ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗ
μονάδων Ϛ. καὶ ἐπεὶ τὸ πλῆθος τῶν δεκάδων ἐστὶν Ϛ΄ καὶ μετρούμενον ὑπὸ τετράδος λείπει δύο, ἔσται ὁ ἐξ αὐτῶν στερεὸς τῶν δεκάδων μυριάδων ἁπλῶν ἑκατόν. καὶ ἐπεὶ ὁ ἐκ τῶν δεκάδων στερεὸς ἐπὶ τὸν ἐκ τῶν πυθμένων στερεὸν ποιεῖ τὸν ἐκ τῶν ἐξ ἀρχῆς στερεόν, αἱ ἄρα μυριάδες
ρ΄· ἐπὶ τὰς μονάδας Ϛ γενόμεναι ποιοῦσιν μυριάδας ξ΄ διπλᾶς, ὥστε ὁ ἐκ τῶν ν΄ ν΄ ν΄ μ΄ μ΄ λ΄ στερεός ἐστιν μυριάδων ξ΄ διπλῶν.
ἑκατοντάδος, καὶ δέον ἔστω τὸν ἐξ αὐτῶν στερεὸν εἰπεῖν μὴ πολλαπλασιάσαντα τοὺς ἀριθμούς. Γεγονέτω, καὶ ὁ διπλάσιος τοῦ πλήθους αὐτῶν μετρείσθω πρότερον ὑπὸ τετράδος, καὶ ὑποκείσθω ὑπὸ ἕκαστον τῶν Β ἑκατοντάς ἡ α΄, καὶ καθὸ μετρεῖται ἕκαστος τῶν Β
1 ὑπὸ τῆς ἑκατοντάδος ἔστωσαν οἱ ἐξ᾿ ὧν τὰ Γ· πυθμένες ἄρα εἰσὶν οἱ ἐχʼ ὧν τὰ Γ τῶν ἐφʼ ὧν τὰ Β. ὁ δὲ διὰ τῶν πυθμένων στερεὸς ἔστω ὁ Ε τουτέστιν μονάδες ρκ΄. δείκνυται οὖν διὰ τῶν γραμμῶν ὁ διὰ τῶν ἐχʼ ὧν τὰ Β στερεὸς μυριάδων διπλῶν ρκ, ἐπειδὴ καὶ ὁ διὰ τῶν ἐχʼ ὧν
τὰ Β στερεὸς ἴσος ἐστὶν τῷ διὰ τῶν ἑκατοντάδων στερεῷ ἐπὶ τὸν ἐκ τῶν πυθμένων στερεόν, τουτέστιν διπλῆ μυριάς α΄ ἐπὶ τάς ρκ΄ μονάδας.
ἀνάγκης (τοῦτο γὰρ προδέδεικται), ὥστε καὶ ὁ διπλάσιος τοῦ πλήθους τῶν ἑκατοντάδων μετρούμενος ὑπὸ τετράδος· τὸ ἄρα πλῆθος τῶν ἑκατοντάδων μετρούμενον ὑπὸ δυάδος λείψει μίαν ἑκατοντάδα. ὁ τοίνυν διὰ τῶν ἑκατοντάδων στερεὸς ἔσται μυριάδων ρ΄ ὁμωνύμων τῷ Ζ, τουτέστι διπλῶν,
ὥστε δῆλον ὅτι ὁ διὰ τῶν ἐχʼ ὧν τὰ Β μυριάδες εἰσὶν ρ ὁμώνυμοι τῷ Ζ γενόμεναι ἐπὶ τὸν Ε τὰς ρκ΄ μονάδας. γίνονται μυριάς μία δισχίλιαι διπλῶν μυριάδων.
οἷον μονάδες φ΄, ὁ δέ Β ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, οἷον μονάδες μ΄, καὶ δέον ἔστω τὸν ἐξ αὐτῶν ἀριθμὸν εἰπεῖν μὴ πολλαπλασιάσαντα αὐτούς.
