναι ἐδόκει καὶ πόρρω τῆς κατὰ τὸν λογισμὸν πειθοῦς εὑ- ρισκομένης· τὸ δʼ αὖ διὰ τοῦ λόγου τὸν ἔλεγχον τῶν ἁμαρτημάτων ἐκκαλύπτειν ἀφʼ οἵων τε εἰς οἷα κατα-
βέβηκας μηνύειν, τῆς τε πρὸς ἀλλήλους φιλίας ἀντά- ξιον καὶ τῶν πρὸς ἀλήθειαν τὸν αὐτῶν βίον συν- ταξαμένων εἶναι ἐδικαίουν.
οὐκ ἄν μεταβαλέσθαι σε φήσαιμι· τοὐναντίον γὰρ καὶ πρὸς ὑγίειαν καὶ πρὸς σύμμετρον ὑπομονὴν τῶν περὶ φιλοσοφίαν πόνων τὴν ἄσαρκον δίαιταν αὐτὸς συνὼν ἡμῖν ὡμολόγεις συμβάλλεσθαι· τῇ τε πείρᾳ γινώσκειν πάρεστιν ὡς ταῦτα λέγων ἠλήθευες. ἢ δι᾿ ἀπάτην οὖν ἢ τὸ μηδὲν διαφέρειν ἡγεῖσθαι πρὸς φρό- νησιν τὸ οὕτως ἢ ἐκείνως διαιτᾶσθαι, διʼ ἄλλην ἴσως αἰτίαν ἥν ἀγνοῶ, φόβον τῆς ἐν τῷ παραβαίνειν ἀσεβείας ἐπαρτῶσαν μείζονα ἐπὶ τὰ πρόσθεν ἀναδρα-
μεῖν σε παρανομήματα ἐφαίνετο. οὐ γὰρ δὴ διʼἀκρα- σίαν καὶ πόθον τῆς ὀψοφάγου λαιμαργίας καταφρο- νῆσαι τῶν πατρίων ἧς ἐζήλωκας φιλοσοφίας νόμων φήσαιμι ἄν σε, οὐδʼ ἐλάττω τὴν φύσιν τῶν παρά τι- σιν ἰδιωτῶν εἶναι, οἵ νόμους ἐναντίους οἷς ἔζων πρό-
τερον καταδεξάμενοι τομάς τε μορίων ὑπομένουσι, καί τινων ζῴων, ὧν πρόσθεν ἐνεφοροῦντο, ἀπόσχοιντο ἂν μᾶλλον ἢ ·κρεῶν ἀνθρωπείων.
καὶ νεμεσᾶν παρῆν, εἰ ψυχροῖς καὶ ἄγαν ἑώλοις σοφι- σματίοις πεισθέντες αὐτούς τε ἀπατᾶν καὶ παλαιὸν δόγμα καὶ θεοῖς φίλον ἀνατρέπειν ὑπεμείνατε. ὅθεν μοι ἐδόκει μὴ μόνον τὸ οἰκεῖον ὑποδεικνύναι ὡς ἔχει, ἀλλὰ καὶ τὰ τῶν ἐναντίων πολλῷἰσχυρότερα τῶν ὑφʼ
ὑμῶν λεγομένων ὄντα καὶ πλήθει καὶ δυνάμει καὶ ταῖς ἄλλαις κατασκευαῖς συναγαγεῖν τε καὶ λῦσαι, οὐδʼ ὑπὸ τῶν ἐμβριθῶν δοκούντων εἶναι, οὐχ ὅτι τῶν ἑώλων καὶ ἐπιπολαίων σοφισμάτων τὸ ἀληθὲς ἡττημένον δεικνύντα. ἴσως γὰρ ἀγνοεῖς ὅτι τῇ ἀποχῇ
τῶν ἐμψύχων οὐκ ὀλίγοι ἀντειρήκασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων οἵ τʼ ἀπὸ τοῦ περιπάτου καὶ τῆς στοᾶς καὶ τοῦ Ἐπικούρου τὸ πλεῖστον τῆς ἀντιλογίας πρὸς τὴν Πυθαγόρου καὶ Ἐμπεδοκλέους ἀποτεινόμενοι φιλο- σοφίαν, ἧς ζηλωτὴς εἶναι ἐσπούδακας· τῶν τε φιλο-
λόγων συχνοὶ καὶ Κλώδιός τις Νεαπολίτης πρὸς τοὺς ἀπεχομένους τῶν σαρκῶν βιβλίον κατεβάλετο. ὧν τὰς πραγματευτικὰς καὶ κοινὰς πρὸς τὸ δόγμα ζητή- σεις παραθήσομαι, τὰς ἰδίως πρὸς τὰ τοῦ Ἐμπεδο- κλέους φερομένας κατασκευὰς παραιτησάμενος.
σύνην συγχεῖσθαι καὶ τὰ ἀκίνητα κινεῖσθαι, ἐὰν τὸ δίκαιον μὴ πρὸς τὸ λογικὸν μόνον τείνωμεν, ἀλλὰ καὶ πρὸς τὸ ἄλογον· οὐ μόνον τοὺς ἀνθρώπους καὶ τοὺς θεοὺς πρὸς ἡμᾶς ἡγούμενοι, οἰκείως δὲ καὶ πρὸς τὰ ἄλογα θηρία τὰ μηδὲν ἡμῖν προσήκοντα ἔχοντες,
καὶ οὐχὶ τοῖς μὲν πρὸς ἔργον χρώμενοι, τοῖς δὲ πρὸς ἐδωδήν, ἔκφυλα καὶ ἄτιμα τῆς κοινωνίας καθάπερ πολιτείας νομίζοντες. ὁ γὰρ καθάπερ ἀνθρώποις καὶ τούτοις χρώμενος φειδόμενός τε καὶ μὴ βλάπτων, προσάπτων τῇ δικαιοσύνῃ ὅ μὴ δύναται φέρειν, καὶ
τὸ δυνατὸν αὐτῆς ἀπόλλυσι καὶ διαφθείρει τῷ ἀλλο- τρίῳ τὸ οἰκεῖον. γίγνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν, ἢ μὴ χρωμένοις τὸ ζῆν ἀδύ- νατον καὶ ἄπορον, καὶ τρόπον τινὰ θηρίων βίον βιω- σόμεθα τὰς ἀπό τῶν θηρίων προέμενοι χρείας.
γὰρ Νομάδων καὶ Τρωγλοδυτῶν ἀνεξευρέτους ἀριθ- μῷ μυριάδας, οἵ τροφὴν σάρκας, ἄλλο δὲ οὐδὲν ἴσα- σιν. ἀλλὰ καὶ ἡμῖν τοῖς ἡμέρως καὶ φιλανθρώπως ζῆν δοκοῦσι ποῖον ἔργον ἀπολείπεται γῆς, ποῖον ἐν θαλάττῃ, τίς ἐναργὴς τέχνη, τίς κόσμος διαίτης, ἄν
ὡς πρὸς ὁμόφυλα τὰ ζῷα διακεώμεθα ἀβλαβῶς καὶ μετὰ εὐλαβείας αὐτοῖς προσφερώμεθα; εἰπεῖν γὰρ ἔργον οὐδέν. οὐδὲ φάρμακον οὐδὲ ἴαμα τῆς ἢ τὸν βίον ἀναιρούσης ἀπορίας ἢ τὴν δικαιοσύνην ἔχομεν, ἄν μὴ τὸν ἀρχαῖον νόμον καὶ ὅρον φυλάττωμεν, ᾧ
καθʼ Ἡσίοδον ὁ Ζεὺς τὰς φύσεις διελὼν καὶ θέμενος ἰδίᾳ τῶν γενῶν ἑκάτερον
οἵ γε τοῦτον προέμενοι τὸν λόγον οὔτε εὐρεῖαν ἄλλην οὔτε λεπτὴν τῇ δικαιοσύνῃ παρεισελθεῖν ὁδὸν ἀπο- λελοίπασιν. ὅ γὰρ ἤδη εἰρήκαμεν, τὴν φύσιν αὐτάρκη μὲν οὐκ οὖσαν, ἀλλʼ ἐνδεῆ πολλῶν, εἰργομένην δὲ τῆς ἀπὸ τῶν ζῴων βοηθείας ἄρδην ἀναιρεῖν καὶ κα-
τακλείειν εἰς τὸν ἄπορον καὶ ἀνόργανον καὶ ἀκτήμονα τῶν ἀναγκαίων βίον. φασὶ δὲ οὐκ εὐτυχῶς διαβιῶναι τοὺς πρώτους γενομένους· οὐδὲ γὰρ ἐπὶ τῶν ζῴων ἵστασθαι τὴν δεισιδαιμονίαν, ἀλλὰ καὶ ἐπὶ τὰ φυτὰ βιάζεσθαι. τί γὰρ μᾶλλον ὁ βοῦν ἀποσφάττων καὶ
πρόβατον ἀδικεῖ τοῦ κόπτοντος ἐλάτην ἢ δρῦν ; εἴγε καὶ τούτοις ἐμφύεται ψυχὴ κατὰ τὴν μεταμόρφωσιν. τῶν μὲν οὖν ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου τὰ κυ- ριώτατα ταῦτα.
κρὰν διεξιόντες φασὶν ὡς οἱ παλαιοὶ νομοθέται, ἀπι- δόντες εἰς τὴν τοῦ βίου κοινωνίαν τῶν ἀνθρώπων καὶ τὰς πρὸς ἀλλήλους πράξεις, ἀνόσιον ἐπεφήμισαν τὴν ἀνθρώπου σφαγὴν καὶ ζημίας οὐ τὰς τυχούσας προσ- ῆψαν, τάχα μὲν καὶ φυσικῆς τινὸς οἰκειώσεως ὑπαρ-
χούσης τοῖς ἀνθρώποις πρὸς ἀνθρώπους διὰ τὴν ὁμοιό- τητα τῆς μορφῆς καὶ τῆς ψυχῆς εἰς τὸ μὴ προχείρως φθείρειν τὸ τοιοῦτον ζῷον ὥσπερ ἕτερόν τι τῶν συγ- κεχωρημένων· οὐ μὴν ἀλλὰ τήν γε πλείστην αἰτίαν τοῦ δυσχερανθῆναι τοῦτο καὶ ἀνόσιον ἐπιφημισθῆναι
τῷ μὴ συμφέρειν εἰς τὴν ὅλην τοῦ βίου σύστασιν ὑπο- λαβεῖν. ἀπὸ γὰρ τῆς τοιαύτης ἀρχῆς οἱ μὲν παρακο- λουθήσαντες τῷ συμφέροντι τοῦ διορίσματος οὐδὲν προσεδεήθησαν ἄλλης αἰτίας τῆς ἀνειργούσης αὐτοὺς ἀπὸ τῆς πράξεως ταύτης, οἱ δὲ μὴ δυνάμενοι λαβεῖν αἴσθησιν ἱκανὴν τούτου, τὸ μέγεθος τῆς ζημίας δε-
διότες ἀπείχοντο |τοῦ κτείνειν προχείρως ἀλλήλους. ὧν ἑκάτερον φαίνεται καὶ νῦν ἔτι συμβαῖνον. καὶ γὰρ οἱ μὲν θεωροῦντες τὸ συμφέρον τῆς προειρημένης διατάξεως ἑτοίμως ἐπʼ αὐτῆς μένουσιν, οἱ δὲ μὴ δε- κτικοὶ τούτου τὰς ἀπειλὰς φοβούμενοι τῶν νόμων·
ἅς ἕνεκα τῶν ἀσυλλογίστων τοῦ χρησίμου διώρισάν τινες, παραδεξαμένων αὐτὰς τῶν πλειόνων.
τῶν χρησομένων. φρονήσει γὰρ ψυχῆς, οὐ ῥώμῃ σώ- ματος καὶ δυναστευτικῇ δουλώσει τῶν ὄχλων διή- νεγκαν οἱ τὰ τοιαῦτα τοῖς πολλοῖς εἰσηγούμενοι, καὶ τοὺς μὲν εἰς ἐπιλογισμὸν τοῦ χρησίμου καταστήσαν- τες ἀλόγως αὐτοῦ πρότερον αἰσθανομένους καὶ πολ-
λάκις ἐπιλανθανομένους, τοὺς δὲ τῷ μεγέθει τῶν ἐπι- τιμίων καταπλήξαντες. οὐ γὰρ ἦν ἑτέρῳ χρῆσθαι φαρμάκῳ πρὸς τὴν τοῦ συμφέροντος ἀμαθίαν ἢ τῷ φόβῳ τῆς ἀφωρισμένης ὑπὸ τοῦ νόμου ζημίας. αὕτη γὰρ κατέχει μόνη καὶ νῦν τοὺς τυχόντας τῶν ἀνθρώ-
πων καὶ κωλύει τοῦ μήτε κοινῇ μήτε ἰδίᾳ τὸ ἀλυσι- τελὲς πράττειν. εἰ δὲ πάντες ἐδύναντο βλέπειν ὁμοίως καὶ μνημονεύειν τὸ συμφέρον, οὐδὲν ἂν προσεδέοντο νόμων, ἀλλʼ αὐθαιρέτως τὰ μὲν εὐλαβοῦντο [τῶν ἀπειρημένων], τὰ δὲ ἔπραττον [τῶν προστεταγμένων].
ἱκανὴ γὰρ ἡ τοῦ χρησίμου καὶ βλαβεροῦ θεωρία τῶν μὲν φυγὴν παρασκευάσαι, τῶν δὲ αἵρεσιν· ἡ δὲ τῆς ζημίας ἀνάτασις πρὸς τοὺς μὴ προορωμένους τὸ λυσι- τελοῦν. ἀναγκάζει γὰρ δεσπόζειν ἐπικρεμαμένη ταῖς ἀγούσαις ἐπὶ τὰς ἀσυμφόρους πράξεις ὁρμαῖς, καὶ βίᾳ συναναγκάζει τὸ δέον ποιεῖν.
