ΠΕΡΙ ΛΥΣΕΩΣ.
ἐφόνευσας, οὐκ ἐφόνευσα. κατὰ μέθοδον δέ, οἷον, ἐφόνευσα μέν, ἀλλὰ διʼ αἰτίαν εὔλογον· ὁ μὲν οὖν κατὰ ἀνατροπὴν τρόπος κατασκευάζεται ἐκ τόπων τούτων, ἢ ἐκ τῶν ὑποκειμένων πραγμάτων, ὅταν αὐτὰ τὰ πεπραγμένα
ἐναντία φαίνηται τοῖς εἰρημένοις ὑπὸ τοῦ 1 κατηγόρου· ἢ ἐξ εἰκότων, εἰ εἰκὸς μὴ εἶναι ἀληθές, μήτε γὰρ βουληθῆναι διὰ τόδε μήτε δεδύνῆσθαι πρᾶξαι διὰ τόδε ἤ τι ἕτερον ἢ ἐξ ἀτέχνου πίστεως, οἷον μαρτυρίας, ἢ ἄλλου τινὸς τῶν τοιούτων, καὶ ὅλως ἐν ταῖς ἀνατροπαῖς 2 τῶν λύσεων ἢ ζήτησις στοχαστικὴ ἢ ὁριστική, οἷον, ἀδικεῖς
δημοσίᾳ, οὐκ ἀδικῶ· τί γάρ ἐστι δημοσίᾳ ἀδικεῖν; τὸ ναῦς προδοῦναι καὶ τὰ τοιαῦτα.
περιτρέπῃς αὐτόν, ὡς ἐν τῷ παραπρεσβείας ὀργιεῖται, φησί, Φίλιππος, εἰ καταψηφιεῖσθε τῶν πεποιημένων τὴν εἰρήνην· πρὸς τοῦτο ἀπήντησε τῷ κατὰ περιτροπήν. ,,ἐγὼ δὲ εἰ τοῦτό ἐστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν ὅ τι μεῖζον κατηγορήσω, εἰ γὰρ ὁ τῆς εἰρήνης
χρήματα ἀναλώσας. ἢ κατὰ σύγκρουσιν, ὃ καὶ αὐτὸ δόξαι ἂν περιτροπῆς εἶναι, ὅταν μὴ λύσιν τιθῶμεν, ἀλλ αὐτὰς τὰς ἀντιθέσεις συγκρούωμεν ὡς ἐναντίας ἀλλήλαις, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· οὔ φημι δίκαιονεἶναι περὶ ἀμφοῖν λέγειν, ὡς οὐ παρὰ τὸν νόμον ἐστὶ τὸ ψήφισμα,
καὶ ὡς οὐ διὰ τὴν βουλὴν οὐκ εἰσὶν αἱ τριήρεις· εἰ μὲν γὰρ διδόναι καὶ μὴ ποιησαμένῃ τὰς ναῦς ἔξεστι, τί τοῦτο δεῖ λέγειν, διʼ ὅντινα δήποτε οὐ πεποίηνται. ἢ κατὰ μείωσιν γίνεταιλύσις, ἐπὰν ἀνελεῖν μὲν μὴ δυνώμεθα πάντη τὸ ὑπὸ τοῦ κατηγόρου λεγόμενον, ἀλλὰ
συγχωρήσαντες ἐλαττώσωμεν αὐτό, ὡς ἐν τῷ πρὸς Λεπτίνην 3 ,,ἀλλὰ χορηγούς, φησίν, ,,διὰ τοῦ νόμου ἕξομεν· “τοῦτο ἐμείωσεν εἰπών, ὀλίγους εἶναι καὶ πέντε ἢ ἕξ. δεῖ δὲ πιθανῶς ποιεῖσθαι τὰς μειώσεις. ἢ τοὐναντίον κατὰ αὔξησιν, ὅταν ὁ μὲν ἀντίδικος ἐλαττώσῃτὸ πρᾶγμα,
σὺ δὲ κατʼ αὔξησιν ἀπαντήσῃς κατὰ πηλικότητα ἢ ποσότητα ἢ ἄλλο τι τῶν αὐξητικῶν ἢ κατὰ ἀντιπαράστασιν, ὅταν μὴ δυνάμενοι ἀνελεῖν τὸ παρὰ τοῦ ἀντιδίκου πάντη ἀντιπαραστήσωμεν αὐτῷ ἕτερον, ἢ καλὸν ἢ κακόν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· χορηγοὺς πολλοὺς ἡμῖν δίδωσιν
ὁ νόμος. τοῦτο ἔλυσε πρῶτον μὲν κατὰ μείωσιν, ὡς ἐδείχθη ἐπάνω, εἶτα κατ᾿ ἀντιπαράστασιν ἀτόπου· χορηγοὺς δίδωσιν, ἀλλʼ εἰς αἰσχύνην ἄγει, ἀλλʼ εὐεργετῶν ἀφαιρεῖται. κατὰ δʼ ἀντιπαράστασιν ἀγαθῶν, ὡς ἐν 7 ἐκείνῳ ἀδικεῖς τὰς ναῦς ἐμπρήσας· ἀλλὰ νίκην πεποίηκα, ἀλλὰ φυγῆς ἀπήλλαξα. ἡ δὲ ἀντιπαράστασις τὰ πολλὰ ἀπὸ τῶν ἐκβάσεων εὑρίσκεται, οἷον εὐπορίαν ποιεῖ τὸ μισθοῦ μυεῖν. ἀλλὰ τοῦτο ἐκβήσεται, ἀδοξία, ὀργὴ
παρὰ θεῶν. ἠδίκησας διελὼν τὸ τεῖχος, ἀλλὰ νίκη ἀπέβη.