ὧν τὰ Α Β στερεὸν εἰπεῖν μὴ πολλαπλασιάσαντα αὐτούς. Έστωσαν γὰρ πυθμένες τῶν μὲν ἐχʼ ὧν τὰ Α οἱ ἐχʼ ὧν τὰ Η, μονάδες α΄ καὶ β΄ καὶ γ΄ καὶ δ΄ , τῶν δὲ ἐχʼ ὧν τὰ Β οἱ ἐχʼ ὧν τὰ Θ, μονάδες β΄ καὶ γ΄ καὶ δ΄ καὶ ε΄, καὶ ληφθέντες τοῦ ἐκ τῶν πυθμένων στερεοῦ τῶν β΄ γ΄ δ΄
β΄ γ΄ δʼ ε΄, τουτέστιν τοῦ Ε, μονάδων ὄντος βωπ΄, τὸ πλῆθος τῶν ἐχʼ ὧν τὰ Α προσλαβὸν τὸν διπλασίονα τοῦ πλήθους τῶν ἐχʼ ὧν τὰ Β μετρείσθω πρότερον ὑπὸ τετράδος κατὰ τὸν Ζ, μετρεῖ δὲ αὐτούς. καὶ δείκνυσιν ὁ Ἀπολλώνιος τὸν ἐκ πάντων τῶν ἐχʼ ὧν τὰ Α Β στερεὸν
μυριάδων τοσούτων, ὅσαι εἰσὶν ἐν τῷ Ε μονάδες, ὁμωνύμων τῷ Ζ ἀριθμῷ, τουτέστιν τριπλῶν μυριάδων βωπ΄. μία γὰρ μυριὰς ῥμώνυμος τῷ Ζ, τουτέστιν τριπλῆ, ἐπὶ τὸν Ε, τουτέστιν τά βωπ΄, γενομένη ποιεῖ τὸν ἐκ τῶν στερεῶν ἀριθμὸν τῶν ἐφ᾿ ὧν τὰ Α Β· ὁ ἄρα ἐκ τῶν
ἀριθμῶν στερεὸς τῶν ἐχʼ ὧν τὰ Α Β μυριάδες εἰσὶν τοσαῦται, ὅσαι εἰσὶν ἐν τῷ Ε μονάδες, ὁμώνυμοι τῷ Ζ ἀριθμῷ.
μετρούμενον ὑπὸ τετράδος καταλείπω δύο, ἐκ τῶν ἀριθμῶν στερεὸς τῶν ἐξ᾿ ὧν τὰ Α Β μυριάδες εἰσὶν τοσαῦται ὁμώνυμοι τῷ Ζ, ὅσος ἐστὶν ὁ ἑκατονταπλάσιος τοῦ Ε ἀριθμοῦ, ὅταν δὲ τρεῖς καταλειφθῶσιν, ἴσος ἐστὶν ὁ ἐξ αὐτῶν στερεὸς μυριάσιν τοσαύταις ὁμωνύμοις τῷ Ζ, ὅσος
ἐστὶν ὁ χιλιαπλάσιος τοῦ Ε ἀριθμοῦ.
εἰπεῖν.
τούτου καὶ τῶν Β Γ ∠ Ε στερεὸς δεκάκις γενόμενος ἔσται μονάδες ζσ΄, ἴσος τῷ ἐκ τῶν Α Β Γ ∠ Ἑ στερεῷ. τὸ δὲ γραμμικὸν ὑπὸ τοῦ Ἀπολλωνίου δέδεικται.
ὁ ἐκ τῶν Α Β Γ ∠ Ε στερεὸς τοῦ ἐκ τῶν Ζ Η Γ ∠ Ε στερεοῦ ἑκατονταπλάσιός ἐστιν.
μονάδων β΄ καὶ τοῦ Η μονάδων γ΄· ὁ γὰρ ὑπὸ τῶν Α Β Γ ∠ Ε στερεός ἐστιν μ δυ΄, ὁ δὲ ὑπὸ Ζ Η Γ ∠ Ε μονάδες ρμδ΄, οὗτος δὲ γενόμενος ἑκατοντάκις ποιεῖ μ δυ΄. τὸ δὲ γραμμικὸν ἐκ τῶν Ἀπολλωνίου.
ἔστω ἕκαστος αὐτῶν ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, ἕκαστος δὲ τῶν ∠ Ε Ζ ἔστω ἐλάσσων δεκάδος, καὶ ἔστωσαν τῶν Α Β Γ πυθμένες οἱ Η Θ Κ, καὶ εἰλήφθω ὁ ἐκ τῶν Η Θ Κ ∠ Ε Ζ στερεὸς καὶ ἔστω ὁ Ξ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ Ε Ζ στερεὸς ἴσος ἐστὶν χιλίοις
τοῖς Ξ.