τὰ τῶν ἀκουσίως δρώντων ἔργα μιμεῖσθαι προαιρου- μένοις, ἀλλʼ ὅπως μὴ ἀφύλακτον μηδὲ ἠμελημένον τὸ τοιοῦτο, ὥστε πολλὰ πρὸς ἀλήθειαν ἀκούσια συμ- βαίνειν. οὐ γὰρ συνέφερεν οὐδὲ τοῦτο διὰ τὰς αὐτὰς αἰτίας διʼ ἅς καὶ τὸ καθʼ ἑκούσιον τρόπον φθείρειν
ἀλλήλους. ὥστε τῶν ἀκουσίων τῶν μὲν παρὰ τὴν ἀστάθμητον αἰτίαν καὶ ἀφύλακτον γιγνομένων ἀν- θρωπίνῃ φύσει, τῶν δὲ παρὰ τὴν ἡμετέραν ἀμέλειαν καὶ ἀνεπίστατον τῆς διαφορᾶς, βουληθέντες κωλῦσαι τὴν βλάπτουσαν τοὺς πλησίον ῥᾳθυμίαν, οὐκ ἀθῷον
κατέστησαν ζημίας οὐδὲ τὴν ἀκούσιον πρᾶξιν, ἀλλὰ τῷ φόβῳ τῶν ἐπιτιμίων ἀφεῖλον τὸ πολὺ τῆς τοιαύ- της ἁμαρτίας. οἶμαι δʼ ἔγωγε καὶ τοὺς συγκεχωρημέ- νους ὑπὸ τοῦ νόμου φόνους τὰς ἀφοσιώσεις λαμβά- νειν τὰς εἰθισμένας διὰ τῶν καθαρμῶν παρʼ οὐδε-
μίαν ἑτέραν αἰτίαν ὑπὸ τῶν πρώτων καλῶς ταῦτα εἰσηγησαμένων ἢ παρὰ τὸ τῆς ἑκουσίου πράξεως ὅ τι πλεῖστον βούλεσθαι τοὺς ἀνθρώπους ἀφιστάναι. παν- ταχόθεν γὰρ ἐδέοντο τοῦ κωλύσοντος ἑτοίμως πράτ- τειν τὸ μὴ συμφέρον οἱ τυχόντες. ὅθεν οὐ μόνον ζη-
μίας ἔταξαν οἱ πρῶτοι τοῦτο συνιδόντες, ἀλλὰ καὶ ἕτερον φόβον ἄλογον ἐπήρτησαν, οὐ καθαροὺς ἐπιφη- μίσαντες εἶναι τοὺς ὁπωσοῦν ἄνθρωπον ἀνελόντας, μὴ χρησαμένους καθαρμοῖς. τὸ γὰρ ἀνόητον τῆς ψυ- χῆς ποικίλως παιδαγωγηθὲν ἦλθεν εἰς τὴν καθεστῶ-
σαν ἡμερότητα, προσμηχανωμένων ἐπὶ τῆς ἀλόγου φορᾶς ἐπιθυμίας τιθασεύματα τῶν ἐξ ἀρχῆς τὰ πλή- θη διοικησάντων· ὧν ἐστὶ καὶ τὸ μὴ κτείνειν ἀλλή- λους ἀκρίτως.
ἐκ τῆς ἐναντίας ἀπετελεῖτο πράξεως. οὐ γὰρ δυνατὸν ἦν σώζεσθαι μὴ πειρωμένους ἀμύνεσθαι τοῦτο συν- τρεφομένους μετʼ ἀλλήλων. διαμνημονεύοντες δέ τι- νες τῶν τότε χαριεστάτων, ὡς αὐτοῦ τε ἀπέσχοντο τοῦ κτείνειν διὰ τὸ χρήσιμον πρὸς τὴν σωτηρίαν, τοῖς
τε λοιποῖς ἐνεποίουν μνήμην τοῦ ἀποβαίνοντος ἐν ταῖς μετʼ ἀλλήλων συντροφίαις, ὅπως ἀπεχόμενοι τοῦ συγ- γενοῦς, διαφυλάττωσι τὴν κοινωνίαν, ἣσυνήργει πρὸς τὴν ἰδίαν ἑκάστου σωτηρίαν. οὐ μόνον δὲ χρήσιμον ἦν τὸ χωρίζεσθαι μηδὲ λυμαντικὸν ποιεῖν μηδὲν τῶν
ἐπὶ τὸν αὐτὸν τόπον συνειλεγμένων πρὸς τὸν τῶν ἀλ- λοφύλων ἐξορισμὸν ζῴων, ἀλλὰ καὶ πρὸς ἀνθρώπους τοὺς ἐπὶ βλάβῃ παραγιγνομένους. μέχρι μὲν οὖν τι- νὸς διὰ ταύτην ἀπείχοντο τοῦ συγγενοῦς, ὅσον ἐβάδι- ζεν εἰς τὴν αὐτὴν κοινωνίαν τῶν ἀναγκαίων καὶ χρείας
τινὰς παρείχετο πρὸς ἑκάτερον τῶν εἰρημένων· ἐλ- θόντος δὲ ἐπὶ πλέον τοῦ χρόνου καὶ τῆς διʼ ἀλλήλων γενέσεως μακρὰν προηκούσης, ἐξεωσμένων δὲ τῶν ἀλλοφύλων ζῴων καὶ τῆς παρασπάσεως, ἐπιλογισμὸν ἔλαβόν τινες τοῦ συμφέροντος ἐν ταῖς πρὸς ἀλλήλων
τροφαῖς, οὐ μόνον ἄλογον μνήμην.
λεις τε καὶ ἔθνη νομοθεσίας εἰσήνεγκαν, ἐπακολου- θήσαντος τοῦ πλήθους αὐτοῖς ἑκουσίως παρὰ τὸ μᾶλ- λον ἤδη τοῦ συμφέροντος ἐν τῇ μετʼ ἀλλήλων ἀθροίσει λαμβάνειν αἴσθησιν· ὁμοίως γὰρ εἰς τὴν ἀφοβίαν συνήργει τό τε λυμαντικὸν πᾶν κτεινόμενον ἀφειδῶς καὶ τὸ χρήσιμον πρὸς τὴν τοὺτου φθορὰν διατηρού- μενον. ὅθεν εἰκότως τὸ μὲν ἀπηγορεύθη, τὸ δὲ οὐκ ἐκωλύθη τῶν εἰρημένων. ἐκεῖνο δὲ λέγειν οὐκ ἔστιν,
ὡς ἔνια τῶν ζῴων οὐ φθαρτικὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως οὐδὲ καθʼ ἕτερον οὐδένα τρόπον λυμαινόμενα τοὺς βίους συγκεχώρηκεν ὁ νόμος ἀναιρεῖν ἡμῖν. οὐ- δὲν γάρ, ὡς εἰπεῖν, ἐστὶ τοιοῦτο τῶν ὑπὸ τοῦ νόμου συγκεχωρημένων, ὅπερ οὐκ ἐώμενον λαμβάνειν τὴν
ὑπερβολὴν τῆς ἀφθονίας βλαπτικὸν γίγνοιτʼ ἂν ἡμῶν· ἐν δὲ τῷ νῦν πλήθει διατηρούμενον χρείας παρέχεταί τινας εἰς τὸν βίον. καὶ γὰρ πρόβατον καὶ βοῦς καὶ πᾶν τὸ τοιοῦτο μετριάζον μὲν φέρει τινὰς πρὸς τὴν ἀναγ- καίαν ἡμῖν διαγωγὴν ὠφελείας, εἰς πᾶσαν δὲ ἐκπεσὸν
δαψίλειαν καὶ μακρὰν ὑπεροχὴν ἔχουσαν τῆς καθ- εστώσης λυμαίνοιτʼ ἄν τὸν βίον ἡμῶν, τὸ μὲν καὶ πρὸς ἀλκὴν τρεπόμενον, ἅτε φύσεως εὐφυοῦς εἰς τοῦτο μετ- έχον, τὸ δὲ μόνον τὴν ἀνεθεἵσαν ἡμῖν ἐκ τῆς γῆς τρο- φὴν καταναλίσκον. διʼ ὅ καὶ παρὰ τὴν αἰτίαν ταύτην
οὐδὲ τὰ τοιαῦτα τῶν ζῴων ἐκωλύθη φθείρειν, ἵνα τὸ συμφέρον πρὸς τὴν χρείαν καταλείπηται πλῆθος καὶ τὸ ῥᾳδίως κρατεῖσθαι δυνησόμενον. οὐ γὰρ ὥσπερ ἐπὶ λεόντων καὶ λύκων καὶ ἀπλῶς τῶν ἀγρίων προσα- γορευομένων ζῴων, ὁμοίως μικρῶν τε καὶ μεγάλων,
οὐκ ἔστιν οὐδὲν λαβεῖν πλῆθος ὃ καταλειπόμενον ἐπεκούφιζεν ἂν τὸν ἀναγκαῖον ἡμῶν βίον, οὕτω καὶ ἐπὶ βοῶν καὶ ἕππων καὶ προβάτων ἔχει καὶ ἁπλῶς τῶν ἡμέρων ὀνομαζομένων ζῴων. ὅθεν τὰ μὲν ἄρδην φθεί- ρομεν,τῶν δὲ τὸ πλεῖον τῆς συμμετρίας ἀφαιροῦμεν.
μοθετημένων, ἠλιβάτου τινὸς γέμειν εὐηθείας. οὐ γάρ ἐστιν οὕτως ἔχον τοῦτο, ἀλλʼ ὅνπερ τρόπον καὶ ἐπὶ τῶν λοιπῶν συμφερόντων, οἷον ὑγιεινῶν τε καὶ ἑτέρων μυρίων εἰδῶν, ἀλλὰ διαμαρτάνουσιν ἐν πολ- λοῖς τῶν τε κοινῶν ὁμοίως καὶ τῶν ἰδίων. καὶ γὰρ τὰ
παραπλησίως ἐφαρμόττοντα νομοθετήματα πᾶσιν οὐ καθορῶσί τινες, ἀλλʼ οἱ μὲν τῶν ἀδιαφόρων δοξάζον- τες εἶναι παραλείπουσιν, οἱ δὲ τὴν ἐναντίαν δόξαν ὑπὲρ αὐτῶν ἔχουσιν, καὶ τὰ μὴ καθόλου συμφέροντα πανταχοῦ τινὲς οἴονται συμφέρειν. ὅθεν διὰ τὴν αἰ-
τίαν ταύτην ἀντέχονται τῶν οὐκ ἐφαρμοττόντων, εἰ καὶ ἐπί τινων ἐξευρίσκουσι τά τε πρὸς αὐτοὺς λυσι- τελῆ καὶ τὰ κοινὴν ἔχοντα τὴν ὠφέλειαν· ὧν ἔστι καὶ τὰ περὶ τὰς ἐδωδὰς τῶν ἐμψύχων καὶ φθορὰς ἐν τοῖς πλείστοις τῶν ἐθνῶν διατεταγμένα διὰ τὸ τῆς χώρας
ἴδιον, οἷς οὐκ ἀναγκαῖον ἐμμένειν ἡμῖν διὰ τὸ μηδὲ τὸν αὐτὸν οἰκεῖν τόπον. εἰ μὲν οὖν ἠδύναντο ποιή- σασθαί τινα συνθήκην ὥσπερ πρὸς ἀνθρώπους οὕτω καὶ πρὸς τὰ λοιπὰ τῶν ζῴων ὑπὲρ τοῦ μὴ κτείνειν μηδὲ πρὸς ἡμῶν ἀκρίτως αὐτὰ κτείνεσθαι, καλῶς εἶχε
μέχρι τούτου τὸ δίκαιον ἐξάγειν· ἐπιτεταμένον γὰρ ἐγίγνετο πρὸς τὴν ἀσφάλειαν. ἐπειδὴ δὲ τῶν ἀμηχά- νων ἦν κοινωνῆσαι νόμου τὰ μὴ δεχόμενα τῶν ζῴων λόγον, διὰ μὲν τοῦ τοιούτου τρόπου τὸ συμφέρον οὐχ οἷόν τε κατασκευάσασθαι πρὸς τὴν ἀπὸ τῶν
ἄλλων ἐμψύχων ἀσφάλειαν μᾶλλὸ περ ἢ τῶν ἀψύ- χων, ἐκ δὲ τοῦ τὴν ἐξουσίαν λαμβάνειν, ἣν νῦν ἔχομεν εἰς τὸ κτείνειν αὐτά, μόνως ἔστι τὴν ἐνδεχο- μένην ἔχειν ἀσφάλειαν. τοιαῦτα μὲν καὶ τὰ τῶν Ἐπι- κουρείων.
