καταστολαὶ καὶ κυμάτων ποταμίων τε καὶ θαλαττίων ἀπευδιασμοὶ πρὸς εὐμαρῆ τῶν ἑταίρων διάβασιν. ὧν μεταλαβόντας Ἐμπεδοκλέα τε καὶ Ἐπιμενίδην καὶ Ἄβαριν πολλαχῇ ἐπιτετελεκέναι τοιαῦτα· δῆλα δʼ αὐτῶν τὰ ποιήματα ὑπάρχει.
ἄλλως τε καὶ ἀλεξάνεμος μὲν ἦν τὸ ἐπώνυμον Ἐμπεδοκλέους, καθαρτὴς δὲ τὸ Ἐπιμενίδου, αἰθροβάτης δὲ τὸ Ἀβάριδος, ὅτι ἄρα ὀιστῷ τοῦ ἐν ῾Υπερβορέοις Ἀπόλλωνος δωρηθέντι αὐτῷ ἐποχούμενος ποταμούς τε καὶ πελάγη καὶ τὰ ἄβατα διέβαινεν ἀεροβατῶν
τρόπον τινά. ὅπερ ὑπενόησαν καὶ Πυθαγόραν τινὲς πεπονθέναι τότε ἡνίκα ἐν Μεταποντίῳ καὶ ἐν Ταυρομενίῳ τοῖς ἑκατέρωθι ἑταίροις ὡμίλησε τῇ αὐτῇ ἡμέρᾳ.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.