γ΄ καὶ τοῦ Κ μονάδων δ΄ ὁ γὰρ ὑπὸ Α Β Γ ∠ Ε Ζ στερεός ἐστιν μυριάδων νζ΄ ἁπλῶν καὶ μονάδων Ϛ, ὁ δὲ ὑπὸ τῶν Η Θ Κ πυθμένων καὶ τῶν ∠ Ε Ζ ἔσται μονάδων φοϚ΄, αὗται δὲ χιλιάκις γενόμεναι, τουτέστιν ἐκ πάντων στερεός, γίνεται μυριάδων ἁπλῶν νζ΄ καὶ μονάδων Ϛ.
στερεὸς ἴσος ἐστὶν μυριάσιν ὁμωνύμοις τῷ Ο ὅσαι μονάδες εἰσὶν ἐν τῷ στερεῷ τῷ ἐκ τῶν Κ Λ Μ Ν ἐπὶ τὸν ἐκ τῶν Ζ Η Θ.
τοῦ Γ μονάδων λ΄ καὶ τοῦ ∠ μονάδων μ΄, καὶ τῶν Κ Λ Μ Ν πυθμένων ὄντων μονάδων α΄ καὶ β΄ καὶ γ΄ καὶ δ΄· ὁ ἄρα ἐκ τῶν Α Β Γ ∠ στερεός ἐστιν ἁπλῶν μυριάδων κδ᾿, ὁ δὲ ἐκ τῶν Α Β Γ ∠ Ζ Η Θ μυριάδων ἁπλῶν ρμδ΄, ὁ δὲ ἐκ τῶν Κ Λ Μ Ν πυθμένων μονάδων κδ΄ οὗτος δὲ γενόμενος
ἐπὶ τὸν ἐκ τῶν Ζ Η Θ, ὄντα μονάδων Ϛ΄, ποιεῖ μονάδας ρμδ΄, ὅσαι μυριάδες ἁπλαῖ εἰσιν τοῦ ἐκ τῶν Α Β Γ ∠ Ζ Η Θ στερεοῦ, διὰ τὸ καὶ τετράδα ἅπαξ μετρεῖν τὸ πλῆθος τῶν Α Β Γ ∠.
ὑπὸ τετράδος· μετρούμενον δὴ ἤτοι α΄ ἢ β΄ ἢ γ΄ λείψει. εἰ μὲν οὖν ἕνα λείψει, ἔσται ὁ ἐκ τῶν Α Β Γ ∠ Ε Ζ Η Θ στερεὸς μυριάδων ὁμωνύμων τῷ Ο, ὅσος ἐστὶν ὁ ἐκ τῶν Κ Λ Μ Ν Ξ στερεὸς ἐπὶ τὸν ἐκ τῶν Ζ Η Θ γενόμενος δεκάκις, εἰ δὲ δύο λείψει, ἑκατοντάκις γενόμενος ὁ εἰρημένος
στερεός. εἰ δέ τρεῖς λείψει, ὅσων ὁ ἐκ τῶν Κ Α Μ Ν Ξ 6 ἐπὶ τὸν ἐκ τῶν Ζ Η Θ χιλιάκις γενόμενος ἔσται μονάδων, τοσούτων μοριάδων ὁμωνύμων τῷ Ο. τὸ δὲ γραμμικὸν ἐκ τοῦ στοιχείου δῆλον.
καὶ δέον ἔστω τὸν ἐκ τῶν Α Β Γ ∠ στερεὸν εἰπεῖν.
φέῤ εἰπεῖν, μονάδων τ΄ καὶ τοῖ Β μονάδων γ΄ καὶ τοῦ Γ μονάδων δ΄ καὶ τοῦ ∠ μονάδων ε΄· ὁ μὲν γάρ ὑπὸ τῶν Α Β Γ ∠ ἐστὶν μ η, ὁ δέ ὑπὸ τῶν Ε Β Γ ∠ ἐστὶν μονάδων ρπ΄· οὗτος δὲ γενόμενος ἑκατοντάκις ἔσται μ η. τὸ δὲ γραμμικὸν ἐκ τοῦ στοιχείου δῆλον.