μήπω εἰδέναι τὴν τοῦ πυρὸς χρῆσιν· ὡς δʼ ἔμαθον, τιμιώτατόν τε καὶ ἱερώτατον νομίσαι Ἑστίαν τε προσ- ειπεῖν καὶ συνεστίους ἀπὸ τούτου γενέσθαι καὶ λοι- πὸν χρήσασθαι τοῖς ζῴοις. εἶναι μὲν γὰρ κατὰ φύσιν ἀνθρώπῳ τὸ σαρκοφαγεῖν, παρὰ φύσιν δὲ τὸ ὠμοφα-
γεῖν. πυρὸς οὖν εὑρεθέντος ἀπολαβεῖν τὸ κατὰ φύσιν διʼ ἑψήσεως, προσεμένους τὰ κρέα. διʼ ἃ “ὠμοφάγοι” μὲν οἱ “θῶες” καὶ ἐν ὀνείδει τὸ “ὠμὸν βεβρώθοις Πρίαμον” καὶ “ὤμι” ἀποτεμνόμενον κρέα ἔδμεναι,ʼʼ ὡς ἂν δὴ τοῖς ἀθέοις ἀποδεδομένης τῆς τῶν κρεῶν ὠμο-
αγίας..... “κρεῶν πίνακας παρέθηκεν ἀείρας παν- τοίων.” τὸ μὲν οὖν πρῶτον οὐ προσεφέροντο τὰ ἔμ- ψυχα· οὐ γὰρ ἦν ὠμοφάγον ζῷον ὁ ἄνθρωπος· ὡς δὲ ἡ τοῦ πυρὸς εὑρέθη χρῆσις, πυρικμήτοις οὐ μόνον τοῖς κρέασιν, ἀλλὰ καὶ τοῖς ἄλλοις, ὡς εἰπεἴν, τοῖς
πλείστοις βρωτοῖς ἐχρῶντο. ὅτι μὲν γὰρ οὐκ ὠμοφά- γον ὁ ἄνθρωπος δηλοῖ τινὰ ἔθνη ἰχθυοφάγα· τοὺς γὰρ ἰχθῦς ὀπτῶσιν, οἱ μὲν ἐπειδὰν αἱ πέτραι μάλιστα διάπυροι γένωνται ὑπὸ τοῦ ἡλίου, οἱ δὲ καὶ ἐν ἄμμῶ. ὅτι δὲ σαρκοφάγον, αὐτὸ τοῦτο δηλοῖ τὸ μηδὲν ἔθνος
ἀπέχεσθαι ἐμψύχων· καὶ οὐ κατὰ διαστροφὴν οἱ Ἕλ- ληνες προσήκαντο, ἐπεὶ καὶ τοῖς βαρβάροις ταὐτόν ἐστιν ἔθος.
ἔμφυτος ἅμα καὶ δίκαιος. τὰ μὲν γὰρ ἑκόντα ἐπιτί- θεται τοῖς ἀνθρώποις, ὥσπερ λύκοι καὶ λέοντες· τὰ δʼ οὐχ ἑκόντα, ὥσπερ οἱ ἔχεις· πατηθέντες γὰρ ἐνίοτε δάκνουσιν· καὶ τὰ μὲν τοῖς ἀνθρώποις ἐπιτίθεται, τὰ δὲ τοὺς καρποὺς φθείρει· ὑπὲρ ὧν πάντων μέτιμεν ταῦτα, καὶ τὰ κατάρξαντα θηρία κτείνομεν καὶ τὰ μὴ
κατάρξαντα, ὡς μή τι πρὸς αὐτῶν πάθωμεν. οὐκ ἔστιν γὰρ ὅστις ἰδὼν ὄφιν οὐκ ἔκτεινε δυνάμενος, ὡς μήτʼ αὐτὸς δηχθείη μήτʼ ἄλλος ἀπλῶς ἄνθρωπος· οὐ γὰρ μόνον ἐστὶ μῖσος κατὰ τῶν κτεινομένων, ἀλλὰ καὶ στοργὴ πρὸς ἄνθρωπον ἀνθρώπου. δικαίου δʼ ὄντος
τοῦ πρὸς τὰ θηρία πολέμου, πολλῶν ἀπεχόμεθα τῶν συνανθρωπούντων. ὅθεν οἱ Ἕλληνες οὔτε κυνοφα- γοῦσιν, οὔθʼ ἵππους ἐσθίουσιν οὔτʼ ὄνους· ὗς μέντοι ἐσθίουσιν, ὡς ταὐτοῦ γένους τοῖς ἀγρίοις τὸ ἥμερον· ὡσαύτως τε τοὺς ὄρνιθας. οὐδὲ γάρ ἐστι χρήσιμον
πρὸς ἄλλο τι ὗς ἢ πρὸς βρῶσιν. Φοίνικες δὲ καὶ Ἰου- δαῖοι ἀπέσχοντο, ὅτι οὐδʼ ὅλως ἐν τοῖς τόποις ἐφύετο· ἐπεὶ οὐδὲ νῦν ἐν Αἰθιοπίᾳ φασὶν ὁρᾶσθαι τὸ ζῷον τοῦτο. ὡς οὖν κάμηλον ἢ ἐλέφαντα Ἐλλήνων οὐδεὶς θεοῖς ἔθυσε, παρʼ ὅσον οὐδʼ ἤνεγκεν ἡ Ἑλλὰς ταῦτα
τὰ ζῷα, οὕτως οὐδʼ ἐν Κύπρῳ ἢ Φοινίκῃ θεοῖς προσ- ήχθη τὸ ζῷον τοῦτο, παρʼ ὅσον οὐκ ἦν ἐντόπιον· οὐδὲ Αἰγύπτιοι θεοἵς θύουσιν ὗν παρὰ τὴν αὐτὴν αἰτίαν. τὸ δʼ ὅλως ἀπέχεσθαι τοῦ ζῴου τινὰς ὅμοιόν ἐστιν τῷ μηδʼ ἄν ἡμᾶς ἐθελῆσαι καμήλεια ἐσθίειν.
ἂν τις καὶ ἀπόσχοιτο τῶν ἐμψύχων; ἆρά γε τὴν ψυχὴν χείρω ποιεῖ ἢ τὸ σῶμα; δῆλον δʼ ἐστὶν ὡς οὐδέτερον. τὰ γὰρ σαρκοφαγοῦντα ζῷα συνετώτερα τῶν ἄλλων. θηρευτικὰ γοῦν ἐστὶ καὶ τέχνην ἔχει ταύτην, ἀφʼ ἧς περιποιεῖται τὸν βίον, ἰσχύν τε καὶ ἀλκὴν κέκτηται,
ὥσπερ λέοντες καὶ λύκοι· ὥσθʼ ἡ κρεοφαγία οὔτε τὴν ψυχὴν οὔτε τὸ σῶμα λυμαίνεται. δῆλον δʼ ἐστὶ κἀκ τοῦ τοὺς ἀθλητὰς τὰ σώματα κρείσσω τῇ κρεοφαγίᾳ παρέχειν, κἀκ τῶν ἰατρῶν, οἵ τὰ ἐκ τῆς ἀρρωστίας σώματα ἀναλαμβάνουσι ταῖς κρεοφαγίαις. τοῦ δὲ μὴ ὑγιῶς δοξάσαι τὸν Πυθαγόραν σημεῖον οὐ μικρόν· τῶν γὰρ σοφῶν ἀνδρῶν οὐδεὶς ἐπείσθη, οὔτε τῶν ἑπτὰ οὔτε τῶν ὕστερον γενομένων φυσικῶν, ἀλλʼ οὐδʼ
ὁ σοφώτατος Σωκράτης οὐδʼ οἱ ἀπὸ Σωκράτους.
νομή, καὶ τί πείσονται οἱ γεωργοί; καὶ γὰρ φθειρο- μένων τῶν καρπῶν τοὺς φθείροντας οὐκ ἀποκτείνου- σιν, ἡ γῆ τε τὸ πλῆθος οὐκ οἴσει τῶν ζῴων, τό τε θνή- σκοντα ἐκ τῆς σηπεδόνος φθορὰν ἐμποιήσει, λιμοῦ τε κατασχόντος οὐκ ἔσται καταφυγή. θάλασσα μὲν γὰρ
καὶ ποτσμοὶ καὶ λίμιναι ἰχθύων πεπλήσονται, ὁ δὲ ἀὴρ ὀρνίθων, ἡ δὲ γῆ πλήρης ἑρπετῶν παντοίων.
ἰατροῦ οἰκέτης ξένῳ περιπεσὼν νοσήματι, τῶν σαρκῶν ἀπόστασιν λαβουσῶν ἐκ τῶν ὀστῶν, τοῖς μὲν φαρμά- κοις ὠφέλητο οὐδέν· ἰχθύος δὲ τρόπῳ ἔχει σκευα- σθέντι καὶ βρωθέντι διεσώθη, τῆς σαρκὸς συγκολλη- θείσης. πολλὰ δὲ καὶ ἄλλα ζῷα θεραπεύει προσενε-
χθέντα καὶ τῶν ζῴων ἕν ἕκαστον μέρος. ὅ δὴ πάντα παραιρεῖται ὁ παραιτούμενος τὰ ἔμψυχα.
τητος ἔρωτι, διὰ δὲπαντὸς εἴδους ζῴων, κεχαρισμένον ἄν εἴη αὐταῖς τὸ ἀναιρεῖσθαι. ἡ γὰρ ἐπάνοδος ταχίων ἐπὶ τὸν ἄνθρωπον, τά τε σώματα ἐσθιόμενα λύπην οὐκ ἂν ἐντίκτοι ταῖς ψυχαῖς ὡς ἄν ἀπηλλαγμέναις αὐ- τῶν, ἔρως δʼ ἂν αὐταῖς εἴη ἐν ἀνθρώπου φύσει γενέ-
σθαι, ὥσθʼ ὅσον ἂν λυποῖντο ἐκλείπουσαι τὸ ἀνθρώ- πινον, ἐπὶ τοσοῦτο χαίροιεν ἀπολείπουσαι τὰ ἄλλα σώματα. ταχίων γὰρ ἡ ἐπὶ τὸν ἂνθρωπον ἐπάνοδος, ὅς τῶν ἀλόγων δεσπόζει πάντων ὡς ὁ θεὸς ἀνθρώ- πων. αἰτία τοίνυν ἱκανὴ ἀναιρεῖν τὰ ἂλογα ζῷα, ἐφʼ
ὅσον ἀδικεῖ κτείνοντα τοὺς ἀνθρώπους. εἰ δʼ εἰσὶν αἱμὲν τῶν ἀνθρώπων ἀθάνατοι ψυχαί, αἱ δὲ τῶν ἀλό- γων θνηταί, οὐκ ἀδικοῦμεν οἱ ἄνθρωποι τὰ ἄλογα κτείνοντες, ὥσπερ ὠφελοῦμεν, εἴπερ εἰσὶν ἀθάνατοι, κτείνοντες· εἰς ἐπάνοδον γὰρ τῆς ἀνθρωπἴνης φύσεως
τοῦτο δρῶμεν.
καὶ σκορπίον, κἄν μὴ ἐπίωσιν ἡμῖν, κτείνομεν, ἵνα μηδʼ ἄλλος πρὸς αὐτῶν τι πάθῃ, τῷ κοινῷ γένει τῶν ἀνθρώπων ἀμύνοντες· ἐπιχειροῦντα δὲ τοῖς ἀνθρώ- ποις ἢ τοῖς συνανθρωποῦσιν ἢ τοῖς καρποῖς, πῶς οὐκ ἂν δικαίως κτείνοιμεν;
ἡγεῖται, μήτε γάλακτι χρήσθω μήτʼ ἐρίῳ μήτε ὠοῖς, μήτε μέλιτι. ὡς γὰρ ἄνθρωπον ἀδικεῖς ἀφαιρούμενος τὴν ἐσθῆτα, οὕτως καὶ τὴν ὄιν πέξας· ἐσθὴς γὰρ αὕτη τοῦ προβάτου· καὶ τὸ γάλα οὐ σοὶ γέγονεν, ἀλλὰ τοῖς ἀποκυηθεῖσι τέκνοις· ἥ τε μέλισσα ταύτην αὑτῇ τρο- φὴν συνελέξατο, ἣν ἀφελόμενος ἡδονὴν σαυτῷ κατε- σκεύασας. καὶ τὸν τῶν Αἰγυπτίων λόγον σεσίγηκα, ὅτι καὶ τῶν φυτῶν ἀδικοῦμεν ἁπτόμενοι. εἰ δὲ ταῦθʼ
ἡμῶν χάριν γέγονεν, καὶ ἡ μέλισσα ἡμῖν δουλεύουσα τὸ μέλι ἐργάζεται καὶ τὸ ἔριον ἐπιφύεται τῶν προβά- των, ὅ ἡμῖν κόσμος καὶ ἀλέα.
ἐπεὶ καὶ οἱ ἡμίθεοι καὶ οἱ ἥρωες πάντες καὶ γένει καὶ ἀρετῇ ἡμῶν προύχοντες ἐδοκίμασαν τὴν τῶν ἐμψύ- χων προσφοράν, ὥστε καὶ θεοῖς θύειν δωδεκῇδας καὶ ἑκατόμβας. ὁ δὲ Ἡρακλῆς ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ τούτῳ ὑμνεῖται, ὅτι βουφάγος ἦν.
πόρρωθεν Πυθαγόρας ἠσφαλίζετο τῆς ἀλληλοφαγίας ἀποκρουόμενος τοὺς ἀνθρώπους, εὔηθες. εἰ μὲν γὰρ οἱ κατὰ Πυθαγόραν πάντες ἄνθρωποι ἀλλήλους ἤσθιον, ληρώδης ὁ καὶ τῶν ἄλλων ζῴων ἀποσπῶν τοὺς ἀνθρώπους, ἵνα τῆς ἀλληλοφαγίας ἀποστήσῃ.
διὰ τούτου γὰρ ἔμελλε μᾶλλον αὐτοὺς προτρέψεσθαι, ἀποφαίνων ὡς ἴσον ἐστὶν ἀλλήλους ἐσθίειν καὶ ὑῶν τε καὶ βοῶν σάρκας ἐμφορεῖσθαι. εἰ δὲ μὴ ἦν ἀλληλο- φαγία τότε, τί ἔδει τούτου τοῦ δόγματος; εἰ δʼ ἑαυτῷ καὶ τοῖς ἑταίροις τὸν νόμον ἐτίθει, αἰσχρὰ ἡ ὑπόθε-
σις· ἀλληλοφάγους γὰρ ἀποδείκνυσι τοὺς Πυθαγόρᾳ συμβιώσαντας.
