ΠΕΡΙ ΛΥΣΕΩΝ ΚΑΙ ΑΝΤΙΘΕΣΕΩΝ.
ἄτεχνοι μὲν οὖν ὅσαι ἢ ἀπὸ γεγονότων ἢ ἀπὸ ἐγγράφων τίθενται. ἀπὸ γεγονότων μὲν ὡς ἐκεῖναι, ὅσαι ἀπὸ παραδειγμάτων, οἷον ὡς ἐν τῷ κατὰ Μειδίου· ,,ἀπήγγελλε τοίνυν τίς μοι περιϊόντα αὐτὸν συυλλέγειν καὶ πυνθάνεσθαι, τίσι πώποτε συμβέβηκεν ὑβρισθῆναι καὶ λέγειν
τούτους καὶ διηγεῖσθαι πρὸς ὑμᾶς μέλλειν, οἷον τὸν πρόεδρον καὶ τὰ ἑξῆς ἀπὸ ἐγγράφων δέ, ὅταν ἢ νόμος ἢ ψήφισμα ἡμῖν ἀντιτεθῇ. ἄτεχνοι δὲ αἱ τοιαῦται καλοῦνται, διότι οὐκ ἐξ ἰδίας ἐπινοίας εὑρίσκει ταύτας ὁ ῥήτωρ, ἐξ ὡρισμένων δὲ καὶ γεγονότων ἔχει τὴν ὕλην.
ἔντεχνοι δὲ καλοῦνται, ὅσας εὑρὼν αὐτὸς ὁ ῥήτωρ εὑρὼν ἀντιτίθησιν ἡμῖν, οἷον ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,ἀλλά, νὴ Δία, φήσει ὡς ἐκ τοῦ νόμου τούτου λειτουργήσουσιν οἱ πλουσιώτατοι.“ ὡς ἐπὶ τὸ πλεῖστον δὲ αἱ ἄτεχνοι ἰσχυρότεραί εἰσι τῶν ἐντέχνων. διὰ τί ; ὅτι αἱ μὲν ἀφʼ 1 ὡρισμένων πραγμάτων λαμβάνονται καὶ σχεδὸν ὡμολογημένων,
ταύτας δʼ εὕρηκεν ὁ ῥήτωρ, καὶ δεῖ αὐτὰς κριθῆναι. χρὴ δὲ τὰς μὲν ἰσχυρὰς ἀντιθέσεις, (ἰσχυρόταται δέ εἰσιν αἱ συνεκτικώταται τοῦ ἀντιδίκου) προδιαβάλλσντα εἰσάγειν ὡς μεμηχανημένας, καὶ ἀδόξοις τοῖς
ὀνόμασι καὶ ὡς μάλιστα πειρᾶσθαι αὐτὰς ἀσθενῶς εἰσάγειν ἢ προσθέντα τι ὄνομα ἄδοξον ἢ ἀφελόντα, οἷον ὡς ἐπʼ ἐκείνου οἷον οἱ νησιῶται πωλοῦσι τὰ γένη, καὶ οὕτω πέμπουσι τὸν φόρον, καὶ βουλὴ πρόκειται. ἐνταῦθα τί ἐστι τὸ συνεκτικώτατον τοῦ ἀντιδίκου, τὸ
συμφέρον· σὺ οὖν πῶς ἂν εἰσάγοις τὴν ἀντίθεσιν; ὃν 6 ὅλον πρᾶγμα ἀτύχημα συμβέβηκεν εἰ γὰρ ἀπέδρα λαβὼν ἀργύριον, ἕπεται τὸ ἀτύχημα λογίζεσθαι τὸ συμβάν. Ἴδωμεν τοίνυν ἑκάστου τὸν καιρόν. ὅταν μὲν οὖν πάνυ θαρρῶμεν τῇ λύσει, συνάψομεν τῇ ἀντιθέσει καὶ
τὰς κατασκευὰς καὶ ποιήσομεν ἀξιοπιστίαν· τότε δὲ δοκοῦμεν πάνυ θαρρεῖν τῇ λύσει, εἰ καὶ κατασκευάσαντες τὴν ἀντίθεσιν πολλὰς παρέχομεν τὰς λύσεις, τὰς κατασκευὰς δὲ αὐτῆς διελόντες ὡς ἀντιθέσεις εἰσάγομεν, ἵνα πυκνὸς καὶ ἀγωνιστικὸς ὁ λόγος γένηται, ὡς ἐν τῷ
δευτέρῳ τῶν Φιλιππιπῶν· μία μὲν γὰρ ἦν ἀντίθεσις, ὅτι φοβερὸς ὁ Φίλιππος. κατασκευαὶ δὲ τούτου τίνες; ὅτι χωρία εἴληφεν, ὅτι συμμάχους ἔχει, ὅτι πεζεταίρους ἴσχει, ὅτι τὸν Μακεδονικὴν δύναμιν περιέχει. ταύτας 2 γὰρ τὰς κατασκευὰς ὡς ἀντιθέσεις εἰσήγαγε, δι ἃς εἴπομεν
αἰτίας.