ἅπαξ κατὰ τὸν Κ, δὲ ὑπὸ τῶν Ζ H πυθμένων καὶ τῶν Γ ∠ Ε ἐστιν μονάδων ρμδ΄ ὁ Θ στερεός ἁπλῶν οὖν μυριάδων ρμδ΄ ἐστὶν ὁ ἐκ τῶν Α Β Γ ∠ Ε στερέος. Ἐὰν δὲ τὸ διπλάσιον τοῦ πλήθους τῶν Α Β μὴ μετρῆται ὑπὸ τετράδος, δῆλον ὅτι μετρούμενον κατὰ τὸν Κ
λείψει δύο τοῦτο γάρ ἀνώτερον ἐδείχθη. διὰ δὴ τοῦτο ἐκ τοῦ λείπεσθαι δύο μυριάδες εἰσὶν ἑκατὸν ὁμώνυμοι τῷ Κ, καὶ ἔστιν ὁ ἐκ τῶν Α Β Γ ∠ Ε στερεὸς ὁ Θ ἴσος τῷ 7 ἐκ τῶν Ζ Η Γ ∠ Ε στερεῷ ἐπὶ τὰς ἑκατὸν μυριάδας ὁμωνύμους τῷ Κ. τὸ γραμμικὸν ὡς Ἀπολλώνιος.
δέον ἔστω τὸν ἐξ αὐτῶν στερεὸν εἰπεῖν.
κ΄ καὶ τοῦ Β μονάδων κ΄, καὶ τοῦ Γ μονάδων ε΄ καὶ τοῦ ∠ μονάδων Ϛ΄ καὶ τοῦ Ε μονάδων ζ΄, καὶ τῶν Θ Κ πυθμένων ὄντων μονάδων β΄· ὁ γὰρ ὑπὸ τῶν Θ Κ Γ ∠ Ε γίνεται στερεὸς μονάδων ωμ΄, οὗτος δὲ ἑκατοντάκις γενόμενος ἔσται μυριάδων η΄ μονάδων δ, ἴσος τῷ ἐκ τῶν
Α Β Γ ∠ Ε στερεῷ ἀριθμῷ.
ὧν ἕκαστος ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, καὶ ἄλλοι πάλιν ὁσοιδηποτοῦν ἀριθμοὶ οἱ Ζ Η Θ, ὧν ἕκαστος ἐλάσσων δεκάδος, καὶ δέον ἔστω τὸν ἐκ τῶν Α Β Γ ∠ Ε Η Θ στερεὸν εἰπεῖν.
Ξ Ο. ὁ δὴ διπλάσιος τοῦ πλήθους τῶν Α Β μετὰ τοῦ τῶν Γ ∠ Ε ἁπλοῦ ἀριθμοῦ ἤτοι μετρεῖται ὑπὸ τετράδος ἢ οὔ.
Π Ρ Σ Τ Υ ἐπὶ τὸν ἐκ τῶν Λ Μ Ν Ξ Ο ἴσος ἐστὶ τῷ ἐκ τῶν Α Β Γ ∠ Ε στερεῷ. εἰλήφθω δὴ ὁ ἐκ τῶν Α Μ Ν Ξ Ο Ζ Η Θ στερεὸς καὶ ἔστω ὁ Φ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ Ε Ζ Η Θ στερεὸς μυριάδες εἰσὶν τοσαῦται ὁμώνυμοι τῷ Κ ὅσαι μονάδες εἰσὶν ἐν τῷ Φ. τοῦτο δὲ γραμμικῶς Ἀπολλώνιος
ἀπέδειξεν.
εἰσὶν δέκα ὁμώνυμοι τῷ Κ, εἰ δὲ δύο, μυριάδες ἑκατὸν ὁμώνυμοι τῷ Κ, εἰ δὲ τρεῖς, μυριάδες χίλιαι ὁμώνυμοι τῷ Κ. καὶ δῆλον ἐκ τῶν γεγραμμένων ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ Ε Ζ Η Θ στερεὸς μυριάδες εἰσὶν τοσαῦται, ὅσος ὁ δεκαπλάσιος τοῦ Φ, ὁμώνυμοι τῷ Κ ἀριθμῷ, ἢ ὅσος ὁ
ἑκατονταπλάσιος τοῦ Φ, ὁμώνυμοι τῷ Κ, ἢ ὅσος ὁ χιλιαπλάσιος τοῦ Φ, ὁμώνυμοι τῷ Κ.