τῶν θηρίων, ὑπό τε ὄφεων καταλήψεται πᾶσα ἡ γῆ αὶ κτῶν πετεινῶν, ὥστε καὶ τοὺς ἀρότους χαλεπῶς γίγνεσθαι καὶ τὰ σπαρέντα εὐθύς τε ὑπὸ τῶν ὀρνίθων ἀναλέγεσθαι καὶ τὰ τελεωθέντα ὑπὸ τῶν τετραπόδων ἅπαντα ἀναλίσκεσθαι. τοσαύτης δὲ ἀπορίας βρωτῶν γιγνομένης, ἀνάγκη πικρὰ καταλήψεται ἐπʼ ἀλλήλους
τραπέσθαι.
στρατεύοντες μετʼ Εὐρυσθένους καὶ Προκλέους ἐν ἀπορίᾳ τῶν ἀναγκαίων ὄφεις ἔφαγον, οὓς ἔδωκεν ἡ γῆ τότε τροφὴν τῷ στρατοπέδῳ. ἄλλῳ δὲ στρατῷ πεινῶντι κατὰ τὴν Διβύην ἐνέπεσε νέφος ἀκρίδων. ἐν τοῖς Γαδείροις καὶ τόδε συνέτυχε. Βόγος ἦν βασι-
λεὺς Μαυρουσίων ὁ ἐν Μεθώνῃ σφαγεὶς ὑπʼ Ἀγρίπ- πα· οὗτος ἐπεχείρησε τῷ Ἡρακλείῳ πλουσιωτάτῳ ὄντι ἱερῷ. ἔστι δὲ νόμος τοῖς ἱερεῦσιν ὁσημέραι τὸν βω- μὸν αἱμάσσειν. τοῦτο δὲ ὅτι οὐ γνώμῃ γίγνεται ἀν- θρώπων, ἀλλὰ κατὰ θεόν, ὁ τότε καιρὸς ἀπέδειξε. τῆς
γὰρ πολιορκίας ἐγχρονιζομένης ἐπέλιπε τὰ ἱερεῖα. ὁ. δὲ ἱερεὺς ἐν ἀπορίᾳ γενόμενος ὄνειρον ὁρᾷ τοιόνδε. ἐδόκει ἑστάναι μέσος τῶν στηλῶν τῶν Ἡρακλείων, ἔπειτʼ ἄντικρυς τοῦ βωμοῦ ὁρᾶν ὄρνιν καθεζόμενον καὶ πειρώμενον ἐφίπτασθαι· ἐπιπτάντα δὲ εἰς τὰς
χεῖρας ἐλθεῖν αὐτοῦ· ᾧ δὴ καὶ τὸν βωμὸν αἱμάξαι. τοῦτʼ ἰδὼν ἅμʼ ἡμέρᾳ ἐξαναστὰς ἐπὶ τὸν βωμὸν ἦλθεν καὶ ὥσπερ ἐν τῷ ὀνείρῳ στὰς ἐπὶ τοῦ πύργου ἀποβλέ- πει· ὁρᾷ τε τὸν ὄρνιν ἐκεῖνον οἷον ἐν τοῖς ὕπνοις, ἐλπίσας τε ἐκβαίνειν τοὐνύπνιον ἔστη. καταπτὰς δʼ
ὁ ὄρνις ἐπὶ τοῦ βωμοῦ ἐκαθέζετο, εἰς τὰς χεῖράς θʼ αὑτὸν ἔδωκε τοῦ ἀρχιερέως, καὶ οὕτως ἱερεύθη καὶ ὁ βωμὸς ᾑμάχθη. τούτου δʼ ἐστὶν ἐνδοξότερον τὸ γεγο- νὸς ἐν Κυζίκῳ. πολιορκοῦντος γὰρ αὐτὴν Μιθραδά- του ἡ τῆς Περσεφόνης ἑορτὴ ἐπέστη, ἐν ᾗ βοῦν χρὴ θῦσαι. αἱ δʼ ἱεραὶ ἀγέλαι ἐνέμοντο τῆς πόλεως ἄντι- κρυς, ἐξ ὧν ἔδει τὸ ἱερεῖον γενέσθαι, ἤδη δὲ ἦν καὶ τὸ σημεῖον ἐπικείμενον. τῆς δʼ ὥρας αἰτούσης ἡ βοῦς
ἐμυκήσατο διενήξατό τε τὸν πόρον· ὥς τε ἀνέῳξαν τὴν πύλην οἱ φύλακες, ἡ δὲ δρόμῳ διῇξε κἀπὶ τοῦ βωμοῦ παρέστη, τῇ θεῷ τε ἐτελέσθη τὸ θῦμα. οὐκ ἀπεικότως ἄρα εὐσεβέστατον εἶναι νομίζουσι τὸ πλεῖ- στα θῦσαι, εἴπερ ἀρεστὸν θεοῖς φαίνεται τὸ θύειν.
συμβαίνειν ἀνάγκη, μακρὸν ἄν ἔργον εἴη λέγειν. ὅτι δὲ οὐκ ἀσεβὲς τὸ κτείνειν καὶ ἐσθίειν, δηλοῖ τὸ καὶ αὐτὸν τὸν Πυθαγόραν, τῶν μὲν πάλαι διδόντων γάλα πίνειν τοῖς ἀθλοῦσι καὶ τυροὺς δὲ ἐσθίειν ὕδατι βε- . βρεγμένους, τῶν δὲ μετʼ ἐκείνους ταύτην μὲν ἀποδο-
κιμασάντων τὴν δίαιταν, διὰ δὲ τῶν ξηρῶν σύκων τὴν τροφὴν ποιουμένωντοῖς ἀθληταῖς, πρῶτον περιε- λόντα τὴν ἀρχαίαν κρέα διδόναι τοῖς γυμναζομένοις καὶ πολὺ διαφέρουσαν πρὸς ἰσχὺν εὑρεῖν δύναμιν. ἱστοροῦσι δέ τινες καὶ αὐτοὺς ἅπτεσθαι τῶν ἐμψύχων
τοὺς Πυθαγορείους, ὅτε θύοιεν θεοῖς.
τε ταύτας καὶ τὰς τῶν πολλῶν ὑπολήψεις ἀντιλέγειν εἰκότως ἄν προλέγοιμεν ταῦτα.
ῥήτορσιν, οὐ τοῖς τὸν πραγματικὸν βίον ἐπανελομέ- νοις· ἀνθρώπῳ δὲ λελογισμένῳ, τίς τ’ ἔστι καὶ πόθεν ἐλήλυθεν ποῖ τε σπεύδειν ὀφείλει, τά τε περὶ τροφὴν κἀν τοῖς ἄλλοις καθήκουσιν ἐξηλλαγμένα τῶν κατὰ τοὺς ἄλλους βίους ὑποτιθεμένῳ. οὐδὲν ἄρα πρὸς τοὺς
ἄλλους ἢ τοιούτους γρύξαιμεν ἄν· οὐδὲ γὰρ ἐν τῷ κοι- νῷ τούτῳ βίῳ ἡ αὐτὴ δήπου παραίνεσις τῷ τε καθεύ- δοντι καὶ εἰ τύχοι τοῦτο διὰ βίου σπουδάζοντι τά τε ὑπνωτικὰ πανταχόθεν παρασκευασαμένῳ, καὶ τῷ προθυμουμένῳ μὲν τὸν ὕπνον ἀποκρούειν, πᾶν δὲ τὸ
περὶ αὑτὸν πρὸς ἀγρυπνίαν συντάξαντι. ἀλλὰ τῷ μὲν ἀνάγκη καὶ μέθην καὶ κραιπάλην καὶ πλησμονὴν ὑπο- τίθεσθαι, σκοτεινόν τε οἶκον καὶ στρωμνὴν μαλακὴν εὐρεῖάν τε καὶ πίειραν, ὡς φασὶν οἱ ποιηταί, παραι- νεῖν ἐκλέγεσθαι, καὶ πᾶν καρωτικὸν ἀργίας τε καὶ
λήθης ποιητικόν, εἴτε ὀσφραντὸν εἴτʼ ἐπίχριστον εἴτε ποτὸν ἢ βρωτὸν προσάγειν φάρμακον· τῷ δὲ νηφά- λιον μὲν καὶ ἄοινον τὸ ποτόν, λεπτὸν δὲ τὸ σιτίον καὶ ἐγγὺς τεῖνον ἀποσιτίας, φωτεινὸν δὲ τὸν οἶκον καὶ ἀέρος λεπτοῦ καὶ πνεύματος μέτοχον, φροντίδων δὲ
καὶ μερίμνης ἀνακίνησιν σύντονον ποιεῖσθαι, κοὶ τὴν κοίτην λιτήν τε καὶ ξηρὰν παρασκευάζειν. εἰ μὲν γὰρ πρὸς τοῦτο πεφύκαμεν, λέγω δὲ τὸ διαγρυπνεῖν, ὡς ἔνι μάλιστα ὀλίγον τι διδόντες τῷ ὕπνῳ, καθʼ ὅσον οὐκ ἐν χώρῳ ἐσμὲν τῷ τῶν διʼ αἰῶνος ἀγρύπνων, ἢ
οὐδὲ πρὸς τὸ καθεύδειν συνέστημεν, ἄλλος ἂν εἴη λόγος καὶ μακρῶν δεόμενος ἀποδείξεων.
νους ἐν τοῖς σφῶν δεμνίοις παρακελευόμενοι, εὐλα- βούμενοι μὴ ὥσπερ ὀφθαλμίας οἱ εἰς τοὺς ὀφθαλμιῶν- τας ἐμβλέποντες ἢ χάσμης οἱ συνόντες τοῖς χασμωμέ- νοις, οὕτως νυσταγμῶν ἐμπλησθῶμεν καὶ ὕπνου, ψυγ- μοῦ τε πλήρους ὄντος τοῦ τόπου, ἐν ᾧ διατρίβομεν,
ἐπιτηδείως τε ἔχοντος ὀφθαλμοὺς ῥευματίζειν, ἅτε καὶ λιμνώδους ὄντος, καὶ πρὸς καρηβαρίαν καὶ λήθην πάντας τῶν ἐν αὐτῷ καθελκουσῶν ἀναθυμιάσεων. εἰ μὲν οὖν καὶ οἱ νομοθέται τὰ κατὰ τοὺς νόμους διέ- ταξαν ταῖς πόλεσι πρὸς τὸν θεωρητικὸν ἀνάγοντες
βίον καὶ ζωὴν τὴν κατὰ νοῦν, χρῆν δήπου πειθομένους ἐκείνοις κοὶ τὰς περὶ τῶν τροφῶν προσίεσθαι συγχω- ρήσεις. εἰ δὲ οὗτοι μὲν πρὸς τὸν κατὰ φύσιν λεγόμε- νον μέσον βίον ἀφορῶντες, καὶ ἃ πρόσοιντʼ ἂν καὶ οἱ πολλοί, οἷς τὰ ἐκτὸς ἀγαθὰ ἢ κακὰ καὶ τὰ τοῦ σώμα-
τος ὡσαύτως ὑπείληπται, νομοθετοῦσιν, τί τις ἂν τὸν τούτων παραφέρων νόμον ἀνατρέποι βίον νόμου μὲν παντὸς γραπτοῦ καὶ πρὸς τοὺς πολλοὺς κειμένου κρείττονα, τὸν δὲ ἄγραφον καὶ θεῖον μάλιστα διώ- κοντα; ἔχει γὰρ οὕτως.
θεωρία λόγων ἄθροισις καὶ μαθημάτων πλῆθος, ὡς ἄν τις οἰηθείη, συνισταμένη κατὰ τοῦτο, οὐδʼ ἐν τῷ ποσῷ τῶν λόγων λαμβάνει τὴν ἐπίδοσιν· οὕτω γὰρ οὐδὲν ἄν ἐκώλυεν τοὺς πᾶν μάθημα συνάγοντας εἶναι εὐδαίμονας. νῦν δʼ οὐχ ὅπως πᾶν μάθημα συμπλη-
ροῖ τὴν θεωρίαν, ἀλλʼ οὐδὲ τὰ περὶ τῶν ὄντως ὄντων, ἐὰν μὴ προσῇ καὶ ἡ κατ᾿ αὐτὰ φυσίωσις καὶ ζωή. τριῶν γάρ, φασίν, ὡς καθʼ ἕκαστον σκοπὸν τελῶν ὄντων, ἡμῖν τοῦ τυχεῖν τῆς τοῦ ὄντος θεωρίας τὸ τέλος, τῆς τεύξεως τελούσης τὴν κατὰ δύναμιν τὴν ἡμετέραν σύμφυσιν τῷ θεωροῦντι καὶ θεωρουμένῳ· οὐ γὰρ
εἰς ἄλλο, ἀλλʼ εἰς τὸν ὄντως αὐτὸν ἡ ἀναδρομή· οὐδὲ πρὸς ἄλλο, ἀλλὰ πρὸς τὸν ὄντως αὐτὸν ἡ σύμφυσις. αὐτὸς δὲ ὄντως ὁ νοῦς, ὥστε καὶ τὸ τέλος τὸ ζῆν κατὰ νοῦν. καὶ πρὸς τοῦτο καὶ οἱ λόγοι καὶ τὰ μαθήματα τὰ ἔξωθεν, καθαρτικὸν ἐπέχοντα τρόπον ἡμῶν, οὐ
συμπληρωτικὸν τῆς εὐδαιμονίας. ὅθεν εἰ μὲν ἐν λό- γων ἀναλήψει ἀφώριστο τὸ εὔδαιμον, οἷόν τʼ ἦν ὀλι- γωροῦντας καὶ τροφῶν καὶ ποιῶν ἔργων τυγχάνειν τοῦ τέλους. ἐπεὶ δὲ ζωὴν δεῖ ἀντὶ ζωῆς ἀλλάξασθαι τῆς νῦν διὰ λόγων καὶ ἔργων καθαρθέντας, φέρε
ποῖοι λόγοι καὶ τίνα ἔργα εἰς ταύτην ἡμᾶς καθίστησι σκεψώμεθα.