προσώπου ἢ πράγματος. καὶ ἀπὸ μὲν τῶν τελικῶν κεφαλαίων οὕτως· ἐφόνευσας, ἀλλὰ σὺν τῷ δικαίῳ· ἄξιος γὰρ ἦν.παράνομα γράφεις, ἀλλὰ λυσιτελοῦντα,καὶ ἑξῆς ἐνδόξου κρίσις· τούτου δὲ καὶ οἱ νόμοι στοχάζονται· 4 ναί φησι κερδαλέα γράφεις, ἀλλʼ αἰσχρά, ἀλλὰ λυπηρά,
ἀλλʼ ἀλγεινά, ἀσύμφορα, καὶ νόμῳ νόμος καὶ μάρτυς ἀντιπαρίσταται μάρτυρι, καὶ ψήφισμα ψηφίσματι. κατʼ ἀντιπαράστασιν δὲ τρόπου οὕτως γίνεται ἀντιπαράστασις· δεῖ μισθοῦ μυεῖν, ἵνα εὐπορῶμεν· τούτῳ ἀντιπαρέστησα ἕτερον τρόπον βελτίω ἑτέρως χρήματα δεῖ πορίζειν,
οἷον εἰσφορὰν ἐπιγράφειν, ὡς καὶ ἐν τῷ πρὸς Λεπτίνην, ναί φησιν ἐπιλείπουσιν οἱ χορηγήσοντες διὰ τὰς ἀτελείας, ἢ βελτίων ἕτερος τρόπος ἐπανορθώσεως καὶ πόσῳ βέλτιον, φησίν, εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας, ὥσπερ τὰς τριηραρχίας, ἢ πάντας περὶ ἡμᾶς
ἀπίστους διαθεῖναι. γίνεται δὲ ἀντιπαράστασις καὶ ἐνδόξου κρίσεως, ὅταν τῷ λεγομένῳ ὑπὸ τοῦ κατηγόρου ἢ 5 προγόνου πρᾶξιν ἢ δήμου ἢ πόλεως ἄλλης ἢ νομοθέτου ἢ προσώπου ἢ ἐνδόξου κρίσιν, ἢ ὅλως παράδειγμά τι ἀντιθῶμεν· ὡς ἐν τῷ περὶ στεφάνου, ἄνισον, φησίν,
πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τούτῳ ἀντέθηκε προγόνων κρίσιν καὶ παραδείγματα, ,,καὶ ἐπὶ τῶν 7 προγόνων ἐν Σαλαμῖνι διπλασίας μὲν ἡ πόλις τριήρεις παρέσχε τῶν ἄλλων. δεῖ δὲ ἐν ταῖς ἀντιπαραστάσεσι σκοπεῖν ὅπως τῶν ὑπὸ τοῦ ἀντιδίκου εἰρημένων τὰ ὑφʼ ἡμῶν λεγόμενα εὐλογώτερα φαίνηται.