ὃν εἴληφε τὸ πρῶτον τῶν γραμμάτων ἐπὶ τὸν δεύτερον ἀριθμὸν ὃν εἴληφε τὸ δεύτερον τῶν γραμμάτων πολλαπλασιασθῆναι καὶ τὸν γενόμενον ἐπὶ τὸν τρίτον ἀριθμὸν ὃν εἴληφε τὸ τρίτον γράμμα καὶ κατὰ τὸ ἑξῆς περαίνεσθαι μέχρι τοῦ διεξοδεύεσθαι τὸν στίχον, ὃν εἶπεν Ἀπολλώνιος
ἐν ἀρχῇ κατὰ τὸν στίχον οὕτως.
ἑκατοντάδος, καὶ ἀριθμοὺς ιζ΄ τοὺς μ΄ ι΄ ο΄ κ΄ λ΄ ι΄ κ΄ ο΄ ξ΄ ο΄ ο΄ ν΄ ν΄ ν΄ κ΄ ο΄ ι΄, ὧν ἕκαστος ἐλάσσων μέν ἐστιν ἑκατοντάδος μετρεῖται δὲ ὑπὸ δεκάδος, καὶ τούς λοιποὺς σὺν ταῖς μονάσιν ια΄ τοὺς α΄ ε΄ δ΄ ε΄ α΄ ε΄ ε΄ ε΄ α΄ α΄, ὧν ἕκαστος ἐλάσσων δεκάδος, ἐὼν ἄρα τοὺς δέκα ἀριθμοὺς
διπλασιάσωμεν καὶ τοὺς γενομένους κ΄ προσθῶμεν τοῖς εἰρημένοις ἁπλῶς ἀριθμοῖς ἑπτακαίδεκα, τὰ γενόμενα ὁμοῦ λζ΄ ἕξομεν τῶν ὑπ᾿ αὐτοῦ γενομένων ἀναλόγων, κἂν τοῖς μὲν δέκα ἀριθμοῖς ὑποτάξωμεν ἰσαρίθμους δέκα κατὰ τάξιν ἑκατοντάδος, τοῖς δὲ ιζ΄ ὁμοίως ὑποτάζωμεν δεκάδας ιζ΄,
φανερὸν ἐκ τοῦ ἀνώτερον λογιστικοῦ θεωρήματος ιβ΄ ὅτι δέκα ἑκατοντάδες μετὰ τῶν ιζ΄ δεκάδων ποιοῦσι μυριάδας ἐνναπλᾶς δέκα. αἱ γάρ δέκα ἑκατοντάδες δὶς γενόμεναι, τουτέστιν κ΄, καὶ προσλαβοῦσαι τὰς ιζ΄ δεκάδας γίνονται λζ΄ ἀναλόγων ὄντα· μερισθέντα δὲ τὰ λζ΄ εἰς τὸν δ΄ ποιεῖ τὸν
ἐκ τοῦ μερισμοῦ θ΄ καὶ καταλείπεται α΄, ὡς εἶναι μυριάδας ἐνναπλᾶς δέκα τὰ ἐκ τῶν ἑκατοντάδων δέκα καὶ δεκάδων ιζ΄.
μυριάδων τετραπλῶν ιθ΄ καὶ τριπλῶν ϚλϚ΄ καὶ διπλῶν ηυπ΄.
γ΄ ζ΄ β΄ ε΄ Ϛ΄ ζ΄ Ϛ΄ ζ΄ ε΄ ε΄ ε΄ ε΄ ε΄ α΄ β΄ ζ΄ δ΄ α΄ α΄ α΄.
μυριάδες ἐπὶ μὲν τετραπλᾶς ποιοῦσι τρισχαιδεκαπλᾶς, ἐπὶ δὲ τριπλᾶς γενόμεναι ποιοῦσιν δωδεκαπλᾶς, καὶ ὁμοίως ἐπὶ διπλᾶς πολλαπλασιασθεῖσαι γίνονται ἑνδεκαπλαῖ ταῦτα γὰρ πάντα προδέδεικται.
12
καὶ διὰ τῶν πεπολλαπλασιασμένων πυθμένων ἀριθμόν (λέγω δὲ τοσαυτάκις κατὰ μυριάδων αὔξησιν), ὥστε γίνεσθαι τὸν πρότερον ὑπάρχοντα μυριάδων τετραπλῶν δύο, τριπλῶν αωμθ΄, διπλῶν δυβ΄ καὶ ἁπλῶν εχ΄, νῦν ἐνναπλῶν β΄, ὀκταπλῶν, αωμθ΄, ἑπταπλῶν δυβ΄, ἑξαπλῶν εχ΄.
Synagoge. Pappus Alexandrinus. ed. Friedrich Hultsch. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.