καὶ ἀποβολῆς ἄξια; καὶ μᾶλλον ὅσῳ τοῦ μὲν ἀφίστη- σιν, πρὸς ὅ δὲ κατασπᾷ, οἶμαι ἀκόλουθον εἶναι συγ- χωρεῖν. ἐοίκαμεν γὰρ τοῖς εἰς ἀλλόφυλον ἔθνος ἢ ἑκοῦσιν ἀπεληλυθόσι καὶ μὴ μόνον τῶν οἰκείων ἐξ- ορίστοις, ἀλλὰ καὶ ἐκ τῆς ξένης ἐμπλησθεῖσι παθῶν
τε καὶ ἐθῶν καὶ νομίμων ἐκφύλων καὶ πρὸς ταῦτα ῥοπὴν ἐσχηκόσιν. ὅνπερ οὖν τρόπον ὁ ἐκεῖθεν εἰς τὰ οἰκεῖα μέλλων ἐπανήκειν οὐ μόνον προθυμεῖται ὁδεύ- ειν, ἀλλὰ καί, ἵνα παραδεχθῇ, μελετᾷ μὲν ἀποτίθε- σθαι πᾶν εἴ τι προσέλαβεν ἀλλόφυλον, ἐπαναμιμνή-
σκει δʼ ἑαυτὸν ὧν ἔχων ἐπελάθετο, ὧν ἄνευ παρα- δεχθῆναι οὐχ οἷόν τε πρὸς τῶν οἰκείων· τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς δεῖ ἐντεῦθεν, εἴπερ πρὸς τὰ ὄντως
τὸ ἂν ἀποστρέφει ἔρωτος. ἀποστατέον ἄρα εἰς δύνα- μιν τούτων. αἱ δὲ ἀποστάσεις διὰ τῶν ἐκκλίσεων τῶν κατὰ τὰς αἰσθήσεις παθῶν καὶ τῶν κατὰ τὰς ἀλογίας, αἱ δὲ αἰσθήσεις ἢ διὰ τῶν ὁρατῶν ἢ τῶν ἀκουστῶν ἢ γευστῶν ἢ ὀσφραντῶν ἢ ἁπτῶν. οἷον γὰρ μητρόπολις
ἡ αἴσθησις ἦν τῆς ἐν ἡμῖν ἐκφύλου τῶν παθῶν ἀποι- κίας. φέρε γὰρ ἴδε καθʼ ἑκάστην ὅσον τὸ ὑπέκκαυμα εἰσρεῖ τῶν παθῶν εἰς ἡμᾶς, τοῦτο μὲν ἐκ τῆς κατὰ τὰς θέας ἵππων τε ἁμίλλης καὶ ἀθλητῶν ἢ τῶν ἐκλε- λυγισμένων ὀρχήσεων, τοῦτο δὲ ἐκ τῆς ἐπιβλέψεως
τῆς πρὸς τὸ θῆλυ, αἳ δέλεαρ τοῦ ἀλογίστου παντοίαις ἐπιθέτοις παγίσι χειροῦνται τὸ ἄλογον.
δὲ διὰ τῶν ἀκοῶν ἐμπαθεῖς οὖσαι κινήσεις ἔκ τε ποιῶν ψόφων καὶ ἤχων, αἰσχρορρημοσύνης τε καὶ λοιδορίας, ὡς τοὺς μὲν πολλοὺς τέλεον τοῦ λογισμοῦ ἐκδεδυκότος φέρεσθαι ποιοῦσιν οἰστρουμένους, τοὺς δʼ οὖ θηλυνομένους παντοίας στροφὰς ἑλίττεσθαι.
θυμιαμάτων δὲ χρήσεις ἢ εὐώδεις πνοαί, αἵ τε τοὺς οὑτῶν ἔρωτας τοῖς ἐρασταῖς ἐμπορευόμεναι, τίνα λε- λήθασιν, ὅσην τῆς ψυχῆς τὴν ἀλογίαν πιαίνουσιν; περὶ γὰρ τῶν διὰ τῆς γεύσεως τί ἄν τις καὶ εἴποι πα- θημάτων, διπλοῦ μάλιστʼ ἀνταῦθα τοῦ δεσμοῦ συμ-
πλεκομένου· τοῦ μὲν ὃν ἐκ τῆς γεύσεως τὰ πάθη πιαί- νει, τοῦ δὲ ὃν ἐκ τῆς ἐμφορήσεως τῶν ἀλλοτρίων σω- μάτων βαρύν τε καὶ δυνατὸν ἐργαζόμεθα; φάρμακα γάρ, ὥς πού τις τῶν ἰατρῶν ἔφη, οὐ μόνα τὰ σκευα- στὰ ὑπὸ τῆς ἰατρικῆς, ἀλλὰ καὶ τὰ καθʼ ἡμέραν εἰς τροφὴν παραλαμβανόμενα σιτία τε καὶ ποτά· καὶ πολὺ
μᾶλλον τὸ θανάσιμον ἐκ τούτων τῇ ψυχῇ ἀναδίδοται ἢ ἐκ τῶν φαρμακειῶν εἰς διάλυσιν τοῦ σώματος κατα- σκευάζεται. αἰ δὲ ἀφαὶ μόνον οὐ σωματοῦσαι τὴν ψυ- χὴν καὶ εἰς ἀνάρθρους ψόφους, οἷα δὴ σῶμα, πολλά- κις ἐκπίπτειν ἠρέθισαν. ἐξ ὧν αἱ μνῆμαι καὶ αἱ φαν-
τασίαι αἵ τε δόξαι ἀθροιζόμεναι ἑσμὸν τῶν παθῶν ἐγείρονσαι, φόβων, ἐπιθυμιῶν, ὀργῶν, ἐρώτων, φίλ- τρων, λυπῶν, ζήλων, μεριμνῶν, νοσημάτων, τῶν ὁμοίων παθῶν πλήρη ἀπέδειξαν.
γῆναι αὐτῶν τῆς μελέτης, καὶ νύκτωρ καὶ μεθʼ ἡμέ- ραν τῆς κατὰ τὴν αἴσθησιν ἀναγκαίας συμπλοκῆς ἡμῖν παρούσης. ὅθεν ὅση δύναμις ἀποστατέον τῶν τοιού- των χωρίων, ἐν οἷς καὶ μὴ βουλόμενόν ἐστιν περιπί- πτειν τῷ πάθει· καὶ εὐλαβητέον τὴν ἐκ τῆς πείρας
μάχην καὶ εἰ βούλει καὶ νίκην καὶ τὴν ἐκ τῆς ἀπειρίας ἀγυμνασίαν.
Πλάτων δὲ τὴν Ἀκαδήμειαν οἰκεῖν εἵλετο, οὐ μόνον ἔρημον καὶ πόρρω τοῦ ἄστεος χωρίον, ἀλλὰ καί, ὡς φασίν, ἐπίνοσον. ἄλλοι δὲ καὶ τῶν ὀφθαλμῶν οὐκ ἐφείσαντο πόθῳ τῆς ἔνδον ἀπερισπάστου θεωρίας. εἰ δέ τις οἴεται συνανθρωπεύων καὶ ἐμπιπλὰς τὰς αἰ-
σθήσεις τῶν κατʼ αὐτὰς παθῶν αὐτὸς μένειν ἀπαθής, λέληθεν αὑτὸν καὶ τοὺς αὐτῷ πειθομένους ἀπατῶν ἀγνοῶν τε ὡς πολὺ τῶν παθῶν καταδεδούλωται αὐτῇ ὑπὸ τοῦ πλήθους οὐκ ἀλλοτριώσει. οὐ γὰρ δὴ μά- την οὐδὲ τῆς φύσεως καταψευδόμενος τῶν φιλοσόφων ἔλεγεν ὁ φάς· “οὗτοι δέ που ἐκ νέων πρῶτον εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου) δικαστή- ριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως
συνέδριον, νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν. σπουδαὶ δὲ ἑταιρειῶν ἐπʼ ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσιν κῶμοι, οὐδὲ ὄναρ πράττειν προσί- σταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τι γέγονεν ἐν πόλει,
ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονός, πρὸς ἀν- δρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θα- λάττης λεγόμενοι χόες. καὶ ταῦτα πάντα οὐδʼ ὅτι οὐκ οἶδεν, οἶδεν. οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐ- δοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ
πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα, πανταχῇ πέτεται κατὰ Πίνδαρον, εἰς τῶν ἐγγὺς οὐ- δὲν ἑαυτὴν συγκαθιεῖσα.
ἀπαθῆ, ἀλλʼ ἐκ τοῦ εἰς μηδὲν αὐτῶν συγκαθιέναι. διʼ ὃ οὔτε τὴν ὁδὸν οἶδεν, ὅπου τὸ δικαστήριον ἢ βουλευτήριον, οὔτʼ ἄλλο οὐδὲν τῶν κατὰ μέρος. οὐκ οἶδε μὲν καὶ ἀπαντᾷ, ἀπαντῶν δὲ καὶ ἐμπιπλὰς τὰς αἰσθήσεις ἀπʼ αὐτῶν, ὅτι οὐδὲν οὐκ οἶδεν, ἀλλὰ τοὐ-
ναντίον ἀπεχόμενον αὐτῶν φησίν, καὶ μὴ εἰδότα, οὐδʼ ὅτι οὐκ οἶδεν, εἰδέναι. εἰς δὲ δεῖπνα καθιέναι οὐδὲ ὄναρ, φησίν, προσίσταται αὐτῷ. σχολῇ ἄρα ἀγανακτήσειεν ἂν ζωμῶν καὶ κρεᾳδίων ἀποστερούμε- νος. ἢ ὅλως προσήσεται ταῦτα; οὐχὶ δὲ πάντα ἡγη-
σάμενος μικρὰ μὲν καὶ οὐδὲν ἐκ τῆς ἀποχῆς, με- γάλα δὲ καὶ βλαβερὰ ἐκ τῆς προσαγωγῆς, παραδειγ- μάτων ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονε- στάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, τῷ μὲν ὁμοιώσεται, τῷ δὲ ἀνομοιώσεται, τὸν εἰκότα βίον ζῶν ὁμοιοῦται, λιτόν τε τοῦτον καὶ αὐτάρκη καὶ ἥκιστα τοῖς θνητοῖς
ἐμφορούμενον;
ἑαυτὸνὁ φιλοσοφῶν οὐκ ἐξάξει· βιαζόμενος γὰρ οὐδὲν ἧττον ἐκεῖ μένει, ὅθεν ἀπελθεῖν βιάζεται· οὐ μὴν τὸν δεσμὸν παχύνων ἀδιάφορόν τι πράττειν ἡγήσεται. ὥστε τὸ ἀναγκαῖον μόνον διδοὺς τῇ φύσει καὶ τοῦτο κοῦφον καὶ διὰ κουφοτέρων τροφῶν, πᾶν τὸ παρὰ
τοῦτο ὡς εἰς ἡδονὴν συντεῖνον παραιτήσεται. πέπει- σται γὰρ κατὰ τὸν εἰπόντα, ὡς ἧλος ψυχῆς πρὸς τὰ σώματα ἐτύγχανεν ἡ αἴσθησις· αὐτῇ τῇ ῥώσει τοῦ πάθους ἑαυτῆς συγκολλῶσα καὶ οἷον καθηλοῦσα τὴν ψυχὴν πρὸς τὴν διὰ τοῦ σώματος ἀπόλαυσιν. εἰ
γὰρ μὴ ἐνεπόδιζεν· τὰ αἰσθήματα τῇ τῆς ψυχῆς καθαρᾷ ἐνεργείᾳ, τί δεινὸν ἦν ἐν σώματι εἶναι ἀπαθῆ μένοντα τῶν διὰ σώματος κινημάτων;
αὐτῷ, κἂν ἡμεῖς μὴ ὦμεν πρὸς αὐτῷ. νοῦ δὲ ὁ παρεκβὰς ἐκεῖ ἐστὶν ὅπου καὶ παρεξῆλθεν, καὶ δια- θέων γε ἄνω καὶ κάτω τῇ τῆς ἀντιλήψεως προσοχῇ ἐκεῖ πάρεστιν ὅπου ἡ ἀντίληψις. ἄλλο δὲ ἦν μὴ προσέχειν τοῖς αἰσθητοῖς τῷ πρὸς ἄλλοις εἶναι, ἄλλο
δὲ τὸ ἀφιστάντα νομίζειν ἑαυτὸν μὴ παρεῖναι. οὐ δὴ 1 δείξει τις τοῦτο συγχωροῦντα τὸν Πλάτωνα, εἴγε μὴ ἑαυτὸν ἀπατῶντα τοῦτόν τις ἐπιδείξειεν. ὁ δὴ καθ- ιεὶς εἰς βρωτῶν παραδοχὰς καὶ εἰς θέας ἑκὼν τὰς διʼ ὄψεως ὁμιλίας τε καὶ γέλωτας αὐτῇ τῇ καθέσει ἐκεῖ ἐστὶν ὅπου καὶ τὸ πάθος· ὁ δὲ πρὸς ἄλλοις ὤν
καὶ ἀποστάς, οὗτός ἐστιν ὁ διὰ τὴν ἀπειρίαν γέλωτα παρέχων οὐ μόνον Θρᾴτταις ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, καὶ ὅταν καθῇ, εἰς πᾶσαν ἀπορίαν ἐμπίπτων, ἀλλʼ οὐκ ἐξαναισθητῶν, οὐδὲ ἐξακριβῶν μέν, τῷ δὲ ἀλό- γῳ μόνον ἐνεργῶν (οὐ γὰρ τοῦτο εἰπεῖν ἐτόλμησε
Πλάτων), ἀλλʼ ὡς ἔν τε ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτε οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενός, ἐκ τοῦ μὴ μεμελετηκέναι, φησίν· ἀπορῶν οὖν γελοῖος φαίνεται, ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις, οὐ προσποιητῶς, ἀλλὰ τῷ
ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι.