ἐπὶ τὸ τεῖχος. εἰ ὁ νόμος κωλύει, ἐπὶ κακῷ τῆς πόλεως ἀναβαίνειν κωλύει, οὐ τὸν ἀριστεύειν μέλλοντα. γίνεται δὲ καὶ ψηφίσματος καὶ παντὸς ῥητοῦ λύσις ἐπὶ τὸ πολὺ ἐκ διανοίας ἐξετάσεως. καὶ μαρτυριῶν λύσις, ἢ κατʼ ἀντιπαράστασιν, ὡς ἐδείχθη, μαρτυριῶν ἄλλων ἢ
εἰκότων,ἢ ἐκ διανοίας ἐξετάσεως· καταμαρτυρεῖ σοῦ ὁ δεῖνα, τὴν διάνοιαν πρὸς χάριν ἢ διʼ ἔχθραν. πολλάκις δὲ καὶ ἑαυτῶν διάνοιαν παρεχόμεθα ἐν λύσει ἐξετάζοντες, ὃ καὶ χρωματικὸν καλοῦσί τινες, οἷον τυραννίδος ἐπιθυμεῖς, ἢ διὰ τί δακρύεις; δακρύω ἐλεῶν τοὺς ἐν
τυραννίδι, καὶ τὰ ἐκ τυραννίδος κακὰ ἐνθυμούμενος. ὥσπερ δὲ ἔφην ῥητὸν ἐκ διανοίας λύεσθαι, οὕτω καὶ διάνοιαν ἐκ ῥητοῦ, οἷον τῇδε τῇ διανοίᾳ ὁ νόμος γέγραπται, ἢ οὐδαμοῦ τοῦτο τῷ ῥητῷ πρόσκειται.
ὅταν οὐ ἐγκαλούμεθα, τὸ ἐναντίον δείξωμεν ὡς ἀλυσιτελὲς ἢ ὡς οὐκ ἐνδεχόμενον, ὡς ἐν τῷ περὶ στεφάνου· ἄνισον πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τοῦτο ἐλύθη πρῶτον ἐκ παραδείγματος, ὅτι καὶ ἐπὶ τῶν προγόνων ἐπράχθη, εἶτα καὶ ἐκ τοῦ ἐναντίου καθʼ
ὑπόθεσιν. εἰ δʼ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις καὶ προσέθεντο Φιλίππῳ, τί ποιεῖν ἂν ἢ τί λέγειν οἴεσθε τοὺς ἀσεβεῖς τούτους ἀνθρώπους, καὶ πάλιν προῖών που λέγε πρὸς τὴν ἀντίθεσιν, ἀλλʼ 7 ἄτολμος εἶ καὶ μαλακός, διότι πταῖσμα γέγονε διὰ τὴν ἔξοδον τὴν μετὰ Θηβαίων ἀπὸ τοῦ ἐναντίον λαβών, ,, εἰ 7 δὲ νῦν μετὰ Θηβαίων ἡμῖν ἀγωνιζομένοις οὕτως εἵμαρτο πρᾶξαι, τί ἂν ἐγένετο, εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους,
καὶ εἰ νῦν τριῶν ἡμερῶν ὁδὸν ἀπὸ τῆς Ἀττικῆς τῆς μάχης γενομένης τοσοῦτος περιέστη φόβος, τί ἂν εἰ που τῆς Ἀττικῆς ταὐτὸ τοῦτο πάθος ἐγένετο προσδοκῆσαι ἐχρῆν; καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου, ὕβρις τὸ πρᾶγμα, ὦ Δημόσθενες, οὐκ ἀσέβεια. ἡ λύσις ἐκ τοῦ
ἐναντίου καθʼὑπόθεσιν,ἐγὡ δὲ οἶδα ὅτι εἰ μὴ προὐβαλλόμην αὐτόν, οὑναντίος ἂν εὐθέως ἧκέ μοι λόγος, ὡς εἴπερ ἦν τι τούτων ἀληθές, προβάλλεσθαί μʼ ἔδει.
τούτου ἐκ διαφορᾶς ἡ λύσις, ὅτι ἀνομοίου πράγματος ἐμνήσθης· Λακεδαιμόνιοι γὰρ καὶ ἡμεῖς καὶ Θηβαῖοι οὔτε νόμοις οὔτε ἔθεσιν οὔτε πολιτείᾳ τῇ αὐτῇ χρώμεθα. καὶ πλέον ἕξει τὸ εἶδος ἐν ταῖς λύσεσι ταῖς πρὸς παράδειγμα.
ἐστι.