ἔχων πέντε ἡμιτάλαντα, εἶτα προστιθεὶς τὸ ἑπόμενον, ,,καὶ τὸ ὅλον πρᾶγμα ἀτύχημα συμβέβηκεν. ἐκ τούτου ἔσχεν ἀφορμὴν τῆς λύσεως. δεῖ δὲ καὶ πιθανὰ εἶναι τὰ λεγόμενα, ἵνα μὴ ἡμεῖς αὐτὰ κακοτεχνοῦντες δοκῶμεν ·προσάγειν, ἀλλʼ αὐτὴ ἡ φύσις τῶν πραγμάτων
ἐφέλκεσθαι.
ὁ Δημοσθένης. τίς γὰρ ἦν πάνυ βαρύνουσα αὐτὸν ἀντίθεσις; ὅτι ἄπιστοι ἡμῖν Ὀλύνθιοι. τοῦτο τοίνυν μὴ θεὶς ἐκ προφανοῦς λέλυκε λεληθότως· ,,πρὸς δὲ τὰς καταλλαγάς, ἃς ἂν ἐκεῖνος ποιήσαιτʼ ἄσμενος πρὸς 6 Ὀλυνθίους, ἐναντίως ἔχει. καὶ γάρ ἐστι τύραννος Φίλιππος καὶ ὄλεθρος φύσει τοῖς δημοκρατουμένοις, καὶ ὑπὲρ μεγάλων Ὀλυνθίοις ὁ κίνδυνος, εἰ πεισθήσονται. καὶ ἐκ παραδείγματος· καὶ ἴσασιν ἅ τε Ἀμφιπολιτῶν
ἐποίησε τοὺς παραδόντας αὐτῷ τὴν πόλιν, καὶ Πυδναίων τοὺς ὑποδεξαμένους. ταῦτα τοίνυν ἐστὶ συστατικὰ τοῦ πιστοὺς μὲν ἡμῖν μένειν, ἀπίστους δὲ τῷ Φιλίππῳ. ὅρα πῶς μὴ θεὶς τὴν ἀντίθεσιν τὰς λύσεις αὐτῆς τέθεικεν. 3 κἀν τῷ ὑπὲρ τοῦ στεφάνου τὰ αὐτὰ πεποίηκεν. τίς γὰρ
ἦν ὁ ἀντιτεθεὶς παρʼΑἰσχίνου λόγος; ὅτι οὐδὲ προσήκων ἦν ἡμῖν ὁ πόλεμος, ὦ Δημόσθενες, ἀλλʼ ἐπʼ ἄλλους ᾔει Φίλιππος, σὺ δὲ ἀλλότριον πόλεμον ἐπεσπάσω, τούτου ἦν ἡ λύσις. ὁ δὲ μὴ θεὶς τὴν ἀντίθεσιν τὴν λύσιν αὐτῆς τέθεικεν εἰπών, ,,ἀλλὰ μὴν τὸν τότε συμβάντα ἐν τῇ πόλει 4 θόρυβον. τί γὰρ ἐκ τούτου συνίστατο; ὅτι προσήκων
ἡμῖν ὁ πόλεμος, ἐθορυβούμεθα. ἢ οὖν βαρυνούσης ἡμᾶς τῆς ἀντιθέσεως προεισάγομεν τὰς λύσεις, ἢ ὅταν μὴ οὕσης καταστάσεως δέῃ τὰς λύσεις καταστατικῶς ἀλλʼ οὐκ ἀγωνιστικῶς τεθῆναι, ὡς ἐν τῷ δευτέρῳ
τῶν Ὀλυνθιακῶν πεποίηκεν ὁ Δημοσθένης· ,,ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρʼ ἂν καὐτὸς ἡγούμην φοβερὸν τὸν Φίλιππον εἰ γὰρ ὡς ἀντίθεσιν καὶ λύσιν ἐποίει, οὕτως ἂν εἶπεν, ἀλλὰ νὴ Δία φοβερὸς Φίλιππος, ἢ ἐξ ἀδίκων ηὔξηται· νῦν δὲ καταστατικῶς εἰσήγαγε τὰς λύσεις,
διʼ ἣν εἶπον αἰτίαν.
