ἐν Ὑπερβορέοις, οὗπερ ἦν ἱερεὺς ὁ Ἄβαρις, βεβαιοῦντα ὡς τοῦτο ἀληθές, τεθρύληται· καὶ ὅτι νεὼς παταπλεούσης καὶ τῶν φίλων εὐχομένων τὰ κομιζόμενα γενέσθαι αὐτοῖς ὁ Πυθαγόρας εἶπεν “ἔσται τοίνυν ὑμῖν νεκρός” , καὶ ἡ ναῦς κατέπλευσεν ἔχουσα νεκρόν. μυρία δʼ ἕτερα θαυμαστότερα καὶ θειότερα
περὶ τοῦ ἀνδρὸς ὁμαλῶς καὶ συμφώνως εἴρηται. ὡς δʼ ἁπλῶς εἰπεῖν κατʼ οὐδενὸς ὑπενοήθη πλείονα οὐδὲ περιττότερα.
Vita Pythagorae. Porphyrius. ed. August Nauck. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.