τοῦτο οὕτως ἔθηκα τὸν νόμον, τοῦτο ἔλυσε τῇ εἰς ἄτοπον 8 ἀπαγωγῇ χρησόμενος· ,,τί οὖν κωλύει πάντα ἀνῃρῆσθαι 9 7 κατὰ τοῦτον τὸν λόγον; οὐ γὰρ ἔστιν ἐφʼ ὅτῳ τοῦτο οὐ πεπόνθατε τῶν πάντων, ἀλλὰ καὶ ψηφίσματα πολλὰ πολλάκις ἐξαπατηθέντες ἐψηφίσασθε, καὶ ὅλως ἐν οἶμαι πολλοῖς οἷς πράττετε καὶ τοιοῦτό τι συμβαίνειν ἀνάγκη.
καὶ πάλιν ἐν ἐκείνῳ τῷ ζητήματι· ἀποστατέον, φησί, τῶν γάμων ἡμῖν διὰ τὰ προσόντα λυπηρά· τί οὖν κατὰ τοῦτον τὸν λόγον κωλύσει πολλῶν καὶ ἄλλων ἀποστῆναι τῶν κατὰ τὸν βίον, καὶ πολιτείας καὶ κτήσεως καὶ ἀποδημιῶν, ἐπειδὴ ἔσθʼ ὅτε καὶ ἐν τούτοις λυπηρόν τι
συμβαίνει.
διὰ μέθην ἢ διὰ μανίαν. ἐπὶ τὰ ἐκτὸς δέ, ὡς ἐν τῷ περὶ στεφάνου· ,,ἥττης γέγονας αἴτιος, ὦ Δημόσθενες· κυρία τούτου ἡ τύχη. ἔτι δʼ ἔστιν ὅτε καὶ λύσις λύσει συνεμπίπτει, καὶ ἡ μέθοδος τῇ ἀνατροπῇ ἐκ τῶν αὐτῶν ἐνίοτε ὁρμᾶσθαι δοκεῖ, οὐ χρὴ δὲ θαυμάζειν, ἐπεὶ καὶ
στάσις στάσει συνεμπίπτει.
ὀμοσάντων μὴ γῆμαι καὶ κρινομένων, ὅτι πολλὰ λυπηρὰ τοῖς γάμοις παρακολουθεῖ, καὶ γυναικῶν ἀσέλγεια καὶ παίδων πονηρία. ἐνταῦθα οὐ δυνάμεθα κατὰ ἀνατροπὴν 10 ἀπαντῆσαι, ὅτι οὐδὲν λυπηρὸν συμβαίνει, ψεῦδος γάρ, ἀλλὰ μεθοδεύω αὐτὸ πρῶτον κατὰ μείωσιν, οὐ πᾶσι τὰ
αὐτὰ κατʼ ἀντιπαράστασιν ἀγαθοῦ, οὐ δεῖ τὰ προσόντα λυπηρὰ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὰ ἀγαθά, ἔστι δὲ ταῦτα παιδοποιΐα,διαδοχὴ γένους, κλήρου, πολιτείας, τὸ γηροκομίαν ἕξειν. εἶτα κατὰ αὔξησιν, καὶ μείζω τὰ ἀγαθὰ 7 τῶν λυπηρῶν. εἶτα ἀντιπαραστάσει τρόπου, χρὴ δὲ διʼ ἑτέρου τρόπου τὰ ἄτοπα φυλάττεσθαι, σωφρονίζειν τὰ γύναια, τοὺς παῖδας ἀμείνους ποιεῖν τῇ ἀγωγῇ, διὰ τῶν ἐπιτηδευμάτων. εἶτα κατὰ ἐνδόξου κρίσιν, οὕτω πᾶσι
τοῖς κατὰ τὴν πόλιν δοκεῖ, οὕτω καὶ τοῖς νόμοις οἳ περὶ γάμων διαλέγονται, οὕτω πᾶσιν ἀνθρώποις νενόμισται. εἶτα διανοίας ἐξέτασις, οὐ ταύτῃ τῇ διανοίᾳ ὤμοσαν, ἀλλʼ ἀσελγείας καὶ μοιχειῶν ὑπόθεσίς ἐστιν αὐτοῖς ὁ ὅρκος. εἶτʼ ἀπὸ τοῦ ἐναντίου, εἰ τὸ γαμεῖν ἔχει τινὰ λυπηρά,
πόσῳ τὸ μὴ γαμεῖν λυπηρότερον, τὸ εἶναι ἄοικον, ἀνέστιον, ἄπαιδα, οὐχ αὑτῷ οὐ πόλει χρήσιμον. εἶτα ἡ εἰς ἄτοπον ἀπαγωγή, ὅτι καὶ ἄλλα πολλὰ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων κατὰ τοῦτον τὸν λόγον ἀναιρήσουσιν, οἷς τι τῶν λυπηρῶν πρόσεστιν. εἶτα μεταστατικῶς, τὸ
μὲν δυστυχῆσαι περὶ γάμον τύχης ἐστὶν ἔγκλημα, τὸ δʼ ἄγαμον εἶναι γνώμης πονηρία. εἶτα ἐξ ἀποβάσεως τί συμβήσεται, εἰ τούσδε καὶ ἄλλοι μιμήσονται. ἔφαμεν δὲ τὸ τῆς ἀντιπαραστάσεως καὶ τὴν ἀπόβασιν εἶναι.