οχὰς ἡμῖν δεδωκότων. δύο γὰρ ἂν οὕτω ζῴων συν- έρξεις ἐποίουν, ἅ ἐνεδέχετο, ἄλλου πρὸς ἄλλοις ὄντος, τὸ ἕτερον τοῦ ἑτέρου μὴ προσποιεῖσθαι τὰ ἔργα.
εἰ οἷόν τʼ ἦν ἐνεργεῖν ἡμᾶς κατὰ νοῦν πρὸς τὰ θνητὰ συναπτομένους ἂνευ τῆς τοῦ νοῦ ἐπιβλέψεως, ὥς τινες ἀπεφαίνοντο; “νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει.ʼʼ εἰ δʼ ἐσθίων πολυτελῆ καὶ πίνων οἶνον τὸν ἥδιστον οἷός τε εἶ πρὸς τοῖς ἀύλοις εἶναι, διὰ τί οὐχὶ καὶ παλ-
λακίσι συνὼν καὶ δρῶν ἅ μηδὲ λέγειν καλόν; παν- ταχοῦ γὰρ τοῦ ἐν ἡμῖν παιδὸς ἦν ταῦτα τὰ πάθη, καὶ ὅσῳ αἰσχρά, οὐ πρὸς αὐτὰ φήσεις κατασπᾶσθαι. τίς γὰρ ἡ διακλήρωσις τούτου, τὰ μὲν μὴ οἷόν τε εἶναι πάσχειν μὴ ὄντα πρὸς αὐτοῖς, τὰ δὲ ἕτερα συγχωρεῖν ἀποτελεῖν πρὸς τοῖς νοητοῖς ὄντα; οὐ γὰρ ὅτι τάμεν
ὑπείληπται εἶναι αἰσχρὰ παρὰ τοῖς πολλοῖς, τὰ δὲ οὔ αἰσχρὰ γὰρ πάντα ὡς πρός γε τὴν κατὰ νοῦν ζωήν, καὶ πάντων ἀφεκτέον καθάπερ τῶν ἀφροδισίων. ὀλίγον δὲ τῇ φύσει τροφῶν συγχωρητέον διὰ τὴν τῆς γενέσεως ἀνάγκην. ὅπου γὰρ αἴσθησις καὶ ταύτης
ἀντίληψις, ἐκεῖ τοῦ νοητοῦ ἡ ἀπόστασις· καὶ ὅσῳ τῆς ἀλογίας ἀνακίνησις, τόσῳ τοῦ νοεῖν ἀπόστασις. οὐ γὰρ ἐνδέχεται τῇδε κἀκεῖσε φερόμενον, ἐνταῦθα ὄντα, εἶναι ἐκεῖ. οὐ γὰρ μέρει ἡμῶν, ἀλλʼ ὅλοι τὰς προσοχὰς ποιούμεθα.
σιν παθαινόμενον πρὸς τοῖς νοητοῖς ἐνεργεἴν πολ- λοὺς καὶ τῶν βαρβάρων ἐξετραχήλισεν, οἵ ἐπὶ πᾶν εἶδος ἡδονῆς προῆλθον ἐκ καταφρονήσεως, λέγοντες καὶ τῶν δύνασθαι πρὸς ἄλλοις ὄντα τῇ ἀλογίᾳ χρῆ- σθαι τούτοις ἐπιτρέπειν. ἤδη γάρ τινων ἀκήκοα τῇ
σφῶν δυστυχίᾳ συναγορευόντων τοῦτον τὸν τρόπον. οὐ γὰρ ἡμᾶς μολύνει, φασί, τὰ βρώματα, ὥσπερ οὐδὲ τὴν θάλατταν τὰ ῥυπαρὰ τῶν ῥευμάτων· κυρι-. εύομεν γὰρ βρωτῶν ἀπάντων, καθάπερ ἡ θάλασσα τῶν ὑγρῶν πάντων. εἰ δὲ ἡ θάλασσα κλείσειε τὸ
ἑαυτῆς στόμα, ὥστε μὴ δέξασθαι τὰ ῥέοντα, ἐγένετο καθʼ ἑαυτὴν μὲν μεγάλη, κατὰ δὲ τὸν κόσμον μικρά, ὡς μὴ δυναμένη στέξαι τὰ ῥυπαρά. εὐλαβηθεῖσα δὲ μολυνθῆναι, οὐκ ἂν δέξαιτο. ἀλλὰ διὰ τοῦτο δὴ πάντα δέχεται, γιγνώσκουσα τὸ ἑαυτῆς μέγεθος, καὶ
οὐκ ἀποστρέφεται τὰ εἰς ἑαυτὴν ἐρχόμενα. καὶ ἡμεῖς οὖν, φασίν, ἐὰν εὐλαβηθῶμεν βρῶσιν, ἐδουλώθη- μεν τῷ τοῦ φόβου φρονήματι. δεῖ δὲ πάνθʼ ἡμῖν ὑποτετάχθαι. ὕδωρ μὲν γὰρ ὀλίγον συνακτὸν ἐάν τι δέξηται ῥυπαρόν, εὐθέως μιαίνεται καὶ θολοῦται ὑπὸ τῆς ῥυπαρίας· βυθὸς δὲ οὐ μιαίνεται. οὕτω δὴ καὶ βρώσεις τῶν ὀλίγων περιγίγνονται· ὅπου δὲ βυ- θὸς ἐξουσίας, πάντα δέχονται καὶ ὑπʼ οὐδενὸς μιαί-
νονται. τοιούτοις δʼ ἑαυτοὺς ἀπατῶντες ἀκόλουθα μὲν οἷς ἠπάτηντο ἔδρων, ἀντὶ δʼ ἐλευθερίας εἰς τὸν τῆς κακοδαιμονίας βυθὸν αὐτοὺς φέροντες ἔπνιξαν. τοῦτο καὶ τῶν κυνικῶν τινὰς παντορέκτας ἐποίησεν, προσπλακέντας τῷ αἰτίῳ τῶν ἁμαρτημάτων αὐτοῖς,
ὅ δὴ καλεῖν εἰώθασιν ἀδιάφορον.
λώμεθα ἂν τε μή, κρουσθέντος τοῦ σώματος ὑπὸ τῶν ἔξωθεν καὶ τοῦ κρούσματος εἰς ἀντίληψιν ἀφικομέ- νου. ἡ γὰρ ἀντίληψις ἐτύχgκεν οὖσα ἡ φθέγξις, φθέγξασθαι δʼ οὐκ ἔστι τὴν ψυχὴν μὴ ὅλην πρὸς τὸ φθέγμα ἐπιστραφεῖσαν καὶ τὸ ἐπιστατικὸν ὄμμα πρὸς
τοῦτο μεταθεῖσαν. ὅλως δὲ τῆς ἀλογίας τὸ ἄχρι τί- νος καὶ πῶς καὶ πόθεν καὶ πρὸς οὕς ἐπικρίνειν οὐκ ἐχούσης, καθ’ ἑαυτὴν δὲ ἀνεπισκέπτου ὑπαρχούσης, ἂν ἐπιβρίσῃ, ἵπποις ἐοικυίας ἄνευ ἡνιόχου, ἀμή- χανόν ἐστιν ἢ διοικεῖν τι καθηκόντως πρὸς τὰ ἔξω
ἢ τροφῆς καιρὸν καὶ μέτρα γιγνώσκειν, μὴ οὐχὶ τοῦ ἡνιόχου ἐφεστῶτος ὄμματος, ὃς τὰ κινήματα ῥυθμί- ζει καὶ ἡνιοχεῖ τῆς τυφλῆς καθʼ ἑαυτὴν ἀλογίας. ὁ δὲ τὴν ἐπίστασιν τοῦ λογισμοῦ ἀφαιρῶν τῆς ἀλογίας, ἐπιτρέπων δὲ αὐτῇ φέρεσθαι κατὰ τὴν οἰκείαν φύ-
σιν, οἷος ἂν εἴη τῇ ἐπιθυμίᾳ συγχωρήσας εἰς ὅσον βούλεται προχωρεῖν τῆς οἰκείας κινήσεως, καὶ τῷ θυμιῷ ὡσαύτως. καλὸν γοῦν ἡμῖν τὸ σπουδαῖον ποι- ήσει καὶ τὰ ἔργα αὐτοῦ λελογισμένα ἀκάθεκτον ὑπὸ τοῦ ἐφεστῶτος λογισμοῦ ποιῶν ἐν ταῖς τοῦ ἀλόγου ἐνεργείαις.
σπουδαῖος τοῦ φαύλου, ὅτι ὁ μὲν πανταχοῦ τὸν λο- γισμὸν ἔχει παρεστῶτα καὶ κρατοῦντα καὶ ἡνιοχοῦντα τὸ ἄλογον, ὁ δὲ πολλὰ πράττει παριεὶς τῷ λογισμῷ καὶ σὺν τούτῳ πράττειν ἅ πράττει. διʼ ὅ καὶ ὁ μὲν ἀλόγιστος λέγεται καὶ φερόμενος ὑπὸ τῆς ἀλογίας, ὁ
δὲ λελογισμένος καὶ ἐγκρατὴς παντὸς ἀλογίστου· καὶ τὸ ἁμαρτάνειν ἄρα τοῦτο τοῖς πολλοῖς καὶ ἐν λόγῳ καὶ ἐν πράξει καὶ ταῖς ἐπιθυμίαις καὶ ταῖς ὀργαῖς γίνεται, ἔμπαλιν δὲ κατορθοῦν τοῖς σπουδαίοις, ὅτι οί μὲν ἐφῆκαν τῷ παιδὶ δρᾶν καθʼ ἑαυτὸν ἃ βούλε-
ται, οἱ δὲ τῷ παιδαγωγῷ, καὶ μετὰ τούτου τὰ καθʼ ἑαυτούς κυβερνῶσιν. ὥστε καὶ ἐν βρωτοῖς καὶ ἐν ταῖς ἄλλαις ταῖς διὰ τοῦ σώματος ἐνεργείαις ἢ ἀπο- λαύσεσιν παρὼν μὲν ὁ ἡνίοχος ἀφορίζει τὸ σύμμε- τρον καὶ τὸ εὔκαιρον, ἀπὼν δὲ καὶ ὡς φασίν τινες
πρὸς τοῖς ἑαυτοῦ ὤν, εἰ μὲν καὶ τὴν ἡμετέραν πρόσε- ξιν ἔχει παρʼ ἑαυτῷ, οὐδʼ ἐπιτρέπει τῇ ἀλογίᾳ παθαίνεσθαι οὐδʼ ὅλως τι ἐνεργεῖν. εἰ δʼ ἀφῆκε ταύτην πρὸς τῷ παιδὶ εἶναι ἄνευ αὑτοῦ, ἀπώλεσε τὸν ἄνθρωπον συρόμενον ὑπὸ τῆς ἀνοίας τοῦ ἀλό-
μου.
τροφαῖς καὶ μᾶλλον· οὐδὲ γὰρ τοῦ μέλλοντος ἐξ αὐ- 2 τῶν ἐπιλογιστικὸν τὸ ἄλογον. φύσει γὰρ ἀνεπίγνω- μον τοῦ ἀπόντος τὸ ἄλογον. τῶν δὲ τροφῶν εἰ μὲν ἦν ἀπηλλάχθαι ὥσπερ τῶν ὁρατῶν ἀρθέντων (ἔξεστι γὰρ πρὸς ἄλλοις εἶναι κοιμίσαντα τὰς ἀπʼ αὐτῶν φαντασίας), μέτριον ἄν ἦν, τῇ ἀνάγκῃ εἴξαντα τῆς
θνητῆς φύσεως ἐπʼ ὀλίγον, εὐθὺς ἀπηλλάχθαι. ἐπεὶ δὲ καὶ παρολκῆς χρόνου χρεία καὶ πέψεως καὶ ἀνα- δόσεως καὶ τῆς πρὸς τούτοις συνεργείας τῆς ἐξ ὕπνου τε καὶ ἡσυχίας τῆς τε ἄλλης ἀργίας καὶ μετὰ ταῦτα τῆς ἐκ τῆς ἀναδόσεως ποιᾶς κράσεως περιττωμάτων
τε διαχωρήσεως, ἀνάγκη τὸν παιδαγωγὸν παρεῖναι, ὅς τὰ κοῦφα καὶ ἀνεμπόδιστα ἑαυτῷ ἐκλεξάμενος, ταῦτʼ ἐπιτρέψει τῇ φύσει, τὸ μέλλον προορώμενος καὶ ὅσον τὸ ἐμπόδιον, συγχωρήσαντος ταῖς ἐπιθυ- μίαις φορτίον οὐκ εὐάγκαλον ἐπεισάγειν ἡμῖν διʼ
ὀλίγην ἡδονήν, ἧς ἐν τῷ καταδέχεσθαι αὐτὰ εἰς τὴν κατάποσιν ἀντιλαμβάνονται.