δʼἀναξίους τινὰς εἶναι καὶ πάλιν· ,,νὴ Δία ἀνάξιοι γάρ τινές εἰσι, καὶ πάλιν ,,εἶτʼ ἐπισύροντες ἐροῦσιν ὡς Μεγαρεῖς 6 καὶ Μεσσήνιοί τινες ἀτελεῖς εἰσὶν ἀθρόοι καὶ παμπληθεῖς καὶ δοῦλοι καὶ μαστιγίαι.“
ἢ ὅταν ἰσχυρὰ δοκῇ εἶναι ἡ ἀντίθεσις καὶ δέῃ αὐτὴν ἀκριβῶς ἐξελεγχθῆναι. ὅταν δὲ μέλλῃς τὴν ἀντίθεσιν εἰσάγειν, δεήσει σοι καὶ ποικίλων τῶν σχημάτων καὶ τῶν εἰσαγωγῶν, ἵνα τὸ προσκορὲς ἀφέλῃς.
εἰσάγομεν, χωρὶς δὲ ἑκατέραν λύομεν. ἔστι μὲν καὶ παρὰ τοῖς ἀρχαίοις παραδείγματα, ἔστι δὲ καὶ παρ ἡμῖν ὡς ἐν ἐκείνῳ τῷ ζητήματι· τὸν προδότην ἔδει δεδέσθαι παρὰ τῶ στρατηγῷ, ἔστʼ ἂν εἴπῃ τοὺς ἄλλους· στρατηγὸς ἁλοὺς προδοσίας ἐδέθη παρὰ τῷ συστρατήγῳ, ὁ δὲ
ἀπέκτεινεν αὐτὸν ὡς ἐπʼ αἰτίᾳ μοιχείας, καὶ κρίνεται συνειδότος. μετὰ γὰρ τὰς πρώτας ἀντιθέσεις ἔτι κἀκείνας τεθείκαμεν συμπλέξαντες· φησὶ γὰρ ὅτι καὶ αὐτὰ μὲν διʼ ἑαυτῶν φωρᾶται. περὶ δὲ τοῦ καὶ ἄλλως ἐγγενέσθαι διαφθεῖραι τὸν ἄνθρωπον αὐτῷ, εἰ τὴν ἐξ αὐτοῦ
μήνυσιν ὑφεωρᾶτο, καὶ οὐκ ἂν ἐξὸν ἀκινδύνως τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης ζημίας προείλετο τοῖς τούτου προσθεῖναι τὴν γυναῖκα· τοῦτο εἰσῆκται μὲν ὡς μία ἀντίθεσις, τὸ δʼ ὡς ἀληθῶς εἰσὶ δύο, μία μὲν ἀπὸ τῆς βουλήσεως, ὅτι οὐκ εἰκὸς ἦν προσαπολέσαι με ἑλέσθαι
γυναῖκα καὶ ὀνείδει περιβαλεῖν, εἰ μὴ ταῖς ἀληθείαις μεμοίχευτο, ἑτέρα δὲ ἀπὸ τῆς μεταλήψεως· εἰ καὶ ἄλλοι τρόποι ἦσαν ἀναιρέσεως, εἰ ἐβουλόμην ἀνελεῖν τὸν ἄνθρωπον. ὁ δὲ τὰς δύο συνάψας εἰσήγαγε. γνῴης δʼ ἂν ὡς ἀληθῆ λέγω καὶ ὄντως δύο εἰσὶν ἀντιθέσεις, καὶ ἀπʼ 5 αὐτῶν τῶν λύσεων. διαφόρους γὰρ πρὸς ἑκατέραν
ἠνέγκαμεν λύσεις, ὡς καὶ τῷ σχήματι ἐπεσημήναμεν εἰπόντες, πρῶτον μέν, ἵνα πρὸς τοῦτο ἀποκρινώμεθα, δεύτερον δέ τοῦτο οὐκ ἂν εἴπομεν, εἰ μὴ ᾔδειμεν καὶ 6 αὐτοὶ δύο ἀντιθέσεις τεθεικότες. γίνεται δὲ τοῦτο καὶ συνάπτεται ἀντίθεσις ἀντιθέσει, ὅταν ἢ μίαν ἔχωμεν λύσιν θεῖναι, καὶ ἔστι τοῦτο ἄκρας δυνάμεως δεῖγμα, ἢ ὅταν ἕπωνται ἀλλήλαις αἱ ἀντιθέσεις καὶ συνᾴδωσιν, ὡς
μίαν εἶναι δοκεῖν. ὅταν δὲ τοῦτο ποιήσῃς καὶ μέλλῃς διαφόρους πρὸς ἑκατέραν τιθέναι λύσεις, ἐπιμελητέον σοι καὶ τῶν σχημάτων σαφῶν καὶ εὐκρινῶν, ὡς μὴ σύγχυσιν εἶναι, ἀλλὰ τοῦ ἑνὸς εὐκρινῶς ἀποδειχθέντος οὕτως ἐπὶ τὸ ἕτερον μεταβῆναι.
Ars rhetorica. Valerius Apsines. ed. Leonhard von Spengel. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.