τὰς δὲ ἰσχυροτέρας δευτέρας· εἰ γὰρ αἱ ἰσχυρότεραι πρότεραι τεθεῖεν, οὐκέτι χώραν ἕξουσιν αἱ ἀσθενέστεαι. εἰσάγονται δʼ αἱ μὲν ἀσθενέστεραι, ὡς ἐπὶ τὸ πλεῖστον κατὰ παράλειψιν, αἱ δὲ ἰσχυρότεραι ὡς ἐπὶ τὸ πλεῖστον προηγουμένως ἐπισημαινομένων ἡμῶν τὰς δυνάμεις 11 αὐτῶν. ἐνίοτε μέντοι καὶ αἱ ἰσχυρότεραι κατὰ παράλειψιν
τίθενται, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,ἐγὼ δʼ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τῶν ἀτόπων ἐστὶ παραλείψω. ἐνίοτε καὶ συνεισάγονται ταῖς ἀντιθέσεσιν αἱ λύσεις, ὡς ἐν τῷ παραπρεσβείας· ,,οὕτω
τοίνυν πολλὰ καὶ δεινὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιϊὼν λέγει,τί δʼ ἄν εἰποις περὶ Δημοσθένους,ὃς 7 τῶν συμπρέσβεων κατηγορεῖ ἔξεστι γάρ σοι ἀνατρέψαι τὴν εἰσαγωγὴν καὶ ποιῆσαι λύσιν, κατηγορεῖς τῶν συμπρέσβεων· ναί, πολλὰ γὰρ καὶ δεινὰ πεπρεσβεύπασι. πολλάκις τῇ εἰσαγωγῇ τῆς ἀντιθέσεως συνεισάγεται ἡ
λύσις, καὶ ἔμφασις ὅλως λύσεως γίνεται διʼ ἑνὸς ῥήματος, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου, ,, εἰ δὲ λέγεις τὰ πρὸς 12 Θηβαίους δίκαια, Αἰσχίνη, ἢ περὶ τῶν ἴσων νυνὶ διαλέγῃ. “ τὸ γὰρ νυνὶ καὶ ἀντὶ λύσεως ὅλης ἤρκει. ἐχρῆν γὰρ καὶ τότε. διττὴ δʼ ἡ χρῆσις παρὰ τῷ Δημοσθένει ἢ
γὰρ προτάττει τὸ ἐξ ἀνατροπῆς καὶ ἐπάγει τὸ ἐκ μεθόδου συγχωρήσας, εἶτα περιτρέψας ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· ,,ἐγὼ δὲ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δʼ οἶδα σαφῶς. ἄχρι τούτου ὡς ἔχων ἀνατρέψαι ἀπέφηνεν. εἶθʼ ἑξῆς συγχωρήσας περιέτρεψεν. ,,οὐ μὴν
ἀλλὰ εἰ τοῦτο τοιοῦτόν ἐστι τὰ μάλιστα, ὁ νόμος δὲ λέγει τἀναντία. εἶτα περιτρέψας ὡς ἐν ἐκείνῳ· ,,ἐγὼ δὲ εἰ τοῦτο τοιοῦτόν ἐστιν, οὐκ ἔχω ὅ τι μεῖζον κατηγορήσω. εἶτα ἑξῆς κατὰ ἀνατροπήν· ,,οὐ μὴν ἀλλʼ ὅτι καὶ φιλίας ἀρχὴ συμφερούσης ἡμῖν οὕτω μᾶλλον.
ἀδικουμένη δʼ ἀλλοτριοῦται. ἐκ κοινότητος ἡ λύσις ἡ δʼ ἐξῆς ἐξ ἰδιότητος· ,,ὡς δʼ ἠδίκουν σαφές ἐστ.“
Ars rhetorica. Valerius Apsines. ed. Leonhard von Spengel. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.