ποιῶν πλειόνων τῶνὑπηρετησομένωνδεήσεσθαι,μήτε ἐσθίων πλειόνων ἡδονῶν ἀντιλήψψεσθαι,μήτεπληρού- μενος πολλῆς ἀργίας ἐμπλήσεσθαι, μήτε παχυτέρου φορτίου ἐμπιπλάμενος ὑπνώδης γίγνεσθαι, μήτε τῶν πιαινόντων τὸ σῶμα πληρούμενος ἰσχυρότερον μὲντὸν
δεσμόν, αὐτὸν δὲ ἀργότερον πρὸς τὰ οἰκεῖα ποιήσειν καὶἀσθενέστερον.δειξάτω τοίνυνὴμῖντιςἀνήρ,σπεύ- δων ὡς ἔνι μάλιστα ζῆν κατὰ νοῦν καὶ ἀπερίσπαστος ἐκ τῶν κατὰ τὸ σῶμα παθῶν εἶναι, ὡς εὐπορωτέρα μὲν ἡ κρεοφαγία τῶν ἐκ τῶν ἀκροδρύων καὶ ἐκ λαχάνων
ὄψων, εὐτελεστέρα δὲ ἡ τούτων παρασκευὴ τῆς τῶν ἀψύχων καὶ μαγείρων ὅλως μὴ δεομένης, ἀνήδονος δὲ καθʼ ἑαυτὴν παραβαλλομένη πρὸς τὴν ἄψυχον, κου- φοτέρα δὲ ἐν ταῖς πέψεσιν τῆς ἑτέρας, κἀν ταῖς ἀνα- δόσεσιν ταῖς εἰς τὸ σῶμα ταχυτέρα τῆς ἐκ λαχάνων ἀναδόσεως, πρός τε τὰς ἐπιθυμίας ἧττον ἐρεθίζουσα,
καὶ εἰς πάχος καὶ ῥώμην σώματος ἔλαττον συμβαλλο- μένη τῆς ἀψύχου διαίτης.
στάσει ἐκ πολλῶν (οὐ γὰρ ἑνὸς ἦν, ἀλλὰ μυρίων, τοῖς ἐλαχίστοις ἐθίσαντα αὐτὸν ἀρκεῖσθαι, ἀπηλλά- χθαι), χρημάτων περιουσίας, οἰκετῶν πλειόνων ὑπη- ρεσίας, σκευῶν πλήθους, ὑπνώδους καταστάσεως, νόσων σφοδρότητος καὶ πλήθους, ἰατρῶν δεήσεως,
ἐρεθισμῶν πρὸς ἀφροδίσια, ἀναθυμιάσεων παχυτέ- ρων, περιττωμάτων πλήθους, παχύτητος τοῦ δε- σμοῦ, ῥώμης πρὸς πράξεις ἐγειρούσης, Ἰλιάδος κα- κῶν· ὧν ἡ ἄψυχος καὶ λιτὴ τροφὴ καὶ πᾶσιν εὐπό- ριστος ἀφαιρεῖται ἡμᾶς, εἰρήνην παρασκευάζουσα τῷ τὰ σωτήρια ἡμῖν ἐκπορίζοντι λογισμῷ. οὐ γὰρ ἐκ τῶν μαζοφάγων, φησὶν ὁ Διογένης, οἱ κλέπται καὶ οἱ πολέμιοι, ἀλλ᾿ ἐκ τῶν κρεοφάγων οἱ συκοφάν- ται καὶ τύραννοι. τῆς δὲ τοῦ πολλῶν δεῖσθαι ἀρθεί- σης αἰτίας καὶ τοῦ πλήθους τῶν εἰσαγομένων ἐἰς τὸ
σῶμα περιαιρεθέντος τοῦ τε βάρους τῶν ἀναδιδομέ- νων κουφισθέντος, ἐλεύθερον τὸ ὄμμα καπνοῦʼτε καὶ κύματος τοῦ σωματικοῦ ἐκτὸς καθωρμισμένον γίγνεται.
ὅθεν οὐ μόνον οἱ κατὰ νοῦν ζῆν ἐσπουδακότες καὶ τέλος τὸν κατʼ αὐτὸν βίον ἐνστησάμενοι ἀναγκαίαν πρὸς τὸ τέλος ὁρῶσι τὴν τούτων ἀποχὴν, ἀλλὰ καὶ πᾶς σχεδὸν οἶμαι φιλόσοφος τὴν εὐτέλειαν πρὸ τῆς πολυτελείας ἐγκρίνων ἀποδέξαιτʼ ἄν μᾶλλον τὸν ὀλίγοις ἀρκούμενον τοῦ πλειόνων δεομένου. καὶ (ὃ παράδοξον τὅς πολλοὅς δόξειεν ἄν εἶναι) τοῦτο λέ- γοντας καὶ ἐκτιμῶντας εὑρίσκομεν [λέγω δὲ] τοὺς
ἡδονὴν οἰομένους τὸ τέλος τῶν φιλοσοφησάντων. τῶν γὰρ Ἐπικουρείων οἱ πλείους ἀπʼ αὐτοῦ τοῦ κορυ- φαίου ἀρξάμενοι μάζῃ καὶ τοῖς ἀκροδρύοις ἀρκούμε- νοι φαίνονται, τά τε συγγράμματα ἐμπεπλήκασι τὸ ὀλιγοδεὲς τῆς φύσεως ἀφηγούμενοι καὶ τὸ ἐκ τῶν
λιτῶν καὶ εὐπορίστων ἱκανῶς αὐτῆς τὸ ἀναγκαῖον ἰώμενον παριστάντες.
καὶ αὐτάρκῶς τὰ εὐπόριστα, ἁπλῆν ἔχοντα φύσιν ὑγρῶν τε καὶ ξηρῶν· τὸ δὲ λοιπὸν ὅσον εἰς πολυτέ- λειαν πέπτωκεν, οὐκ ἀναγκαίαν ἔχειν φασὶ τὴν ὄρε- ξιν οὐδʼ ἀπʼ ἀλγοῦντός τινος ἀναγκαίως γιγνομένην, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ἢ λυποῦντος ἢ νύττοντος μόνον
ἐν τῷ μὴ παρεῖναι, τὴν δὲ ἀπὸ τοῦ χαίροντος, τὴν δὲ ὅλως ἀπὸ τῶν κενῶν καὶ διεψευσμένων δογμάτων, ἣ εἰς οὐδὲν φυσικὸν ἀνάγεται ἔλλειμμα οὐδʼ εἰς τὸ διαλῦον τὴν σύστασιν ἐκ τοῦ μὴ παρεῖναι. ἱκανὰ γὰρ καὶ τὰ τυχόντα διακρατῆσαι ταῦτα ἦν, ὧν ἀναγ-
καίως δεῖται ἡ φύσις. ταῦτα δὲ καὶ διὰ τὴν λιτότητα καὶ διὰ τὴν ὀλιγότητά ἐστιν εὐπόριστα· καὶ τῷ μὲν κρεοφαγίας ἁπτομένῳ χρεία καὶ τῶν ἀψύχων, τῷ δὲ ἀρκουμένῳ τοῖς ἀψύχοις ἐξ ἡμισείας καὶ τοῦτο εὐπό- ριστον καὶ ὀλίγων δεόμενον ἀναλωμάτων τὸ τῆς πα-
ρασκευῆς.
παρασκευάζοντες. διʼ ὃ φιλοσοφοῦντα δεῖ καὶ τού- των προνοεῖν καὶ ἐφʼ ὅσον ἂν ἡ παρʼ ἐκείνοις ἔντο- νος ἐπιμέλεια παραδιδῷ. ἐφʼ ὅσον δὲ ἐκεῖθέν τι ἀφαιρεῖται, ὃ μὴ κυριεύσει τῆς τελείας ἐκθαρρήσεως, μὴ προσίεσθαι πρὸς τὴν χρημάτων τε καὶ τροφῶν
παρασκευήν. σὺν φιλοσοφίᾳ τοίνυν ἁπτέον τούτων, καὶ εὐθὺς προσπεσεῖται ὅτι πολλῷ κρεῖττον τὸ ἐν αὐτοῖς μεταδιώκειν ἐλάχιστόν τε καὶ λιτὸν καὶ κοῦ- φον. ἐλάχιστον γὰρ καὶ τὸ ὀχληρὸν ἐκ τοῦ ἐλαχίστου.
τοῦ σώματος βαρύτητος ἢ ἐκ τῆς τῶν παρασκευαζο- μένων πραγματείας ἢ ἐκ τοῦ κωλύειν τὴν περὶ τῶν κυριωτάτων λογισμῶν ἐνέργειαν εἶναι συνεχῆ ἢ ἔκ τινος ἄλλης αἰτίας, εὐθὺς ἀλυσιτελὴς γίνεται καὶ οὐκ ἀντάλλακτος πρὸς τὰς συνακολουθουθας ὀχλήσεις.
δεῖ μέντοι τῷ φιλοσόφῳ καὶ τὴν ἐλπίδα τοῦ μηδὲν ὑπολείψειν παρεῖναι διὰ βίου. ταύτην δὲ τὰ μὲν εὐ- πόριστα ίκανῶς διασώζει, τὰ δὲ πολυτελῆ ποιεῖ δυσ- έλπιστον· οἱ γοῦν πολλοὶ διὰ τοῦτο, καίπερ πολλὰ κεκτημένοι, ὡς ὑπολειψόντων ἀνήνυτα μοχθοῦσιν.
ἀρκεῖσθαι δὲ τοῖς εὐπορίστοις καὶ λιτοτάτοις ποιεῖ τὸ μνημονεύειν ὅτι πρὸς μὲν τῆς ψυχῆς ἀξιόλογον ταρα- χῆς λύσιν οὐθὲν ἰσχύειν πέφυκεν οὐδʼ ὁ πᾶς πλοῦτος συναχθείς, τὸ δὲ τῆς σαρκὸς ὀχληρὸν ἐξαιρεῖ καὶ τὰ πάνυ μέτρια καὶ τυχόντα πᾶσάν τε εὐποριστίαν κε-
κτημένα· ὑπολείποντα δὲ καὶ. τὰ τοιαῦτα οὐ ταράττει τὸν ἀποθνήσκειν μελετῶντα. ἔτι καὶ τὸ ἀλγεινὸν τὸ διʼ ἐνδείας πολλῆς ἠπιότητος ἢ τὸ διὰ πληρώσεως μετ- έχει, ἐὰν μή τις ταῖς κεναῖς δόξαις ἑαυτὸν ἀπατᾷ· ἃ τε ποικιλία τὥν τροφῶν οὐχ ὅπως τὰς ταραχὰς τῆς ψυχῆς ἐκλύει, ἀλλʼ οὐδὲ τὴν ἐν τῇ σαρκὶ ἡδονὴν συν- επαύξει. πέρας γὰρ ἔχει καὶ αὕτη ἅμα τῇ τῆς ἀλγη- δόνος ὑπεξαιρέσει. ὡς τό γε τῆς σαρκοφαγίας οὐδʼ
ἔλυέν τι ὀχληρὸν τῆς φύσεως, οὐδʼ ὃ μὴ συντελού- μενον ἐπʼ ἀλγηδόνα ἠνύετο· τὴν δὲ βιαίαν χάριν εἶχε καὶ ταχὺ τῷ ἐναντίῳ μιγνυμένην. οὐ γὰρ πρὸς ζωῆς συμμονήν, πρὸς δὲ ποικιλίαν ἡδονῶν συνεβάλ- λετο, ἐοικὸς ἀφροδισίοις ἢ ξενικῶν οἴνων πόσεσιν,
ὧν καὶ χωρὶς διαμένειν δύναται ἡ φύσις. ὧν δὲ χω- ρὶς οὐκ ἄν ὑπομείνειεν, βραχέα παντάπασίν ἐστι καὶ δυνάμενα ῥᾳδίως καὶ μετὰ δικαιοσύνης καὶ ἐλευθε- ρίας ἡσυχίας τε καὶ πολλῆς ῥᾳστώνης πορίζεσθαι.
μᾶλλον τῇ ὑγείᾳ ἐμποδίζει. διʼ ὧν γὰρ ὑγεία ἀνα- κτᾶται, διὰ τούτων καὶ διαμένει. ἀνακτᾶται δὲ διὰ τῆς λιτοτάτης καὶ ἀσάρκου διαίτης, ὥστε καὶ ταύτῃ ἂν συμμείνειεν. εἰ δὲ μὴ πρὸς τὴν Μίλωνος ῥώμην τὰ ἄψυχα συμβάλλεται μηδὲ ὅλως πρὸς ἐπίτασιν
ἰσχύος, οὐδὲ γὰρ ῥώμης οὐδὲ ἐπιτάσεως ἰσχύος χρεία τῷ φιλοσόφῳ, εἰ μέλλοι θεωρίᾳ καὶ μὴ πράξεσι καὶ ἀκολασίαις προσέχειν. οὐδὲν δὲ θαυμαστὸν τοὺς πολλοὺς οἴεσθαι εἰς ὑγίειαν συντελεἵν τὴν κρεοφα- γίαν· τῶν γὰρ αὐτῶν ἦν καὶ τὰς ἀπολαύσεις οἴεσθαι
ὑγείας εἶναι τηρητικὰς καὶ τὰ ἀφροδίσια, ἃ ὤνησε μὲν οὐδένα τινά, ἀγαπητὸν δὲ εἰ μὴ ἔβλαψεν. εἰ δʼ οἱ πολλοὶ μὴ τοιοῦτοι, οὐδὲν πρὸς ἡμᾶς· οὐδὲ γὰρ φιλίας καὶ εὐνοίας πιστόν τι καὶ διαμόνιμον ἐν τοῖς πολλοῖς· οὐδὲ δεκτικοὶ τούτων οὐδὲ σοφίας οὐδὲ τῶν
ἀξιόλογόν τι ἐχόντων σοφίας μορίων, οὐδὲ τοῦ συμ- φέροντος οὕτε τοῦ ἰδίου οὔτε τοῦ κοινοῦ συνετὸς ὁ πολύς, οὐδὲ ἐθῶν φαύλων καὶ ἀστείων κρίσιν ποι- εἴσθαι δυνάμενος. πρός τε τούτοις πολύ τὸ ἀσελγὲς καὶ ἀκρασίας γέμον ἐν τοῖς πολλοῖς. διʼ ὃ οὐδὲ φοβη- τέον, μήποτε οὐκ ὦσιν οἱ βῥωσόμενοι τὰ ζῷα.
τῶν μὲν γὰρ φρονησάντων τὰ ἄριστα, οὐδεμία χρεία ὀρνιθευτικῆς, ἰξευτῶν, ἁλιέων, συβωτῶν. αὐτὰ δὲ αὐτὰ διοικοῦντα τὰ ζῷα καὶ μὴ ἔχοντα τὸν ἐπιμελό- μενον καὶ ἐφεστῶτα ταχέως φθείρεται καὶ δαπανᾶ- ται πρὸς τῶν ἐπιτιθεμένων καὶ τὸ πλῆθος ἀναλισκόν-
των, ὥσπερ ἐπὶ μυρίων ὧν οὐ γεύονται ἄνθρωποι ζῴων συμβέβηκε· μενούσης δὲ τῆς κατὰ ἀνθρώπους ποικίλης καὶ παντοίας ἀφροσύνης ἔσονται μυρίοι καὶ οἴ ταῦτα λαιμαργήσοντες. τηρεῖν τε χρὴ τὴν ὑγείαν οὐ φόβῳ θανάτου, ἀλλʼ ἕνεκα τοῦ μὴ ἐμποδίζεσθαι
πρὸς τὰ ἀγαθὰ τὰ ἐκ τῆς θεωρίας. διατηρητικὸν δὲ αὐτῆς μάλιστα μὲν ἡ τῆς ψυχῆς ἀτάραχος κατάστασις καὶ ἡ πρὸς τὸ ὄντως ὄν διάθεσις τῆς διανοίας. πολύ γὰρ τὸ ἄχρι σώματος ἐντεῦθεν ἀφικνούμενον, ὡς πείρᾳ διέδειξαν ἡμῶν ἑταῖροι, καὶ ἀρθρῖτιν νόσον
περί τε πόδας καὶ χεῖρας τοσαύτην οὖσαν, ὡς ὅλων ὀκτὼ ἐτῶν φέρεσθαι βασταζομένους, ἀποκροῦσαι ἅμα τῇ ἐκστάσει τῶν χρημάτων καὶ πρὸς τὸ θεῖον ἐπιβλέ- ψει· συναπέθεντο γοῦν ἄμα τοῖς χρήμασι καὶ ταῖς φροντίσιν καὶ τὴν νόσον τοῦ σώματος, ὥστε πολύ
πρὸς ὑγίειαν καὶ τὸ πᾶν ἐκ τῆς ποιᾶς ψυχῆς καταστά- σεως εἰς τὸ σῶμα κάτεισιν. συμβάλλεται δὲ ὡς ἐπὶ πλεῖστονʼκαὶ ἡ τῆς τροφῆς ἐλάττωσις. καθόλου δὲ ὀρθῶς ὁ Ἐπίκουρος ἔφασκεν εὐλαβητέον εἶναι τρο- φήν, ὓν ἀπολαῦσαι μὲν ποθοῦμεν καὶ διώκομεν,
συντελεσθεῖσαν δʼ ἐν ἀχαρίστῳ τίθεμεν. τοιαύτη δὲ πᾶσα ἡ δαψιλὴς καὶ παχεῖα. καὶ τοῦτο πάσχουσιν οἱ περὶ ταύτην ἐπτοημένοι, ἢ ἀναλώμασιν ἢ νόσοις ἢ πλησμονῇ ἢ ἀσχολίαις περιπίπτοντες.
στου . ... ἔντασις γίγνεται, ὥσπερ ὁτω ... . βίος κεκύηται. ἀοριστεῖν γὰρ οὐδαμοῦ δεῖ, ἀλλʼ ἔχεσθαι ὅρου καὶ μέτρου τοῦ ἐν τοῖς τοιούτοις, καὶ λογίζε- σθαι ὡς ὁ φοβούμενος ἐμψύχων ἀποχήν, εἴπερ διʼ ἡδονὴν ἅπτεται κρεοφαγίας, τὸν θάνατον φοβεῖται.
εὐθὺς γὰρ τῇ στερήσει τῶν βρωτῶν συνάπτει ἀορί- στου τινὸς δεινοῦ παρουσίαν, ἐξ ἧς ὁ θάνατος. παρὰ δὲ τὰς τοιαύτας καὶ τὰς ὁμογενεῖς αἰτίας καὶ ἡ τοῦ ζῆν ἄπληστος ὄρεξις γίγνεται καὶ πλούτων καὶ χρη- μάτων καὶ δόξης τοῦ συναυξήσειν τε νομίζειν τὸ
πᾶν ἀγαθὸν σὺν αὐτοῖς διὰ τοῦ πλείονος χρόνου, καὶ τὸ κατὰ τὸν θάνατον δεινὸν ὡς ἀπέραντον φο- βεῖσθαι. ἡδονὴ δὲ ἡ διὰ πολυτελείας οὐδὲ ἐγγὺς τείνει τῆς διʼ αὐταρκείας τῷ πεπειραμένῳ γιγνομέ- νης· πολὺ γὰρ τὸ ἡδὺ ἐν τῷ κατανοεῖν, ὅσων αὐτὸς
χρείαν ἔχει. ἀρθείσης γὰρ πολυτελείας, ἀρθείσης δὲ τῆς περὶ τὰ ἀφροδίσια πτοίας, τίς ἔξω φιλοτιμία, τίς λοιπὸν χρεία πλούτου ἀργοῦ, εἰς μηδὲν ἡμῖν χρησι- μεύοντος, ἀλλὰ μόνον βαρήσοντος; ὡς τὸ πεπληρῶ- σθαι γίγνεται καὶ ἡ ἐκ τοῦ τοιούτου κόρου ἡδονὴ
ἀκραιφνής. δεῖ δὲ καὶ τὸ σῶμα ἀπεθίζειν ὡς οἷόν τε. τῆς τοῦ κόρου ἡδονῆς, οὐ τῆς κατὰ τὴν πενίαν πλη- σμονῆς, καὶ γεύεσθαι, ἵνα ... . διὰ πάντων διέλθῃ, καὶ ὅρον θεῖναι τὸ ἀναγκαῖον ἢ τὸ ἀόριστον. οὕτω γὰρ καὶ τούτῳ εἰληφέναι τὸ ἐνδεχόμενον ἀγαθὸν ἐνέ-
σται διὰ τῆς αὐταρκείας καὶ ὁμοιώσεως τοῦ θεοῦ, οὕτως οὐδʼ αὐτὸ ἐπὶ πλέον ποθήσει οὐδὲ τὸν χρόνον ὡς προσθήσοντα αὐτῷ μεῖζον ἀγαθόν, οὕτως δʼ αὖ ἀληχθινῶς πλουτήσει τῷ φυσικῷ ὅρῳ τὸν πλοῦτον μετρῶν, οὐ δόξαις κεναῖς, οὕτως οὐκ ἐπʼ ἐλπίσι κρε- μήσεται μεγίστης ἡδονῆς πίστιν οὐκ ἐχούσης τοῦ γε-.
νέσθαι· θορυβωδεστάτη γὰρ αὕτη· ἀλλʼ ἐν αὐταρ- κείᾳ τοῦ παρόντος καὶ γεγονότος ἤδη μενεἴ· οὐδὲ ἀγωνιάσει μὴ τὸν πλείονα χρόνον παραμένειν.
ἐν δεσμοῖς εἰλημμένον οὐδʼἔννοιαν ἔχειν τροφῆς, οὐδὲ πόθεν πορισθήσεται φροντίζειν, ἀλλὰ καὶ παρατιθε- μένης παραιτεῖσθαι τὴν ἀναγκαίαν· τὸν δὲ ὄντως δεσμιώτην κατατεινόμενον ταῖς ἔνδον κακοπαθείαις ζητεῖν ἐδεσμάτων παρασκευήν, ποικιλίας φροντίζειν,
διʼ ὧν τὸν δεσμὸν παχύνει; καὶ πῶς ταῦτα ἀνδρῶν ἦν ἐγνωκότων ἃ πεπόνθασιν, οὐχὶ φιληδούντων οἷς πεπόνθασιν, καὶ ἐν οἷς εἰσὶν οὐκ εἰδότων; οἷς ἀντί- στροφον τὸ πάθος ἢ τοῖς εἰδόσι δεσμώταις τὴν ἑαυ- τῶν συμφορὰν γίγνεται. τῷ γὰρ ὑπάρχοντι βίῳ ἀχα-
ριστοῦντες καὶ ταραχῆς ἀπλάτου γέμοντες, τοῦ ἀπόν- τος εἰς πλήρωσιν ἐφίενται. οὐδεὶς γὰρ ἀπὸ τοῦ πάντα αὐτῷ εὔλυτα εἶναι τὰ κατὰ τοὺς θορύβους ἔρχεται ἐπὶ τραπεζῶν καὶ κλινῶν ἀργυρῶν ὀρέξεις καὶ μύ- ρων καὶ μαγείρων καὶ σκευῶν καὶ ἐσθήτων καὶ δεί-
πνων ἐπὶ πᾶν πλῆθος καὶ ποικιλίας καὶ πολυτελείας ἀνθρώπων ἡκόντων, ἀλλʼ ἀπὸ ἀχρηστίας παντὶ τῷ ὑπάρχοντι βίῳ καὶ ἀγαθῶν ἀορίστου γενέσεως καὶ ταραχῆς ἀπλάτου. ὥσθʼ οἱ μὲν οὐ μέμνηνται τῷ τὸ παρὸν ἀποκρούειν, οἱ δὲ τὸ μὴ παρὸν ζητοῦσι τῷ
ἀχαριστεῖν τῷ παρόντι.
ἕνεκα τῆς ἀληθινῆς σωτηρίας, ἆρʼ οὐκ ἄν ὑπεμείνα- μεν; οὐ γὰρ δὴ νοσήματος στέρεσθαι δεῖ, ὅπου σπου- δάζοντες πάνθʼ ὑπομένομεν, τεμνόμενοι, φοινισσό- μενοι, καιόμενοι, πικρὰ φάρμακα πίνοντες, καθαιρό- μενοι διὰ γαστρός, διʼ ἐμέτων, διὰ ῥινῶν, μισθούς
τε προσαναλίσκοντες τοῖς ταῦθʼ ἡμὰς διατιθεῖσιν, οὐχὶ δὲ τοῦ ἔνδον χάριν νοσήματος (ὡς ἂν τὸν ὑπὲρ ἀθανασίας ἀγῶνα ἀθλοῦντες καὶ θεοῦ συνουσίας, ὧν κωλυόμεθα διὰ τὴν τοῦ σώματος συνουσίαν) πάνθʼ ὑπομενοῦμεν εὐλόφως; εἰ καὶ μετʼ ἀλγηδόνων
ποιεῖσθαι τὰς ὑπομονὰς ἐχρῆν καὶ οὐ δήπου τοῖς νό- μοις τοῦ σώματος ἕπεσθαι βιαίοις οὖσι καὶ ἀντικειμιέ- νοις τοῖς τοῦ νοῦ νόμοις κοί ταῖς ὁδοῖς ταῖς σωτηρίοις ὑπομένομεν. ὅπου δὲ νῦν οὐδὲ περὶ ἀλγηδόνων ὑπο- μονῆς φιλοσοφοῦμεν, ἀλλὰ περὶ ἡδονῶν οὐκ ἀναγ-
καίων ἀποβολῆς, τίς λοιπὸν ἀπολογία τοῖς ἀπαναι- σχυντεῖν πρὸς τὴν αὐτῶν ἀκρασίαν βουλομένοις;
σώματος καὶ τῶν διὰ τούτου τῆς ψυχῆς ἡδυπταθειῶν, διʼ ἔργων ἡμῖν τῆς σωτηρίας, οὐ διʼ ἀκροάσεως λό- γων ψιλῆς γινομένης. θεῷ δὲ οὐδὲ τῶν μερικῶν τινί, οὐχ ὅτι τῷ ἐπὶ πᾶσιν καὶ ὑπὲρ τὴν ἀσώματον φύσιν ἀπλῶς μεθʼ ὁποίας οὖν διαίτης καὶ ὅλως σαρκοφα-
γίας ἐνῆν οἰκειοῦσθαι, ἀλλʼ ἁγνείαις παντοίαις καὶ ψυχῆς καὶ σώματος μόλις καταξιοῦσθαι τῆς ἐκείνου ἐπαισθήσεως, φύντι τε καλῶς καὶ ζῶντι ὁσίως καὶ καθαρῶς. ὥσθʼ ὅσῳ ὁ πάντων πατὴρ ἀπαθέστερος καὶ καθαρώτερος καὶ αὐταρκέστατος, ἅτε πόρρω ὑλι- κῆς ἐμφάσεως ἱδρυμένος, τόσῳ τὸν προσιόντα αὐτῷ
παντοίως καθαρόν τε καὶ ἁγνὸν εἶναι προσήκει, ἀρ- ξάμενον ἀπὸ τοῦ σώματος καὶ τελευτῶντα εἰς τὸ εἴσω, καθʼ ἕκαστον τῶν μερῶν ἢ ὅλως τῶν προσόντων τὴν κατὰ φύσιν ἑκάστῳ ἁγνείαν ἀπονέμοντα. ἀλλʼ ἴσως πρὸς μὲν ταῦτα οὐδεὶς ἂν ἀντείποι, ἀπορήσειε δʼ ἂν
πῶς ἐν ἁγνείᾳ τίθεμεν τὴν ἀποχὴν, καίτοι ἐν ταῖς θυσίαις μηλοσφαγοῦντές τε καὶ βουθυτοῦντες ἁγνήν τε ταύτην νομίζοντες τὴν ἱερουργίαν καὶ θεοῖς κεχα- ρισμένην. διʼ ὃ μακροῦ δεομένων λόγου πρὸς τὴν τούτων διάλυσιν, ἀπʼ ἄλλης ἀρχῆς τὰ περὶ τῶν θυ-
σιῶν διαληπτέον.
De abstinentia. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.